Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάθη [240]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάθη


000-00-00 Serial Number=0966917634
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01013]  Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν.
 [01018]  Ἆρ' οὐ δοκεῖ σοι τοῦ δικαίου τὰ πάθη τῶν ἐπαλλήλων ἐν τῇ θαλάσσῃ κυμάτων μιμεῖσθαι τὸ συνεχές;
 [01565]  τὰ τοῦ βασιλέως τούτου πάθη·
 [01792]  Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα.
000-00-00 Serial Number=0223373711
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00403]  Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν καὶ τὰ κύματα καταστέλλων καὶ γαλήνην ποιῶν.
000-00-00 Serial Number=0524989367
Ad populum Antiochenum Ante [Go Back]  
 [00006]  καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν ἀτόπων λογισμῶν τὰ πάθη, καὶ πολλὴν ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν.
 [00521]  Μανθανέτωσαν ἅπαντες τὰ τῆς πόλεως πάθη, ἵνα συναλγήσαντες τῇ μητέρι, κοινὴν ἀπὸ τῆς γῆς ἁπάσης ἀνενέγκωσι τῷ Θεῷ φωνὴν, καὶ ὁμοθυμαδὸν τὴν κοινὴν ἁπάντων μητέρα καὶ τροφὸν παρὰ τοῦ τῶν οὐρανῶν ἐξαιτήσωνται βασιλέως.
 [01794]  Τὰ φάρμακα τὰ ἰατρικὰ δι' ἐκεῖνα γεγένηται τὰ πάθη μόνον ἅπερ ἀνελεῖν δύναται, οὐ δι' ἐκεῖνα τὰ μηδὲν ὠφελούμενα παρ' αὐτῶν.
 [02097]  ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοιπὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸν [49.84] φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδὸν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν ἀναπνεύσωμεν·
 [02209]  διὰ τοῦτο οὐδὲ τὰ αὐτὰ πάθη.
 [03427]  Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη;
 [04225]  Οὐ γὰρ δὴ τὰ πονηρὰ ἡμῶν ἀπελαύνει πάθη μόνον, ἀλλὰ καὶ πᾶσαν εἰσάγει μετὰ πολλῆς εὐκολίας τὴν ἀρετήν.
000-00-00 Serial Number=0094690740
Ad viduam juniorem Ante [Go Back]  
 [00161]  οὕτω καὶ ταῦτα τὰ πάθη ἥ τε κενοδοξία καὶ ἡ ἀπόνοια παντὸς ἄγους μᾶλλον τὰς τῶν ἀνθρώπων μολύνουσι ψυχάς.
000-00-00 Serial Number=0899441600
Admonitiones spirituales Ante [Go Back]  
 [00070]  Ἀλλὰ λέγεις, τὰ πάθη τυραννοῦσί με, καὶ ὁ φόβος τύραννός ἐστι.
000-00-00 Serial Number=0131124079
Adversus Judaeos Ante [Go Back]  
 [02834]  Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα.
000-00-00 Serial Number=0935771465
Adversus catharos Ante [Go Back]  
 [00043]  Μυρία περιέστηκε τὴν ψυχὴν πάθη, μυρίαι πραγμάτων περιστάσεις, μυρία σώματος νοσήματα, μυρίαι πραγμάτων ἀνωμαλίαι, καὶ τολμᾷς εἰπεῖν ὅτι ἐν εὐρίπῳ σάλων τοσούτων καθαρὸς εἶ;
000-00-00 Serial Number=0710244834
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00153]  Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰπεῖν.
 [00159]  τῶν δ' ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη.
 [00240]  Ἀποδύσαντες γὰρ αὐτὴν πάντων τῶν τῆς ἀρετῆς ἱματίων, καὶ τὰ τῆς κακίας ῥάκια πάθη περιθέντες τὰ ῥυπῶντα καὶ διεῤῥηγμένα καὶ δυσώδη, καὶ τῆς γυμνότητος αἰσχροτέραν αὐτὴν ἀποφαίνοντα, καὶ πάσης τῆς οἰκείας προσαναπλήσαντες ἀκαθαρσίας, οὐ παύονται ταῖς εἰς αὐτὴν ἐμπομπεύοντες ὕβρεσιν.
 [00899]  Καὶ ὅτι οὐ στοχασμὸς τοῦτό ἐστιν, ἱκανὰ μὲν καὶ τὰ τοῦ πρεσβύτου πιστώσασθαι πάθη·
 [01126]  Πῶς οὖν οὐδὲν γέγονε τοιοῦτον, ἀλλὰ τὰ μὲν Σοδόμων ἁμαρτήματα τολμᾶται, τὰ δὲ Σοδόμων οὐ γίνεται πάθη;
 [01134]  ἀλλ' ἐποίσει πάντω, αὐτοῖς τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὴν πληγὴν τὴν ἀφόρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτως οὖσαν χαλεπὴν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι.
000-00-00 Serial Number=0759078145
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00028]  πολεμοῦσιν ἀοράτως δαίμονες, πολεμοῦσι προφανῶς ἄνθρωποι, πολεμεῖ τὰ τῆς ψυχῆς ἔνδον πάθη, αἱ διὰ σώματος ἐγειρόμεναι ἡδοναὶ, καὶ αἱ περὶ τὸ σῶμα ἔξωθεν συμφοραί.
000-00-00 Serial Number=0683317959
Catecheses ad illuminandos Ante [Go Back]  
 [00184]  «Πολλοὶ γὰρ ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ ἄλλα πάθη τὰ τικτόμενα χαλινοῦν καὶ ἐν γαλήνῃ τὴν διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστί φησιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι.
 [00698]  Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος, οὐκ ἂν δυνηθείη ποτὲ ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύεται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρεχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀναθέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.
 [01018]  οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται καὶ πρὸς φιλοσοφίαν ἐναγαγεῖν καὶ τὴν τῶν παρόντων ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν ἀφιέντα φωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος καὶ τῆς ἀντιδόσεως τὴν ὑπερβολήν.
 [01107]  Οὕτω, φησί, καὶ ὑμᾶς ἀποθανόντας καθάπαξ καὶ νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τοῦ βαπτίσματος, ἀκόλουθον μηδὲν κοινὸν ἔχειν πρὸς τὰ τῆς σαρκὸς πάθη καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.
000-00-00 Serial Number=0135879278
Commentarius in Job Ante [Go Back]  
 [00580]  ἀλλὰ συγχωρεῖ τὰ πάθη κρατῆσαι τοῦ δικαίου, ἵνα εἰδῇς, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ.
000-00-00 Serial Number=0789853036
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00231]  Εἰσὶ γὰρ γυναῖκες, αἳ μὲν ὑπὸ γήρως παραλελυμέναι, αἳ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἳ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἳ δὲ ἄλλα πάθη ποικίλα καὶ παντοδαπὰ πάσχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν πενίαν.
000-00-00 Serial Number=0730458617
Contra ludos et theatra Ante [Go Back]  
 [00040]  Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν, τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη, θυμὸν καὶ ἐπιθυμίαν, καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν, τὸν χρηστὸν καὶ κοῦφον, καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν, καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως, οὐκ ἀπὸ μύσους εἰς μύσος, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων;
000-00-00 Serial Number=0388561308
Contra theatra Ante [Go Back]  
 [00305]  Ἀλλ' ὅμως πειρατέον, κἂν μὴ λίαν ἔτι που τῆς τοῦ προπάτορος ἀρετῆς ἐφικώμεθα, φιλοθεΐας νόμῳ τὰ πάθη νικήσαντας κοινωνῆσαι αὐτῷ τῆς θυσίας, τῷ μέρει τῆς διηγήσεως.
000-00-00 Serial Number=0411994934
De Anna i Ante [Go Back]  
 [00751]  ∆ιὸ δὴ ταῦτα καθ' ἑκάστην ἡμέραν περισκοπῶμεν, καὶ καθάπερ μάστιγι τῷ λόγῳ χρώμενοι, πάντα τὰ τοιαῦτα πάθη τῆς ἐκείνων ψυχῆς ἀπελαύνωμεν, ἵνα τῆς ἄνω πολιτείας μετασχεῖν δυνηθῶσιν ἡμῖν οἱ παῖδες, καὶ τὴν ἐκεῖ λειτουργίαν ἐπιτελέσαι πᾶσαν.
000-00-00 Serial Number=0035968959
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00252]  Ὥσπερ γὰρ οὐκ ἀρκοῦν εἰς ἀσέβειαν τὸ φονεῦσαι καὶ ἀναισχύντως ἐπιπηδῆσαι τῷ ναῷ τοῦ Θεοῦ, προσετίθει φόνῳ φόνον ἕτερον καὶ καθάπερ φιλονεικῶν ὁμοῦ καὶ νικῆσαι τοῖς δευτέροις τὰ πρότερα καὶ τὰ τῶν φθασάντων πάθη ἀμαυρῶσαι τῇ τῶν ὑστέρων ὑπερβολῇ τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μανία τὰ ἐναντία κατασκευάζειν ἅμα οὕτως ἀμφοτέραις ταῖς σφαγαῖς ἔχειν τι κατάλληλον ἐξαίρετον ἔδωκεν.
 [00297]  Φιλοδέσποτοι γὰρ ὄντες οἱ ἅγιοι τὰ ὑπὲρ τοῦ ∆εσπότου πάθη μετὰ πολλῆς ἐδέχοντο τῆς προθυμίας καὶ φαιδρότεροι τούτοις ἐγίνοντο.
 [00314]  Πολλοὶ δὲ τῶν ἀφορήτως πρὸς τὰ πάθη διατεθέντων παρὰ τοῖς μνήμασι τῶν ἀπελθόντων τὸν ἅπαντα κατῴκισαν ἑαυτοὺς χρόνον οὐκ ἂν τοῦτο ποιήσαντες εἰ μή τινα παραμυθίαν ἀπὸ τῆς τῶν τόπων ἐλάμβανον ὄψεως.
000-00-00 Serial Number=0018722177
De Davide et Saule Ante [Go Back]  
 [00359]  Ὥσπερ γὰρ τῷ δικαίῳ ἐκείνῳ λέοντες ἑκατέρωθεν παρεκάθηντο, οὕτω καὶ τούτῳ λέοντες ἀγριώτεροι πάντων, τὰ πάθη [54.690] ἐπετίθετο·
000-00-00 Serial Number=0693936646
De Maccabeis Ante [Go Back]  
 [00101]  ὑποτυπούτω τὴν ὄψιν τὴν ποθουμένην, καὶ τὰ φίλτατα ὑπογράφων ἑαυτῷ, ἐπ' αὐτῶν ἀναζωγραφείτω ταῦτα τὰ πάθη, καὶ τότε εἴσεται καλῶς τῶν λεγομένων τὴν δύναμιν·
 [00103]  τὰ γὰρ τῆς φύσεως πάθη λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται, πεῖρα δὲ διδάσκει μόνη.
000-00-00 Serial Number=0235370874
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00096]  Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶσαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη.
 [00104]  ∆ιὰ τοῦτον τὰ τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας, [52.839] ἀπομαραίνονται.
 [00178]  περιπτύσσομαι τὰ πάθη, φιλῶ τοὺς ἥλους, καὶ τὰς διατρήσεις τῶν μελῶν ἀσπάζομαι·
000-00-00 Serial Number=0597335279
De baptismo Christi Ante [Go Back]  
 [00014]  οὐ θυμὸς γὰρ ἐνοχλεῖ, οὐκ ἐπιθυμία φλέγει, οὐ βασκανία τήκει, οὐκ ἀπόνοια φυσᾷ, οὐ κενοδοξίας ἔρως διαφθείρει, ἀλλὰ πάντα ταῦτα κατέσταλται τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν θείων Γραφῶν ἀκροάσεως, διὰ τῆς ἑκάστου ἀκοῆς πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ κοιμιζούσης τὰ ἄλογα ταῦτα πάθη.
000-00-00 Serial Number=0490140796
De beato Philogonio Ante [Go Back]  
 [00020]  Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους.
000-00-00 Serial Number=0063128054
De confessione pretiosae crucis Ante [Go Back]  
 [00020]  Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη·
000-00-00 Serial Number=0027454853
De consubstantiali Ante [Go Back]  
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
000-00-00 Serial Number=0772108734
De diabolo tentatore Ante [Go Back]  
 [00892]  ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου.
 [00973]  Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον·
000-00-00 Serial Number=0562744260
De fato et providentia Ante [Go Back]  
 [00074]  ∆ιὰ γὰρ τοῦτο καθ' ἑκάστην ἡμέραν θείας ἀπολαύομεν ἀκροάσεως, ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ, τὰ ὑλομανοῦντα πάθη τῆς διανοίας περικόπτοντες, ἔγκαρπα δένδρα γενώμεθα, καὶ καρπὸν ἐνέγκωμεν ὥριμον, εἰς ἀποθήκην ἀποτιθέμενον βασιλικὴν, δόξαν φέροντα τῷ κοινῷ ∆εσπότῃ καὶ γεωργῷ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00574]  Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν·
000-00-00 Serial Number=0304546177
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00526]  καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν.
 [00693]  οὐδὲν γὰρ οὕτως ἀνόητον ποιεῖ ὡς ταῦτα τὰ πάθη.
000-00-00 Serial Number=0175514936
De jejunio [1] Ante [Go Back]  
 [00021]  Καὶ ὥσπερ τὰ χείρονα πάθη δριμυτάτοις τισὶ καὶ στυπτι [61.789] κωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει·
000-00-00 Serial Number=0960985124
De jejunio [3] Ante [Go Back]  
 [00064]  ∆ιὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον.
000-00-00 Serial Number=0346945167
De jejunio sermones 1 Ante [Go Back]  
 [00097]  νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς.
 [00105]  δι' ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιῶν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα προσορμίσας.
000-00-00 Serial Number=0149453223
De paenitentia [1] Ante [Go Back]  
 [02032]  ∆ιὰ τὰ ἁμαρτήματα λῦπαι, διὰ τὰ ἁμαρτήματα ταραχαὶ, διὰ τὰ ἁμαρτήματα πόλεμοι, διὰ τὰ ἁμαρτήματα νόσοι, καὶ πάντα ὅσα ἡμῖν προσπίπτει δυσίατα πάθη.
 [02033]  Ὥσπερ οὖν οἱ ἄριστοι τῶν ἰατρῶν οὐ τὰ φαινόμενα πάθη ἐξετάζουσιν, ἀλλὰ τὴν αἰτίαν τῶν φαινομένων ἐπιζητοῦσιν·
000-00-00 Serial Number=0298264503
De paenitentia sermo 1 Ante [Go Back]  
 [00001]  Λόγος παραινετικὸς περὶ μετανοίας, ἐν ᾧ ἐμνημόνευσε καὶ ἐστηλίτευσε πάντα τὰ πάθη τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0870324314
De paenitentia sermo 2 Ante [Go Back]  
 [00025]  ἄλλους ποιοῦσιν ὀρφανοὺς ἀποδύειν, ἄλλους χήρας καταπονεῖν, ἄλλους μηδὲ εἰς ἐκκλησίαν εἰσιέναι, ἄλλους εἰς μυρία πάθη κατακρημνίζουσιν, ὧν οὐκ ἔστιν ἀριθμός·
000-00-00 Serial Number=0036163926
De paenitentia sermo 3 Ante [Go Back]  
 [00043]  μετὰ δὲ τὸν σταυρὸν, μετὰ τὰ πάθη τοῦ Χριστοῦ, ἰδοὺ καὶ πρεσβῦται καὶ γυναῖκες, μείρακές τε καὶ ἔφηβοι, ὥσπερ ληνοβάται βοτρύων, οὕτω καὶ αὐτοὶ πατοῦσιν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
 [00100]  Αἰδεσθῶμεν οὖν τὴν τοῦ Χριστοῦ ἀγαθότητα, ἐντράπωμεν αὐτοῦ τὰ πάθη, μὴ ματαιώσωμεν αὐτοῦ τοὺς μώλωπας, μὴ τὴν αἰσχρὰν ἡδονὴν τῆς καλῆς αὐτοῦ προκρίνωμεν ἡδονῆς καὶ ἐντολῆς, μὴ κακοῖς τὸν εὐεργέτην ἀμειψώμεθα, μὴ λάβωμεν αὐτοῦ τὰ μέλη, καὶ ποιήσωμεν πόρνης μέλη·
000-00-00 Serial Number=0080087960
De prophetiarum obscuritate Ante [Go Back]  
 [00656]  πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ.
000-00-00 Serial Number=0761487246
De resurrectione mortuorum Ante [Go Back]  
 [00083]  ∆ιόπερ πρὶν ἐμπεσεῖν εἰς τοὺς περὶ ἀναστάσεως λόγους, τὰ αὑτοῦ πάθη διηγεῖται, λέγων οὕτως·
000-00-00 Serial Number=0965275228
De sacerdotio Ante [Go Back]  
 [01384]  Καὶ γὰρ τὰ τοῦ σώματος τραύματα προστριβόμενα δυσίατα γίνεται, καὶ τὰ τῆς ψυχῆς πάθη κνιζόμενα καὶ παροξυνόμενα μᾶλλον ἀγριαίνεσθαι πέφυκε καὶ τοὺς ἔχοντας αὐτὰ πλείονα ἁμαρτάνειν βιάζεται·
 [01464]  Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δέ τις αὐτὰ λιμῷ κατατήξειε, τόν τε θυμὸν αὐτοῖς ἐκοίμισε καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον, οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν ὑπὸ τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς, ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὑτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην καὶ οὕτως αὐτῷ φοβερὰ ταῦτα ἀπεργάζεται ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν.
 [01510]  Καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὸν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοήν, τῶν κυμάτων καὶ τῶν αἱμάτων μιγνυμένων τὸν ἀφρὸν καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοὺς αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν.
000-00-00 Serial Number=0547453761
De spe Ante [Go Back]  
 [00033]  Ὁ ἰατρὸς τῶν ψυχῶν ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα καὶ ἡλκωμένα πάθη τῆς ὑπερηφανίας, ἀπόπλυνε τὸν βόρβορον τῶν ἡδονῶν τῷ ὕδατι τῆς διδασκαλίας·
000-00-00 Serial Number=0407790720
De studio praesentium Ante [Go Back]  
 [00007]  Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν.
 [00079]  Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων.
000-00-00 Serial Number=0443662167
De terrae motu Ante [Go Back]  
 [00039]  Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη.
 [00040]  Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται.
 [00075]  Φθόνον ἐξεβάλετε, τὰ ἀνελεύθερα πάθη ἐξωρίσατε, τὴν ἀρετὴν κατεφυτεύσατε, ὁλόκληρον τὴν νύκτα παννυχίσιν ἁγίαις εὐτονήσαντες, ἀγάπῃ πολλῇ καὶ ἐπιτεταμένῃ διαθέσει.
000-00-00 Serial Number=0172900856
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01018]  οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἂν λάβωσι, εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα πάθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὴν τούτων ἐναπομάττονται ψυχήν.
 [01583]  Καὶ γὰρ αὕτη ἀρκοῦσα διδασκαλία, ἡ τῆς φύσεως ἐπίσκεψις, πάντα τὰ πάθη καταστεῖλαι δυναμένη, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ.
 [02249]  ∆ιὰ τοῦτο οὖν, εἰπέ μοι, ποθεινὸς ὑμῖν ὁ πλοῦτος καὶ περιμάχητος εἶναι δοκεῖ, ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον διεξάγων, καὶ τῆς δοξομανίας τὰς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων, καὶ πρὸς ἀπόνοιαν διεγείρων;
 [02550]  Καὶ τὰ μὲν ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας·
 [02613]  Πολλῶν γὰρ ἀκούω λεγόντων, ὅταν ταῦτα συμβαίνῃ τὰ πάθη·
 [03270]  Πῶς ὑμῖν ὑπογράψω βούλεσθε τὰ τοῦ πλεονέκτου πάθη καὶ ἅρπαγος;
 [04644]  Ἃ μὲν γὰρ ἐν πάσῃ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου.
 [06544]  καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη καὶ αὐξανόμενα δυσκατέργαστα γέγονε.
 [09341]  Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον τὸν θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη·
000-00-00 Serial Number=0412125707
Epistula ad Cyriacum Ante [Go Back]  
 [00656]  ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν, ὅτε σφοδροτέρα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅτε πολλὴ τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος μὲν ὁ λογισμὸς τῶν νεωτέρων, αἱ δὲ ψυχαὶ οὐ σφόδρα φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν, ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0601128399
Epistula ad abbatem Ante [Go Back]  
 [00078]  Παρακαλῶ οὖν ὑμᾶς μή τις ἐξ ὑμῶν φλύαρος ἢ ἀργολό γος ἢ κατάλαλος ἢ ἐφευρετὴς ἢ γογγυστής ταῦτα γὰρ τὰ πάθη οὐκ ἐῶσι τὴν ψυχὴν τὴν δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἰδεῖν, ἀλλὰ τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ ἑαυτοῖς ἀρέσκοντες, οὐχὶ τῷ Θεῷ, ὧν τὸ τέλος ἀπώλεια μετὰ τοῦ Φαρισαίου καὶ αὐτοῦ τοῦ φρονήματος.
000-00-00 Serial Number=0751588583
Epistula ad monachos Ante [Go Back]  
 [00126]  οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν.
000-00-00 Serial Number=0835303247
Epistulae Ante [Go Back]  
 [03039]  Μὴ λυπεῖσθαι μὲν γὰρ ἀμήχανον, παρακαλοῦμεν δὲ συμμέτρως τοῦτο ποιεῖν εἰδυῖαν τὸ ἐπίκηρον τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὡς κοινὰ ταῦτα πᾶσι τὰ πάθη, καὶ ὡς φύσεως νόμος κοινὸς, καὶ τοῦ πάντων ἡμῶν ∆εσπότου Θεοῦ ἀπόφασις.
000-00-00 Serial Number=0916373610
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00347]  Εἰ δέ τις καὶ πρὸς τὰ ἕτερα εἴδη τῆς ἀρετῆς ταύτης μετασταίη, καὶ μηκέτι τὰ παρ' ἑτέρων, ἀλλὰ τὰ παρὰ σοῦ κατασκευασθέντα διηγήσαιτο πάθη, τίνα λίθον, τίνα σίδηρον, ποῖον ἀδάμαντα οὐχ εὑρήσει νικηθέντα παρὰ σοῦ;
 [01014]  ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0864019454
Expositiones in Psalmos Ante [Go Back]  
 [00108]  Τὸ νηφούσῃ διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ, τὸ μετὰ πηγῶν δακρύων αὐτῷ προσιέναι, τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, τὸ μηδενὶ μνησικακεῖν, τὸ πάντα ἐκβάλλειν ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ συντρίβοντα τὴν καρδίαν οὕτω προσιέναι, τὸ συνεστάλθαι, τὸ πολλὴν τὴν ἐπιείκειαν μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστασθαι πραγμάτων, τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον.
 [00635]  Ἀλλ' ἐάν τις τὸν φόβον τοῦ Θεοῦ ἔχων, μετὰ ἀκριβείας τοῦτον καταλύσῃ τὸν πόλεμον, καὶ κοιμήσῃ τὰ πάθη, καὶ τὰ θηρία τὰ ποικίλα ἐκεῖνα τῶν ἀτόπων λογισμῶν ἀποπνίξας, μὴ ἐμφωλεύειν παρασκευάσῃ, οὗτος καθαρωτάτης καὶ βαθυτάτης ἀπολαύσεται εἰρήνης.
 [00651]  Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην διαφθείρει, ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν τυραννίδα παντελῶς παρωθούμενα.
 [00661]  Τῇ τῶν μελλόντων ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῇ εἰς σὲ πάντα μου τὰ πάθη κατέστειλα.
 [01381]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐδάκρυε τριετίαν νύκτα καὶ ἡμέραν, τὰ ἀλλότρια διορθούμενος πάθη·
 [01391]  Ὁ τοιαῦτα θρηνῶν, ἀναστήσεται λιμένος γαληνοῦ τὴν ψυχὴν ἄμεινον ἔχων, πάντα ἐκβάλλων τὰ πάθη·
 [01398]  Εἰπὼν τὴν μετάνοιαν, λέγει πάλιν τὰ πάθη, τὸν θόρυβον τὸν ἐν τῇ διανοίᾳ, τὸν φόβον τὸν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ ἐγγινόμενον.
 [02376]  ∆ημίου παντὸς χαλεπώτερον τὰ πάθη ταῦτα τὴν ψυχὴν καταξαίνει.
 [03502]  Ἐπειδὴ γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε.
 [03680]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
 [05265]  Ἐπειδὴ γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε.
 [05443]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
000-00-00 Serial Number=0886011124
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00177]  Ὅταν γὰρ ὁ Θεὸς ἐπιτάττῃ, ὁ τῆς φύσεως ∆εσπότης, καὶ ἡλικία, καὶ ἀγλωττία, καὶ πάντα ὑπεξίσταται τὰ πάθη.
 [01565]  οἷα τὰ πάθη τῶν Σοδόμων, οἵαν τὰ κατὰ Γομόῤῥων.
 [01731]  Ὅταν γὰρ ὁ Θεὸς πολεμῇ, οὐδὲ τὰ ἀνθρώπινα πάθη ἴσασιν οἱ ἄνθρωποι.
 [03076]  Ἐννόησον μέγεθος συμφορᾶς, ὅταν μηδὲ δακρύειν ἐξῇ τὰ πάθη τὰ οἰκεῖα, ἀλλὰ καὶ ταύτην ὦσιν ἀφηρημένοι τὴν ἐξουσίαν.
 [03079]  Τί ταύτης τῆς ὀδύνης χεῖρον, μηδὲ δακρύειν δύνασθαι τὰ οἰκεῖα πάθη;
000-00-00 Serial Number=0912748516
Fragmenta in Job Ante [Go Back]  
 [01139]  ὡς εἴγε οἷόντε τὰ ἐμὰ πάθη, καὶ τὰς ὀδύνας κατ' αὐτὸν λαβεῖν, καὶ καθάπερ ἐν τρυτάνῃ τινὶ ἀντιταλαντεῦσαι τῇ παραλίᾳ ψάμμῳ, τούτων ἂν εὗρε μᾶλλον, ἢ παρ' ἐκείνης, βαρυτέραν τὴν πλάστιγγα.
 [01148]  ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα ἐνέσκηψε τὸ ἐκείνου.
 [01471]  ∆ιὰ τοῦ σητοβρώτου ἱματίου τὰ σωματικὰ πάθη δηλοῖ, οὐδὲν ἧττον τοῦ σητὸς διατρώγοντα τὰ σώματα καὶ κατεσθίοντα.
 [02096]  καὶ γενέσθαι τὰ τοῦ μακαρίου τοῦδε πάθη, φάρμακα τῶν ἡμετέρων κακῶν·
000-00-00 Serial Number=0491899133
Fragmenta in Proverbia Ante [Go Back]  
 [00879]  ἔνθα δὲ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τήκονται, ἐναντία πάσχοντες πάθη.
 [01320]  ἢ ἀντὶ τοῦ, ὁ ὑποτάσσων τὰ πάθη, ἑαυτῷ κάμνει καὶ οὐκ ἄλλῳ, καὶ ἐξωθεῖ τὴν ἀπώλειαν σωζόμενος.
000-00-00 Serial Number=0963858902
Homilia de capto Eutropio Ante [Go Back]  
 [00087]  ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα·
000-00-00 Serial Number=0357244730
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00050]  ∆ιὸ δὴ καθάπερ ἄριστος στρατηγὸς συγκροτεῖ τὴν φάλαγγα, τὰ πάθη τὰ λυμαινόμενα τῇ ἀνδρείᾳ τῆς διανοίας ἐξορίζων τῶν πιστῶν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενος τὴν αὑτοῦ, καὶ τοὺς σφόδρα ἀφεστηκότας αὐτοῦ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν τῷ τῆς συγγενείας συνάπτων ὀνόματι.
 [00111]  Καὶ τὰ αὐτοῦ δὲ πάθη διηγούμενος, ἔλεγε·
000-00-00 Serial Number=0436791837
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00121]  ∆εῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι·
000-00-00 Serial Number=0356536746
In Acta apostolorum Ante [Go Back]  
 [05037]  διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύματα, καὶ ὠτειλαί.
 [05044]  ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀμβλυωπία, παραπληξία, καὶ μυρία ἕτερα.
 [08221]  Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον.
 [08223]  ἀλλ' ὁ φόβος ἐπεισελθὼν καθάπερ τινὶ μάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ.
 [09738]  οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ μίαν ἡμῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε μὴ ἀθρόως ἐπιτεθέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡμῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι.
 [09746]  Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχομεν σπουδάζοντες, πολλῷ μᾶλλον τὰ πάθη τὰ ἐν ἡμῖν.
 [09999]  Ἢ οὐκ οἴει δεσμὸν εἶναι χαλεπὸν τὰ ἁμαρτήματα καὶ τὰ πάθη;
 [09999]  Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δαμάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώματα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη;
 [09999]  οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα τὰ ἐναντία.
 [09999]  Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς ἀκμῆς ἀμβλυνθείσης, καὶ μολύβδου δίκην ἐπανακαμπτομένης;
 [09999]  Τύραννός ἐστι τὰ πάθη·
 [09999]  Ὁρᾷς, ὅταν τὰ πάθη ὑποχωρήσῃ, πῶς ἡ ἀλήθεια εὑρίσκεται;
 [09999]  Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται.
 [09999]  Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ.
 [09999]  ἐπιτίθενται ἡμῖν τὰ πάθη κελεύοντα ἐξομόσασθαι τὴν μαρτυρίαν.
 [09999]  Οἷον, δύο πάθη ἐστὶ ταῦτα, δειλία καὶ θυμός·
000-00-00 Serial Number=0309643328
In Ecclesiasten Ante [Go Back]  
 [00003]  Ἵν' οὖν ἀμφοτέρων τὰ πάθη λύσωμεν, φέρε, ἀπὸ τοῦ τέλους αὐτοῦ συστήσωμεν.
000-00-00 Serial Number=0750799656
In Eutropium Ante [Go Back]  
 [00077]  τὸ ἄστοργον αὐτῶν τοῖς διηγήμασι μαλάξαι βουλόμενος, ἐκπομπεύω τὰ τούτου πάθη.
000-00-00 Serial Number=0213402450
In Isaiam Ante [Go Back]  
 [00086]  Εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις οὐδεὶς ἂν παραστήσειε λόγῳ, πολλῷ μᾶλλον τὸν τρόπον τῆς τοῦ Πνεύματος ἐνεργείας.
000-00-00 Serial Number=0404878736
In Joannem Ante [Go Back]  
 [00649]  Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονὴν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν.
 [01050]  Καὶ τὰ Σοδομηνῶν πάθη, καὶ ὁ κατακλυσμὸς καὶ ἡ γέεννα, καὶ μυρία ὅσα τοιαῦτα;
 [01368]  Αὐτό τε γὰρ τὸ ὁρᾷν ἑαυτὸν γυμνὸν ὄντα, καὶ δεῖσθαι λοιπὸν τῆς ἀπὸ τῶν ἱματίων περιβολῆς, καὶ ἕτερα αὐτῷ πλείονα ἐντεῦθεν ἐφύη πάθη τότε.
 [01993]  Καὶ πάντα ἀθρόον μετεσχηματίζετο, τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο, καὶ τούτων, οὐ δύο καὶ τρεῖς ἄνθρωποι, οὐδὲ πέντε, καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο.
 [04011]  Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει [59.138] πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην.
 [04048]  Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν·
 [04051]  Ἐν δὲ πλήθει τοσούτῳ πάντα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς εἶναι, εἰ καὶ μὴ πάντα ἐν πᾶσι.
 [04117]  οὐχ ὑποκρινομένου ἦν, ἀλλὰ πάντα αἱρουμένου πάθη, ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου.
 [04400]  καθάπερ ἐκεῖναι τοὺς ἁπτομένους σπαράττουσιν, οὕτω καὶ ταῦτα τὰ πάθη·
000-00-00 Serial Number=0280095875
In Petrum et Paulum Ante [Go Back]  
 [00046]  Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες·
000-00-00 Serial Number=0743006468
In Psalmos 101-107 Ante [Go Back]  
 [00121]  ∆όξαν δὲ τὰ πάθη καλεῖ, ἐπειδὴ δι' αὐτῶν τὴν οἰ κουμένην ὑπέταξε.
000-00-00 Serial Number=0776088655
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00045]  Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν.
 [00049]  ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων διηγεῖται.
 [00160]  τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλί δωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδεί κνυται, ὅταν παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς.
000-00-00 Serial Number=0348900199
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00033]  Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως.
000-00-00 Serial Number=0801791251
In Psalmum 118 Ante [Go Back]  
 [00050]  Ὁ δὲ προκόπτων ἐν τῷδε τῷ βίῳ τῇ ἐρεύνῃ τῶν θείων Γραφῶν, καὶ μὴ μερίζων τὸν βίον αὐτοῦ εἰς ἡδονὰς καὶ πάθη ἁμαρτημάτων, ἀλλὰ καὶ Πνεύματι ζῶν, καὶ Πνεύματι στοιχῶν, ἐρευνῶν τὰς Γραφὰς, τότε τέλειος ἐν ὅλῃ καρδίᾳ ἐκζητεῖ τὸν Θεόν, [55.677] Καὶ ἐπειδὴ ὁ ψαλμὸς οὗτος νόμον καὶ ἐντολὰς καὶ δι καιώματα καὶ κρίματα καὶ μαρτύρια πεπυκνωμένος διαγορεύει, χρήσιμόν ἐστι περὶ τούτων διαλαβεῖν ἄνω θεν.
 [00130]  Ὀξύῤῥοπον πρὸς ἁμαρτίαν ἡ νεότης, εἰς ἡδονὰς καὶ πάθη ἀτιμίας ἀπαγομένη·
 [00389]  ἐπεὶ καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συν τείνουσαι πρὸς πάθη σαρκικὰ, ματαιότητές εἰσι.
 [01124]  Εἰ δὲ με ρίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐ δαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.
000-00-00 Serial Number=0366641045
In ascensionem Sermo 1 Ante [Go Back]  
 [00025]  ὅτιπερ ἐξ Ἰουδαίων ὄντες τὰ τῶν Ἰουδαίων οὐκ ἐφρόνησαν, ἀλλὰ τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰ στίγματα τῶν συγγενῶν Κυριοκτόνων προετίμησαν.
000-00-00 Serial Number=0589022815
In centurionem Ante [Go Back]  
 [00124]  ∆υσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μά λιστα ἐν ἀρχῇ τῆς νόσου·
000-00-00 Serial Number=0108584046
In decem virgines Ante [Go Back]  
 [00133]  Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.
000-00-00 Serial Number=0177280724
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00154]  δεικνὺς ὅτι οὐ μόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑπομένουσι πάθη.
 [00155]  Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθομεν πάθη, ἀλλὰ καὶ περισσά.
 [03727]  Οὐκ ἂν οὕτως ὑπέκειντο δαίμονες, οὐκ ἂν οὕτως ἐδραπέτευσε πάθη καὶ νοσήματα.
 [04484]  Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ μὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήματα ἐκτρέφοντά τε καὶ αὔξοντα μετὰ ἀκριβείας ἁπάσης.
 [06439]  Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη·
 [07082]  Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρημάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός.
000-00-00 Serial Number=0526549578
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00101]  Ἀλλὰ πάθη μέν ἐστι ταῦτα, οὐ μέντοι ἀνίατα, ἀλλὰ ἔχοντα ἴασιν, καὶ πολλῷ μᾶλλον, ἢ τὰ σωματικά·
 [00575]  Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν.
 [00579]  τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν.
000-00-00 Serial Number=0500166357
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00341]  αἰσχύνης τὰ πάθη;
 [00769]  οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη διηγεῖτο.
 [02490]  Μὴ τρέφε θηρία, τὰ πάθη λέγω·
000-00-00 Serial Number=0452546000
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03694]  Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι;
 [03699]  οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν, [61.109] τὰ πάθη λέγει τὰ δι' αὐτούς.
 [08886]  καὶ τὴν ἱστορίαν αὐτοῦ [61.240] τῶν παθημάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζημίαν λέγω τῶν χρημάτων, τὴν ἀφαίρεσιν τῶν παίδων, τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς, τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς μετὰ ἀκριβείας τὰ πάθη τοῦ δικαίου, λιμένα κατασκευάσωμεν μέγιστον ἡμῖν·
 [09999]  Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη·
 [09999]  Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήματα, πράγματα, πάθη σωμάτων, νοσήματα ψυχῆς·
000-00-00 Serial Number=0163217127
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00856]  Σωματικὰ πάθη μυρία ἐπιτίθεται ἡμῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν.
 [01431]  Ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ' ὃν χρὴ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυμίας ἐκκόπτειν.
 [01540]  Οὕτω κἀγὼ, ἂν μὴ πρότερον τὸ στόμα μολύνω τὸ ἰώμενον ὑμῶν τὰ πάθη, οὐ δυνήσομαι ὑμᾶς ἰάσασθαι.
000-00-00 Serial Number=0765273571
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00420]  Ἐκεῖνα γὰρ πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης.
 [01521]  Εἰ γὰρ μηδὲν ἕτερον, τοῦτο γοῦν αὐτὸ μόνον, ὅτι κατηξίωσε τὰ τῶν ἀνθρώπων πάθη οἰκειοῦσθαι, καὶ λέγειν, ὅτι Πεινῶ καὶ διψῶ, οὐχ ἱκανὸν ἦν πάντας προτρέψαι;
 [02140]  ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' [62.551] μὴ ἐπιδραμεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο.
 [02195]  ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' ἕτερα πολλῷ χαλεπώτερα·
 [04239]  Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος;
 [04242]  οὕτω καὶ νῦν, παντὸς βαρβάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡμῖν προσφέρεται.
000-00-00 Serial Number=0444394767
In epistulam ad Colossenses Ante [Go Back]  
 [01193]  οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ' ἐκείνου τὰ πάθη.
 [01369]  Καὶ ὥσπερ πάντα τὰ πάθη τυραννεῖ ἐν τοῖς παισὶ (οὐδέπω γὰρ ἔχει τὸν ἡνίοχον), κενοδοξία, ἐπιθυμία, ἀλογία, θυμὸς, βασκανία·
 [03668]  ὅταν τὰ ἐκείνων ἡμέτερα ποιῶμεν πάθη, καὶ ἐν τοῖς στεφάνοις κοινωνήσομεν.
000-00-00 Serial Number=0888659596
In epistulam ad Ephesios Ante [Go Back]  
 [00382]  ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅταν μήτε ἁμαρτήματα ᾖ, μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ μετὰ πάντων ὦμεν, τότε ἐστί.
 [00922]  Τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη.
 [04822]  ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ πολλάκις, μὴ τοῦ πάθους κρατῶν;
 [04842]  Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν·
 [06417]  τουτέστι, καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα.
 [06560]  Οὐκοῦν καταπατήσωμεν τοῦ διαβόλου τὴν δύναμιν, καταπατήσωμεν τὰς ἁμαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυμὸν, ἐπιθυμίαν, ἀλαζονείαν, πάντα τὰ πάθη·
000-00-00 Serial Number=0298479855
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01554]  Ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑμᾶς ἐσκανδάλισε, φησὶν, οὐδὲ διεπτύσατέ με διὰ τὰ πάθη καὶ τοὺς διωγμούς·
 [02131]  Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν·
000-00-00 Serial Number=0278674841
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01618]  νῦν οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα·
 [02357]  τοῦ δὲ γήρως αὐτῇ ἐπελθόντος, πάντα ταῦτα ἀπελαύνεται τὰ πάθη, τὰ μὲν διὰ τὸν καιρὸν, τὰ δὲ διὰ τὴν φιλοσοφίαν.
 [02400]  Βασιλεὺς γάρ ἐστιν ὁ γέρων, ἐὰν ἐθέλῃ, καὶ τοῦ τὴν ἁλουργίδα ἔχοντος βασιλικώτερος, τῶν παθῶν κρατῶν, καὶ ἐν τάξει δορυφόρων ὑποτάττων τὰ πάθη·
 [05971]  ὁ ταῦτα τὰ πάθη ἀποδυσάμενος, ἁπάντων ἀνθρώπων ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν ἁλουργίδα περικειμένου εὐπορώτερος.
 [08140]  εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ ∆εσπότου πόσην ἡμῖν οὐ παρέξει προθυμίαν;
 [08146]  Μέγα γὰρ, ὄντως μέγα παραμύθιον, καὶ τὰ τοῦ Χριστοῦ πάθη καὶ τὰ τῶν ἀποστόλων.
000-00-00 Serial Number=0396622598
In epistulam ad Philippenses Ante [Go Back]  
 [04115]  Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ·
000-00-00 Serial Number=0804681182
In epistulam ad Romanos Ante [Go Back]  
 [00951]  ∆ιὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτι μίας.
 [00954]  Πάντα μὲν οὖν ἄτιμα τὰ πάθη, μάλιστα δὲ ἡ κατὰ [60.417] τῶν ἀῤῥένων μανία·
 [01899]  ἐπεὶ καὶ οἱ Ἕλληνες διὰ τοῦτό εἰσι βδελυκτοὶ, ὅτι τὰ πάθη ἐθεοποίουν, τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην, τὸν δὲ θυμὸν Ἄρην, τὴν δὲ μέθην ∆ιόνυσον προσειπόντες.
 [02818]  Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἴ γε ἐκείνων μὲν καὶ αἱ σκιαὶ καὶ τὰ ἱμάτια θάνατον ἤλαυνον, ἡμῶν δὲ οὐδὲ αἱ εὐχαὶ τὰ πάθη καταστέλλουσι;
 [03792]  καὶ γὰρ ὑπέταξά σοι πάντα τὰ πάθη, φησὶ, διὰ τοῦ βαπτίσματος.
 [04788]  οὐδὲ γὰρ ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοὸς ἡμῶν ἡ ἁμαρτία, οὐδὲ αἰχμαλωτίζει, καθάπερ ἔμπροσθεν, ἀλλὰ πάντα ἐκεῖνα πέπαυται καὶ καταλύεται, καὶ κατέπτηχε τὰ πάθη δεδοικότα καὶ τρέμοντα τὴν τοῦ Πνεύματος χάριν.
 [05097]  Ἂν γὰρ τοῦτο παρῇ, πάντα τὰ κύματα καταστέλλεται, καὶ τὰ πάθη κατέπτηχε, καὶ οὐδὲν ἡμῶν κατεξανίσταται.
 [06698]  Τὰ μὲν γὰρ ἄλλα πάντα πάθη καταλύεται τῷ θανάτῳ·
000-00-00 Serial Number=0482299864
In epistulam ad Titum Ante [Go Back]  
 [00405]  Οὐδὲν γάρ ἐστιν, ὃ μὴ λυμαίνεται ταῦτα τὰ πάθη·
 [00407]  οὕτω ταῦτα τὰ πάθη εἰς ψυχὴν εἰσιόντα, πάντα ἄνω καὶ [62.674] κάτω ποιεῖ, πηροῖ τὸ διορατικὸν τῆς διανοίας, μάλιστα δὲ ἡ τῆς δόξης μανία.
000-00-00 Serial Number=0181560516
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00032]  οὕτω καὶ ἐνταῦθα πλάτος λέγει ὁδοῦ τὰ διάφορα τῶν ἡδονῶν πάθη, καὶ πᾶσαν τὴν τοῦ βίου ἀπόλαυσιν.
000-00-00 Serial Number=0574928463
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00072]  Θεὸς γὰρ ἐπεδήμησε, καὶ τῆς οἰστρηλασίας τὰ πάθη ἐξέτεμε, τὰ ἴδια ἐνομοθέτησε, καὶ τὰ συμφέροντα καὶ ἐπωφελῆ ἐδογμάτισε·
000-00-00 Serial Number=0858874917
In filium viduae Ante [Go Back]  
 [00005]  Ὅλα τὰ πάθη, ἐλεεινὰ, καὶ πολλῆς συμπαθείας [61.790] μεστά.
000-00-00 Serial Number=0802384675
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00609]  οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη.
000-00-00 Serial Number=0023308039
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00236]  διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν.
000-00-00 Serial Number=0893680036
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00159]  Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριωδίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασιλείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες.
000-00-00 Serial Number=0620637774
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00336]  Ὀφθαλμοὺς ἔχεις, ὅταν ἴδῃς ξύλον καὶ προσκυνύσῃς, καὶ λαβὼν ἐγὼ αὐτὸ καύσω, μὴ ἔχεις ὀφθαλμοὺς τὸ καιόμενον θεὸν ὀνομάζων, ὅταν τὰ πάθη θεοποιεῖς;
 [00340]  Ὅταν οὖν τὰ πάθη καὶ ξύλα θεοποιεῖς, πῶς ἔχεις ὀφθαλμούς;
 [00462]  ὅπου τὰ πάθη ἐθεοποιεῖτο, ὅπου κυνῶν φωνὴν ἐμιμοῦντο, οἵτινες ἐπὶ τοῦ ∆ιονύσου ὠργιάζοντο δέρμα αἰγῶν καὶ κυνῶν φωνὴν, ἵνα πάντοθεν τὴν εὐγένειαν ἀπολέσωσι;
000-00-00 Serial Number=0613043368
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00103]  οὗτος ὁ τὰ τῆς ψυχῆς πάθη διὰ τῆς ἰδίας αὐτοῦ θερμότητος ἀνακαθαίρων, ὑφ' ὃν δροσιζόμεθα, ὑφ' ὃν ἐκ τοῦ κοσμικοῦ καύσωνος σκεπόμεθα·
000-00-00 Serial Number=0553490162
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00068]  καὶ δεῖται ἡ ψυχὴ λόγου διδάσκοντος, νοοῦντος, ἀπωθουμένου τὰ πάθη, διορθοῦντος τὰ τραύματα.
000-00-00 Serial Number=0666659057
In illud Vidua eligatur Ante [Go Back]  
 [00008]  καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως τὰ τοιαῦτα φέρειν πάθη, καὶ εὐχαριστεῖν τῷ λαμβάνοντι τοὺς προσήκοντας ἡμῖν Θεῷ.
 [00188]  Ὅτε εὐκολωτέρα ἡ ἐργασία, τότε τὰς ἀκάνθας ἐκτέμνειν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο, καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη, καὶ αὐξανόμενα, δυσκατέργαστα γέγονε.
000-00-00 Serial Number=0461124539
In latronem Ante [Go Back]  
 [00084]  Τῷ μώλωπι τοῦ πάθους αὐτοῦ τὰ τῶν ἀνθρώπων πάθη τὴν ἴασιν δέχεται·
000-00-00 Serial Number=0863311589
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00133]  οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη·
000-00-00 Serial Number=0737499952
In principium indictionis [2] Ante [Go Back]  
 [00055]  εἶθ' οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη·
000-00-00 Serial Number=0560186327
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00010]  ἐν οἷς βλέ πομεν φυγαδευόμενα πάθη, ὑποφρίττουσαν θάλασσαν, ἀνέμους ἡσυχάζοντας, ἐπιτιμώμενον θάνατον, σκυλευό μενον ᾅδην, ἐξοριζομένους τοὺς δαίμονας, ἐπιστρέφοντας ἁμαρτωλοὺς πρὸς τὸν ἴδιον ∆εσπότην.
000-00-00 Serial Number=0693872809
In resurrectionem domini [3] Ante [Go Back]  
 [00094]  Μὴ ἄλλα ἐν τῇ κολυμβήθρᾳ λεγέτωσαν καὶ ἄλλα φρονήτωσαν, ἀλλ' ὡς ἐδιδάχθης, ὦ νεοφώτιστε, θρήσκευε, ὡς ἐβαπτίσθης δόξαζε, ὡς ἀνεγεννήθης πίστευε, ὃ ἐπιστεύθης φύλαττε, ὃ ἐκτήσω μὴ πίπρασκε, ὡς ἀετὸς ἀνεγεννήθης, τὰ ἄνω ζήτει, ἐκ Σοδόμων ἐξῆλθες, εἰς τὰ ὀπίσω μὴ ὑποστρέψῃς, εἰς τὸ ὄρος σῴζου μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, <ἵνα> μὴ γένῃ στήλη ἁλὸς ὡς ἡ γυνὴ τοῦ Λώτ, τέκνον ἐκλήθης τὸν Ἀβεσσαλὼμ μὴ μιμήσῃ, μαθητὴς ἐγένου τῷ Ἰούδα μὴ συντύχῃς, εἰς τὴν κιβωτὸν εἰσῆλθες μὴ πλησιάσῃς τῷ κόρακι, τῆς Αἰγύπτου ἠλευθερώθης μὴ θεοποιήσῃς βουκέφαλον, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης μὴ προσκυνήσῃς τὸν ἥλιον, εἰδωλολατρείας ἐρρύσθης μὴ περιεργάσῃ τῆς σελήνης τὰ σχήματα, δαιμόνων ἐλυτρώθης μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους, τῆς τῶν ἀνθρώπων πολυθεΐας ἀπηλλάγης μὴ θεοποίει τὰ πάθη, ἐλευθερίας ἠξίωσαι μὴ γίνου δοῦλος ἡδονῶν, ᾧ γάρ τις ἥττηται τούτῳ καὶ δεδούλωται.
000-00-00 Serial Number=0675076544
In sancta et magna parasceve Ante [Go Back]  
 [00049]  οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τὰ πάθη σταυρώσαντες·
000-00-00 Serial Number=0022175789
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00210]  εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος·
000-00-00 Serial Number=0796246707
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00035]  κἂν ἄλογα πάθη, σβέννυται·
000-00-00 Serial Number=0965427995
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00026]  Πρῶτος γὰρ Στέφανος τῷ τυράννῳ ἀντέστη, πρῶτος τὰς κατ' αὐτοῦ ἀνεδέξατο νίκας, πρῶτος τῶν καλλινίκων ἐκείνων ἀπήρξατο ἀγώνων, πρῶτος διὰ Χριστὸν τὰ τοῦ Χριστοῦ ἀνεδέξατο πάθη·
 [00329]  ὀδυρέσθωσαν οἱ ἀσώματοι, ὅτι οἱ ἐν σώματι γελῶσι τὰ πάθη.
000-00-00 Serial Number=0171202004
In sanctum pascha [2] Ante [Go Back]  
 [00055]  Μὴ φύγωμεν τὰ πάθη·
000-00-00 Serial Number=0851426363
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00024]  Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη;
000-00-00 Serial Number=0605614126
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00181]  εἰ μή, ἐξ οὗ πέπονθεν ὁ σωτήρ, παρακολουθεῖ τὰ πάθη, εἰ μὴ μετε στράφησαν εἰς πένθος αἱ ἑορταὶ αὐτῶν, εἰ μὴ αἱ ᾠδαὶ αὐτῶν εἰς θρῆνον, οὐκ ἔδυ ὁ ἥλιος μεσημβρίας·
000-00-00 Serial Number=0895968318
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00042]  οὐ μολύνεται τὰ λανθάνοντα διερευνώμενος πάθη·
000-00-00 Serial Number=0553653300
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00030]  Καὶ παρῆν μὲν ἐπὶ γῆς εὐεργετῶν, καὶ ἰώμενος τῶν ἀνθρώπων τὰ πάθη·
000-00-00 Serial Number=0431855679
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00030]  Καὶ παρῆν μὲν ἐπὶ γῆς εὐεργετῶν, καὶ ἰώμενος τῶν ἀνθρώπων τὰ πάθη·
000-00-00 Serial Number=0930976570
In venerandum crucem Ante [Go Back]  
 [00015]  ἡμεῖς δὲ πιστῶς προσκυνήσωμεν τὰ ζωοποιὰ τοῦ Χριστοῦ πάθη, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἐκ τῶν νεκρῶν τριήμερον ἔγερσιν·
000-00-00 Serial Number=0969929814
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00221]  ∆ιὰ τοῦτο οὖν εἰπέ μοι, ποθεινὸς ὑμῖν καὶ περιμάχητος εἶναι δοκεῖ ὅτι τὰ χαλεπώτατα ἐν ὑμῖν τρέφει πάθη, ὀργήν τε εἰς ἔργον ἐξάγων καὶ τῆς δοξομανίας τοὺς πομφόλυγας εἰς μείζονα ὄγκον ἐπαίρων καὶ πρὸς ἀπόνοιαν ἀλείφων τε καὶ διεγείρων;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»