0345-0407 - Iohannes Chrysostomus - Homilia dicta praesente imperatore
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Homilia dicta praesente imperatore

[00001]    ΟΜΙΛΙΑ Γʹ.

[00002]    [63.473] Τοῦ αὐτοῦ.

[00003]    Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ

[00004]    ∆ρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος.

[00005]    αʹ.

[00006]    Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις·

[00007]    χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην.

[00008]    Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων·

[00009]    καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά.

[00010]    ∆ιά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδειξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί.

[00011]    Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη·

[00012]    εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα;

[00013]    Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος.

[00014]    Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπονον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων.

[00015]    Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐθέως ἐπ' ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ' ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀναβολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν.

[00016]    Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρχῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον.

[00017]    Καὶ γὰρ τοιοῦτος ὁ Θεός·

[00018]    ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε.

[00019]    Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε.

[00020]    Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν.

[00021]    Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδίκασε.

[00022]    Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβεβλημένος.

[00023]    Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ' ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον.

[00024]    Οὐ ταύτῃ δὲ μόνον μακάριος ἦν, ἀλλ' ὅτι καὶ πρὸ τούτου τῆς πρὸς Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸν

[00025]    [63.474] ἐνετρύφα.

[00026]    Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ ἀντιβλέψαι ἐτόλμων·

[00027]    αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο.

[00028]    Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλόγων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα.

[00029]    Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμήριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ' ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ.

[00030]    Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον;

[00031]    οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν.

[00032]    Ἀλλ' οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου·

[00033]    ἀλλ' ὅμως καὶ οὕτω πολλὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία δείκνυται.

[00034]    Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ·

[00035]    ὃ δὴ καὶ τότε συνέβη.

[00036]    Ἐξεπέσαμεν γὰρ παραδείσου, καὶ ἐλάβομεν οὐρανόν·

[00037]    διὸ καὶ μείζων τῆς ζημίας ἡ πραγματεία γέγονε.

[00038]    Ἀλλ' οὐκ εὐθέως εἰλήφαμεν·

[00039]    καὶ τοῦτο τῆς αὐτοῦ κηδεμονίας.

[00040]    Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν·

[00041]    ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἕλκος τοῦτο θεραπεύων, εὐθέως ἀφίησιν ἐγχρονίσαι τῷ θανάτῳ, ὥστε τῇ πείρᾳ μαθεῖν τοῦ διαβόλου τὴν συμβουλὴν, καὶ παιδευθεῖσαν καλῶς τὴν ψυχὴν μετριάζειν, τότε ἀθάνατον ἀπολαβεῖν τὸ σῶμα.

[00042]    Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι.

[00043]    βʹ.

[00044]    ∆ιά τοι τοῦτο καὶ τὸν Ἄβελ συνεχώρησεν ἀποθανεῖν πρῶτον, ἵνα ὁ παραβὰς διὰ τῆς ὄψεως αὐτῆς μάθῃ, τί ποτέ ἐστι θάνατος, καὶ πῶς βαρὺ πρᾶγμα καὶ ἐπαχθές.

[00045]    Εἰ μὲν γὰρ αὐτὸς ἐτελεύτησε πρῶτος, οὐκ ἂν ἔγνω τοῦ πράγματος τὴν φύσιν, μηδέποτε ἄλλον ἰδὼν νεκρόν·

[00046]    νυνὶ δὲ αὐτὸς μὲν ζῶν, ἐν ἑτέρῳ δὲ σώματι ὁρῶν τὸν θάνατον κρατοῦντα, τῷ τοῦ παιδὸς, ἀκριβέστερον καὶ σαφέστερον ἐμάνθανε τῆς κολάσεως τὸ μέγεθος.

[00047]    ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ἐν ἀλλοτρίῳ σώματι, ἀλλ' ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χαλεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος·

[00048]    οὐ γὰρ ἐν γήρᾳ, ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς νεότητος τὴν τελευτὴν ἐδέξατο·

[00049]    καὶ πρὸς τούτοις ἅπασι τὸ παρὰ ἀδελφοῦ ταῦτα παθεῖν, καὶ παρὰ ἀδελφοῦ παρανόμως καὶ ἀδίκως.

[00050]    ∆ιὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χαλεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος.

[00051]    Εἰ γὰρ ἡμεῖς καθ' ἑκάστην ἡμέραν ὁρῶντες νεκροὺς θορυβούμεθα, ταραττόμεθα, συστελλόμεθα, καὶ οὐχ ἡμεῖς [63.475] μένον, ἀλλὰ καὶ οἱ τὰς ὀφρῦς ἀνασπῶντες καὶ ἐπὶ τῶν μεγάλων ὄντες ἀξιωμάτων καὶ πεφυσιωμένοι, εἰ παραγίνονται ἐπ' ἐκφορᾷ καὶ τοῦ τυχόντος νεκροῦ, τῇ ὄψει συστέλλονται, καὶ γίνονται παντὸς ταπεινότεροι·

[00052]    τί εἰκὸς ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον;

[00053]    τί πάσχειν εἰκὸς ἦν ὁρῶντα μὴ φωνῆς αἰσθανόμενον, μὴ ἁφῆς, μὴ δακρύων, μὴ κωκυτῶν, μὴ κινούμενον, μὴ συναλγοῦντα τῷ πενθοῦντι πατρὶ, μὴ τὰ συνήθη πράττοντα;

[00054]    Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ' ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς.

[00055]    Ἀλλ' ὅμως μετὰ τούτου καὶ τὰ τῆς παρακλήσεως ἐπενόησεν ὁ Θεός·

[00056]    οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβούλετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσασθαι.

[00057]    Ποίαν δὴ ταύτην;

[00058]    Τὴν ἀπὸ τῆς ἀναστάσεως.

[00059]    Ἀλλ' εὐθέως μὲν αὐτὴν οὐκ ἔδωκεν, εὐθέως δὲ αὐτῆς τὰς ἐλπίδας ἀμυδρῶς καὶ ὡς ἐν αἰνίγματι διήνοιξεν.

[00060]    Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώματι·

[00061]    ἐπειδὴ οὖν ὁ φόβος ηὐξήθη, καὶ κατέσεισε τὴν διάνοιαν, ὅρα πῶς καὶ τὴν ἀπὸ τῆς ἀναστάσεως εἰσάγει λοιπὸν ἐλπίδα, ἀμυδρὰν μὲν καὶ ἀσαφῆ, εἰσάγει δὲ οὖν ὅμως.

[00062]    Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν·

[00063]    καί φησι Παῦλος·

[00064]    Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός.

[00065]    Μετέθηκεν, καὶ οὐκ ἀφῆκεν ἀποθανεῖν·

[00066]    οὐ μὴν ἀθάνατον τέως ἐποίησεν, ὥστε μὴ ἐκλῦσαι τὸν φόβον, ἀλλὰ μένει μὲν οὐκ ἀποθανὼν, οὐ μήν ἐστιν ἀθάνατος, ἀλλ' ἐν τῷ θνητῷ σώματι μῆκος ζωῆς ἐχαρίσατο·

[00067]    παρανοίγων, ὡς εἶπον, ἀμυδρῶς πρὸ τῆς ἀναστάσεως τὰς ἐλπίδας.

[00068]    ∆ιά τοι τοῦτο καὶ πρῶτον δίκαιον συνεχώρησεν ἀποθανεῖν·

[00069]    μετὰ γὰρ τῆς εἰρημένης αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών.

[00070]    Ποίαν δὴ ταύτην;

[00071]    Τὴν τῆς ἀναστάσεως.

[00072]    Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται.

[00073]    Ὥσπερ γὰρ ἁμαρτία θανάτου τροφὴ, οὕτω δικαιοσύνη θανάτου ἀναίρεσις καὶ ἀφανισμός.

[00074]    Συνεχώρησε τοίνυν τὸν πρῶτον μέλλοντα τελευτᾷν δίκαιον εἶναι, ἐκ προοιμίων ἡμῖν διαλεγόμενος, καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας καὶ δεικνὺς, ὅτι οὐκ ἀφήσει τὸ γένος ἡμῶν ἐναπομεῖναι τῇ τελευτῇ·

[00075]    διὸ δὴ καὶ σαθρότερον κατεβάλετο αὐτῷ τὸν θεμέλιον.

[00076]    γʹ.

[00077]    Εἶτα μετὰ τὸν Ἐνὼχ ἐπὶ τοῦ Νῶε ἑτέρῳ πάλιν τρόπῳ ἀναστάσεως ὄψιν ἡμῖν ἔδειξε.

[00078]    Τί γὰρ τῶν τετελευτηκότων ἄμεινον διέκειτο ἐν τοσούτῳ βυθῷ καὶ σκότῳ καὶ δεσμωτηρίῳ κατακεκλεισμένος ὁ Νῶε;

[00079]    Ἀλλ' ὅμως τὰ πελάγη ἐκεῖνα τὰ ἄπειρα, τὰ καλύψαντα τὰς κορυφὰς τῶν ὀρῶν, τὸν ἐν τῇ κιβωτῷ οὐ κατεπόντισεν·

[00080]    ἀλλ' ὥσπερ ἐκ θανάτου ἀναστὰς, οὕτως ἐκ τοῦ μακροῦ χειμῶνος ἐξῄει τότε ἐκείνου ὁ Νῶε, τῆς ἀναστάσεως τὴν ὄψιν ἐπὶ τῆς οἰκείας δεικνὺς σωτηρίας.

[00081]    Πάλιν μετ' ἐκεῖνον (ὅσῳ γὰρ ὁ χρόνος προῄει, τοσούτῳ τρανότεραι καὶ αἱ εἰκόνες τῆς ἀναστάσεως ἐδείκνυντο) καὶ ἐπὶ τοῦ Ἰωνᾶ τὸ αὐτὸ τοῦτο εἰργάσατο.

[00082]    Αἱ γὰρ τρεῖς ἡμέραι αἱ ἐν τῷ κήτει τῶν τριῶν ἡμερῶν τῶν ἐν τῷ θανάτῳ σύμβολον [63.476] ἦσαν, καὶ ἡ ἀπαλλαγὴ τοῦ κήτους τῆς ἀναστάσεως τοῦ ∆εσποτικοῦ σώματος προανακήρυξις ἦν·

[00083]    διὸ καὶ αὐτὸς ἔλεγε, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον τοῦ Ἰωνᾶ·

[00084]    ὥσπερ γὰρ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐποίησεν·

[00085]    οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

[00086]    Καὶ τὴν γέννησιν δὲ τοῦ Ἰσαὰκ οὐκ ἄν τις ἁμάρτοι ἀναστάσεως τύπον προσειπών.

[00087]    ∆ιά τοι τοῦτο καὶ ὁ Παῦλος διηγησάμενος τὰ κατὰ τὰς γονὰς αὐτοῦ ἀπὸ τῆς στείρας, καὶ εἰπὼν ὅτι ὁ πατὴρ αὐτοῦ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε, καὶ ὅτι Μὴ ἀσθενήσας τῇ πίστει, κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας·

[00088]    εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι καθ' ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι·

[00089]    διὸ καὶ ἐπήγαγεν·

[00090]    Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.

[00091]    ∆ῆλον οὖν ὅτι ἡ γέννησις τοῦ Ἰσαὰκ τύπος ἦν τῆς ἀναστάσεως τοῦ Χριστοῦ.

[00092]    Εἰ γὰρ μὴ τύπος ἦν, οὐκ ἂν ἐπήγαγε καὶ εἶπεν·

[00093]    Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι.

[00094]    Οἱ γὰρ τύποι οὐ διὰ τοὺς δεχομένους κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν γίνονται γράφονται, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας ἀπ' αὐτῶν κερδαίνειν ἐν τῷ μετὰ ταῦτα χρόνῳ.

[00095]    ∆ιὸ καὶ ἀλλαχοῦ φησι·

[00096]    Ταῦτα δὲ τύπος συνέβαινον ἐκείνοις·

[00097]    ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.

[00098]    Καὶ ὁ Ἠλίας δὲ ἀναληφθεὶς ταύτην ἡμῖν ἤνοιγε τὴν ἐλπίδα τὴν τῆς ἀναστάσεως.

[00099]    Ἀλλ' ἐκεῖνα μὲν ὡς ἐν τύποις·

[00100]    ἐπειδὴ δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς παρεγένετο μετὰ πολλοὺς καὶ ἀπείρους χρόνους, ἐν αὐτῷ τῷ ἔργῳ τὴν ἀνάστασιν ἡμῖν ἔδειξε διὰ τοῦ οἰκείου σώματος, ἀπολύσας αὐτὸ τῆς τοῦ θανάτου τυραννίδος·

[00101]    διὸ καί φησι, Χριστὸς ἀποθανὼν καὶ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει·

[00102]    ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.

[00103]    δʹ.

[00104]    Ἀλλ' ἐν προοιμίοις μὲν ἀμυδρῶς ταῦτα ἐγένετο·

[00105]    τῆς τε γὰρ ἀναστάσεως ἡ ἐλπὶς ὡς ἐν αἰνίγματι παρεδείκνυτο ἡμῖν διὰ τοῦ Ἐνὼχ, τοῦ τε θανάτου ἡ κατάλυσις διὰ τοῦ Ἄβελ·

[00106]    ἀμφότερα δὲ ταῦτα σαφῶς καὶ δήλως καὶ ὁλοσχερῶς καὶ ἐν ἀληθείᾳ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ γέγονεν.

[00107]    Ὅθεν δὴ καὶ δῆμοι μαρτύρων ἡμῖν ἐβλάστησαν, τοῦ θανάτου καταλυθέντος, τῆς δὲ ἀναστάσεως λαμπούσης.

[00108]    ∆ιὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν.

[00109]    Ὁ μὲν γὰρ φιλόσοφος καὶ ὑψηλὸς οὐ δεήσεται τῆς ἐντεῦθεν παραινέσεως, ἀλλ' ἐννοήσας ἡλίκον ἐστὶ βασιλεία οὐρανῶν, μᾶλλον δὲ πρὸ τῆς βασιλείας τῷ Θεῷ συγγίνεσθαι καὶ μετὰ Χριστοῦ εἶναι (τοῦτο γὰρ βασιλείας ἁπάσης μεῖζον), οὐδενὸς αἰσθήσεται τῶν παρ [63.477] όντων ἡδέων, ἀλλ' ἀτιμάσει ταῦτα, τῆς σκιᾶς αὐτὰ μᾶλλον παρατρέχων.

[00110]    Ἐπειδὴ δὲ πολλοὶ τῇ σαρκὶ δουλεύοντες, καὶ ὑπὸ τῆς τυραννίδος τῶν βιωτικῶν κατεχόμενοι, καθάπερ τὰ φωλεύοντα τῶν θηρίων, ἐμφιλοχωροῦσιν αὐτοῖς·

[00111]    διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ·

[00112]    ἵνα κἂν τὸ νέφος τῶν κακῶν τούτων φρίττοντες, ἐπιθυμήσωσιν εἰς τὸν ἀκύμαντον καταπλεῦσαι λιμένα.

[00113]    καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά.

[00114]    Τὰ μὲν γὰρ ἐνταῦθα δοκοῦντα εἶναι καλὰ, οἷον πλοῦτος καὶ δόξα καὶ δυναστεία, ὀνόματα μέν ἐστι καλῶν καὶ τοῖς ἐναντίοις ἀναμεμιγμένα·

[00115]    τὰ δὲ ἐκεῖ εἰλικρινῆ καὶ καθαρὰ, οὐκ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασι τὴν μακαριότητα ἔχοντα.

[00116]    Ἵν' οὖν τούτων ἐπιτύχωμεν, ζηλώσωμεν τῶν μαρτύρων τὴν ἀρετὴν, τὴν ἀνδρείαν, τὸν ζῆλον, [63.478] τὴν πίστιν, τὴν τῶν παρόντων ὑπεροψίαν, τὴν τῶν μελλόντων ἐπιθυμίαν.

[00117]    Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν.

[00118]    Κἂν γὰρ πυρὰ μὴ προκέηται, ἀλλ' ἐπιθυμία πρόσεστι σφοδροτέρα·

[00119]    κἂν ὀδόντες θηρίων μὴ ὦσιν, ἀλλὰ θηρίου χαλεπώτερος ἐπίκειται θυμός·

[00120]    κἂν δήμιοι μὴ παρεστήκοιεν πλευρὰς καταξαίνοντες, ἀλλὰ φθόνος ἔγκειται δημίου παντὸς χαλεπώτερον κατεσθίων τὴν διάνοιαν.

[00121]    ∆εῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι·

[00122]    ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν·

[00123]    ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00124]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Homilia dicta praesente imperatore
Litterarum Omnium Conspectus: 119 Litterae, quae repetitae sunt in 11,497 occasionibus



α

0945 

886   

Α

0913 

2   

β

0946 

65   

Β

0914 

0   

γ

0947 

168   

Γ

0915 

2   

δ

0948 

216   

Δ

0916 

0   

ε

0949 

606   

Ε

0917 

8   

ζ

0950 

26   

Ζ

0918 

0   

η

0951 

143   

Η

0919 

0   

θ

0952 

165   

Θ

0920 

16   

ι

0953 

415   

Ι

0921 

2   

κ

0954 

393   

Κ

0922 

14   

λ

0955 

335   

Λ

0923 

1   

μ

0956 

350   

Μ

0924 

4   

ν

0957 

1,065   

Ν

0925 

3   

ξ

0958 

29   

Ξ

0926 

0   

ο

0959 

715   

Ο

0927 

6   

π

0960 

355   

Π

0928 

10   

ρ

0961 

392   

Ρ

0929 

0   

ς

0962 

456   

΢

0930 

0   

σ

0963 

328   

Σ

0931 

4   

τ

0964 

984   

Τ

0932 

11   

υ

0965 

143   

Υ

0933 

3   

φ

0966 

77   

Φ

0934 

0   

χ

0967 

72   

Χ

0935 

6   

ψ

0968 

13   

Ψ

0936 

0   

ω

0969 

179   

Ω

0937 

0   

8164 

1   

 

  

0   

8165 

6   

8172 

   



 ά 

 8049 

 138 

 έ 

 8051 

 135 

 ή 

 8053 

 44 

 ί 

 8055 

 187 

 ό 

 8057 

 103 

 ύ 

 8059 

 97 

 ώ 

 8061 

 34 

 ὰ 

 8048 

 157 

 ὲ 

 8050 

 53 

 ὴ 

 80852 

 104 

 ὶ 

 8054 

 186 

 ὸ 

 8056 

 144 

 ὺ 

 8058 

 19 

 ὼ 

 8060 

 10 

 ᾶ 

 8118 

 19 

   

   

 0 

 ῆ 

 8134 

 92 

 ῖ 

 8150 

 65 

   

   

 0 

 ῦ 

 8166 

 133 

 ῶ 

 8182 

 102 

 ἀ 

 7936 

 166 

 ἐ 

 7952 

 175 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 50 

 ὀ 

 8000 

 12 

 ὐ 

 8016 

 124 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 11 

 ἑ 

 7953 

 9 

 ἡ 

 7969 

 55 

 ἱ 

 7985 

 18 

 ὁ 

 8001 

 35 

 ὑ 

 8017 

 9 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 10 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 0 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 5 

 ὓ 

 8019 

 1 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 13 

 ἔ 

 7956 

 24 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 3 

 ὄ 

 8004 

 11 

 ὔ 

 8020 

 0 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 6 

 ἕ 

 7957 

 3 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 7 

 ὅ 

 8005 

 24 

 ὕ 

 8021 

 8 

 ὥ 

 8037 

 4 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 11 

 ἶ 

 7990 

 11 

   

   

 0 

 ὖ 

 8022 

 4 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 3 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 19 

   

   

 0 

 ῃ 

 8131 

 9 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 20 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 24 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 39 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Homilia dicta praesente imperatore
Verborum Omnium Conspectus: 1,027Verba, quae repetita sunt in 1,951,912 occasionibus



α [00005]
Ἄβελ [00044] [00105]
ἀγαγεῖν [00015]
ἀγαθὰ [00113]
ἀγαθά [00009] [00113]
ἀγαθοῖς [00113]
ἀγαθῶν [00013] [00122]
ἀγάπης [00007]
ἄγγελοι [00026]
ἁγίῳ [00123]
ἁγίων [00009]
ἀγνωμοσύνης [00015]
ἀγωνίας [00111]
ἀγώνων [00012]
Ἀδὰμ [00029] [00032] [00050]
ἀδελφοῦ [00049] [00049]
ἀδίκως [00049]
ἀεὶ [00123]
ἀθάνατον [00013] [00041] [00066]
ἀθάνατος [00066]
ἀθυμίας [00020]
Αἱ [00082]
αἱ [00006] [00012] [00081] [00082]
αἰνίγματι [00059] [00105]
αἰσθανόμενον [00053]
αἰσθήσεται [00109]
αἰτίας [00069]
αἰῶνας [00014] [00123]
αἰώνων [00097] [00123]
ἀκήρατον [00014]
ἀκηράτων [00014] [00122]
ἀκίνητα [00028]
ἀκμῇ [00048]
ἀκριβέστερον [00046]
ἀκύμαντον [00112]
ἀλγεινότερον [00050]
ἀληθείᾳ [00106]
ἀλλ [00008] [00015] [00023] [00024] [00029] [00033] [00047] [00048] [00054] [00066] [00080] [00088] [00109] [00109] [00115] [00118]
Ἀλλ [00032] [00038] [00055] [00059] [00079] [00099] [00104]
ἀλλὰ [00007] [00008] [00008] [00013] [00020] [00029] [00031] [00051] [00052] [00060] [00066] [00090] [00093] [00094] [00113] [00119] [00120]
ἀλλά [00056]
ἀλλαχοῦ [00095]
ἄλλης [00023]
ἄλλον [00045]
ἀλλοτρίῳ [00047]
ἄλλων [00031] [00060]
ἀλόγων [00028]
ἅλυσιν [00007] [00007]
ἅμα [00123]
ἁμαρτίᾳ [00102]
ἁμαρτία [00073]
ἁμάρτοι [00069] [00086]
ἄμεινον [00078]
ἀμείνω [00013]
Ἀμήν [00124]
ἀμυδρὰν [00061]
ἀμυδρῶς [00059] [00067] [00104]
ἀμφότερα [00106]
ἂν [00021] [00021] [00034] [00045] [00092]
ἄν [00069] [00086]
ἀναβολὴν [00015]
ἀνάγκῃ [00008]
ἀναίρεσις [00073]
ἀναληφθεὶς [00098]
ἀναμεμιγμένα [00113] [00114]
ἀνάξιοι [00018]
ἀνάπτοντος [00050]
ἀνασπῶντες [00051]
ἀναστὰς [00080]
ἀναστάσεως [00058] [00061] [00067] [00071] [00077] [00080] [00081] [00082] [00086] [00091] [00098] [00105] [00107]
ἀνάστασιν [00100]
ἀναχωρήσαντος [00004]
ἀναχώρησιν [00004]
ἀνδρείαν [00116]
ἄνθος [00047]
ἄνθρωπον [00020] [00056]
ἄνθρωπος [00054]
ἀνθρώπου [00029] [00060] [00085]
ἀνθρώπων [00108]
ἀντιβλέψαι [00026]
ἀντιδόσεως [00012]
ἀνώτερον [00023]
ἀξιώματα [00010]
ἀξιωμάτων [00010] [00051]
ἀπ [00094]
ἀπαλλαγὴ [00082]
ἅπαντες [00010]
ἁπάντων [00050] [00060]
ἁπάσης [00109]
ἅπασι [00049]
ἀπέθανε [00102]
ἀπέθανεν [00102]
ἄπειρα [00079]
ἀπείρους [00100]
ἀπέλαυεν [00024]
ἅπερ [00111]
ἀπιστίᾳ [00088]
ἁπλῶς [00047]
ἀποδυσαμένους [00121]
ἀποθανεῖν [00044] [00062] [00065] [00068]
ἀποθανὼν [00066] [00101]
ἀποθέμενοι [00010]
ἀποθνήσκει [00101]
ἀπολαβεῖν [00041]
ἀπολαύειν [00113]
ἀπολαύοντες [00122]
ἀπόλαυσιν [00013]
ἀπολαύσωμεν [00014] [00122]
ἀπολαύσων [00009]
ἀπολύσας [00100]
ἀπόνοιαν [00040]
ἀποστόλου [00003]
ἀποσχέσθαι [00032]
ἀρετὴ [00047]
ἀρετὴν [00116]
ἀρετῆς [00010] [00047]
ἀρχὴν [00031]
ἀρχῆς [00016] [00019] [00021]
ἀσαφῆ [00061]
ἀσθενήσας [00087]
ἀσπίδας [00010]
ἀτιμάσει [00109]
αὐξηθῆναι [00056]
αὐτὰ [00109]
αὐτῇ [00048] [00083]
αὕτη [00010] [00083]
αὐτὴν [00059]
αὐτῆς [00044] [00059]
αὐτὸ [00081] [00100]
αὐτοῖς [00110] [00111] [00121]
αὐτὸν [00020] [00021] [00022] [00024] [00028] [00047] [00050] [00064] [00090] [00093]
αὐτὸς [00010] [00018] [00027] [00028] [00045] [00046] [00083]
αὐτοῦ [00002] [00018] [00023] [00039] [00072] [00087] [00087]
αὐτοὺς [00040]
αὐτῷ [00021] [00029] [00029] [00029] [00029] [00075] [00100]
αὐτῶν [00012] [00094] [00111]
ἀφανισμός [00073]
ἀφάτῳ [00032]
ἀφέντες [00010]
ἀφῆκεν [00062] [00065]
ἁφῆς [00053]
ἀφήσει [00074]
ἀφίησιν [00041]
ἀφίστασθαι [00034]


β [00043]
βαδίζομεν [00013]
βαρὺ [00044] [00060]
βασιλέα [00007]
βασιλεία [00109]
βασιλείας [00109] [00109]
βασιλεὺς [00008]
βασιλέως [00003]
βασιλίδος [00007]
βελτίονα [00031]
βίον [00108] [00121]
βίος [00108]
βίου [00010]
βιωτικῶν [00110]
βλέποντα [00052]
βραβεῖα [00012]
βυθῷ [00078]


Γ [00001]
γ [00076]
γαλήνης [00113]
γὰρ [00008] [00013] [00014] [00015] [00017] [00020] [00021] [00023] [00028] [00029] [00034] [00036] [00040] [00045] [00048] [00050] [00051] [00054] [00056] [00060] [00062] [00069] [00072] [00073] [00078] [00081] [00082] [00084] [00092] [00094] [00102] [00105] [00109] [00109] [00114] [00117] [00118]
γέγονε [00018] [00037] [00108]
γέγονεν [00106]
γέμων [00108]
γενεὰ [00083]
γένη [00028]
γένηται [00072]
γέννησιν [00086]
γέννησις [00091]
γένοιτο [00123]
γενομένης [00060]
γενόμενον [00062]
Γενόμενος [00022]
γενομένων [00016]
γένος [00074]
γήρᾳ [00048]
γῆς [00010] [00085]
γίνονται [00051] [00094]
γνώμῃ [00008]
γονὰς [00087]
γράφονται [00094]
γυμνὸς [00022]


δ [00103]
δακρύων [00053]
δὲ [00010] [00010] [00011] [00014] [00018] [00022] [00024] [00027] [00046] [00046] [00054] [00059] [00061] [00086] [00088] [00090] [00093] [00096] [00097] [00098] [00100] [00106] [00107] [00108] [00109] [00110] [00115]
δεήσεται [00109]
∆εῖ [00121]
δεικνὺς [00074] [00080]
δείκνυται [00033]
δειλίαν [00111]
δεῖσθαι [00023]
δέους [00054]
δεσμὰ [00007]
δεσμωτηρίῳ [00078]
∆εσποτικοῦ [00082]
δεχομένους [00094]
δὴ [00008] [00019] [00035] [00054] [00057] [00070] [00075] [00107]
∆ῆλον [00091]
δῆλον [00016]
δήλως [00106]
δήμιοι [00120]
δημίου [00120]
δῆμοι [00107]
δι [00090] [00090] [00093] [00093] [00123]
∆ιὰ [00050] [00108]
∆ιά [00010] [00044] [00047] [00068] [00087]
διὰ [00015] [00018] [00034] [00044] [00072] [00094] [00094] [00100] [00105] [00105] [00106]
διάβολος [00050]
διαβόλου [00041]
διάδημα [00010]
διακειμένου [00003]
διακοπτομένην [00007]
διακόπτων [00111]
διαλάμπει [00010]
διαλεγόμενος [00074]
διαλέξεως [00004]
διανοίᾳ [00042]
διάνοιαν [00060] [00061] [00120] [00122]
διανοίας [00010]
διανύειν [00121]
διδοὺς [00008]
διεῖλεν [00014]
διέκειτο [00078]
διεκρίθη [00088]
διελέγετο [00027]
διηγησάμενος [00087]
διηνεκοῦς [00113]
διηνεκῶς [00072] [00122]
διήνοιξεν [00059]
δίκαιον [00068] [00074]
δικαιοσύνη [00073]
δικαιώματι [00072]
∆ιὸ [00095]
διὸ [00037] [00075] [00083] [00089] [00101]
διότι [00064]
διωγμοῦ [00117]
δοθέντα [00029]
δοθήσεται [00083]
δοκοῦντα [00114]
δόξα [00114] [00123]
δόξαν [00088]
δόξῃ [00022]
δόρατα [00010]
δορυφόροι [00010]
δουλεύοντες [00110]
δοὺς [00088]
δριμυτέραν [00050]
∆ρυπίᾳ [00004]
δυνάμεις [00006]
δύναμις [00011]
δυναστεία [00114]
δυνατός [00088]
δύο [00014]
δυσωδίας [00060]


ἑαυτοῦ [00087]
ἐβλάστησαν [00107]
ἐβούλετο [00018] [00018]
Ἐβούλετο [00015]
ἐγείραντα [00090]
ἐγένετο [00104]
ἐγερθεὶς [00101]
ἔγκειται [00120]
ἔγνω [00045]
ἐγράφη [00090] [00093] [00097]
ἐγχρονίσαι [00041]
ἐδείκνυντο [00081]
ἔδειξε [00077] [00100]
ἐδείχθη [00060]
ἐδέξατο [00048]
ἔδωκεν [00029] [00059]
ἔθος [00034]
Εἰ [00011] [00045] [00051] [00092]
εἰ [00012] [00051] [00083]
εἰάσαμεν [00015]
εἴασεν [00032]
εἶδεν [00047] [00054]
Εἶδες [00030]
εἰκόνες [00081]
εἰκὸς [00052] [00053]
εἰλήφαμεν [00038]
εἰλικρινῆ [00115]
εἵλκυσαν [00007]
εἶναι [00074] [00109] [00114] [00121]
εἰπεῖν [00111]
εἶπεν [00040] [00092]
εἴπερ [00021]
εἶπον [00067]
εἰπὼν [00087]
εἰπών [00069]
εἰργάσατο [00020] [00081]
εἰρημένης [00069]
εἰρημένων [00050]
Εἰς [00014]
εἰς [00010] [00040] [00050] [00088] [00097] [00112] [00123]
εἰσάγει [00061] [00061]
εἰσιόντες [00010]
Εἶτα [00077]
ἐκ [00015] [00016] [00041] [00074] [00080] [00080] [00090] [00101]
ἐκάλεσεν [00029]
ἑκάστην [00051]
ἑκάστου [00050]
ἐκεῖ [00014] [00030] [00115]
ἐκεῖνα [00079] [00099]
ἐκείνην [00010] [00015] [00108]
ἐκείνης [00122]
ἐκείνοις [00096]
ἐκεῖνον [00052] [00054] [00081] [00094]
ἐκείνου [00004] [00080]
ἐκέλευσεν [00029]
ἐκίνησεν [00029]
ἐκλῦσαι [00066]
ἐκπεσεῖν [00018]
ἐκπέσωμεν [00034]
ἐκποδὼν [00010]
ἐκτὸς [00020]
ἐκφορᾷ [00051]
ἐλάβομεν [00036]
ἔλαμπε [00022]
ἔλεγε [00083]
ἐλέχθη [00004]
ἕλκος [00041]
ἐλπίδα [00061] [00087] [00098]
ἐλπίδας [00013] [00059] [00067] [00074]
ἐλπίδι [00087]
ἐλπὶς [00105]
ἐλπίσι [00040]
ἐμάνθανε [00046]
ἔμεινεν [00028]
ἔμελλε [00072]
ἐμπορίας [00031]
ἐμφιλοχωροῦντες [00108]
ἐμφιλοχωροῦσιν [00110]
ἐν [00003] [00003] [00011] [00012] [00012] [00021] [00046] [00047] [00047] [00048] [00048] [00052] [00059] [00066] [00072] [00078] [00079] [00082] [00082] [00084] [00085] [00094] [00099] [00100] [00104] [00105] [00106] [00115] [00115]
ἐναγωνίους [00121]
ἐνακμάζειν [00042]
ἐναντίοις [00114]
ἐναπομεῖναι [00074]
ἐνδείκνυται [00018]
ἐνδύματα [00031]
ἐνέβαλεν [00050]
ἐνεδυναμώθη [00088]
ἐνετρύφα [00025]
ἔνθα [00010] [00047]
ἔνι [00111]
ἐννοήσας [00109]
ἐννόησον [00011] [00054]
ἔννοιαν [00040]
ἑνὸς [00032]
ἐνταῦθα [00007] [00011] [00014] [00114]
ἐντεῦθεν [00109]
Ἐνὼχ [00062] [00064] [00077] [00105]
ἐξ [00016] [00019] [00021]
ἐξεπέσαμεν [00034]
Ἐξεπέσαμεν [00036]
ἐξῄει [00080]
ἐπ [00015] [00051] [00087]
ἐπαγγελίαν [00088]
ἐπαναγάγῃ [00034]
ἐπαχθὲς [00060] [00108]
ἐπαχθές [00044]
ἐπέθηκε [00028]
ἐπείγωνται [00108]
ἐπειδὴ [00061] [00100]
Ἐπειδὴ [00040] [00060] [00072] [00110]
ἐπενόησεν [00055]
ἐπήγαγε [00092]
ἐπήγαγεν [00089]
ἐπήγγελται [00088]
ἐπὶ [00031] [00034] [00051] [00077] [00080] [00081] [00090]
ἐπίδειξις [00010]
ἐπιζητεῖ [00083]
ἐπιθεῖναι [00029]
ἐπιθυμήσωσιν [00112]
ἐπιθυμία [00118]
ἐπιθυμίαν [00116]
ἐπίκειται [00119]
ἐπιούσῃ [00003]
ἐπίπονον [00014]
ἐπίπονος [00108]
ἐπίστευσε [00087]
ἐπιταχθέντων [00032]
ἐπιτειχίσαντας [00121]
ἐπιτύχωμεν [00116]
ἔπλασεν [00020]
ἐπληροῦτο [00054]
ἐποίει [00047]
ἐποίησε [00014] [00019] [00028]
ἐποίησεν [00040] [00066] [00072] [00084]
ἐργαζομένου [00050]
ἐργασάμενοι [00015]
ἔργῳ [00100]
ἔρωτα [00108]
Ἔσεσθε [00040]
ἑσμὸν [00031] [00111]
ἔσται [00012] [00085]
ἐστὶ [00109]
ἐστι [00044] [00088] [00114]
Ἔστι [00117]
ἐστιν [00008] [00066]
ἐτελεύτησε [00045]
ἕτερα [00111]
ἑτέραν [00013]
ἑτέρῳ [00046] [00077]
ἔτι [00101]
ἐτόλμων [00026]
ἔτρεμον [00026]
εὐεργεσίας [00009]
εὐεργετῶν [00009]
εὐθέως [00015] [00020] [00038] [00041] [00059] [00059]
εὐλαβείας [00007]
Εὐλογητὸς [00006]
ἐφάπαξ [00102]
ἐφύσησε [00040]
ἐχαρίσατο [00066]
ἔχειν [00023]
ἐχθρὸς [00040]
ἔχοντα [00115]
ἐχόντων [00013]
ἐχούσης [00113]
ἕως [00034]


ζῆλον [00116]
ζηλώσωμεν [00116]
ζημίας [00037]
ζωὴν [00013] [00014] [00015] [00031] [00121]
ζωῆς [00030] [00066] [00108]
ζῶν [00046]


[00004] [00010] [00011] [00033] [00037] [00047] [00047] [00050] [00082] [00083] [00091] [00105] [00105] [00123]
ἠβούλετο [00042] [00056]
ἤγαγε [00028]
ἠγείρετο [00050]
ἡδέων [00109]
ἡδονὰς [00108]
ἡδὺν [00014]
ἤλειψε [00040]
ἦλθεν [00009]
Ἠλίας [00098]
ἡλίκα [00012]
ἡλίκαι [00006]
ἡλίκη [00011]
ἡλικίας [00047]
ἡλίκον [00109]
ἥλιον [00022]
ἡμᾶς [00015] [00034] [00090] [00093] [00121] [00123]
ἡμεῖς [00015] [00051] [00051]
ἡμέρᾳ [00003]
ἡμέραι [00082]
ἡμέραν [00051] [00108]
ἡμέρας [00084] [00085]
ἡμερῶν [00082]
ἡμέτερα [00013]
ἡμετέραν [00018]
ἡμῖν [00007] [00016] [00018] [00074] [00077] [00098] [00100] [00105] [00107]
ἡμῶν [00014] [00074] [00090] [00097] [00123]
ἣν [00029]
ἦν [00020] [00023] [00024] [00052] [00053] [00060] [00082] [00091] [00092]
ἡνίκα [00028]
ἤνοιγε [00098]
ἧς [00123]
ἦσαν [00082]
ηὐξήθη [00060] [00061]
ηὑρίσκετο [00064]


θάνατον [00031] [00046] [00064]
θάνατος [00044] [00060] [00072]
θανάτου [00020] [00042] [00050] [00056] [00073] [00073] [00080] [00100] [00105] [00107]
θανάτῳ [00041] [00082]
θαυμαστὸν [00008]
θεμέλιον [00072] [00075]
θεμέλιος [00072]
θεοὶ [00040]
Θεὸν [00024]
Θεὸς [00006] [00014] [00029]
Θεός [00017] [00055] [00064]
Θεοῦ [00029] [00033] [00088] [00100] [00106]
θεραπεύων [00041]
Θεῷ [00034] [00088] [00109]
θηρίου [00119]
θηρίων [00110] [00119]
θνητὸν [00020]
θνητῷ [00066]
θορυβούμεθα [00051]
θορυβούμενον [00052]
θυμός [00119]
Θωμᾶ [00003]


ἰδεῖν [00064]
ἴδῃς [00054]
ἱδρώτων [00020] [00108]
ἰδὼν [00045]
Ἰησοῦ [00123]
Ἰησοῦν [00090]
ἱματίων [00022] [00023]
Ἵν [00116]
ἵνα [00014] [00044] [00072] [00108] [00112] [00122]
Ἰσαὰκ [00086] [00091]
ἰσοθεΐαν [00040]
ἰσχὺν [00121]
ἰχῶρος [00060]
Ἰωνᾶ [00081] [00083]
Ἰωνᾶς [00084]


καθ [00051] [00088] [00094]
καθάπερ [00110]
καθαρὰ [00113] [00115]
καιρὸν [00094]
καιρῷ [00012] [00012]
κακὰ [00113]
κακὸν [00050]
κακῶν [00112]
καλὰ [00114]
καλύψαντα [00079]
καλῶν [00114]
καλῶς [00041] [00060]
κάμινον [00050]
Κἂν [00118]
κἂν [00018] [00112] [00119] [00120]
κἀντεῦθεν [00108]
καρδίᾳ [00085]
καρποί [00010]
καρπώσασθαι [00056]
καρπωσόμενος [00009]
καρτερήσας [00032]
κατακεκλεισμένος [00078]
καταλύει [00013]
καταλυθέντος [00107]
κατάλυσις [00105]
καταξαίνοντες [00120]
καταπλεῦσαι [00112]
κατασκευάσαντες [00015]
κατάστασιν [00054]
κατεβάλετο [00075]
κατεδίκασε [00021]
κατενόησε [00087]
κατεπόντισεν [00079]
κατέσεισε [00060] [00061]
κατεσθίων [00120]
κατεσκευάζετο [00050]
κατεσταλμένης [00010]
κατεχόμενοι [00110]
κατήντησε [00097]
κατορθοῦν [00117]
κερδαίνειν [00094]
κηδεμονίας [00039]
κήτει [00082]
κήτους [00082] [00084]
κιβωτῷ [00079]
κινδύνους [00111]
κινήσαντος [00029]
κινούμενον [00053]
κοιλίᾳ [00084]
κολάσεως [00021] [00046]
κορυφὰς [00079]
κρατεῖν [00072]
κρατοῦντα [00046]
Κύριον [00090]
Κυρίου [00123]
Κυρίῳ [00122]
κωκυτῶν [00053]


λαβεῖν [00040]
λαμβάνων [00008]
λαμπούσης [00107]
λαμπρὰ [00031]
λιμένα [00112]
λογίζεσθαι [00090] [00093]
λογισμῶν [00121]
λόγον [00122]
λόγῳ [00111]
λοιπὸν [00061]
λύπην [00031]
λυπηρὰ [00111]
λύπης [00020]


μαθεῖν [00041]
μάθῃ [00044]
μακάριος [00024]
μακαριότητα [00115]
μακαριότητος [00023]
μακράν [00015]
μακροτέρας [00013]
μακροῦ [00080]
μάλιστα [00052]
μᾶλλον [00109] [00109]
μαρτυρίῳ [00003]
μάρτυρος [00003]
μαρτύρων [00006] [00011] [00107] [00116]
μεγάλην [00050]
μεγάλων [00051]
μέγεθος [00046]
μέγιστα [00009]
μέγιστον [00023] [00029]
μεθ [00123]
μεῖζον [00109]
μείζονα [00034] [00040]
μείζων [00037]
μελετήσαντα [00052]
μέλλει [00090] [00093]
μέλλῃ [00018]
μέλλησιν [00015]
μέλλοντα [00014] [00074]
μέλλοντας [00094]
μελλόντων [00116]
μὲν [00010] [00014] [00015] [00018] [00022] [00026] [00045] [00046] [00054] [00059] [00061] [00066] [00099] [00104] [00108] [00109] [00114]
μέν [00114]
μένει [00066]
μένον [00051]
μέντοι [00042]
μερίμνας [00111]
μετ [00081]
μετασχεῖν [00123]
Μετέθηκεν [00065]
μετέθηκεν [00064]
μετετέθη [00064]
μετριάζειν [00041]
μέχρι [00013]
μηδὲ [00032]
μηδέποτε [00007] [00045]
μηδέπω [00052]
μῆκος [00066]
μὴν [00066]
μήν [00066]
μήτε [00023]
μήτρας [00087]
μονογενὴς [00100]
μονογενοῦς [00106]
μόνον [00010] [00024] [00056] [00060] [00090] [00093]


ναρκῶντες [00108]
νεκρὸν [00052] [00054]
νεκρόν [00045]
νεκροῦ [00051]
νεκροὺς [00051]
νεκρῷ [00060]
νεκρῶν [00090] [00101]
νέκρωσιν [00087]
νενεκρωμένον [00087]
νεότητος [00048]
νέφος [00112]
νόμον [00029]
νόμου [00029]
νουθεσίαν [00097]
νύκτας [00084] [00085]
νῦν [00123]
νυνὶ [00046]
Νῶε [00077] [00078] [00080]


ξένῳ [00052]
ξύλου [00032]


[00006] [00009] [00014] [00017] [00029] [00032] [00040] [00044] [00050] [00054] [00055] [00060] [00060] [00061] [00064] [00072] [00072] [00078] [00080] [00081] [00085] [00087] [00087] [00098] [00100] [00108]
[00029] [00035] [00088] [00102]
[00109]
ὁδεύομεν [00013]
ὁδεύουσαν [00031]
ὀδόντες [00119]
ὀδύνη [00050]
ὀδύνην [00047]
Ὅθεν [00107]
Οἱ [00094]
οἱ [00010] [00010] [00010] [00051] [00108]
οἰκείας [00040] [00080]
οἰκείου [00100]
οἰκοδομὰς [00031]
οἰκουμένην [00009]
οἷον [00114]
οἷς [00090] [00093]
ὀλίγα [00014]
ὀλίγον [00122]
ὁλόκληρον [00007]
ὁλοσχερῶς [00106]
ὁμιλία [00004]
ΟΜΙΛΙΑ [00001]
ὁμιλίας [00024]
ὅμως [00018] [00033] [00055] [00061] [00079]
ὃν [00094]
ὄνομα [00029]
ὀνόμασιν [00115]
ὀνόματα [00028] [00028] [00029] [00114]
ὄντες [00051] [00122]
όντων [00109]
ὄντως [00113]
ὅρα [00061]
ὅρους [00032]
ὀρῶν [00079]
ὁρῶν [00046]
ὁρῶντα [00053]
ὁρῶντες [00051]
ὅσον [00050]
ὅσῳ [00081]
ὅταν [00018] [00034]
ὅτι [00008] [00008] [00018] [00024] [00029] [00029] [00040] [00054] [00074] [00087] [00087] [00088] [00091]
Οὐ [00021] [00024]
οὐ [00007] [00008] [00013] [00020] [00020] [00020] [00020] [00031] [00031] [00031] [00031] [00031] [00031] [00031] [00048] [00066] [00066] [00079] [00083] [00088] [00094] [00109]
οὗ [00123] [00123]
οὐδὲ [00026] [00047] [00056]
οὐδὲν [00030]
οὐδενὸς [00109]
Οὐκ [00090] [00093]
οὐκ [00008] [00013] [00015] [00029] [00031] [00031] [00031] [00032] [00038] [00045] [00059] [00060] [00062] [00065] [00066] [00069] [00072] [00074] [00086] [00092] [00101] [00111] [00113] [00115]
οὖν [00061] [00061] [00091] [00116]
οὐρανοῖς [00011]
οὐρανὸν [00010]
οὐρανόν [00036]
οὐρανῶν [00108] [00109]
οὓς [00097]
οὕτω [00033] [00073] [00121]
οὕτως [00080] [00085]
οὐχ [00008] [00029] [00031] [00051] [00064]
ὀφρῦς [00051]
ὄψει [00050] [00051]
ὄψεως [00044] [00060]
ὄψιν [00060] [00077] [00080]


παγῆναι [00072]
παθεῖν [00049] [00052]
πάθη [00121]
πάθος [00052]
παθῶν [00031] [00111]
παιδευθεῖσαν [00041]
παιδεύοντος [00050]
παιδὸς [00046] [00047] [00047] [00052] [00052]
παλαισμάτων [00012]
Πάλιν [00081]
πάλιν [00077]
Πᾶν [00029]
πάντα [00034] [00117] [00122]
πάντας [00009] [00123]
πάντες [00010]
παντὸς [00051] [00120]
πάντοτε [00122]
πάντων [00018]
παρ [00087] [00109]
παρὰ [00009] [00018] [00049] [00049]
παραβὰς [00044]
παράβασιν [00021]
παραγέγονε [00008]
παραγενομένου [00003]
παραγίνονται [00051]
παραδείσου [00036]
παραινέσεως [00109]
παρακλήσεως [00055]
παρακολουθούντων [00060]
παραμυθίαν [00056]
παρανοίγων [00067]
παρανόμως [00049]
παρατρέχων [00109]
παρεγένετο [00100]
παρεγένοντο [00010]
παρεδείκνυτο [00105]
παρεσκεύασε [00040]
παρεστήκοιεν [00120]
παρέχειν [00018]
παρόντα [00014] [00108] [00121]
παρόντος [00013]
παρόντων [00116]
παροῦσαν [00054]
παρούσης [00013] [00030]
παροῦσιν [00108]
παῤῥησίᾳ [00024]
παρὼν [00108]
πᾶσα [00010]
πᾶσαν [00121]
πᾶσιν [00028]
πάσχειν [00053]
πατὴρ [00087]
Πατρὶ [00123]
πατρὶ [00053]
Παῦλος [00063] [00087]
παχύτεροι [00108]
πείρᾳ [00041]
πειράσομαι [00016]
πελάγη [00079]
πενθοῦντι [00053]
περιβεβλημένος [00022]
περιβολῆς [00023]
περιθέντες [00007]
περιόντος [00041]
περιφάνεια [00010]
πεφυσιωμένοι [00051]
Πίστει [00064]
πίστει [00087] [00088]
πιστεύουσιν [00090]
πίστιν [00116]
Πλάττων [00020]
πλευρὰς [00120]
πλῆθος [00004]
πληροφορηθεὶς [00088]
πλοῦτος [00114]
Πνεύματι [00123]
Ποίαν [00057] [00070]
ποιῆσαι [00016] [00088]
ποιοῦντα [00034]
πόλιν [00007]
πολιορκίαν [00111]
πολλὰ [00111] [00111]
πολλὴ [00033]
πολλὴν [00015]
πολλῆς [00007] [00008] [00054]
πολλοὶ [00110]
πολλοῦ [00041] [00054]
πολλοὺς [00100]
πολλῷ [00034]
πολλῶν [00108]
πολὺν [00111]
πονήσαντες [00014] [00122]
πόνον [00031]
πόνων [00020]
ποτέ [00044]
ποτε [00060]
πρᾶγμα [00042] [00044]
πράγμασι [00115]
πραγματεία [00037]
πραγματευόμενον [00034]
πράγματος [00045] [00047]
πράττοντα [00053]
πρὸ [00004] [00024] [00029] [00067] [00109]
προανακήρυξις [00082]
προῄει [00081]
προθυμίας [00008]
προκέηται [00118]
προοίμια [00031]
προοιμίοις [00104]
προοιμίων [00015] [00074]
προπύλαια [00031]
πρὸς [00004] [00013] [00013] [00024] [00024] [00028] [00049] [00097] [00108] [00108] [00108] [00108] [00111] [00121]
προσδοκῆσαι [00040]
προσειπών [00086]
πρόσεστι [00118]
προσωπεῖον [00050]
πρότερον [00034]
πρώτην [00072]
πρῶτον [00044] [00052] [00054] [00068] [00072] [00074]
πρῶτος [00045]
πυρὰ [00118]
πῶς [00030] [00044] [00060] [00061]


ῥᾳθυμίᾳ [00015] [00032]
ῥᾳθυμίαν [00018] [00034]
ῥίζαν [00072]


σαθρὸς [00072]
σαθρότερον [00075]
Σάρας [00087]
σαρκὶ [00110]
σαφέστερον [00046]
σαφῶς [00106]
Σεραφεὶμ [00026]
Σημεῖον [00083]
σημεῖον [00023] [00083] [00083]
σήμερον [00007]
σκέπης [00023]
σκηνὴ [00010]
σκιᾶς [00109]
σκότῳ [00078]
σκωλήκων [00060]
στέγην [00031]
στείρας [00087]
στεφανωθῶμεν [00122]
στεφάνων [00014]
στρατοπέδου [00007]
συγγίνεσθαι [00109]
σύμβολον [00030] [00082]
συμβουλὴν [00041]
συμπάθειαν [00108] [00111]
σὺν [00122]
συναλγοῦντα [00053]
συνέβαινον [00096]
συνέβη [00035]
συνεκλήρωσεν [00021] [00111]
συνεχείᾳ [00052]
Συνεχώρησε [00074]
συνεχώρησεν [00044] [00068]
συνήθη [00053]
συνουσίας [00122]
συστελλόμεθα [00051]
συστέλλονται [00051]
σφοδροτέρα [00118]
σῶμα [00023] [00041] [00087]
σώματι [00046] [00047] [00052] [00060] [00066]
σωματικῶν [00111]
σώματος [00082] [00100]
σωμάτων [00111]
σωτηρίας [00080]


Τὰ [00114]
τὰ [00009] [00010] [00012] [00013] [00026] [00026] [00028] [00028] [00028] [00029] [00031] [00031] [00053] [00055] [00079] [00079] [00079] [00087] [00097] [00110] [00111] [00113] [00113] [00113] [00115] [00121]
ταῖς [00040]
ταλαιπωρίας [00020]
τάξει [00021]
ταπεινότεροι [00051]
ταραττόμεθα [00051]
ταραχῆς [00054]
τὰς [00010] [00051] [00059] [00067] [00079] [00087]
Ταῦτα [00096]
ταῦτα [00021] [00049] [00062] [00094] [00104] [00106] [00109] [00111] [00117] [00121]
ταύταις [00040]
ταύτῃ [00024]
ταύτην [00015] [00057] [00069] [00070] [00098]
ταύτης [00108]
τε [00105] [00105]
τεκμήριον [00029]
τελευτᾷν [00074]
τελευτῇ [00074]
τελευτὴν [00048]
τελευτώντων [00052]
τέλη [00097]
τέλος [00013]
τετελευτηκότων [00078]
τέφρας [00060]
τέχνας [00031]
Τέως [00042]
τέως [00020] [00066]
Τῇ [00003]
τῇ [00003] [00015] [00024] [00024] [00041] [00042] [00048] [00050] [00051] [00052] [00074] [00079] [00084] [00085] [00087] [00088] [00088] [00102] [00110]
Τὴν [00058] [00071]
τὴν [00004] [00004] [00007] [00007] [00009] [00010] [00014] [00015] [00015] [00015] [00015] [00018] [00021] [00029] [00031] [00041] [00041] [00045] [00047] [00048] [00050] [00054] [00060] [00060] [00061] [00061] [00072] [00080] [00086] [00087] [00088] [00098] [00098] [00100] [00108] [00108] [00111] [00111] [00115] [00116] [00116] [00116] [00116] [00116] [00120] [00121] [00121]
τῆς [00004] [00007] [00007] [00007] [00012] [00013] [00015] [00018] [00023] [00023] [00023] [00024] [00029] [00030] [00037] [00039] [00040] [00044] [00046] [00047] [00047] [00047] [00047] [00048] [00054] [00055] [00058] [00060] [00060] [00060] [00060] [00061] [00067] [00069] [00071] [00080] [00080] [00081] [00082] [00085] [00087] [00087] [00091] [00098] [00100] [00105] [00107] [00108] [00109] [00109] [00109] [00110] [00113] [00113] [00113] [00122] [00122]
Τί [00078]
τί [00044] [00052] [00053] [00060]
τι [00018]
τιμαὶ [00012]
τιμὴν [00029]
τιμῆς [00029]
τιμωρίας [00021]
τινα [00056]
τινὸς [00023] [00034]
τις [00069] [00086]
Τὸ [00008]
τὸ [00004] [00010] [00018] [00023] [00041] [00041] [00042] [00046] [00047] [00049] [00050] [00052] [00074] [00081] [00083] [00087] [00108] [00112]
τοι [00010] [00044] [00047] [00068] [00087]
τοιαῦται [00012]
τοιαύτης [00023]
τοίνυν [00022] [00074] [00121]
τοιοῦτον [00034]
τοιοῦτος [00017]
τοιούτου [00052]
τοῖς [00090] [00108] [00113] [00114]
Τὸν [00062]
τὸν [00007] [00010] [00014] [00014] [00020] [00022] [00029] [00031] [00042] [00044] [00046] [00052] [00056] [00056] [00066] [00072] [00074] [00075] [00077] [00079] [00090] [00090] [00094] [00108] [00108] [00111] [00112] [00116] [00121]
τοσαύτη [00011]
τοσούτῳ [00078] [00081]
τότε [00035] [00041] [00054] [00060] [00080]
Τοῦ [00002]
τοῦ [00003] [00003] [00003] [00007] [00013] [00029] [00029] [00029] [00033] [00041] [00041] [00042] [00045] [00046] [00047] [00047] [00047] [00050] [00051] [00052] [00054] [00056] [00060] [00060] [00064] [00077] [00080] [00081] [00082] [00082] [00083] [00084] [00085] [00086] [00088] [00091] [00091] [00100] [00100] [00100] [00105] [00105] [00105] [00106] [00106] [00107] [00123]
τοὺς [00009] [00032] [00094] [00094] [00123]
Τοῦτο [00019]
τοῦτό [00008]
τοῦτο [00010] [00016] [00023] [00029] [00029] [00039] [00041] [00044] [00047] [00068] [00072] [00081] [00087] [00108] [00109]
τούτοις [00021] [00049]
τούτου [00024] [00055]
τούτους [00014]
τούτων [00009] [00022] [00023] [00050] [00112] [00116]
τρανότεραι [00081]
τράπεζαν [00031]
τρεῖς [00082] [00084] [00084] [00085] [00085]
τρέχωσιν [00108]
τριῶν [00082]
τρόπῳ [00077]
τροφὴ [00073]
τύποι [00094]
τύποις [00099]
τύπον [00086]
τύπος [00091] [00092] [00096]
τυραννίδος [00100] [00110]
τυραννὶς [00047]
τυχόντος [00051]
τῷ [00003] [00012] [00012] [00034] [00041] [00046] [00047] [00050] [00052] [00052] [00053] [00060] [00066] [00082] [00082] [00088] [00094] [00100] [00109] [00111] [00123] [00123]
τῶν [00006] [00009] [00010] [00011] [00012] [00012] [00014] [00016] [00028] [00031] [00032] [00050] [00051] [00052] [00060] [00060] [00060] [00060] [00078] [00079] [00082] [00082] [00097] [00108] [00108] [00109] [00110] [00110] [00111] [00111] [00112] [00116] [00116] [00116] [00121] [00122] [00123]


Υἱὸς [00085] [00100]
Υἱοῦ [00106]
ὑπὲρ [00022]
ὑπερβαινούσης [00122]
ὑπερβὰς [00032]
ὑπεροψίαν [00116]
ὑπὸ [00110]
ὑποδήματα [00031]
ὑποφαίνων [00074]
ὕστερον [00021]
ὑψηλὸς [00109]


φαιδρὰ [00031]
φαίνεσθαι [00042]
φαινώμεθα [00018]
φαντασίαν [00010]
φεύγωσι [00108]
φησι [00063] [00095] [00101]
φθόνος [00120]
φιλανθρωπίᾳ [00123]
φιλανθρωπία [00033]
φίλος [00027]
φιλόσοφος [00109]
φιλοσόφων [00121]
φιλοτιμίας [00018]
φίλῳ [00027]
φλόγα [00050]
φοβερὸν [00042] [00050]
φόβον [00042] [00056] [00066]
φόβος [00060] [00061]
φόβους [00111]
φορτικὸν [00060]
φρίττοντες [00112]
φροντίδας [00111]
φύσεως [00040] [00047] [00047]
φύσιν [00045]
φωλεύοντα [00110]
φωνῆς [00053]


χαλεπωτέρα [00050]
χαλεπωτέραν [00047]
χαλεπώτερον [00120]
χαλεπώτερος [00119]
χάριν [00008] [00008]
χάριτι [00123]
χειμῶνος [00080]
Χερουβεὶμ [00026]
χθὲς [00007]
χρείας [00023]
χρηστὰς [00074]
χρηστὸν [00018]
Χριστὸν [00090]
Χριστὸς [00101]
Χριστοῦ [00091] [00109] [00123]
χρόνον [00122]
χρόνος [00081]
χρόνους [00100]
χρόνῳ [00094]
χωρὶς [00022] [00117]


ψυχὴν [00041]


ὠθούμενοι [00108]
ὢν [00022]
ὧν [00018] [00034]
ὡς [00010] [00040] [00059] [00067] [00099] [00105]
ὡσανεὶ [00027]
ὦσιν [00119]
ὥσπερ [00080] [00084]
Ὥσπερ [00073]
ὥστε [00041] [00066]