0345-0407 - Iohannes Chrysostomus - In novam dominicam et in apostolum Thomam
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

In novam dominicam et in apostolum Thomam

[00001]    ΝΟΘΑ.

[00002]    ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ Καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν.

63.927

[00003]    Ἥκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπειγόμενος.

[00004]    Εἰ γὰρ καὶ πένης εἰμὶ, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι.

[00005]    Ὑπεσχόμην ὑποδεικνύναι τοῦ Θωμᾶ τὴν ἀπιστίαν·

[00006]    καὶ δὴ πάρειμι ταύτην ἀποδώσων ὑμῖν·

[00007]    προθυμοῦμαι γὰρ τὰς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ.

[00008]    Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ ∆εσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν.

[00009]    Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν, τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον.

[00010]    Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωομᾶς ἀπελιμπάνετο μόνος.

[00011]    Ἦν δὲ καὶ τοῦτο θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βεβαιότητος.

[00012]    Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ ἂν πάντως ἀμφέβαλλεν·

[00013]    εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἂν περιέργως ἐζήτησεν·

[00014]    εἰ δὲ μὴ ἐζήτησεν, οὐκ ἂν ἐψηλάφησεν·

[00015]    εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἂν Κύριον καὶ Θεὸν ἀνηγόρευσεν·

[00016]    εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἂν ἡμεῖς οὕτως αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν.

[00017]    Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν.

[00018]    Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν Κύριον, ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·

[00019]    ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθειᾳ·

[00020]    καὶ τῶν λόγων τὴν ἀλήθειαν εὕρομεν τοῖς πράγμασι λάμπουσαν·

[00021]    ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι·

[00022]    καὶ τὴν ἀνάστασιν ἰδόντες, τὸν ἀναστάντα προσεκυνήσαμεν·

[00023]    ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνης εὐφροσύνην ἐτρέψαμεν·

[00024]    ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμὰς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαγχνίαν τοῦ πληγέντος·

[00025]    αὐτὴν ἐθεασάμεθα τὴν πλευρὰν, ἣν ὑμνοῦσιν ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύοντες, καὶ δαίμονες φρίττουσιν.

[00026]    Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν.

[00027]    Ἐχειροτονήθημεν ἐκ τοῦ ∆εσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως·

[00028]    ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ' αὐτοῦ δεξάμενοι σύνθημα·

[00029]    Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς·

[00030]    ἄν τινων κρατῆτε, κεκράτηνται.

[00031]    Τα

[00032]    οιούτων λόγων κατετρυφήσαμεν τοῦ Σωτῆρος, τοιούτων δωρεῶν ἀπηλαύσαμεν·

[00033]    οὐ γὰρ ἐνῆν ἡμᾶς μὴ πλουτισθῆναι πλουσίου περιτυχόντας ∆εσπότου·

[00034]    σὺ δὲ μό [63.928] νος πτωχὸς ἔμεινας μὴ παρών.

[00035]    Τί οὖν πρὸς αὐτοὺς ὁ Θωμᾶς;

[00036]    Ἑωράκατε τὸν Κύριον;

[00037]    καλῶς.

[00038]    Οὐκοῦν ὃν ἐθεάσασθε, μειζόνως σέβεσθε·

[00039]    ὃν κατωπτεύσατε, κηρύττοντες διαγίνεσθε.

[00040]    Ἐγὼ δὲ Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

[00041]    Ἀλλ' ὑμεῖς οὐκ ἂν ἐπιστεύσατε, εἰ μὴ πρῶτον ἐθεάσασθε·

[00042]    οὕτω κἀγὼ, ἐὰν μὴ ἴδω, οὐ πιστεύσω.

[00043]    Ἐπίμεινον, ὦ Θωμᾶ, τῷ τοιούτῳ πόθῳ, σπουδαίως ἐπίμεινον, ἵνα σοῦ βλέποντος ἐγὼ βεβαιωθῶ τὴν ψυχήν·

[00044]    ἐπίμεινον, ζητῶν τὸν εἰπόντα, Ζητεῖτε καὶ εὐρήσετε·

[00045]    μὴ παρέλθῃς ἁπλῶς ἐρευνῶν, ἐὰν μὴ εὑρήσῃς ὃν ζητεῖς θησαυρόν·

[00046]    ἐπίμεινον κρούων τὴν θύραν τῆς ἀναντιῤῥήτου γνώσεως.

[00047]    ἕως ἂν ὑπανοίξη σοι ταύτην ὁ εἰπών·

[00048]    Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

[00049]    Φιλῶ σου τὴν διχόνοιαν τῶν λογισμῶν, ὡς πᾶσαν διχόνοιαν τέμνουσαν·

[00050]    ἀγαπῶ σου τὸν φιλομαθῆ τρόπον, ὡς πᾶσαν φιλονεικίαν ἐκκόπτοντα·

[00051]    ἡδέως ἀκούω σου πολλάκις λέγοντος·

[00052]    Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.

[00053]    Σοῦ γὰρ ἀπιστοῦντος, ἐγὼ πιστεύειν διδάσκομαι·

[00054]    σοῦ τῇ δικέλλῃ τῆς γλώττης ὀρύττοντος τὰς τοῦ θείου σώματος ἀρούρας, ἐγὼ τὸν καρπὸν ἀπόνως θερίζω καὶ σωρεύω πρὸς ἐμαυτόν.

[00055]    Ἐὰν μὴ ἴδω τούτοις μου τοῖς ὀφθαλμοῖς τοὺς ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶν αὔλακας, οὓς ἠροτρίασαν οἱ δυσσεβεῖς, οὐδαμῶς τοῖς ὑμετέροις συνθήσομαι ῥήμασιν·

[00056]    ἐὰν μὴ βάλω τοῦτόν μου τὸν δάκτυλον εἰς τὰ κοιλώματα τῶν ἥλων, οὐκ ἂν τὸ ὑμέτερον Εὐαγγέλιον παραδέξωμαι·

[00057]    ἐὰν μὴ κρατήσω ταύτῃ μου τῇ χειρὶ τὴν πλευρὰν ἐκείνην, τὴν ἀνύποπτον μάρτυρα τῆς ἀναστάσεως, οὐκ ἂν τῷ ὑμετέρῳ πιστεύσοιμι δόγματι.

[00058]    Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος·

[00059]    πᾶσα δὲ φωνὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας ἐστερημένη, ἐστὶν ἐξίτηλος, ἐκ τῶν χειλέων εἰς τὸν ἀέρα χεομένη.

[00060]    Μέλλω κηρύττειν τοῖς ἀνθρώποις τοῦ διδασκάλου τὰ θαύματα·

[00061]    πῶς οὖν ἃ μὴ παρέλαβον τοῖς ὀφθαλμοῖς, ταῦτα τοῖς λόγοις ἐξείπω;

[00062]    πῶς πείσω τοὺς ἀπίστους πιστεῦσαι, οἷς οὔτε αὐτὸς τέως παρηκολούθησα;

[00063]    Εἴπω τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν, ὅτι Σταυρούμενον μὲν τὸν ἐμὸν ∆εσπότην τεθέαμαι, ἀναστάντα δὲ οὐκ εἶδον, ἀλλ' ἤκουσα;

[00064]    καὶ τίς οὐ γελάσει μου τὴν φωνήν;

[00065]    τίς οὐ διαπτύσει τὸ κήρυγμα;

[00066]    Ἕτερον γάρ ἐστιν ἀκοὴ, καὶ ἕτερον ὄψις·

[00067]    καὶ ἕτερόν ἐστι λόγων ἀπαγγελία, καὶ ἄλλο πραγμάτων θέα καὶ πεῖρα.

[00068]    Οὕτως ἀμφίβολον κεκτημένου τὴν γνῶσιν τοῦ Θωμᾶ, μεθ' ἡμέρας ὀκτὼ πάλιν ὁ ∆εσπότης πρὸς τοὺς ἑαυτοῦ μαθητὰς συνηθροισμένους ὁμοῦ παρεγένετο.

[00069]    Ἀφῆκε τὸν Θωμᾶν ἐν ταῖς μέσαις ἡμέραις κατηχηθῆναι πρῶτον ὑπὸ τῶν ἑταίρων αὐτοῦ, συνεχώρησεν αὐτὸν ἐκκαῆναι τῷ δίψει τῆς θέας αὐτοῦ·

[00070]    καὶ τῆς ψυχῆς αὐτοῦ σφοδρῶς ἀναφλεχθείσης τῷ πόθῳ τῆς ὄψεως, τότε λοιπὸν εὐκαίρως ὁ ποθούμενος τὸν ποθοῦντα κατέλαβεν.

[00071]    Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη [63.929] ὑμῖν, ἵνα καὶ τοῦ πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές.

[00072]    Εἶτα λέγει τῷ Θωμᾷ·

[00073]    Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου.

[00074]    Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ' αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ ∆εσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν·

[00075]    Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου.

[00076]    Ἤκουσα, Θωμᾶ, μὴ παρὼν ὡς ἄνθρωπος, ἀλλὰ παρὼν ὡς Θεὸς, ἅπερ ἐλάλησας πρὸς τοὺς σοὺς ἀδελφούς·

[00077]    παρήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένος ὑμῶν τῇ ἀνθρωπότητι.

[00078]    Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ῥημάτων;

[00079]    οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω;

[00080]    οὐ ταῦτα τὰ ῥήματα διὰ τῶν σῶν ἐῤῥύη χειλέων;

[00081]    οὐ ταῦτα τὰ ῥήματα τυγχάνει τῶν σῶν λογισμῶν;

[00082]    ∆ιὰ ταῦτα πάλιν ἐλήλυθα, δι' ἅπερ ἀμφιβάλλεις·

[00083]    τοῦτο δεύτερον ἐπλησίασα, δι' ἅπερ ἐπιθυμεῖς, ἀφῖγμαι.

[00084]    Καὶ νῦν διὰ σὲ τὸν ἕνα παρεγενόμην πρὸς σὲ, ὁ διὰ τὸ πλανώμενον πρόβατον κατελθὼν ἐκ τῶν οὐρανῶν, καὶ τοὺς οὐρανοὺς μὴ καταλιπών.

[00085]    Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἃ ποθεῖς, μὴ ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς·

[00086]    μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν ταύταις μου ταῖς χερσίν.

[00087]    Ἀνέχομαι καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν ἥλων·

[00088]    ὑπομένω τοῦ φιλοῦντος τὴν περιεργίαν, ὡς ὑπέμεινα τὴν τῶν μισούντων ἐπήρειαν·

[00089]    σταυρούμενος ὑπὸ τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα, καὶ παρὰ σοῦ ἐρευνώμενος οὐχ ὑποίσω, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου τὰς τραυματισθείσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν·

[00090]    ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτὸν, πότερον ἐκεῖνός εἰμι ὁ σταυρωθεὶς ἑκὼν, ἢ ἄλλος τις παρ' ἐκεῖνον·

[00091]    ἴδε τὰς χεῖράς μου, ἃς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς μανίας τὰ σύμβολα, ἵν' ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰουδαῖοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρός με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν ∆έσποτα, ὑποδείξω τοῖς πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων.

[00092]    Ἴδε τὰς χεῖράς μου καὶ τὴν ἀλήθειαν τῆς ἐμῆς ἀναστάσεως·

[00093]    μὴ νομίσῃς φαντασίαν εἶναί τινα.

[00094]    Κράτησον ταύτας τὰς χεῖρας, ὡς ὁμήρους τῆς ὑμετέρας ἀναγεννήσεως·

[00095]    κράτησον ταύτας τὰς χεῖρας, ὡς ἐνέχυρα τῆς ἐκ τῶν μνημάτων ἐπαναδύσεως·

[00096]    κράτησον ταύτας τὰς χεῖρας, ἄγκυραν τοῦ ἐν τῷ ᾅδῃ βυθοῦ.

[00097]    Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης.

[00098]    Πλέε θαῤῥῶν τοῦ βίου τὸ πέλαγος, πλέε κατέχων τὴν ἄγκυραν τοῦ πνεύματος, πλέε προσέχων ὡς λιμένι τῷ οὐρανῷ, πλέε φοβούμενος μόνον τῆς ἐμῆς ἀρνήσεως τὸ ναυάγιον·

[00099]    γέλα τὸν θάνατον ὡς νεκρὸν, παῖζε τὴν φθορὰν ὡς ἀνίσχυρον, ἀσπάζου τὴν δι' ἐμὲ τελευτὴν ὡς ἀρχὴν ἐνδοτέρας ζωῆς, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου·

[00100]    ἄντλησον διὰ τῆς σῆς χειρὸς ἐκ τῆς ζωηφόρου μου κρήνης τὸ ποθούμενον πόμα, καὶ τὸ δίψος παραμύθησαι τὸ σόν.

[00101]    Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου·

[00102]    εἰσάγαγε τὴν σὴν δεξιὰν εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως·

[00103]    φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν.

[00104]    Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἵνα ἔχῃς ὑπὲρ αὐτῆς ἀγωνίζεσθαι, ἵνα ἔχῃς λέγειν πρὸς τοὺς ἀντιφθεγγομένους τῇ ἀληθείᾳ, ὅτι μετὰ τὴν ἀνάστασιν εἶδές με καὶ κατέμαθες καὶ ἐψηλάφησάς με ἀκριβῶς.

[00105]    Φέρε τὴν [63.930] χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου·

[00106]    διὰ σὲ γὰρ ταύτην οὕτω κατέλιπον, ὁ τῶν ἄλλων τὰ σώματα καὶ τὰς ψυχὰς ἰασάμενος, προειδὼς ὡς Θεὸς, ὅτι θελήσεις αὐτὴν οὕτως ἰδεῖν, ἵνα σὺ τοῦ πάθους τῆς ἐμῆς σαρκὸς τοὺς τύπους ἰδὼν, τῆς σῆς ψυχῆς θεραπεύσῃς τὸ πάθος.

[00107]    Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν', ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται.

[00108]    Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.

[00109]    Κακὸν ἡ ἀπιστία, βυθίζει τὸν νοῦν.

[00110]    Ἡ πίστις μετεωρίζει τοῦτον εἰς οὐρανόν·

[00111]    ἡ ἀπιστία τυφλοῖ τὴν ψυχήν·

[00112]    ἡ πίστις φωτίζει τοὺς λογισμούς·

[00113]    ἡ ἀπιστία καὶ τὰ ὁρατὰ παρορᾷ·

[00114]    ἡ πίστις καὶ τὰ ἀόρατα καθορᾷ·

[00115]    ὁ ἄπιστος παντάπασιν ἀγνοεῖ.

[00116]    Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός·

[00117]    ἀποδίωξον τὸ νέφος τῆς ἀπιστίας, καὶ θέασαι τὰς καθαρὰς ἀκτῖνας τῆς πίστεως.

[00118]    Γενοῦ καὶ διὰ πάντων ἀπόστολος τῆς ἐμῆς θεότητος ἄξιος·

[00119]    γενοῦ τοιοῦτος, οἷον εἶναι χρὴ τὸν ἐμοὶ συντυχόντα καὶ τυχόντα τούτων, ὧνπερ τετύχηκας.

[00120]    Ὁμοίως τοῖς ἄλλοις ἀποστόλοις ἐκλήθης, ὁμοίως αὐτοῖς ἐτιμήθης, ὁμοίως αὐτοῖς καθοπλίσθητι·

[00121]    ὁμοίως αὐτοῖς ἅπερ εἶδον τεθέασαι, ὁμοίως αὐτοῖς ἐθαῤῥήθης, ὡς φίλος, ὅλον μου τὸ μυστήριον·

[00122]    ὁμοίως αὐτοῖς κήρυττε τὴν ἐμὴν δύναμιν.

[00123]    Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν·

[00124]    Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω.

[00125]    Ἕως εἰμὶ μεθ' ὑμῶν, ὡς βούλει, πολυπραγμόνησον·

[00126]    ἕως ἔχεις παρισταμένην σοι τὴν οὐράνιον ἄμπελον, πάντας τοὺς κλάδους αὐτῆς καὶ τοὺς βότρυας ἐρεύνησον.

[00127]    Ἀνελεύσομαι γὰρ εἰς οὐρανοὺς, ὅθεν ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμὶ, ἀνελεύσομαι τῇ ἀνθρωπότητι ὅθεν συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύσομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου ἐκδημήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ·

[00128]    ἀνελεύσομαι μετὰ τῆς ὑμετέρας φύσεως πρὸς τὸν πατρῷον κόλπον, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός·

[00129]    ἤνυσα γὰρ τὸ ἔργον, δι' ὃ τὴν ὁδὸν ταύτην πεποίημαι.

[00130]    Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν ∆εσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον·

[00131]    Ὁ Κύριός μου, καὶ ὁ Θεός μου·

[00132]    σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός·

[00133]    οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη·

[00134]    ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας·

[00135]    ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον.

[00136]    Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα.

[00137]    Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι' ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.

[00138]    Ἐπέγνων τὸν ἐμὸν ∆εσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.

[00139]    Πιστεύω σου, ∆έσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει·

[00140]    λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ·

[00141]    πιστεύω, οὐκέτι λογοθετῶ·

[00142]    πιστεύω, οὐκέτι ζυγοστατῶ·

[00143]    πιστεύω, οὐκέτι περιεργάζομαι·

[00144]    πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ.

[00145]    Ἔμαθον ἀφ' ὧν εἶδον μὴ λογοθετεῖν·

[00146]    ἔμαθον ἀφ' ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν·

[00147]    ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν ∆εσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00148]    Ἀμήν.

[00149]    ὰὰ


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In novam dominicam et in apostolum Thomam
Litterarum Omnium Conspectus: 133 Litterae, quae repetitae sunt in 10,516 occasionibus



α

0945 

689   

Α

0913 

3   

β

0946 

65   

Β

0914 

0   

γ

0947 

130   

Γ

0915 

1   

δ

0948 

135   

Δ

0916 

0   

ε

0949 

593   

Ε

0917 

9   

ζ

0950 

28   

Ζ

0918 

1   

η

0951 

141   

Η

0919 

3   

θ

0952 

156   

Θ

0920 

26   

ι

0953 

367   

Ι

0921 

3   

κ

0954 

289   

Κ

0922 

19   

λ

0955 

264   

Λ

0923 

0   

μ

0956 

379   

Μ

0924 

6   

ν

0957 

896   

Ν

0925 

5   

ξ

0958 

28   

Ξ

0926 

0   

ο

0959 

656   

Ο

0927 

4   

π

0960 

366   

Π

0928 

2   

ρ

0961 

383   

Ρ

0929 

1   

ς

0962 

530   

΢

0930 

0   

σ

0963 

388   

Σ

0931 

7   

τ

0964 

845   

Τ

0932 

3   

υ

0965 

218   

Υ

0933 

1   

φ

0966 

72   

Φ

0934 

8   

χ

0967 

99   

Χ

0935 

2   

ψ

0968 

21   

Ψ

0936 

0   

ω

0969 

207   

Ω

0937 

0   

8164 

5   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 154 

 έ 

 8051 

 133 

 ή 

 8053 

 56 

 ί 

 8055 

 126 

 ό 

 8057 

 111 

 ύ 

 8059 

 124 

 ώ 

 8061 

 30 

 ὰ 

 8048 

 100 

 ὲ 

 8050 

 21 

 ὴ 

 80852 

 115 

 ὶ 

 8054 

 113 

 ὸ 

 8056 

 132 

 ὺ 

 8058 

 33 

 ὼ 

 8060 

 15 

 ᾶ 

 8118 

 21 

   

   

 0 

 ῆ 

 8134 

 73 

 ῖ 

 8150 

 102 

   

   

 0 

 ῦ 

 8166 

 77 

 ῶ 

 8182 

 99 

 ἀ 

 7936 

 103 

 ἐ 

 7952 

 132 

 ἠ 

 7968 

 5 

 ἰ 

 7984 

 58 

 ὀ 

 8000 

 6 

 ὐ 

 8016 

 92 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 8 

 ἡ 

 7969 

 20 

 ἱ 

 7985 

 6 

 ὁ 

 8001 

 30 

 ὑ 

 8017 

 35 

 ὡ 

 8033 

 18 

 ἂ 

 7938 

 9 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 2 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 2 

 ἃ 

 7939 

 3 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 4 

 ὓ 

 8019 

 1 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 16 

 ἔ 

 7956 

 16 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 15 

 ὄ 

 8004 

 4 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 6 

 ἕ 

 7957 

 8 

 ἥ 

 7973 

 9 

 ἵ 

 7989 

 11 

 ὅ 

 8005 

 9 

 ὕ 

 8021 

 9 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 1 

 ἶ 

 7990 

 12 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 8 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 3 

   

   

 0 

 ῃ 

 8131 

 19 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 9 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 5 

   

   

 0 

 ῇ 

 8135 

 22 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 12 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In novam dominicam et in apostolum Thomam
Verborum Omnium Conspectus: 980Verba, quae repetita sunt in 3,470,285 occasionibus



[00061] [00085]
ὰὰ [00149]
ἀγαπῶ [00050]
ἄγγελοι [00025]
ἁγιάζεις [00136]
ἁγίαις [00055]
ἁγίαν [00008]
ἄγκυραν [00096] [00098]
ἀγνοεῖ [00115]
ἀγωνίζεσθαι [00104]
ἀδελφούς [00076]
ᾅδῃ [00096]
ἀέρα [00059]
αἰσχυνθῇς [00085]
αἰῶνας [00147]
αἰώνων [00147]
ἀκαμάτως [00136]
ἀκμὰς [00024]
ἀκοὴ [00066]
ἀκούω [00051]
ἀκριβές [00071]
ἀκριβῶς [00104]
ἀκτῖνας [00117]
ἀλήθειᾳ [00019]
ἀληθείᾳ [00104]
ἀλήθειαν [00017] [00020] [00092]
ἁλιέα [00138]
ἀλλ [00063] [00074]
Ἀλλ [00041]
ἀλλὰ [00004] [00076] [00108] [00116]
ἄλλο [00067]
ἄλλοις [00120]
ἄλλος [00090]
ἄλλων [00106]
ἁμαρτίας [00029]
ἁμαρτωλῶν [00028]
ἀμετρήτου [00074]
Ἀμήν [00148]
ἄμπελον [00126]
ἀμφέβαλλεν [00012] [00013]
ἀμφιβάλλεις [00082]
ἀμφιβολίαν [00009]
ἀμφίβολον [00068]
ἂν [00012] [00013] [00014] [00015] [00016] [00041] [00047] [00056] [00057]
ἄν [00030]
Ἄν [00029]
ἀναγεννήσεως [00094]
ἀναισχυντήσωσιν [00091]
ἀναντιῤῥήτου [00046]
ἀναστάντα [00022] [00063]
ἀναστάσει [00139]
ἀναστάσεως [00057] [00092]
ἀνάστασιν [00022] [00104]
ἀνάστασις [00019]
ἀναφλεχθείσης [00070]
ἀνέδειξας [00137]
ἀνελεύσομαι [00127] [00127] [00127] [00128]
Ἀνελεύσομαι [00127]
ἀνέμεινε [00074]
ἀνέμων [00097]
Ἀνέχομαι [00087]
ἀνηγόρευσεν [00015]
ἀνθρώποις [00060]
ἄνθρωπος [00076] [00132]
ἀνθρωπότητι [00077] [00127]
ἀνίσχυρον [00099]
ἀνοιγήσεται [00048]
ἀντιπρόσωπα [00107]
ἀντιφθεγγομένους [00104]
ἄντλησον [00100]
ἀνυμνεῖν [00016]
ἀνύποπτον [00057]
ἄξιος [00118]
ἀόρατα [00114]
ἀοράτους [00134]
ἀοράτως [00134]
ἀπαγγελία [00067]
ἅπαξ [00123]
Ἅπας [00058]
ἀπεκάλεσεν [00016]
ἀπελιμπάνετο [00010]
ἀπέξεσας [00137]
ἅπερ [00076] [00082] [00083] [00085] [00121]
ἀπεράντου [00074]
ἀπεστέρησεν [00074]
ἀπηλαύσαμεν [00032]
ἀπιστία [00109] [00111] [00113]
ἀπιστίαν [00005]
ἀπιστίας [00117]
ἄπιστος [00108] [00115] [00116]
ἀπιστοῦντος [00053]
ἀπίστους [00062]
ἁπλῶς [00045]
ἀποδίωξον [00117]
ἀποδώσων [00006]
ἀπονίψασθαι [00137]
ἀπόνως [00054] [00136]
ἀποστόλοις [00120]
ἀπόστολον [00002]
ἀπόστολος [00118]
ἀποστόλου [00009]
ἀποστόλων [00071]
ἀποτιννύειν [00007]
ἀρνήσεως [00098]
ἀρούρας [00054]
ἀρχὴν [00099]
ἀρχῆς [00139]
ἃς [00091]
ἀσπάζου [00099]
ἀσφαλείας [00011]
αὔλακας [00055]
αὐτὴν [00025] [00106]
αὐτῆς [00104] [00126]
αὐτοῖς [00029] [00071] [00120] [00120] [00121] [00121] [00122]
αὐτοκατάκριτοι [00107]
αὐτὸν [00016] [00069] [00074] [00074]
αὐτόν [00074]
αὐτὸς [00062] [00074] [00074] [00074]
αὐτοῦ [00008] [00009] [00023] [00024] [00026] [00028] [00040] [00040] [00052] [00055] [00069] [00069] [00070] [00071] [00079] [00079] [00124]
αὐτοὺς [00035]
αὐτῶν [00107]
ἀφ [00145] [00146]
ἀφέσεως [00027]
ἀφῆκα [00091]
Ἀφῆκε [00069]
ἀφῆτε [00029]
ἀφθαρσίαν [00024]
ἀφῖγμαι [00083]
ἀφίενται [00029]
ἁψαμένην [00008]
Ἁψάμενος [00130]


βάλε [00099] [00101] [00104] [00105] [00107]
βάλω [00040] [00040] [00056] [00079] [00079]
βασιλέα [00138]
βαστάζειν [00137]
βέβαιος [00058]
βεβαιοτέρους [00017]
βεβαιότητος [00011]
βεβαιωθῶ [00043]
βεβαιώσῃ [00071]
βίου [00098]
βιωτικὸν [00097]
βλέπεις [00107]
βλέποντος [00043]
βοτανῶν [00133]
βότρυας [00126]
βούλει [00125]
βουλόμενος [00137]
βοῶν [00130]
βοῶσαν [00024]
βραχὺ [00074]
βυθίζει [00109]
βυθοῦ [00096]


γαλήνης [00023]
γὰρ [00004] [00007] [00012] [00033] [00053] [00058] [00106] [00127] [00129]
γάρ [00066]
γέλα [00099]
γελάσει [00064]
γενέσθαι [00011]
γενετῆς [00137]
γενόμενος [00130]
Γενοῦ [00118]
γενοῦ [00119]
γένωνται [00107]
γῆν [00127]
γίνου [00108] [00116]
γλῶτταν [00008] [00130]
γλώττῃ [00074]
γλώττης [00054]
γνώσεως [00046]
γνῶσιν [00068]


δαίμονας [00137]
δαίμονες [00025]
δάκτυλόν [00040] [00073] [00075] [00079] [00089]
δάκτυλον [00056] [00074] [00086]
δακτύλου [00087]
δὲ [00009] [00011] [00013] [00014] [00015] [00016] [00034] [00040] [00059] [00063] [00071]
δεηθῆναι [00074]
δειλίας [00130]
δεξάμενοι [00028]
δεξάμενος [00103]
δεξιᾷ [00144]
δεξιὰν [00008] [00074] [00102]
δεόμενον [00074]
∆έσποτα [00091] [00139]
δεσπόται [00027]
∆εσπότην [00063] [00138] [00147]
∆εσπότης [00068]
∆εσποτικῇ [00074]
∆εσποτικῶν [00130]
∆εσπότου [00008] [00027] [00033]
δευτέραν [00009]
δευτέρας [00071]
δεύτερον [00083]
δὴ [00006]
δημιουργὸς [00136]
δι [00082] [00083] [00099] [00129] [00137]
∆ιὰ [00082]
διὰ [00080] [00084] [00084] [00100] [00106] [00118]
διαγίνεσθε [00039]
διαλελυμένα [00134]
διαπτύσει [00065]
διδασκάλου [00060]
διδάσκομαι [00053]
δικέλλῃ [00054]
διχόνοιαν [00049] [00049]
δίψει [00069]
δίψος [00100]
δόγματι [00057]
δόξα [00147]
δουλικὴν [00074]
δρομαίους [00137]
δύναμιν [00122]
δυνατώτερον [00135]
δυσσεβεῖς [00055]
δωρεῶν [00032]


ἐὰν [00042] [00045] [00056] [00057]
Ἐὰν [00040] [00052] [00055] [00079] [00124]
ἑαυτοῦ [00010] [00068]
ἑαυτῶν [00137]
ἐβίαζεν [00074]
ἐβούλετο [00074]
ἐγείρομαι [00021]
ἐγενόμεθα [00028]
ἐγὼ [00043] [00053] [00054]
Ἐγὼ [00009] [00040]
Ἐγώ [00018] [00019]
ἐδιδάχθημεν [00016]
ἐζήτησεν [00013] [00014]
ἐθαῤῥήθης [00121]
ἐθεασάμεθα [00024] [00024] [00024] [00024] [00025]
ἐθεάσασθε [00038] [00041]
Εἰ [00004] [00012]
εἰ [00013] [00014] [00015] [00016] [00041]
εἶ [00132] [00132] [00132]
εἶδές [00104]
εἶδον [00063] [00121] [00145]
εἵλκυσεν [00074]
εἰμὶ [00004] [00125] [00127]
εἰμι [00018] [00019] [00090]
εἶναί [00093]
εἶναι [00119]
εἶπας [00079]
εἶπεν [00071]
εἴπῃς [00123]
εἰπόντα [00018] [00019] [00021] [00044]
εἰπόντος [00023]
Εἴπω [00063]
εἰπὼν [00074]
εἰπών [00047]
εἴπωσι [00091]
εἰρημένων [00078]
Εἰρήνη [00023] [00071]
εἰς [00002] [00040] [00040] [00056] [00059] [00079] [00079] [00099] [00101] [00102] [00104] [00105] [00107] [00110] [00127] [00127] [00147]
ΕΙΣ [00002]
εἰσάγαγε [00102]
Εἰσελθόντος [00010]
εἰσῆλθεν [00010]
Εἶτα [00072]
ἐκ [00026] [00027] [00059] [00084] [00095] [00100] [00107] [00130] [00137] [00137]
ἔκβαλε [00102]
ἐκβιάζομαι [00004]
ἐκδημήσας [00127]
ἐκεῖ [00127]
ἐκεῖθεν [00127]
ἐκείνην [00057]
ἐκεῖνον [00090]
ἐκεῖνός [00090]
ἐκέλευσας [00137]
ἐκκαῆναι [00069]
Ἐκκλησίας [00009]
ἐκκόπτοντα [00050]
ἐκλήθης [00120]
ἐκρατήθης [00137]
ἑκὼν [00090]
ἐλάλησας [00076]
Ἔλεγον [00018]
ἐλήλυθα [00082]
ἕλκη [00133] [00133]
Ἕλλησιν [00063]
ἔμαθον [00146]
Ἔμαθον [00145]
ἐμαυτόν [00054]
ἐμὲ [00099] [00137]
ἔμεινας [00034]
ἐμῇ [00144]
ἐμὴν [00122]
ἐμῆς [00092] [00098] [00106] [00118] [00139]
ἐμοὶ [00119]
ἐμοῖς [00008] [00144]
ἐμὸν [00063] [00138] [00138] [00138]
ἐν [00040] [00052] [00055] [00069] [00079] [00091] [00096] [00124] [00128]
ἕνα [00084] [00147]
ἐναντίων [00097]
ἐνδοτέρας [00099]
ἐνέχυρα [00095]
ἐνῆν [00033]
ἐντραπῇς [00085]
ἐξείπω [00061]
ἐξελθόντος [00010]
ἐξήγησιν [00008]
ἐξίτηλος [00059]
ἐξώρισας [00137]
ἐπαγγελίαν [00071]
ἐπαναδύσεως [00095]
ἐπέγνων [00138] [00138]
Ἐπέγνων [00138]
ἐπεθύμησε [00130]
ἐπειγόμενος [00003]
ἐπεισελθόντι [00018]
ἐπελεύσεως [00071]
ἐπεσπάσατο [00074]
ἐπήρειαν [00088]
ἐπιβαλεῖν [00086]
ἐπιβολὴν [00103]
ἐπιδεσμεύεις [00133]
ἐπιδέσμοις [00133]
ἐπιδέσμους [00134]
ἐπιζητεῖς [00085]
ἐπιθεὶς [00008]
ἐπιθυμεῖς [00083]
ἐπίμεινον [00043] [00044] [00046]
Ἐπίμεινον [00043]
ἐπίσταμαι [00147]
ἐπιστεύσατε [00041]
ἐπισυναγομένοις [00007]
ἐπλησίασα [00083]
ἐποδήγησε [00017]
ἐποίησας [00137]
ἐποίησεν [00017]
ἐρανίζῃ [00133]
ἐραστὴν [00074]
ἔργα [00107]
ἐργασίας [00107]
ἔργον [00011] [00129]
ἔργων [00059]
ἐρεύνησον [00126]
ἐρευνώμενος [00089]
ἐρευνῶν [00045]
ἐῤῥύη [00080]
ἐρώμενος [00074]
ἐσταυρώσαμεν [00091]
ἐστερημένη [00059]
ἐστι [00067]
ἐστὶν [00059]
ἐστιν [00066]
ἑταίρων [00069]
ἕτερόν [00067]
ἕτερον [00066]
Ἕτερον [00066]
ἔτι [00140]
ἐτιμήθης [00120]
ἐτρέψαμεν [00023]
Εὐαγγέλιον [00056]
εὐγνωμοσύνην [00004]
εὐθέως [00130]
εὐκαίρως [00070]
εὐρήσετε [00044]
εὑρήσῃς [00045]
εὕρομεν [00020]
εὐσπλαγχνίαν [00024]
εὐφροσύνην [00023]
εὐχῆς [00074]
ἐφύλαξα [00107]
ἔχειν [00091]
Ἐχειροτονήθημεν [00027]
ἔχεις [00126] [00134] [00135] [00135] [00135]
ἔχῃς [00104] [00104]
ἐχθρῶν [00089] [00137]
ἐψηλάφησα [00146]
ἐψηλάφησάς [00104]
ἐψηλάφησεν [00014] [00015]
ἑωράκαμεν [00018] [00019] [00021]
Ἑωράκαμεν [00018]
Ἑωράκατε [00036]
ἕως [00047] [00126]
Ἕως [00125]


ζάλην [00023] [00097]
ζητεῖς [00045]
Ζητεῖτε [00044]
ζητῶν [00044]
ζόφον [00137]
ζυγομαχεῖν [00146]
ζυγοστατῶ [00142]
ζωὴ [00019]
ζωῆς [00099]
ζωηφόρου [00100]
ζώντων [00107]


[00019] [00019] [00019] [00109] [00111] [00112] [00113] [00114] [00147]
[00090]
[00110]
[00071]
ἠγανάκτησα [00089]
ἡδέως [00051]
ἠθέλησας [00137]
ἤκουσα [00063]
Ἤκουσα [00076]
ἠκούσαμεν [00023]
Ἥκω [00003]
ἦλθον [00127]
ἥλων [00024] [00040] [00040] [00052] [00056] [00079] [00079] [00087] [00124]
ἡμᾶς [00017] [00023] [00033]
ἡμεῖς [00016]
Ἡμεῖς [00091]
ἡμέραις [00069]
ἡμέραν [00091]
ἡμέρας [00021] [00068]
ἡμῖν [00024]
ἡμῶν [00009]
ἢν [00107]
ἣν [00025]
Ἦν [00011]
ἠνεσχόμην [00087]
ἤνυσα [00129]
ἠροτρίασαν [00055]


θαλάσσης [00097]
θάνατον [00099]
θανάτῳ [00139]
θαῤῥῶν [00009] [00098]
θαύματα [00060]
θαύματος [00071]
θέα [00067]
θέας [00069] [00130]
θέασαι [00117]
θείας [00011] [00130]
θεῖον [00026]
θείου [00026] [00054]
Θέλεις [00078]
θελήσεις [00106]
θέλων [00137]
θεμέλιον [00009]
θεομάχων [00024]
Θεὸν [00015] [00016] [00147]
Θεὸς [00076] [00106] [00132]
Θεός [00131] [00137] [00138]
θεότητι [00077] [00127]
θεότητος [00118]
θεραπευθῶσιν [00089]
θεραπεύσῃς [00106]
θερίζω [00054]
θησαυρόν [00045]
θύραν [00046]
θυρῶν [00010] [00071]
Θωμᾶ [00005] [00009] [00043] [00068] [00076]
Θωμᾷ [00018] [00072]
Θωμᾶν [00002] [00008] [00069]
Θωμᾶς [00012] [00017] [00035] [00130]
Θωομᾶς [00010]


ἰασάμενος [00106]
ἰατρεῖον [00102]
ἰατρός [00132]
ἴδε [00073] [00075] [00089] [00090] [00091]
Ἴδε [00092]
ἰδεῖν [00106] [00123]
ἰδόντες [00022]
ἴδω [00040] [00042] [00052] [00055] [00079] [00124]
ἰδὼν [00106]
ἴδωσιν [00107]
ἵν [00091] [00107]
ἵνα [00007] [00008] [00043] [00071] [00089] [00104] [00104] [00106]
Ἰουδαῖοι [00091] [00107]
Ἰουδαίοις [00063]
Ἰουδαίων [00091] [00137]
Ἰουδαϊκῆς [00091]
ἰσχὺν [00133]
ἰσχυρὸς [00058]


κἀγὼ [00042]
καθάπερ [00071] [00071]
καθαρὰς [00117]
καθικετεύσατε [00008]
καθίσω [00107]
καθοπλίσθητι [00120]
καθορᾷ [00114]
καίεις [00133]
ΚΑΙΝΗΝ [00002]
κακῆς [00107]
Κακὸν [00109]
καλῶς [00037]
κάμνοντα [00133]
καρπὸν [00054]
καταβαλεῖν [00003]
καταβολὴν [00008]
καταβοώσας [00024]
καταιγίδων [00097]
καταισχύνωμαι [00091]
καταλιπών [00084]
κατασχεθῶ [00007]
κατέλαβεν [00070]
κατελθὼν [00084]
κατέλιπον [00106]
κατέμαθες [00104]
κατετρυφήσαμεν [00032]
κατέχων [00098]
κατηχηθῆναι [00069]
κατωπτεύσατε [00039]
κεκλεισμένων [00010] [00071]
κεκράτηνται [00030]
κεκτημένος [00058]
κεκτημένου [00068]
κεχωρισμένος [00077]
κήρυγμα [00065]
κήρυκος [00024]
κήρυττε [00122]
κηρύττειν [00060]
κηρύττοντες [00039]
κηρύττω [00009]
κινεῖ [00130]
κλάδους [00126]
κλίνας [00137]
κοιλώματα [00056]
κόλποις [00128]
κόλπον [00128]
κοσμικὴν [00097]
κόσμου [00018]
Κράτησον [00094]
κράτησον [00095] [00096]
κρατήσω [00057]
κρατῆτε [00030]
κράτος [00147]
κρήνης [00100]
κρηπῖδα [00009]
κρίσεως [00028] [00091]
κριτὴς [00107]
Κρούετε [00048]
κρούων [00046]
κυνῶν [00024]
ΚΥΡΙΑΚΗΝ [00002]
κύριοι [00028]
Κύριον [00015] [00016] [00018] [00036] [00130] [00147]
κύριον [00138]
Κύριός [00131] [00137] [00138]
Κύριος [00132]


λάμπουσαν [00020]
λαμπρότερον [00024]
λέγει [00072]
λέγειν [00104]
λέγοντος [00051]
λέπραν [00137]
λιμένι [00098]
λόγισαι [00090]
λογισμούς [00112]
λογισμῶν [00049] [00081]
λογοθετεῖν [00145]
λογοθετῶ [00141]
λόγοις [00061]
λόγον [00135]
λόγος [00058]
λόγχῃ [00103]
λόγων [00020] [00032] [00067]
λοιπὸν [00070] [00140]
λύπης [00023]
λύσσης [00024]


μαθεῖν [00085]
μαθηταὶ [00018]
μαθητὰς [00010] [00068]
μαθητοῦ [00011] [00074]
μανίας [00091]
μάρτυρα [00057]
μαρτυρίας [00059]
μάρτυρος [00009]
με [00091] [00104] [00104]
μεθ [00068] [00125]
μειζόνως [00038]
μείνας [00127]
Μέλλω [00060]
μὲν [00063]
μέσαις [00069]
μεστὸς [00130]
μεταπλάττεις [00136]
μετεωρίζει [00110]
μηδεμίαν [00097]
μηδένα [00097]
μισούντων [00088]
μνημάτων [00095]
μό [00034]
μοι [00008]
μόνον [00098]
μόνος [00010]
μου [00008] [00040] [00040] [00055] [00056] [00057] [00064] [00073] [00075] [00079] [00079] [00086] [00089] [00090] [00091] [00092] [00099] [00100] [00101] [00104] [00105] [00107] [00121] [00131] [00131] [00137] [00137] [00138] [00138]
μυστήριον [00121]
μώλωπες [00089]


ναυάγιον [00098]
νεκρὸν [00099]
νεκρῶν [00107]
νεῦμα [00135]
νευρώσῃ [00008]
νέφος [00117]
ΝΟΘΑ [00001]
νομίσῃς [00093]
νος [00034]
νοῦν [00109]
νῦν [00084]


ξένος [00132]


[00010] [00012] [00017] [00035] [00047] [00068] [00070] [00074] [00084] [00090] [00103] [00106] [00115] [00127] [00130] [00131] [00137] [00138]
[00129]
[00128] [00131] [00137] [00138]
ὁδὸν [00129]
ὅθεν [00127] [00127]
οἱ [00018] [00025] [00055] [00089] [00091] [00107]
οἰκονομίᾳ [00139]
οἰκονομίας [00011]
οἰκτιρμῶν [00134]
οἷον [00119]
οιούτων [00032]
οἷς [00062]
ὀκτὼ [00068]
ὅλον [00121]
ὁμήρους [00094]
ὁμοίως [00120] [00120] [00121] [00121] [00122]
Ὁμοίως [00071] [00120]
ὁμολογίαν [00009]
ὁμοῦ [00068] [00130]
ὃν [00038] [00039] [00045]
ὅπου [00127]
ὁρατὰ [00113]
ὁρατοῖς [00133]
ὀρύττοντος [00054]
ὅταν [00091] [00107]
ὅτι [00063] [00104] [00106]
οὐ [00033] [00040] [00042] [00052] [00064] [00065] [00074] [00079] [00080] [00081] [00124] [00133] [00133]
οὐδαμῶς [00055]
οὐδὲ [00074]
Οὐκ [00074]
οὐκ [00012] [00013] [00014] [00015] [00016] [00041] [00056] [00057] [00063] [00074] [00079] [00089] [00091] [00133] [00133] [00140]
οὐκέτι [00141] [00142] [00143]
Οὐκοῦν [00038]
οὖν [00008] [00035] [00061]
οὐράνιον [00126]
οὐρανόν [00110]
οὐρανοὺς [00084] [00127]
οὐρανῷ [00098]
οὐρανῶν [00084] [00107]
οὓς [00055]
οὔτε [00062]
οὕτω [00042] [00106]
Οὕτως [00068]
οὕτως [00016] [00106] [00107]
οὐχ [00089]
ὀφειλὰς [00007]
ὀφθαλμοῖς [00055] [00061] [00144]
ὄφλημα [00003]
ὄψει [00091]
ὄψεως [00070]
ὄψις [00066]


πάθη [00133]
παθήμασι [00139]
πάθος [00106]
πάθους [00106]
παῖζε [00099]
πάλιν [00010] [00068] [00071] [00082] [00107] [00123] [00124]
πάντα [00137]
παντάπασιν [00115]
πάντας [00126]
παντὸς [00024]
πάντων [00058] [00118]
πάντως [00012]
παρ [00028] [00090]
παρὰ [00089] [00133] [00137] [00137]
παραγενόμενος [00017]
παραγένωμαι [00107]
παραδέξωμαι [00056]
παράδοξος [00132]
παραιτήσῃ [00086]
παραλύτους [00137]
παραμύθησαι [00100]
παραστήσῃ [00071]
παρεγένετο [00068]
παρεγενόμην [00084]
πάρειμι [00006]
παρέλαβον [00061]
παρέλθῃς [00045]
παρηκολούθησα [00062]
παρήμην [00077]
παρῆν [00012]
παρισταμένην [00126]
παρορᾷ [00113]
παρὼν [00017] [00076] [00076]
παρών [00034]
πᾶσα [00059]
πᾶσαν [00049] [00050]
πάσης [00026]
πατρός [00128]
πατρῷον [00128]
πεῖρα [00067]
πείσω [00062]
πέλαγος [00074] [00098]
πένης [00004]
πεποίηκε [00071]
πεποίημαι [00129]
πέπονθας [00137]
περὶ [00017]
περιέμεινε [00074]
περιεργάζομαι [00143]
περιεργάσασθαι [00085]
περιεργίαν [00088]
περιέργου [00087]
περιέργως [00013]
περιλειφθὲν [00003]
περιτυχόντας [00033]
περιχαρείας [00130]
πιστεύειν [00053]
πιστεύοντες [00025]
πιστεῦσαι [00062]
πιστεύσοιμι [00057]
πιστεύσω [00040] [00042] [00052] [00079] [00124]
Πιστεύω [00139]
πιστεύω [00139] [00139] [00139] [00139] [00139] [00139] [00141] [00142] [00143] [00144] [00144]
πίστεως [00117]
πίστιν [00017]
πίστις [00110] [00112] [00114]
πιστός [00108] [00116]
πλανώμενον [00084]
πλάσματα [00136]
πλάστης [00136]
Πλέε [00098]
πλέε [00098] [00098] [00098]
πλείονος [00011]
πλευρὰν [00024] [00025] [00040] [00057] [00079]
πλευράν [00099] [00101] [00104] [00105] [00107]
πλευρᾶς [00008] [00130]
πληγέντος [00024]
πληγήν [00103]
πλημμελημάτων [00027]
πλουσίου [00033]
πλουτισθῆναι [00033]
πνευματικὸν [00026]
πνεύματος [00098]
πνοὰς [00097]
ποθεῖς [00085]
ποθούμενον [00074] [00100]
ποθούμενος [00070]
ποθουμένων [00008]
ποθοῦντα [00070]
ποθοῦντος [00074]
πόθῳ [00043] [00070]
ποίημα [00136]
ποιημάτων [00137]
πολεμίοις [00091]
πολεμίων [00097]
πολλάκις [00051]
πολυπραγμόνησον [00125]
πολυπραγμονῶ [00140]
πόμα [00100]
πότερον [00090]
πράγμασι [00020]
πράγματος [00071]
πραγμάτων [00058] [00067]
πρεσβείαις [00009]
πρὶν [00071]
προαιρέσεως [00102]
πρόβατον [00084]
προειδὼς [00106]
προθυμοῦμαι [00007]
πρόξενον [00011]
πρὸς [00008] [00008] [00010] [00017] [00023] [00023] [00035] [00054] [00068] [00074] [00074] [00074] [00074] [00076] [00084] [00104] [00128] [00130] [00130]
πρός [00091]
προσεκυνήσαμεν [00022]
προσελθεῖν [00074]
προσέχων [00098]
προσηνέστερον [00135]
προσκυνεῖν [00146]
προσκυνούμενον [00139]
προσλήψει [00139]
πρόσοδον [00074]
πρόσωπα [00091]
προτέραν [00009]
πρότερον [00071]
πρώην [00078]
πρώτας [00007]
πρῶτον [00007] [00041] [00069]
πτωχὸς [00034]
πυρὶ [00133]
πυρὸς [00135]
πῶς [00061] [00062]


ῥῆμα [00028] [00135]
ῥήμασιν [00055]
ῥήματα [00080] [00081]
ῥημάτων [00078]


σάρκα [00137]
σαρκὸς [00106] [00139]
σαυτὸν [00090]
σὲ [00084] [00084] [00106]
σε [00091]
σέβεσθε [00038]
σέβουσιν [00025]
σὴν [00102]
σῆς [00100] [00102] [00106]
σιδήρου [00135]
σιδήρῳ [00133]
σοι [00047] [00078] [00126]
σὸν [00086]
σόν [00100]
Σοῦ [00053]
σοῦ [00043] [00054] [00089]
σου [00049] [00050] [00051] [00073] [00075] [00089] [00099] [00101] [00104] [00105] [00107] [00139] [00139] [00139] [00139] [00139] [00139] [00139]
σοὺς [00076]
σπιλάδων [00097]
σπουδαίως [00043]
σταυρὸν [00139]
Σταυρούμενον [00063]
σταυρούμενος [00089]
σταυρωθεὶς [00090]
στόματος [00026]
Σὺ [00137]
σὺ [00034] [00106] [00132] [00132] [00132] [00137] [00137] [00137] [00137] [00137] [00137]
συγκαταβάσει [00139]
συγκαταβάσεως [00074]
συγκατέβην [00127]
σύμβολα [00091]
Συμπράξατε [00008]
συνεχώρησεν [00069]
συνηγορίαν [00058]
συνηθροισμένους [00068]
συνήθως [00091]
σύνθημα [00028]
συνθήσομαι [00055]
συντυχόντα [00119]
συσφίγγοντας [00134]
σφοδρῶς [00070]
σχήματι [00091]
σώματα [00106]
σώματος [00054] [00127]
σῶν [00080] [00081] [00137]
σωρεύω [00054]
Σωτῆρος [00010] [00032]


Τα [00031]
τὰ [00056] [00060] [00080] [00081] [00091] [00091] [00106] [00107] [00113] [00114] [00133] [00133] [00133] [00134] [00136]
ταῖς [00009] [00040] [00052] [00055] [00069] [00079] [00086] [00124]
τὰς [00007] [00024] [00024] [00024] [00024] [00024] [00024] [00024] [00029] [00054] [00073] [00075] [00089] [00089] [00090] [00091] [00091] [00092] [00094] [00095] [00096] [00097] [00106] [00117] [00137]
ταῦτα [00061] [00080] [00081] [00082]
ταύταις [00086]
ταύτας [00094] [00095] [00096]
ταύτῃ [00057]
ταύτην [00006] [00047] [00106] [00129]
ταυτότης [00071]
τεθέαμαι [00063]
τεθέασαι [00121]
τελευταῖον [00018]
τελευτὴν [00099]
τέμνεις [00133]
τέμνουσαν [00049]
τετύχηκας [00119]
τέως [00062]
τῇ [00054] [00057] [00074] [00074] [00077] [00077] [00091] [00104] [00127] [00127] [00139] [00139] [00139] [00139] [00144]
ΤΗΝ [00002]
τὴν [00004] [00005] [00008] [00008] [00008] [00008] [00008] [00009] [00009] [00017] [00017] [00020] [00022] [00023] [00024] [00024] [00024] [00024] [00025] [00040] [00040] [00043] [00046] [00049] [00057] [00057] [00058] [00064] [00068] [00071] [00074] [00074] [00079] [00079] [00088] [00088] [00091] [00092] [00098] [00099] [00099] [00099] [00099] [00101] [00101] [00102] [00104] [00104] [00104] [00105] [00105] [00107] [00107] [00111] [00122] [00126] [00129] [00130] [00133]
τῆς [00008] [00009] [00023] [00024] [00027] [00028] [00046] [00054] [00057] [00059] [00069] [00070] [00070] [00071] [00074] [00091] [00091] [00092] [00094] [00095] [00097] [00098] [00100] [00100] [00102] [00102] [00106] [00106] [00107] [00117] [00117] [00118] [00128] [00130] [00130] [00132] [00139] [00139]
Τί [00035]
τινα [00093]
τινων [00029] [00030]
τίς [00064] [00065]
τις [00090]
τὸ [00003] [00018] [00056] [00065] [00071] [00071] [00084] [00098] [00098] [00100] [00100] [00100] [00102] [00102] [00106] [00117] [00121] [00123] [00129] [00136] [00147]
τοίνυν [00018] [00085] [00130]
τοιοῦτον [00028]
τοιοῦτος [00119]
τοιούτῳ [00043]
τοιούτων [00032]
τοῖς [00007] [00008] [00020] [00055] [00055] [00060] [00061] [00061] [00063] [00063] [00091] [00120] [00128] [00139] [00144]
τόκοις [00007]
τομώτερον [00135]
τὸν [00002] [00008] [00011] [00016] [00018] [00018] [00019] [00021] [00022] [00036] [00040] [00040] [00040] [00044] [00050] [00052] [00054] [00056] [00059] [00063] [00069] [00070] [00073] [00074] [00074] [00074] [00074] [00075] [00079] [00079] [00079] [00084] [00086] [00089] [00099] [00109] [00119] [00124] [00128] [00130] [00137] [00138] [00138] [00138] [00139] [00147]
τόπον [00079]
τότε [00070]
τοῦ [00005] [00008] [00008] [00009] [00010] [00011] [00018] [00024] [00026] [00027] [00032] [00054] [00060] [00068] [00071] [00071] [00074] [00074] [00088] [00096] [00098] [00098] [00106] [00127] [00128]
τοὺς [00010] [00055] [00062] [00068] [00076] [00084] [00104] [00106] [00112] [00126] [00126] [00137] [00147]
τοῦτο [00011] [00071] [00083]
τούτοις [00055]
τοῦτόν [00056]
τοῦτον [00110]
τούτου [00127] [00127]
τούτῳ [00091]
τούτων [00119]
τραυματισθείσας [00089]
τρεῖς [00021]
τριημέρῳ [00139]
τρόπον [00050]
τυγχάνει [00081]
τυγχάνουσαν [00009]
τύπον [00040] [00040] [00052] [00079] [00124]
τύπους [00106]
τυφλοῖ [00111]
τυφλοὺς [00137]
τυχεῖν [00074]
τυχόντα [00119]
τῷ [00018] [00043] [00057] [00069] [00070] [00072] [00091] [00096] [00098] [00139]
τῶν [00008] [00010] [00020] [00024] [00024] [00027] [00028] [00040] [00040] [00049] [00052] [00056] [00059] [00059] [00069] [00071] [00071] [00078] [00079] [00079] [00080] [00081] [00084] [00087] [00088] [00089] [00089] [00091] [00095] [00097] [00097] [00097] [00097] [00106] [00107] [00124] [00130] [00133] [00137] [00137] [00137] [00147]


ὑμεῖς [00041]
ὑμετέρας [00094] [00128]
ὑμετέροις [00055]
ὑμέτερον [00056]
ὑμετέρῳ [00057]
ὑμετέρων [00089]
ὑμῖν [00006] [00008] [00023] [00048] [00071] [00077] [00127]
ὑμνοῦσιν [00025]
ὑμνῳδίαν [00130]
ὑμῶν [00004] [00077] [00089] [00125]
ὑπανοίξη [00047]
ὑπάρχει [00058]
Ὑπεδεξάμεθα [00026]
ὑπέμεινα [00088]
ὑπὲρ [00089] [00104]
Ὑπεσχόμην [00005]
ὑπὸ [00069] [00089]
ὑποδεικνύναι [00005]
ὑποδείξω [00091]
ὑποδεξαμένας [00024]
ὑποίσω [00089]
ὑπομένω [00088]
ὑπομνήσω [00078]
ὕστερον [00017]
ὑφανάσας [00024]
ὕψος [00074]


φαινόμενα [00107]
φαντασίαν [00093]
φάρμακον [00102]
φαρμάκου [00135]
φαρμάκων [00133]
Φέρε [00073] [00075] [00089] [00101] [00104] [00105] [00107]
φέρε [00099]
φέρω [00103]
φθορὰν [00099]
φιλανθρωπίας [00074]
φιλάνθρωπος [00132]
φιλομαθῆ [00050]
φιλονεικίαν [00050]
φίλος [00121]
φιλοῦντος [00088]
φιλούσης [00103]
Φιλῶ [00049]
φοβηθῇς [00097] [00097]
φοβούμενος [00098]
φρίξῃς [00097]
φρίττουσιν [00025]
φροντίσῃς [00097]
φύλακα [00138]
φύσεως [00102] [00128] [00132]
φύσημα [00026] [00026] [00026]
φωνὴ [00059]
φωνῇ [00074]
φωνήν [00064]
φῶς [00018]
φωτίζει [00112]


χάριτος [00026]
χείλεσιν [00008]
χειλέων [00059] [00080]
χειμῶνα [00097]
χεῖρά [00040] [00079] [00099] [00101] [00104] [00105] [00107]
χεῖράς [00073] [00075] [00089] [00090] [00091] [00092]
χεῖρας [00024] [00024] [00024] [00091] [00094] [00095] [00096]
χειρὶ [00057]
χειρὸς [00100] [00103]
χειρῶν [00130]
χεομένη [00059]
χερσὶν [00040] [00052] [00055] [00079] [00124]
χερσίν [00086]
χορηγόν [00026]
χρέους [00008]
χρὴ [00119]
Χριστὸν [00016] [00147]
χωλοὺς [00137]
χωρὶς [00127]
χωρισμὸν [00011]


ψυχὰς [00106]
ψυχήν [00043] [00111]
ψυχῆς [00070] [00106]
ψυχῶν [00089]


[00074]
[00043]
[00074]
[00147]
ὧδε [00073] [00075] [00089]
ὢν [00128]
ὧν [00074] [00130] [00145] [00146]
ὧνπερ [00119]
ὡς [00049] [00050] [00076] [00076] [00087] [00088] [00094] [00095] [00098] [00099] [00099] [00099] [00106] [00107] [00121] [00125] [00136] [00137]
Ὡς [00136]
ὥσπερ [00010]
ὥστε [00011]
Ὥστε [00017]