0345-0407 - Iohannes Chrysostomus - De confessione pretiosae crucis
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De confessione pretiosae crucis

[00001]    ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.

52.841

[00002]    αʹ.

[00003]    Τοῦτό ἐστιν, ἀδελφοὶ, τὸ σημεῖον ὅπερ ὁ ∆εσπότης πᾶσιν ὑπέσχετο δώσειν, λέγων·

[00004]    Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου·

[00005]    τὸν σταυρὸν λέγων, καὶ τὸν θάνατον, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν.

[00006]    Καὶ πάλιν ἑτέρως δηλῶν τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν·

[00007]    Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι.

[00008]    Ὅταν σταυρώσητέ με, φησὶ, καὶ νομίσητε περιγενέσθαι μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν.

[00009]    Καὶ καλῶς εἶπεν ὁ Χριστός.

[00010]    Μετὰ γὰρ τὸ σταυρωθῆναι Χριστὸν τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαντο, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος·

[00011]    καὶ γῆ καὶ θάλασσα, καὶ οἰκουμένη καὶ ἀοίκητος, τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι.

[00012]    Μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῖν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι' ὃ καὶ ζῶμεν καὶ δι' ὃ ἐσμέν·

[00013]    ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ.

[00014]    Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς·

[00015]    κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται·

[00016]    κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῶν παρίσταται σύμβολον.

[00017]    ∆ιὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς.

[00018]    Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου, τοῦτό ἐστι τὸ σημεῖον·

[00019]    Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη.

[00020]    Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη·

[00021]    ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον.

[00022]    Ἴστε δὲ πάντως ποῖά ἐστι τὰ ἐλευθερίαν ἡμῖν παρέχοντα.

[00023]    ∆ιὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἀνήγαγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ ∆εσποτικοῦ·

[00024]    Τιμῆς γὰρ, φησὶ, ἠγοράσθητε·

[00025]    μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.

[00026]    Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦλος·

[00027]    τιμὴν τὸ αἷμα λέγων τὸ διὰ σταυροῦ.

[00028]    Οὐ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως, καὶ οὕτως ἐντυποῦν αὐτὸν τῇ ὄψει.

[00029]    Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.

[00030]    Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες ἐν οἷς [52.842] ἀποτέμνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος, τὸ ὅπλον ὁρῶν δι' οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλήν.

[00031]    βʹ.

[00032]    Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα σὲ μὴ ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται, λάμπον ὑπὲρ τὴν ἀκτῖνα τοῦ ἡλίου.

[00033]    Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων.

[00034]    Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο.

[00035]    Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν, εἰ φαρμάκων δηλητηρίων καὶ θηρίων, καὶ τῶν ἄλλων τῶν τοιούτων περιγίνεται;

[00036]    Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν.

[00037]    Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο.

[00038]    ∆ιὰ τοῦτο οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι·

[00039]    οὐδὲ ὁ θάνατος, θάνατος, ἀλλ' ὕπνος.

[00040]    ∆ιὰ τοῦτο πάντα ἔῤῥιπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν.

[00041]    Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς;

[00042]    εἰπὲ φαιδρᾷ τῇ φωνῇ, καὶ γεγηθότι προσώπῳ, Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν·

[00043]    κἂν γελάσῃ, δάκρυσον αὐτὸν, ὅτι μαίνεται.

[00044]    Εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως.

[00045]    ∆ιὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ὁ Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος·

[00046]    ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν·

[00047]    κἂν εἰς μυστήρια παιδίον εἰσαγάγῃς, γελάσεται.

[00048]    Τούτοις δὴ καὶ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι, διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν παιδίων πάσχουσιν, ὅθεν οὐδὲ συγγνώμης ἄξιοί εἰσιν.

[00049]    Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παῤῥησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας.

[00050]    Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ·

[00051]    ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος.

[00052]    ∆ιὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ

[00053]    [52.843] τῆς ἐκεῖθεν δόξης, καὶ τῶν αἰωνίων ἀγαθῶν·

[00054]    καὶ γὰρ στρατιῶται βασιλέως ἐσμὲν οὐρανίου, καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά.

[00055]    Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν;

[00056]    Ὅπου γὰρ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ.

[00057]    Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς.

[00058]    Ὁ μὲν γὰρ ἐπὶ γῆς βασιλεὺς οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς·

[00059]    ὁ δὲ τῶν οὐρανῶν, ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ.

[00060]    Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον;

[00061]    Ὅτι καὶ Παῦλος ἐπὶ γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω οὗτος τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως.

[00062]    Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις περιφέρουσιν·

[00063]    ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα καὶ Κύριον τεταμένην εἶχεν.

[00064]    γʹ.

[00065]    Ὥστε ἐὰν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο.

[00066]    Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις·

[00067]    εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί.

[00068]    ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν, Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ.

[00069]    Καὶ αὐτὸς πάλιν ὁ Θεός·

[00070]    Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥω.

[00071]    Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς αὐτοῦ, οὕτως καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν.

[00072]    Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ, Ἰδοὺ πάρειμι.

[00073]    Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις;

[00074]    ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, εἴ ποτε καλέσειεν αὐτὴν τὰ παιδία;

[00075]    Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ.

[00076]    Ἀλλ' ὁ Θεὸς ἕστηκε διηνεκῶς ἀναμένων, εἴ τις ποτὲ καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε.

[00077]    ∆ιὰ τοῦτό φησιν, Ἔτι λαλοῦντός σου·

[00078]    οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούσω.

[00079]    Καλέσωμεν τοίνυν αὐτὸν, ὡς κληθῆναι βούλεται.

[00080]    Πῶς δὲ βούλεται;

[00081]    Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα.

[00082]    ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου.

[00083]    Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει.

[00084]    Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε.

[00085]    Τότε ἐπικάλεσαί με, καὶ εἰσακούσομαί σου, ἔτι λαλοῦντός σου, ἐρῶ, ἰδοὺ πάρειμι.

[00086]    Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι, φησί;

[00087]    Τίς δὲ οὐ δύναται, εἰπέ μοι;

[00088]    Τί γὰρ δυσχερὲς τῶν εἰρημένων;

[00089]    τί δὲ ἐργῶδες;

[00090]    τί δὲ οὐ ῥᾴδιον;

[00091]    Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπάσαντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα·

[00092]    οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς ὑποδεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι κάμνοντες, ὥστε αὐτοὺς διαθρέψαι, οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες.

[00093]    Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων;

[00094]    Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον γῆς πλέθρα τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ·

[00095]    ἀλλὰ, Μετάδος τῆς οἰκίας, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως κείμενα γραμματεῖα διάῤῥηξον.

[00096]    Τί τούτων εὐκολώτερον, εἰπέ μοι;

[00097]    Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια πάντα.

[00098]    Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ [52.844] ἱμάτια καὶ βραβεῖα τιθέασιν·

[00099]    οὕτω δὴ καὶ ὁ Χριστὸς, ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ προφήτου ῥημάτων ἐκτείνων αὐτά.

[00100]    Καὶ οἱ μὲν βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι·

[00101]    διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως ὑπάγουσιν εἰς τὸ μέσον.

[00102]    Ὁ δὲ βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον, πάντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος, καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν ἅπερ ἐκταθέντα ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν.

[00103]    Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπησον μετὰ ἀκριβείας.

[00104]    Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου.

[00105]    Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι δῶρον;

[00106]    Ἀλλ' οὐκ ἔστιν ἕν.

[00107]    Καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ στεφάνους καὶ βραβεῖα, καὶ ἕτερα ἔπαθλα, καὶ εἰ βούλεσθε, λύσαντες δείξομεν τὸν πλοῦτον ἅπαντα καθὼς ἡμῖν οἷόν τε ἐπιδεῖξαι, μόνον μὴ ἀποκάμητε.

[00108]    Καὶ πρῶτον μάθωμεν, τί ἐστι, Ῥαγήσεται.

[00109]    Τὸ ταχὺ καὶ δαψιλὲς ἡμῖν ἐμφαίνει, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν, καὶ ἐπείγεται·

[00110]    καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην.

[00111]    ∆ι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται, καὶ τὸ ἄπειρον τῆς περιουσίας.

[00112]    Τί δέ ἐστι Πρώϊμον, Τουτέστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ πρὸ φανῆναι.

[00113]    Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν, ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι.

[00114]    Ποῖον δὲ λέγει φῶς, καὶ τί ποτέ ἐστι τοῦτο, Τὸ φῶς;

[00115]    Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς.

[00116]    Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης, καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τῶν βρυγμῶν τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ὀδυνηρῶν, καὶ τῆς στενοχωρίας, καὶ τῆς θλίψεως, καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τῶν ποταμῶν τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων, καὶ ἀπελεύσῃ, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, ἔνθα πολλὴ ἡ χαρὰ, καὶ εἰρήνη, καὶ ἀγάπη, καὶ τρυφὴ καὶ εὐφροσύνη·

[00117]    ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον·

[00118]    ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη·

[00119]    ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες·

[00120]    ἔνθα παλάτια ὑπάρχει τοῦ ∆εσπότου, καὶ τὰ ταμιεῖα τὰ βασιλικά.

[00121]    Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν;

[00122]    Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές.

[00123]    Μὴ οὖν ἀναβαλώμεθα, καὶ ὀκνήσωμεν ἐλεεῖν τοὺς δεομένους·

[00124]    μὴ, παρακαλῶ·

[00125]    ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν·

[00126]    πάντα φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς δόξης ἐκείνης τῆς ἀῤῥήτου·

[00127]    ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00128]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De confessione pretiosae crucis
Litterarum Omnium Conspectus: 126 Litterae, quae repetitae sunt in 9,296 occasionibus



α

0945 

742   

Α

0913 

1   

β

0946 

53   

Β

0914 

0   

γ

0947 

148   

Γ

0915 

2   

δ

0948 

185   

Δ

0916 

0   

ε

0949 

470   

Ε

0917 

6   

ζ

0950 

14   

Ζ

0918 

0   

η

0951 

136   

Η

0919 

0   

θ

0952 

113   

Θ

0920 

5   

ι

0953 

388   

Ι

0921 

0   

κ

0954 

326   

Κ

0922 

18   

λ

0955 

250   

Λ

0923 

2   

μ

0956 

242   

Μ

0924 

5   

ν

0957 

767   

Ν

0925 

0   

ξ

0958 

28   

Ξ

0926 

0   

ο

0959 

596   

Ο

0927 

14   

π

0960 

306   

Π

0928 

9   

ρ

0961 

307   

Ρ

0929 

0   

ς

0962 

326   

΢

0930 

0   

σ

0963 

352   

Σ

0931 

3   

τ

0964 

743   

Τ

0932 

22   

υ

0965 

162   

Υ

0933 

4   

φ

0966 

77   

Φ

0934 

0   

χ

0967 

64   

Χ

0935 

11   

ψ

0968 

20   

Ψ

0936 

1   

ω

0969 

123   

Ω

0937 

0   

8164 

9   

 

  

0   

8165 

18   

8172 

1   



 ά 

 8049 

 114 

 έ 

 8051 

 106 

 ή 

 8053 

 37 

 ί 

 8055 

 139 

 ό 

 8057 

 85 

 ύ 

 8059 

 58 

 ώ 

 8061 

 28 

 ὰ 

 8048 

 112 

 ὲ 

 8050 

 41 

 ὴ 

 80852 

 57 

 ὶ 

 8054 

 204 

 ὸ 

 8056 

 101 

 ὺ 

 8058 

 25 

 ὼ 

 8060 

 3 

 ᾶ 

 8118 

 17 

   

   

 0 

 ῆ 

 8134 

 55 

 ῖ 

 8150 

 65 

   

   

 0 

 ῦ 

 8166 

 107 

 ῶ 

 8182 

 110 

 ἀ 

 7936 

 82 

 ἐ 

 7952 

 113 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 53 

 ὀ 

 8000 

 7 

 ὐ 

 8016 

 84 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 5 

 ἑ 

 7953 

 6 

 ἡ 

 7969 

 39 

 ἱ 

 7985 

 15 

 ὁ 

 8001 

 28 

 ὑ 

 8017 

 18 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 15 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 3 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 17 

 ἔ 

 7956 

 39 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 8 

 ὄ 

 8004 

 8 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 8 

 ἕ 

 7957 

 8 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 4 

 ὅ 

 8005 

 22 

 ὕ 

 8021 

 14 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 1 

 ἶ 

 7990 

 13 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 3 

   

   

 0 

 ὗ 

 8023 

 6 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 4 

   

   

 0 

 ῃ 

 8131 

 16 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 12 

 ᾴ 

 8116 

 2 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 13 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 10 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De confessione pretiosae crucis
Verborum Omnium Conspectus: 932Verba, quae repetita sunt in 1,068,622 occasionibus



[00044]
[00118]
α [00002]
ἀγαθὰ [00109] [00118]
ἀγαθὸν [00032]
ἀγαθῶν [00012] [00049] [00053]
ἀγάπη [00116]
ἀγγέλους [00037] [00115]
ἀγυρτῶν [00055]
ἀγωνιζομένων [00098]
ἀδελφοὶ [00003]
ἄδικα [00091]
ἀδικίας [00081]
ἄδικον [00081]
ἀδίκως [00095]
ᾅδου [00035]
ἀθλιώτεροι [00048]
αἱ [00071] [00071] [00119] [00119] [00119]
αἷμα [00027]
αἵματος [00023]
αἰσθητὸν [00115]
αἰσχυνέσθω [00012]
αἰῶνας [00127]
αἰώνιοι [00118]
αἰώνιος [00117]
αἰωνίων [00053]
αἰώνων [00127]
ἀκαθάρτων [00029]
ἀκριβείας [00103]
ἀκτῖνα [00032]
ἀλήθειαν [00037]
ἀλλ [00013] [00038] [00039] [00048] [00051] [00115]
Ἀλλ [00049] [00076] [00106]
ἀλλὰ [00028] [00052] [00057] [00063] [00091] [00091] [00092] [00092] [00095] [00112] [00125]
ἅλλεσθαι [00125]
ἄλλων [00035]
ἁμαρτίαι [00071]
Ἀμήν [00128]
ἂν [00058] [00066] [00073]
Ἂν [00041] [00116]
ἀναβαλώμεθα [00123]
ἀναγεννηθῆναι [00015]
ἀνακηρύττουσι [00011]
ἀναλισκομένην [00100]
ἀναμένω [00078]
ἀναμένων [00076]
ἀναμνήσας [00023]
ἀναπτύξαντες [00122]
ἀνάστασιν [00005]
ἀνάσχοιτο [00058]
ἀνατελεῖ [00084]
ἀνέβη [00118]
ἀνεκαίνισε [00035]
ἀνεπέτασε [00035]
ἀνέῳξε [00034] [00035]
ἀνήγαγε [00023]
ἄνθρωποι [00100]
ἄνθρωπος [00045]
ἀνθρώπου [00007] [00118]
ἀνθρώπους [00037]
ἀνθρώπων [00025] [00026]
ἄνω [00052] [00113]
ἄνωθεν [00044]
ἄξιοί [00048]
ἀοίκητος [00011]
ἀπαλλαγήσῃ [00116]
ἅπαν [00115]
ἅπαντα [00107]
ἅπαντας [00059]
ἁπάντων [00049] [00111]
ἅπας [00049]
ἅπασαν [00033]
ἀπέδρα [00116]
ἄπειρα [00102]
ἄπειρον [00111]
ἀπελεύσῃ [00116]
ἅπερ [00102]
ἀπέτεμε [00030]
ἁπλῶς [00028]
ἀποδυσάμενοι [00091]
ἀποκαλύψεως [00044]
ἀποκάμητε [00107]
ἀπολογούμενος [00033]
ἀπόῤῥητος [00118]
ἀποτέμνονται [00030]
Ἆρα [00105]
ἀρετῆς [00001]
ἄῤῥητος [00117]
ἀῤῥήτου [00126]
ἄρτον [00082]
ἄρτου [00095]
ἀρχαγγέλους [00115]
ἀρχὰς [00115]
ἄσιτος [00094]
ἀσπιδηφόροι [00061]
ἀστέγους [00082]
ἅτε [00100]
ἀτελέστεροι [00048]
αὐτὰ [00109]
αὐτά [00099]
αὐτῇ [00004]
αὐτὴν [00074]
αὐτὸν [00017] [00028] [00028] [00043] [00076] [00079]
αὐτόν [00071]
αὐτὸς [00069]
ΑΥΤΟΥ [00001]
αὐτοῦ [00001] [00011] [00014] [00030] [00032] [00058] [00071]
αὐτοὺς [00033] [00092]
αὐτῷ [00001]
αὐτῶν [00103] [00111]
ἄφατον [00110]
ἀφεγγοῦς [00116]
ἀφιεὶς [00033]
ἄφραστον [00117]
ἀχανές [00122]
ἁψῖδας [00035]
ἀώρῳ [00048]


β [00031]
βασιλέα [00063]
βασιλείας [00126]
βασιλείοις [00058]
βασιλεῖς [00098] [00100]
βασιλεὺς [00056] [00058] [00102]
βασιλέως [00054] [00061] [00118]
βασιλικά [00120]
βασιλικὰς [00115]
βασιλικοῦ [00059]
βέλτιον [00115]
βιαίων [00081]
βίον [00055]
βούλεσθε [00107]
βούλεται [00059] [00079] [00080]
βουληθῶμεν [00065]
βοῶντες [00049]
βραβεῖα [00098] [00107]
βρυγμῶν [00116]


γ [00064]
γάμου [00119]
γὰρ [00010] [00014] [00018] [00019] [00024] [00028] [00030] [00033] [00035] [00037] [00045] [00054] [00056] [00057] [00058] [00062] [00066] [00072] [00088] [00094] [00098] [00107] [00113] [00116]
γάρ [00091]
γε [00052]
γεγηθότι [00042]
γεγόναμεν [00057]
γεέννης [00116]
γελᾷ [00045]
γελάσεται [00047]
γελάσῃ [00043]
Γενεὰ [00004]
γενέσθαι [00112]
γένοιτο [00127]
γῆ [00011]
γῆν [00037] [00052]
γῆς [00058] [00061] [00094]
γίνεσθε [00025]
γνώσεσθε [00007]
γραμματεῖα [00091] [00095]
γυμνὸν [00083]


δαίμονες [00038]
δαιμόνων [00029]
δάκρυσον [00043]
δακτύλῳ [00028]
δαπανωμένην [00100]
δαψίλειαν [00111]
δαψιλὲς [00109]
δὲ [00022] [00048] [00055] [00059] [00063] [00067] [00080] [00087] [00089] [00090] [00093] [00097] [00102] [00114]
δέ [00112]
δέῃ [00015] [00125]
δεήσεται [00102]
δεῖ [00001] [00028] [00056] [00076]
δεικνὺς [00033]
δείκνυσι [00115]
δεῖξαι [00100]
δείξομεν [00107]
δεομένους [00123]
δεσμῶν [00116]
∆εσπότῃ [00044]
∆εσπότης [00003]
∆εσποτικοῦ [00023]
∆εσπότου [00018] [00033] [00120]
δέχεται [00045]
δὴ [00048] [00099]
δήγματα [00034]
δηλητήρια [00034]
δηλητηρίων [00035]
δηλῶν [00006]
∆ι [00111]
δι [00001] [00012] [00012] [00014] [00030]
∆ιὰ [00017] [00038] [00040] [00045] [00068] [00077]
διὰ [00027] [00033] [00099] [00121]
διάβηθι [00094]
διάβολος [00030]
διαβόλου [00035]
διαθρέψαι [00092]
∆ιάθρυπτε [00082]
διακόνων [00101]
διάλυε [00081]
διάμενε [00094]
διανοίᾳ [00036]
διάνοιαν [00063]
διανοίας [00017]
διαπαντὸς [00011]
διάῤῥηξον [00095]
διάσκαψον [00094]
διάσπα [00081]
διασπάσαντες [00091]
διειστήκει [00066]
διηνεκῶς [00074] [00076]
διιστῶσιν [00071]
δικαιοσύναι [00071]
δικαιοσύνη [00084]
∆ιὸ [00023] [00052]
διὸ [00048] [00101]
διχοτομηθῆναι [00116]
δοθήσεται [00004]
δοκεῖ [00105]
δόξα [00084] [00117] [00118] [00127]
δόξης [00032] [00053] [00126]
δοῦλοι [00025]
δοῦλος [00026]
δράκοντος [00030]
δύναμαι [00051]
δύναμιν [00011] [00030] [00034]
δύνασθαι [00050]
δυνατὰ [00091]
δύναταί [00044]
δύναται [00086] [00087]
δυνατὸν [00060] [00065]
δυνήσεται [00029]
δύσκολα [00097]
δύσκολον [00093]
δυσχερὲς [00088]
δῶρον [00105]
δώσειν [00003]


ἐὰν [00065]
Ἐὰν [00083]
Ἐβουλόμην [00050]
ἐγγίζων [00070]
ἐγγόνοις [00073]
ἐγγὺς [00059]
ἐγγύς [00029] [00057]
ἐγγυτέρω [00061]
ἐγκόλαψον [00036]
ἐγχαράττειν [00028]
ἐγχειρίζοντες [00101]
ἐγώ [00007] [00070]
ἐδέξατο [00029]
ἔθη [00010]
Εἰ [00030] [00035] [00066] [00097]
εἰ [00004] [00035] [00067] [00107]
εἴ [00074] [00076]
εἶ [00068]
εἶδε [00118]
Εἶδες [00121]
εἰμι [00007] [00070]
εἶναι [00056] [00058] [00059] [00097] [00105]
εἰπὲ [00042]
εἰπέ [00087] [00096]
εἶπεν [00009] [00094] [00113]
εἴπῃ [00041]
εἴπωμεν [00049]
εἰργάσατο [00037]
εἰρημένων [00088] [00093]
εἰρήνη [00116]
εἰς [00023] [00023] [00033] [00047] [00082] [00101] [00102] [00125] [00127]
εἰσάγαγε [00082]
εἰσαγάγῃς [00047]
εἰσακούσομαί [00085]
εἴσεσθέ [00008]
εἰσὶν [00048]
εἰσιν [00048]
εἴσοδον [00035]
εἶχεν [00063]
ἑκάστην [00122]
ἕκαστον [00101] [00103]
ἑκάστῳ [00101]
ἐκεῖ [00056]
ἐκεῖθεν [00053]
ἐκεῖνα [00118]
ἐκείνην [00016]
ἐκείνης [00126]
ἐκεῖνον [00060] [00063]
ἐκείνου [00116]
ἐκταθέντα [00102]
ἐκτείνων [00099]
ἔλαβεν [00029]
ἔλεγεν [00006] [00068] [00113]
ἐλεεῖν [00123]
ἐλεημοσύνης [00001]
ἐλευθέραν [00021]
ἐλευθερίαν [00022] [00023]
ἐλευθερίας [00018]
Ἕλληνες [00048] [00049]
ἔλυσεν [00030]
ἐμαυτῷ [00052]
ἐμβληθῆναι [00125]
Ἐμοὶ [00050]
ἐμοῦ [00068]
ἔμπλησον [00021]
ἔμπροσθέν [00084]
ἔμπροσθεν [00032]
ἐμφαίνει [00109]
ἐμφαίνων [00113]
ἐν [00001] [00017] [00029] [00029] [00030] [00048] [00048] [00058] [00098] [00099] [00112]
ἓν [00101]
ἕν [00105] [00106]
ἐνάγων [00023]
ἐνδεδύμεθα [00054]
ἐνδείκνυται [00111]
ἔνδον [00107]
ἔνδυμα [00119]
ἐνδύματος [00126]
ἐνέλιπε [00033]
ἔνθα [00116] [00116] [00117] [00118] [00119] [00120]
ἐννόει [00020]
ἐννόησον [00030]
Ἐννόησον [00026]
ἐνταῦθα [00060] [00113]
ἐντυποῦν [00028]
ἐξέκοψε [00035]
ἐξέλυσε [00034]
ἐξετάθη [00010]
ἐξήλασε [00037]
ἑξῆς [00122]
ἐξουσίας [00115]
ἐοίκασι [00048]
ἔπαθλα [00097] [00099] [00107] [00121]
ἐπαισχύνεσθαι [00001]
ἐπαισχυνθῇ [00032]
ἐπαισχυνθῇς [00032]
ἐπανήγαγε [00037]
ἐπαύσαντο [00010]
ἐπεδείξατο [00121]
ἐπεὶ [00046]
ἐπείγεται [00109]
ἐπειδὴ [00102]
ἐπέστρεψε [00037]
ἐπὶ [00017] [00017] [00017] [00017] [00019] [00034] [00058] [00061] [00113] [00118]
ἐπιγράφομεν [00017]
ἐπιδεῖξαι [00107]
ἐπίδειξιν [00102]
ἐπιεικείας [00018]
ἐπιζητεῖ [00004]
ἐπικάλεσαί [00085]
ἐπιτυχεῖν [00127]
ἐπιτύχωμεν [00126]
ἐποίησε [00037]
ἐρᾷν [00052]
ἐργῶδες [00089]
ἔῤῥιπται [00040]
ἔρχηται [00032]
ἐρῶ [00072] [00085] [00113]
ἔσβεσε [00034]
ἔσῃ [00026]
ἐσμὲν [00054]
ἐσμέν [00012]
ἔσται [00097] [00102] [00110]
ἑστάναι [00060]
ἐσταυρωμένον [00041]
ἐσταύρωται [00050]
ἕστηκε [00076]
ἑστηκυῖα [00074]
ἐστὶ [00074]
ἐστί [00067]
ἐστι [00018] [00022] [00108] [00112] [00114]
ἐστὶν [00102]
ἐστιν [00003] [00091]
ἔστιν [00075] [00106]
ἔσωσεν [00001]
ἕτερα [00107]
ἕτερον [00016] [00115]
ἑτέρως [00006]
ἔτι [00038] [00085]
Ἔτι [00072] [00077] [00113]
εὐεργέτησεν [00044]
εὐεργετοῦντες [00092]
εὐθέως [00078]
εὐκαταφρόνητοι [00038]
εὔκολα [00091]
εὐκόλως [00126]
εὐκολώτερον [00096]
εὐπορίαν [00100]
εὔπορος [00102]
εὑρήσομεν [00122]
εὐφροσύνη [00116]
Εὐχαρίστησον [00044]
ἐφάνταζεν [00063]
ἐφίεται [00001] [00109]
ἔφοδον [00112]
ἔχει [00107]
ἔχειν [00052]
ἐχθροὺς [00092]
ἔχοντες [00100] [00119]
ἔχουσαι [00119]


ζωὴ [00117]
ζῶμεν [00012]


[00049] [00084] [00084] [00116] [00118] [00118] [00127]
[00061]
[00029]
ἠγοράσθητε [00024]
ἡκόντων [00033]
ἤκουσε [00118]
ἡλίκα [00121]
ἡλικίᾳ [00048]
ἡλίου [00032]
ἡμᾶς [00001] [00014] [00023] [00044] [00071] [00071] [00127]
ἡμεῖς [00030] [00049]
ἡμετέρας [00001] [00109]
ἡμέτερος [00102]
ἡμετέρων [00036]
ἡμῖν [00012] [00022] [00023] [00040] [00065] [00107] [00109] [00115]
ἡμῶν [00016] [00018] [00018] [00034] [00049] [00076] [00127]
ἦν [00061]
ἤνθησε [00010]
ἠπόρεις [00066]
ἧς [00127]
ἤχθη [00019]


θάλασσα [00011]
θάνατον [00005]
θάνατος [00039] [00039]
θαυμαστὸν [00035]
θαυμαστῶν [00046]
Θεὸς [00070] [00070] [00076]
Θεός [00069]
Θεοῦ [00084]
θηρίων [00034] [00035]
θλίψεως [00116]
θρόνον [00060]
θρόνου [00059]
θρόνους [00115]
θυμὸν [00020]
θύρας [00034]
θυρῶν [00017]


ἰάματά [00084]
ἰάσατο [00034]
ἴδῃ [00046]
ἴδῃς [00083]
ἰδοὺ [00085]
Ἰδοὺ [00072] [00113]
ἱδρῶτι [00092]
Ἰησοῦ [00127]
ἱμάτια [00098]
ἵνα [00032] [00103] [00126]
ἰοβόλου [00116]
ἰοβόλων [00034]
Ἰουδαϊκὰ [00010]
ἱπποδρομίαις [00098]
Ἴστε [00022]
ἰσχὺν [00006]
ἰσχύν [00008]
Ἰωνᾶ [00004]


κἀγὼ [00050]
καθ [00014]
Καθάπερ [00098] [00113]
καθάπερ [00099]
καθὼς [00107]
καιρίαν [00029]
καιροῦ [00113]
κακὰ [00068]
κακῶν [00112]
καλεσάντων [00076]
καλέσειεν [00074] [00076]
Καλέσωμεν [00079]
κάλλος [00117]
καλῶς [00009] [00066]
κάμνοντες [00092]
κἂν [00015] [00016] [00016] [00016] [00043] [00047] [00049] [00125] [00125] [00125] [00125] [00125]
καπήλων [00055]
καρδίαν [00118]
καρπῶν [00113]
καταβληθεῖσαν [00026]
κατάδικοι [00030]
καταξιωθῇς [00116]
κατάρας [00116]
κατατολμῆσαι [00125]
κατεχόμενος [00051]
κατεχουσῶν [00102]
καυχᾶσθαι [00001]
καύχημα [00049]
κείμενα [00095]
κεκλεισμένας [00034]
κεφάλαιον [00012] [00049]
κεφαλήν [00030]
κήρυγμα [00010]
κληθῆναι [00079]
κοινῆς [00018]
κοινὸν [00052]
κόσμος [00050]
κόσμῳ [00050] [00052]
κράζωμεν [00049]
κράτος [00127]
Κύριον [00063]
κυριότητας [00115]
Κυρίου [00127]
κωλύον [00110]
κωνείου [00034]


λαλοῦντός [00072] [00077] [00085] [00113]
λαμπάδας [00119]
λάμπον [00032]
λαμπρᾷ [00049]
λέγει [00114]
λέγειν [00050]
λέγομεν [00113]
λέγω [00023]
λέγωμεν [00049]
λέγων [00003] [00005] [00027]
λόγος [00010]
ΛΟΓΟΣ [00001]
λοιπὰ [00020]
Λύε [00081]
λύπη [00116]
λύσαντες [00107]


μαθεῖν [00044]
μάθῃς [00103]
μάθωμεν [00108]
μαίνεται [00043]
μακρὰν [00057]
μάλιστα [00008]
μᾶλλον [00048] [00055]
μάχαιραν [00029]
μαχαιρῶν [00125]
με [00008] [00085]
μέγα [00049]
μεγάλων [00046]
μὲν [00058] [00062] [00066] [00100]
μέσον [00101] [00102]
μέσῳ [00099]
μετ [00068]
Μετάδος [00095]
μετάδος [00095]
μεταχειρίζομεν [00055]
μέτρον [00091]
μέτωπον [00021]
μετώπου [00017]
μηδὲ [00044]
Μηδεὶς [00012]
μηδὲν [00052]
μήτηρ [00074] [00075]
μιᾶς [00121]
μοι [00087] [00096] [00097]
μοιχαλὶς [00004]
μόνον [00091] [00091] [00092] [00107]
μου [00008] [00008]
μυστήρια [00047]
μυστικὴν [00016]


νεῦρα [00035]
νίκης [00016]
νομίζεις [00097]
νομίσητε [00008]
νυμφὼν [00119]


ξίφος [00029]
ξίφους [00125]


[00001] [00003] [00009] [00010] [00030] [00030] [00032] [00033] [00037] [00039] [00049] [00049] [00059] [00068] [00069] [00076] [00099] [00102] [00119] [00119]
[00012] [00012] [00115]
[00045] [00058] [00102]
ὀδόντων [00116]
ὀδύνη [00116]
ὀδυνηρῶν [00116]
ὀδύνης [00116]
ὅθεν [00048]
οἱ [00030] [00038] [00061] [00098] [00100] [00119]
οἰκείων [00083]
οἰκετῶν [00076]
οἰκίαις [00017]
οἰκίας [00095]
οἶκόν [00082]
οἰκουμένη [00011]
οἰκουμένην [00033] [00037]
οἰκουμένης [00010]
οἷόν [00107]
οἷς [00030]
ὀκνήσωμεν [00123]
ὀλίγα [00100]
ὅλως [00093]
ὁμολογεῖν [00001]
ὁμοῦ [00102]
ὄντα [00091]
ὄντας [00060]
ὄντες [00100]
ὅπερ [00003]
ὅπλα [00054]
ὅπλον [00030]
ὅπου [00061] [00061]
Ὅπου [00056]
ὅπως [00001]
ὄρος [00094]
ὁρῶν [00029] [00029] [00030]
ὁρῶντες [00030]
ὅσα [00121]
ὅταν [00021] [00032] [00046]
Ὅταν [00007] [00008] [00020]
ὅτι [00007] [00033] [00043] [00044] [00045] [00048] [00049] [00050] [00068] [00091]
Ὅτι [00061]
ὁτιοῦν [00016] [00125]
Οὐ [00028] [00068] [00115]
οὐ [00004] [00042] [00045] [00051] [00057] [00070] [00075] [00075] [00087] [00090] [00092] [00092] [00105] [00112]
οὗ [00030]
Οὐδὲ [00094]
οὐδὲ [00039] [00048] [00058] [00063] [00112]
Οὐδεὶς [00029]
οὐδεὶς [00075]
οὐδὲν [00033] [00063] [00102] [00110]
οὐδενὸς [00026]
οὐδέποτε [00076]
Οὐκ [00075]
οὐκ [00038] [00048] [00058] [00078] [00091] [00106] [00118] [00118] [00118]
οὖν [00071] [00123]
οὐρανίου [00054]
οὐρανὸν [00037] [00115]
οὐρανῶν [00035] [00059] [00119] [00126]
οὖς [00118]
Οὗτοι [00062]
οὗτοι [00061]
Οὗτος [00037]
οὗτος [00045] [00061]
Οὕτω [00091] [00122]
οὕτω [00013] [00099] [00113]
οὕτως [00023] [00028] [00071] [00073] [00074] [00101] [00102] [00113]
οὐχ [00083]
οὐχὶ [00091]
ὀφθαλμὸς [00118]
ὄψει [00028] [00116]
ὄψεις [00062]
ὄψεως [00033]


παθεῖν [00125]
πάθεσι [00051]
πάθη [00020]
παιδία [00046] [00074]
παιδίοις [00048]
παιδίον [00047]
παιδίων [00048]
παλάτια [00120]
πάλιν [00006] [00069] [00113]
πάντα [00014] [00020] [00040] [00081] [00086] [00091] [00097] [00102] [00121] [00125] [00126]
πάντας [00058] [00127]
πανταχοῦ [00016] [00067]
πάντες [00049]
πάντως [00022]
παρ [00060]
παρὰ [00058]
παραγίνεται [00015]
παραδείσου [00035]
παραινῶ [00052]
παρακαλῶ [00124]
πάρειμι [00072] [00085] [00113]
παρεσκευασμένη [00074]
πάρεστι [00067]
παρέχοντα [00022]
παρήκουσε [00076]
παρθένοι [00119]
παρίσταται [00016]
παῤῥησία [00049]
παῤῥησίας [00021] [00049]
παρῶσιν [00049]
πᾶσαν [00020] [00030] [00063] [00081]
πᾶσιν [00003]
παστάδες [00119]
πάσχει [00046]
πάσχουσιν [00048]
πατὴρ [00073] [00075]
πατρίδος [00052]
Παῦλος [00023] [00061]
Παύλου [00050]
παύσομαί [00042]
πεινῶντι [00082]
πειρασμοῖς [00112]
πείσεται [00030]
πέλαγος [00094] [00122]
πεπάτηται [00040]
πέρατα [00010]
Περὶ [00001]
περὶ [00001] [00001]
περίβαλε [00083]
περιβαλοῦ [00094]
περιγενέσθαι [00008]
περιγίνεται [00035]
περιεῖλκεν [00063]
περιουσίαν [00122]
περιουσίας [00111]
περίπτυξαι [00036]
περισκόπησον [00103]
περιστελεῖ [00084]
περιφέρουσιν [00062]
περιφέρωμεν [00013]
πίστεως [00028]
πλάνην [00037]
πλέθρα [00094]
πλείονος [00049]
πλευράς [00058]
πληγὴν [00029]
πληρῶσαι [00078]
πλησίον [00067]
πλοῦτον [00107]
πνευματικά [00054]
πνευματικὸς [00119]
Πνεύματος [00045]
ποία [00074]
ποῖά [00022]
ποιεῖ [00102]
ποιῆσαι [00016] [00086]
ποίησον [00021]
ποικίλοις [00051]
Ποῖον [00114]
Ποῖος [00073]
πόλεις [00115]
πολεμοῦντα [00040]
πολλὰ [00100] [00107]
πολλαχοῦ [00062]
πολλὴ [00116]
πολλὴν [00122]
πολλῆς [00017] [00021] [00028]
πολλοὶ [00091]
πολλῷ [00115]
πολλῶν [00099] [00102]
πονηρὰ [00004]
πόῤῥω [00070]
ποταμῶν [00116]
ποτὲ [00076]
ποτέ [00114]
ποτε [00042] [00073] [00074]
πρὸ [00098] [00112] [00113]
πρό [00052]
προαιρέσει [00028]
πρόβατον [00019]
προγόνων [00034]
προελθεῖν [00109]
προπορεύσεται [00084]
πρὸς [00010] [00033] [00052] [00063] [00071] [00102]
προσήκουσαν [00023]
προσκυνεῖς [00041]
προσκυνῶ [00042]
προσκυνῶν [00042]
προσώπῳ [00042]
πρότερον [00028]
προτίθησιν [00102]
προφήτης [00068]
προφήτου [00004] [00099]
πρῶτον [00108]
Πρώϊμον [00112]
πρώϊμον [00084] [00104] [00113]
πτωχοὺς [00082] [00092]
πύλας [00035]
πῦρ [00125]
πυρὸς [00116]
Πῶς [00080]
πῶς [00060] [00109] [00109] [00121]


ῥαγήσεται [00084] [00104]
Ῥαγήσεται [00108]
ῥᾴδια [00097]
ῥᾴδιον [00090]
ῥημάτων [00099]
ῥήσεων [00122]
ῥήσεως [00121]
ῥῖψαι [00125]
ῥύμην [00110]


σάκκον [00094]
σβέσον [00020]
σὲ [00032]
σε [00078] [00084]
σεμνὰ [00012]
Σεραφὶμ [00061] [00115]
σῇ [00036]
σημεῖον [00003] [00004] [00004] [00004] [00018] [00032] [00034]
σκηναὶ [00118]
σκηνάς [00115]
σκόπει [00097]
σκότους [00116]
σκώληκος [00116]
σκωλήκων [00055]
σοί [00041]
σοι [00097] [00105]
σοῦ [00026]
σου [00029] [00072] [00077] [00082] [00082] [00083] [00084] [00084] [00084] [00084] [00085] [00085] [00104] [00113]
σπέρματός [00083]
σπουδάζοντι [00067]
σπουδῆς [00017]
σταδίῳ [00099]
σταυρὸν [00001] [00005] [00013]
σταυρὸς [00015] [00033] [00037] [00049]
σταυροῦ [00006] [00020] [00023] [00027]
σταυρωθῆναι [00010] [00052]
σταυρώσητέ [00008]
στέγῃ [00092]
στενοχωρίας [00116]
στέφανον [00013]
στέφανος [00049]
στεφάνους [00098] [00107]
στῆναι [00029]
στραγγαλιὰς [00081]
στρατιῶται [00054] [00057]
στρατιώτην [00056]
στρατόπεδον [00115]
σὺ [00068]
συγγενεῖς [00092]
συγγνώμης [00048]
συγγραφὴν [00081]
σύμβολα [00012]
σύμβολον [00016]
συμφορήσας [00102]
συνάγουσιν [00071]
συναλλαγμάτων [00081]
σύνδεσμον [00081]
συνεφόρησεν [00121]
συντεταμένῳ [00067]
σφαγὴν [00019]
σφόδρα [00102] [00109]
σφραγίζῃ [00020] [00021]
σώματος [00092]
σωτηρίαν [00036]
σωτηρίας [00001] [00012] [00018] [00109]


τὰ [00010] [00010] [00012] [00014] [00020] [00022] [00035] [00040] [00045] [00046] [00048] [00061] [00061] [00074] [00084] [00091] [00095] [00097] [00099] [00100] [00109] [00115] [00115] [00118] [00120] [00120] [00121]
ταῖς [00098]
ταμιεῖα [00120]
τὰς [00058] [00062] [00115] [00115] [00115] [00115] [00115] [00115] [00119]
ταῦτα [00086] [00116]
ταφὴν [00005]
ταχὺ [00084] [00109] [00113]
τε [00107]
τελείᾳ [00048]
τελεῖται [00014]
τεταμένην [00063]
τῇ [00028] [00028] [00036] [00036] [00042] [00049]
τὴν [00005] [00005] [00006] [00008] [00011] [00016] [00020] [00021] [00023] [00023] [00026] [00029] [00029] [00029] [00030] [00030] [00032] [00033] [00036] [00037] [00037] [00037] [00037] [00052] [00063] [00110] [00111] [00112] [00122]
Τῆς [00018]
τῆς [00001] [00001] [00010] [00012] [00016] [00017] [00017] [00018] [00018] [00018] [00028] [00032] [00033] [00044] [00049] [00052] [00053] [00095] [00109] [00111] [00116] [00116] [00116] [00116] [00126] [00126] [00126]
Τί [00055] [00088] [00093] [00096] [00112]
τί [00030] [00035] [00089] [00090] [00108] [00114]
τι [00046] [00105]
τιθέασιν [00098]
τίθησι [00099]
τιμὴν [00026] [00027]
Τιμῆς [00024]
τίμιον [00001]
Τίς [00087]
τίς [00086]
τις [00041] [00044] [00076]
Τὸ [00049] [00109] [00114]
τὸ [00003] [00004] [00010] [00010] [00012] [00016] [00018] [00021] [00027] [00027] [00029] [00030] [00032] [00034] [00049] [00084] [00091] [00094] [00094] [00101] [00104] [00110] [00111] [00112] [00113] [00113] [00115] [00115] [00119] [00127]
τοιαῦτα [00044]
τοίνυν [00012] [00020] [00032] [00036] [00041] [00055] [00079]
τοιούτων [00035]
τοῖς [00048] [00058] [00073] [00112]
τοίχων [00017]
Τὸν [00041]
τὸν [00001] [00005] [00005] [00007] [00013] [00056] [00060] [00063] [00082] [00082] [00107] [00115]
τόπους [00030]
τόπῳ [00066]
τόσα [00094] [00094]
τοσοῦτον [00032]
Τότε [00084] [00085] [00104]
τότε [00007] [00008] [00033]
ΤΟΥ [00001]
τοῦ [00001] [00004] [00006] [00007] [00013] [00017] [00018] [00020] [00023] [00023] [00023] [00030] [00032] [00033] [00035] [00045] [00059] [00059] [00061] [00061] [00083] [00084] [00092] [00095] [00099] [00113] [00116] [00116] [00116] [00116] [00116] [00116] [00116] [00118] [00119] [00120] [00126] [00127]
τοὐναντίον [00102]
τοὺς [00037] [00092] [00115] [00115] [00115] [00123] [00127]
Τουτέστιν [00112]
Τοῦτό [00003]
Τοῦτο [00034] [00036]
τοῦτό [00018] [00077]
τοῦτο [00017] [00023] [00034] [00034] [00034] [00038] [00040] [00045] [00046] [00065] [00068] [00103] [00114] [00115]
Τούτοις [00048]
τούτων [00048] [00096]
τραπέζῃ [00092]
τραφῆναι [00016]
τροφὴν [00016]
τρυφὴ [00116]
τῷ [00028] [00044] [00050] [00052] [00067] [00092] [00099]
τῶν [00012] [00017] [00017] [00029] [00033] [00034] [00035] [00035] [00036] [00046] [00048] [00049] [00053] [00057] [00057] [00059] [00076] [00083] [00088] [00093] [00098] [00099] [00101] [00102] [00112] [00113] [00116] [00116] [00116] [00116] [00116] [00116] [00119] [00122] [00126] [00127]


Υἱὸν [00007]
ὑμῖν [00052]
ὑμῶν [00052]
ὑπάγουσιν [00101]
ὑπακούσειέ [00073]
ὑπακούσω [00078]
ὑπάρχει [00120]
ὑπὲρ [00018] [00026] [00032] [00033]
Ὑπέρβηθι [00094]
ὑπερηκόντισαν [00091]
ὑπερόψει [00083]
ὑπέσχετο [00003]
ὕπνος [00039]
ὑποδεχόμενοι [00092]
ὑπόθεσιν [00020]
ὑψηλὸν [00049]
ὑψώσητε [00007]


φαιδρᾷ [00042]
φαιδρὰς [00119]
φαίνηται [00032]
φανὲν [00113]
φανῆναι [00112]
φανήσεται [00033]
φάρμακα [00034]
φαρμάκων [00035]
φέρωμεν [00126]
φησὶ [00008] [00024] [00026] [00060] [00081] [00104]
φησί [00086]
φησὶν [00072]
φησιν [00077]
φιλανθρωπίᾳ [00127]
φιλοτιμίαν [00100]
φιλοτιμοῦνται [00100]
φοβεροὶ [00038]
φοβηθήσομαι [00068]
φρίττομεν [00030]
φωνῇ [00042] [00049]
φωνὴν [00033]
φῶς [00084] [00104] [00114] [00114]
φωτὸς [00116]


χαμαὶ [00040]
χαρὰ [00116]
χάριτι [00127]
χειροτονηθῆναι [00016]
χειρῶν [00099] [00102]
Χερουβὶμ [00061] [00115]
Χριστὸν [00010]
Χριστὸς [00001] [00030] [00032] [00099]
Χριστός [00009]
Χριστοῦ [00013] [00061] [00127]
χωρὶς [00044]
χωρίων [00116]


ψυχὴν [00021]
Ψυχικὸς [00045]
ψυχῶν [00036]


[00029] [00127]
ὠδίνει [00109]
ὢν [00061]
ὧν [00111]
ὡς [00001] [00013] [00076] [00079]
Ὡς [00019]
ὥσπερ [00113]
Ὥσπερ [00071]
ὥστε [00092]
Ὥστε [00065]