0345-0407 - Iohannes Chrysostomus - In decem virgines
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn decem virginesὰ

[00002]    Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης.

[00003]    Τῇ ἁγίᾳ

[00004]    καὶ μεγάλῃ γʹ.

59.527

[00005]    αʹ.

[00006]    Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστάσεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντασίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ·

[00007]    εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος·

[00008]    ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι [59.528] σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν.

[00009]    Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν συλλαβάς.

[00010]    Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

[00011]    Πότε ἐξῆλθον;

[00012]    ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον;

[00013]    ὅτε ἔφθασε τὸ πρόσταγμα;

[00014]    ὅτε ἐπέστη τοῦ θανάτου ἡ ἀπόφασις;

[00015]    ὅτε ἀπεστάλησαν οἱ κατεπείγοντες τοῦ τέλους ἄγγελοι, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου;

[00016]    Οὐδαμῶς.

[00017]    Ἀλλὰ πότε ἐξῆλθον;

[00018]    Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.

[00019]    Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί.

[00020]    Καὶ τί τῶν φρονίμων τὸ γνώρισμα;

[00021]    Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύνην, ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ, ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα·

[00022]    ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται·

[00023]    Ἐμνημόνευσαν τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης.

[00024]    Ἔλεον θέλω, καὶ οὐ θυσίαν·

[00025]    καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως.

[00026]    Ταῦτα καλῶς βουλευόμεναι, ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου.

[00027]    Ποῖα ἄρα ἀγγεῖα;

[00028]    Τὰς τῶν πεινώντων κοιλίας.

[00029]    Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου τοὺς πτωχοὺς ἐπορίσαντο, ἐσκεύασαν μεθ' ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια·

[00030]    οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ λαμπάδες ἐφαιδρύνοντο·

[00031]    οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ [59.529] νυμφίος ἐτέρπετο·

[00032]    ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσδοκώμενος μισθὸς ηὐτρεπίζετο.

[00033]    Καὶ αἱ φρόνιμοι τὰ τοῦ ∆αυῒδ ἐβόων·

[00034]    Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν·

[00035]    αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο.

[00036]    Πῶς εἴχοντο ἑνὶ κατορθώματι;

[00037]    πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο, τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο;

[00038]    πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο;

[00039]    πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν, τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν;

[00040]    Τί οὖν τὸ πέρας;

[00041]    Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον.

[00042]    Ἀλλ' αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον, εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται·

[00043]    αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν ἐξεδέχοντο.

[00044]    Τί οὖν συντόμως οὐ λέγω;

[00045]    Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον.

[00046]    Οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλ' ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται.

[00047]    Εἶτα τί;

[00048]    Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν·

[00049]    Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ.

[00050]    Τί οὖν τὸ γινόμενον;

[00051]    Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμπάδων·

[00052]    ἀλλ' αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον.

[00053]    Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο, αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο.

[00054]    Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα.

[00055]    Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια·

[00056]    οὐκ εἶχεν ἡ ἀποτυχία ἀφορμὴν παρακλήσεως.

[00057]    Τότε οὖν προσελθοῦσαι ταῖς φρονίμοις ἐπεζήτουν, ὅπερ λαβεῖν οὐκ ἠδύναντο.

[00058]    ∆ότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

[00059]    Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν·

[00060]    ἔδει γὰρ παρὰ τῶν πωλούντων ἀγοράσαι τὸ ἔλαιον.

[00061]    ∆ότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν.

[00062]    Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι·

[00063]    ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, παρῆλθε τοῦ βίου τὸ θέατρον·

[00064]    οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός·

[00065]    νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις.

[00066]    Ἔδει προθεωρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος·

[00067]    ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως·

[00068]    ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται.

[00069]    Λέγετε, ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν.

[00070]    Οὐδεὶς ἀλλοτρίοις ἐγκαλλωπίζεται ἔργοις·

[00071]    ἕκαστος θερίζει ὅπερ ἔσπειρε.

[00072]    «∆ότε ὑμεῖς ἡμῖν ἔλαιον.».

[00073]    Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι;

[00074]    Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν·

[00075]    πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε.

[00076]    Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε·

[00077]    οὔπω ἐφέστηκεν ὁ νυμφίος·

[00078]    σπεύσατε πρὸ τοῦ κλεισθῆναι τὰς θύρας, πρὸς τοὺς πωλοῦντας ἀπέλθετε.

[00079]    Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες;

[00080]    εἴπατε·

[00081]    ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν.

[00082]    Τίνες οἱ πωλοῦντες;

[00083]    Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν ∆εσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως.

[00084]    Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύραι.

[00085]    Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας·

[00086]    ὢ τῆς ἀθεραπεύτου ὀδύνης·

[00087]    ὢ τῆς ἀπαραμυθήτου ζημίας·

[00088]    ὢ πένθους ἀπαρακλήτου.

[00089]    Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος.

[00090]    Ἦλθεν ἡ προσδοκωμένη χαρὰ, ἦλθε τῶν δικαίων τὸ καύχημα, ἦλθε μεσονυκτίῳ τὸ φῶς.

[00091]    Ἀπήντησαν αἱ φρόνιμοι, συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθησαν αἱ θύραι.

[00092]    βʹ.

[00093]    Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος·

[00094]    τρέμω, τὸ συμβὰν τοῖς γυναίοις ἀστόχημα διηγούμενος.

[00095]    Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν·

[00096]    δι' αὐτὴν γὰρ τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, [59.530] δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατεκράτησαν, ἡδονῶν κατηγωνίσαντο·

[00097]    καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον, εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα.

[00098]    Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι·

[00099]    Κύριε, Κύριε, ἄνοιξον ἡμῖν·

[00100]    ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος·

[00101]    Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

[00102]    Ὢ τῆς ἐσχάτης ἀποφάσεως·

[00103]    κἂν οὔτε δι' ἀγγέλου, ἀλλὰ δι' ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν·

[00104]    ἵνα τῆς φωνῆς ἀκούσασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα τὴν βάσανον ὑπομείνωσιν.

[00105]    Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

[00106]    Οὐκ οἶδας ἡμᾶς, ∆έσποτα;

[00107]    ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι·

[00108]    καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς.

[00109]    ∆ιὰ τί, ὦ ∆έσποτα;

[00110]    Ὁ ∆εσπότης·

[00111]    ∆ιὰ τί;

[00112]    Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·

[00113]    ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·

[00114]    ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με·

[00115]    γυμνὸς, καὶ οὐ περιεβάλλετέ με·

[00116]    ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με.

[00117]    Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων·

[00118]    Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε.

[00119]    Αἱ δὲ εἶπον·

[00120]    Μάτην οὖν, ∆έσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν;

[00121]    μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν;

[00122]    μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν;

[00123]    Ναὶ, φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε·

[00124]    παρθένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον·

[00125]    τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν, ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε·

[00126]    ἀμόλυντον ὑμῶν τὸ σῶμα, ἀλλ' ὁ τρόπος ἀνελεὴς, οὐ φύσεως, ἀλλ' ἀπανθρωπίας.

[00127]    Ὁ ἐμός ἐστι νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον.

[00128]    ∆εῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον.

[00129]    Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν·

[00130]    οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς.

[00131]    Λοιπὸν ἀπέλθετε ἀπ' ἐμοῦ, μή μου μάτην ταῖς θύραις ἐνοχλεῖτε·

[00132]    τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία.

[00133]    Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.

[00134]    Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε, ἀλλὰ τοῖς ἔργοις μιμήσασθε.

[00135]    Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ, καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις, ζηλοῦσα τὰ ῥήματα.

[00136]    Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιησώμεθα, σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώμεθα, παρακαλῶ·

[00137]    τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν·

[00138]    τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν·

[00139]    ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν.

[00140]    Αἱ γὰρ παρθένοι φιλανθρωπίαν μὴ τιμήσασαι, τοῦ νυμφῶνος ἐκβάλλονται.

[00141]    Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι;

[00142]    Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος.

[00143]    Οὐκοῦν σκόρπισον, ἀδελφὲ, ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις.

[00144]    Τὰ τῆς ἀπολογίας πραγμάτευσαι·

[00145]    πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι·

[00146]    φθάσον τοῦ νυμφίου τὴν παρουσίαν·

[00147]    δράμε τῆς ἁμαρτίας ὀξύτερον·

[00148]    πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν·

[00149]    [59.531] θεράπευσον τὸν κριτήν·

[00150]    μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός.

[00151]    Νῦν σκόρπισον χρήματα, ἵνα τότε διαλύσῃς ἐγκλήματα·

[00152]    λάλησον τῷ δικαστῇ καταμόνας, ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε·

[00153]    λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα·

[00154]    δι' αὐτοῦ τὸν κριτὴν δωροδόκησον·

[00155]    αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον·

[00156]    δι' αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον.

[00157]    Ὁ πτωχὸς λαμβάνει, καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν·

[00158]    ἀγράφως δέχεται, καὶ προσφέρει χειρόγραφα.

[00159]    Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.

[00160]    Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτωχοῦ, γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ.

[00161]    Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν, ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν.

[00162]    Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδημοῦσαν τοῦ βίου ψυχήν·

[00163]    δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια·

[00164]    ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα·

[00165]    μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης.

[00166]    Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θάνατον·

[00167]    συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κριτηρίῳ·

[00168]    χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσσαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον.

[00169]    Κτησώμεθα [59.532] δι' αὐτῶν χρεώστην τὸν κτίσαντα, τοῦ μὴ δοῦναι δίκην κατ' ἐκείνην τὴν ἡμέραν·

[00170]    ὠνησώμεθα χρήμασι τῆς τοιαύτης ἐπιτυχίας ῥήτορας.

[00171]    Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα·

[00172]    οἶδάς με τὰ τῶν πτωχῶν οἰκειούμενον.

[00173]    Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι, καὶ πᾶσι τὴν τροφὴν χορηγῶ·

[00174]    καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην, ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα, καὶ τὸν ὀβολὸν ὑποδέχομαι.

[00175]    Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον·

[00176]    κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς, ἐγὼ τῆς θέρμης αἰσθάνομαι.

[00177]    Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκαθήμενον·

[00178]    κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέψασθαι, εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον·

[00179]    κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.

[00180]    Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι.

[00181]    Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ' ἐμοῦ πληθυνόμενον.

[00182]    Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον, καὶ δι' αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου, τρία ταῦτα παρέξω σοι·

[00183]    καὶ τὸ κέρδος αὐξήσω, καὶ τὸν οἶκόν σου φυλάξω, καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι·

[00184]    ἐν ᾗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00185]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In decem virgines
Litterarum Omnium Conspectus: 123 Litterae, quae repetitae sunt in 10,274 occasionibus



α

0945 

758   

Α

0913 

3   

β

0946 

64   

Β

0914 

0   

γ

0947 

154   

Γ

0915 

1   

δ

0948 

176   

Δ

0916 

0   

ε

0949 

519   

Ε

0917 

6   

ζ

0950 

26   

Ζ

0918 

0   

η

0951 

147   

Η

0919 

0   

θ

0952 

145   

Θ

0920 

2   

ι

0953 

407   

Ι

0921 

1   

κ

0954 

300   

Κ

0922 

9   

λ

0955 

266   

Λ

0923 

3   

μ

0956 

345   

Μ

0924 

4   

ν

0957 

911   

Ν

0925 

3   

ξ

0958 

50   

Ξ

0926 

0   

ο

0959 

684   

Ο

0927 

10   

π

0960 

354   

Π

0928 

8   

ρ

0961 

381   

Ρ

0929 

0   

ς

0962 

424   

΢

0930 

0   

σ

0963 

385   

Σ

0931 

1   

τ

0964 

800   

Τ

0932 

14   

υ

0965 

196   

Υ

0933 

0   

φ

0966 

125   

Φ

0934 

1   

χ

0967 

78   

Χ

0935 

2   

ψ

0968 

12   

Ψ

0936 

0   

ω

0969 

147   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

13   

8172 

   



 ά 

 8049 

 151 

 έ 

 8051 

 109 

 ή 

 8053 

 65 

 ί 

 8055 

 196 

 ό 

 8057 

 101 

 ύ 

 8059 

 73 

 ώ 

 8061 

 26 

 ὰ 

 8048 

 68 

 ὲ 

 8050 

 28 

 ὴ 

 80852 

 87 

 ὶ 

 8054 

 107 

 ὸ 

 8056 

 108 

 ὺ 

 8058 

 16 

 ὼ 

 8060 

 3 

 ᾶ 

 8118 

 15 

   

   

 0 

 ῆ 

 8134 

 69 

 ῖ 

 8150 

 72 

   

   

 0 

 ῦ 

 8166 

 107 

 ῶ 

 8182 

 105 

 ἀ 

 7936 

 101 

 ἐ 

 7952 

 153 

 ἠ 

 7968 

 8 

 ἰ 

 7984 

 32 

 ὀ 

 8000 

 11 

 ὐ 

 8016 

 83 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 11 

 ἡ 

 7969 

 34 

 ἱ 

 7985 

 43 

 ὁ 

 8001 

 34 

 ὑ 

 8017 

 25 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 8 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 3 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 8 

 ἔ 

 7956 

 32 

 ἤ 

 7972 

 4 

 ἴ 

 7988 

 3 

 ὄ 

 8004 

 4 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 1 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 4 

 ὅ 

 8005 

 30 

 ὕ 

 8021 

 4 

 ὥ 

 8037 

 3 

 ἆ 

 7942 

 1 

   

   

 0 

 ἦ 

 7974 

 5 

 ἶ 

 7990 

 15 

   

   

 0 

 ὖ 

 8022 

 7 

 ὦ 

 8038 

 3 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 10 

   

   

 0 

 ῃ 

 8131 

 16 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 13 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 16 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 20 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In decem virgines
Verborum Omnium Conspectus: 1,022Verba, quae repetita sunt in 2,434,801 occasionibus



α [00005]
ἀγαθὴν [00018]
ἀγαθῶν [00133]
ἀγγεῖα [00026] [00027]
ἄγγελοι [00015] [00045]
ἀγγέλου [00103]
ἁγίᾳ [00003]
ἁγίῳ [00184]
ἁγνείαν [00037] [00107] [00125] [00125]
ἀγνοοῦσι [00081]
ἀγοράσαι [00060] [00084] [00089]
ἀγοράσατε [00075]
ἀγράφως [00158]
ἀγρυπνίαις [00121]
ἀδελφὲ [00143]
ἀδελφοὶ [00134]
ἀδελφῶν [00118]
ἀεὶ [00184]
ἀετὸς [00022]
ἀήττητοι [00083]
ἀθεραπεύτου [00086]
Αἱ [00053] [00119] [00140]
αἱ [00007] [00007] [00019] [00019] [00030] [00033] [00035] [00042] [00042] [00043] [00045] [00045] [00051] [00052] [00052] [00053] [00058] [00068] [00073] [00083] [00083] [00084] [00091] [00091]
αἰδέσιμοι [00083]
αἰσθάνομαι [00176]
αἵτινες [00010]
αἰῶνας [00184]
αἰῶνος [00006] [00066]
αἰώνων [00184]
ἀκηράτου [00008]
ἀκοὴν [00133]
ἀκολάκευτον [00007]
ἀκούσασαι [00104]
ἀκριβῶς [00008]
ἀλαλάζουσι [00007]
ἀλλ [00046] [00052] [00126] [00126]
Ἀλλ [00042]
ἀλλὰ [00103] [00123] [00124] [00125] [00134] [00142]
Ἀλλὰ [00017]
ἀλλοτρίαις [00133]
ἀλλοτρίοις [00070]
ἅμα [00184]
ἁμαρτίας [00018] [00147]
ἁμαρτωλοῖς [00141]
ἀμὴν [00101]
Ἀμὴν [00101] [00105]
Ἀμήν [00185]
ἀμοιρείτω [00165]
ἀμόλυντον [00126]
ἂν [00160] [00181]
Ἀναβάλλομαι [00175]
ἀνάγκῃ [00180]
ἀνάγκη [00055]
ἀνάγκης [00043] [00163]
ἀνελεὴς [00126]
ἀνὴρ [00045]
ἀνθρώπων [00006]
ἀνοίγονται [00007]
ἄνοιξον [00099]
ἄξιον [00166]
ἀξιοῦνται [00007]
ἀξίως [00008]
ἀπ [00131]
ἀπάθειαν [00038]
ἀπανθρωπίᾳ [00125] [00141]
ἀπανθρωπίας [00126]
ἀπαντήσεως [00067]
ἀπάντησιν [00007] [00010] [00015] [00018] [00048] [00049]
ἀπαραίτητον [00007] [00008]
ἀπαρακλήτου [00088]
ἀπαραμυθήτου [00087]
ἀπαράνοικτα [00097]
ἀπέδρα [00184]
ἀπεδύσαντο [00018]
ἀπέλθετε [00078] [00131]
Ἀπερχομένων [00084] [00089]
ἀπεσβέννυντο [00053]
ἀπεστάλησαν [00015]
ἀπεστράφησαν [00039]
ἀπετάξαντο [00018] [00096]
ἀπετινάξαντο [00051]
Ἀπήντησαν [00091]
ἀποδημοῦσαν [00162]
ἀποκέκλεισται [00007]
ἀπόκρισιν [00103]
ἀπολιμπάνομαι [00179]
ἀπολογίας [00144]
ἀποπηδῶσιν [00007]
ἀποσμήξας [00133]
ἀποτυχία [00056]
ἀποφάσεως [00102]
ἀπόφασις [00014]
ἀπώσαντο [00037]
ἄρα [00027]
ἆρα [00012]
ἀρκέσῃ [00074]
ἀρτίως [00008]
ἃς [00008]
ἀσθενὴς [00116]
ἄστεγον [00182]
ἀστέρες [00045]
ἀστόχημα [00094]
ἀστραπαὶ [00045]
ἀστράπτων [00007]
ἀσφαλὲς [00042]
ἀσφαλίζομαι [00142]
ἄτρωτον [00122]
αὐξήσω [00183]
αὗται [00081]
αὐτὰς [00009] [00012] [00059] [00073]
αὐτῇ [00163]
αὐτὴν [00096]
αὐτοῦ [00049] [00153] [00154] [00156] [00182]
αὐτῷ [00155]
αὐτῶν [00010] [00026] [00042] [00084] [00089] [00169]
Ἄφευκτος [00055]
ἀφθαρσίας [00018]
ἄφθαρτον [00107]
ἀφθάρτου [00008]
ἀφορμὴν [00056]


β [00092]
βαδίζειν [00018]
βάλλῃς [00160]
βάρος [00133]
βάσανον [00104]
βασιλεία [00010] [00132]
βασιλείας [00018] [00097]
βδελυξάμεναι [00008]
βήματι [00150]
βιβλίον [00007]
βίβλος [00008]
βίου [00018] [00063] [00143] [00162]
βιωτικὰς [00006]
βιωτικὴν [00018]
βιωτικοῖς [00018]
βλάπτων [00142]
βουλευόμεναι [00026]


γ [00004]
γάμου [00018] [00029]
γὰρ [00010] [00022] [00029] [00046] [00058] [00060] [00081] [00096] [00098] [00135] [00140] [00159] [00171]
γάρ [00180]
γέμουσαν [00007]
γενόμενον [00093]
Γίνεται [00048]
γινόμενον [00050]
γλώσσαις [00168]
γλώσσῃ [00134]
γλώσσης [00135]
γνωρίσεις [00160]
γνώρισμα [00020]
γοῦν [00041]
γράμματα [00164]
γράψον [00162]
γυμνὸς [00115]
γυμνός [00150]
γυμνῶν [00133]
γύναια [00055]
γυναίοις [00094]


δάκρυον [00133]
δακρύσας [00133]
δανείζει [00159]
δανείσας [00133]
∆αυῒδ [00033]
δὲ [00009] [00019] [00035] [00037] [00038] [00039] [00043] [00052] [00053] [00075] [00084] [00089] [00119]
δέδωκεν [00103]
∆εῖ [00128]
δέκα [00002] [00010]
δεξάμενος [00133]
δέξασθαι [00107]
δεξιᾶς [00107] [00135]
δεομένοις [00133]
δεομένους [00038]
δεσμοῖς [00178]
∆έσποτα [00106] [00109] [00120]
∆εσπότην [00083]
∆εσπότης [00110]
δεσποτικῶν [00137]
δέχεται [00158]
δι [00096] [00103] [00103] [00154] [00156] [00169] [00182]
∆ιὰ [00109] [00111]
διὰ [00139] [00161]
διαγνώσεως [00083]
διάγνωσιν [00148]
διαγωγὴν [00006]
διαδράσαι [00161]
διαθερμάνας [00133]
διαθήκης [00164]
διαλύσῃς [00151]
διατυποῖς [00162]
διεξελθεῖν [00009]
διεστειλάμην [00117]
διετηρήσαμεν [00107]
διεφυλάξαμεν [00107] [00122]
διηγούμενος [00094]
δίκαιοι [00007] [00007]
δίκαιον [00156]
δικαίων [00090]
δικαστῇ [00152]
δικαστὴν [00007] [00161]
δικαστὴς [00046]
δικαστοῦ [00160] [00164]
δίκην [00169]
δοκιμάσασαι [00008]
δόξα [00184]
δόξης [00006] [00096]
δὸς [00163]
∆ότε [00058] [00061] [00069] [00072]
δοῦναι [00169]
δράμε [00147]
δράμετε [00076]
δράμῃς [00179]
δύναμαι [00129]
δυνάμεις [00007] [00045]
δυνάμεναι [00104]
δύνανται [00068]
δυναστείας [00006]
δυσωπήσωμεν [00161]
δωροδόκησον [00154]
δώσῃς [00181]


Ἐὰν [00182]
ἔαρ [00083]
ἑαυτὰς [00121]
ἑαυτοῦ [00103]
ἑαυτῶν [00029] [00139]
ἐβδελύξαντο [00018]
ἐβλέποντο [00035]
ἐβόων [00033]
Ἐγγράφως [00117]
ἐγκαλλωπίζεται [00070]
ἐγκλήματα [00151]
ἔγνωσαν [00021]
ἐγὼ [00174] [00176]
ἔδαφος [00007]
ἔδει [00060] [00067] [00068]
Ἔδει [00059] [00066]
ἐδίψησα [00113]
ἐδοκίμασαν [00021]
ἐδονοῦντο [00045]
ἐδώκατέ [00112]
Εἰ [00161] [00162]
εἰδότες [00134]
εἱλίσσεται [00007]
εἰμι [00180]
εἴπατε [00080]
εἶπον [00119]
εἰρηνικάς [00130]
Εἰς [00002]
εἰς [00007] [00010] [00015] [00018] [00022] [00049] [00130] [00182] [00184]
εἰσάγῃς [00182]
εἰσάγω [00130]
εἰσόδου [00007]
Εἶτα [00047]
εἶτα [00007]
εἶχεν [00045] [00056]
εἶχον [00042] [00097]
εἴχοντο [00036]
ἐκ [00058] [00069] [00107] [00107]
ἐκάθευδον [00041]
ἐκαίοντο [00052]
ἕκαστος [00071]
ἐκβάλλονται [00140]
ἐκείνας [00008]
ἐκείνην [00169]
ἐκεῖνο [00007]
Ἐκεῖνος [00133]
ἐκείνου [00008]
ἐκκλησιῶν [00083]
ἐκκλίνωμεν [00138]
ἐκλείσθησαν [00084] [00091]
ἐκλίνετο [00045]
ἐκλονεῖτο [00045]
ἐκόσμησαν [00021]
ἑκούσιον [00018]
ἔκρουον [00098]
ἐκτήσαντο [00037]
ἐκτινάσσονται [00007]
ἐκτὸς [00167]
ἐκύκλωσεν [00055]
ἔλαιον [00042] [00060] [00061] [00072] [00084] [00097] [00127]
ἐλαίου [00026] [00035] [00058] [00068] [00069]
ἐλαίῳ [00053]
ἐλαφρύνας [00133]
ἐλαχίστων [00118]
ἐλεεινὸν [00054]
ἐλεημόνων [00132]
ἐλεημοσύνη [00032]
ἐλεημοσύνην [00021] [00174]
ἐλεημοσύνης [00002]
Ἔλεον [00024]
ἔλεος [00025]
ἐλεῶν [00159]
Ἐλθοῦσαι [00098]
ἐλπὶς [00141]
ἐλύοντο [00045]
ἐμὲ [00171]
ἐμὴ [00132]
ἐμὴν [00133]
Ἐμνημόνευσαν [00023]
ἐμοὶ [00118] [00128] [00133]
ἐμοῖς [00129]
ἐμός [00127]
ἐμοῦ [00131] [00181]
ἐμπαθὲς [00008]
ἐμπλήσας [00133]
ἐμπρόθεσμον [00012] [00148]
ἐν [00007] [00008] [00046] [00046] [00083] [00116] [00160] [00160] [00177] [00178] [00180] [00182] [00183] [00184] [00184]
ἓν [00021]
ἔνδοθεν [00100]
ἐνεθυμήθησαν [00008]
ἐνθυμηθῆναι [00068]
ἐνθυμούμενος [00093]
ἑνὶ [00022] [00036] [00118]
ἐνιαυτοῦ [00006]
ἐννοήσω [00006]
ἐνοχλεῖτε [00131]
ἐντεῦθεν [00161]
ἐνύσταξαν [00041]
ἐξ [00007] [00007]
Ἐξανατέλλω [00173]
Ἐξανέστησαν [00051]
ἐξεδέχοντο [00043]
ἐξελέξαντο [00018]
ἐξέλθετε [00049]
ἐξῆλθον [00010] [00011] [00015] [00017] [00018]
ἐπακούσωμεν [00137]
ἐπανέρχεται [00007]
ἐπαρκεῖ [00021]
ἐπεδείξαντο [00038]
ἐπεζήτουν [00057]
ἐπεθύμησαν [00018]
ἐπεθύμουν [00095]
ἐπειδὴ [00097]
Ἐπειδὴ [00112]
ἐπείνασα [00112]
ἐπέκλεισας [00108]
ἐπελάβοντο [00051]
ἐπεῤῥίφημεν [00107]
ἐπέστη [00014]
Ἐπέστη [00045]
ἐπὶ [00107] [00133] [00152]
ἐπίβασιν [00007]
ἐπιβλαβοῦς [00085]
ἐπίδειξαι [00145]
ἐπίδειξις [00065]
ἐπίδοσις [00135]
ἐπιζητεῖται [00065]
ἐπικήρου [00008]
ἐπινεύοντα [00006]
ἐπισκέψασθαι [00178]
ἐπιστασίας [00008]
ἐπιτυχίας [00170]
ἔπλασας [00107]
ἐπλήρωσαν [00026]
ἐποιήσατε [00118] [00118]
ἐπορίσαντο [00029]
ἐποτίσατέ [00113]
ἐργαζόμενος [00142]
ἔργασαι [00166]
ἔργοις [00070] [00134]
ἔργων [00021] [00065]
ἑρμηνεύει [00135]
ἔρχεται [00049]
ἐσκεύασαν [00029]
ἔσπειρε [00071]
ἐσπείρετο [00032]
ἐστε [00123]
ἐστι [00127]
ἔστι [00064]
ἐστὶν [00132]
ἐστιν [00021]
ἐσχάτης [00102]
ἐταράττοντο [00045]
ἐταράχθημεν [00034]
ἐτέρπετο [00031]
ἐτήρησαν [00008]
ἔτι [00143]
Ἔτι [00076]
ἑτοιμάζεται [00007]
ἑτοιμάσω [00183]
ἔτρεμε [00045]
ἐτρέφοντο [00030]
ἐτρώσατε [00125]
εὐαγγελιζόμεναι [00083]
Εὐαγγελίου [00009]
Εὐαγγελίων [00008]
εὐγνώμονας [00142]
εὐδαπάνητον [00006]
εὐδιάλυτον [00006]
εὐημερίας [00006]
εὐκόλως [00133]
εὐόλισθον [00008]
εὐποιίᾳ [00021]
εὐποιίας [00053] [00127]
εὑρήσεις [00178]
εὗρον [00097]
εὐσέβειαν [00142]
εὐσπλαγχνίαν [00133]
εὐφροσύνης [00018]
Ἐφ [00118]
ἐφαιδρύνοντο [00030]
ἔφαινον [00052]
ἐφέστηκεν [00077]
ἔφθασε [00013] [00063]
ἔφθασεν [00045]
ἐφικνεῖται [00022]
ἐφίσταται [00007]
ἐφόδια [00029] [00163]
ἐφρόντισαν [00008] [00008]
ἐφυλάξαντο [00096]
Ἔχεις [00171]
ἔχετε [00123]
ἐχέτω [00164]
ἕως [00143]


ζηλοῦσα [00135]
ζημίας [00087]
ζωῆς [00006] [00008] [00008] [00012] [00063]


[00007] [00008] [00010] [00014] [00021] [00032] [00045] [00045] [00056] [00063] [00065] [00090] [00132] [00135] [00135] [00143]
[00162]
[00184]
ἠγάπησαν [00018] [00018] [00039]
ἤδη [00161]
ἡδονῶν [00018] [00096]
ἠδύναντο [00057]
ἠκολουθήσαμεν [00107]
ἦλθε [00090] [00090]
ἦλθεν [00084] [00089]
Ἦλθεν [00090]
ἤλθετε [00116]
ἡμᾶς [00106]
ἡμέρᾳ [00046] [00083]
ἡμέραν [00007] [00169]
ἤμην [00114]
ἡμῖν [00008] [00058] [00061] [00069] [00072] [00074] [00099] [00107]
ἡμῶν [00058] [00107]
ἦν [00054]
ἠράσθησαν [00018]
ἠρδεύοντο [00053]
Ἦσαν [00019]
ἠσκήσατε [00125]
Ἡτοιμάσθημεν [00034]
ηὐτρεπίζετο [00032]
ηὐχαρίστουν [00031]
ἤχουν [00045]


θαλάμοις [00129]
θάνατον [00166]
θανάτου [00014]
θάῤῥει [00155]
θαυμάζετε [00134]
θέατρον [00063]
θείας [00008] [00009]
θέλω [00024]
θεραπείαν [00153]
θεράπευσον [00149]
θερίζει [00071]
θέρμης [00176]
θερμοτέρους [00142]
Θεῷ [00159] [00184]
θόρυβον [00045]
θρῆνον [00145]
θρήνων [00166]
θρόνοι [00145]
θρόνος [00007]
θύρα [00007]
θύραι [00084] [00091]
θύραις [00083] [00131]
θύρας [00078] [00108]
θυσίαν [00024]


ἰδεῖν [00095] [00104]
Ἰδοὺ [00049]
ἱκετεύειν [00059]
ἱμάτιον [00175]
ἵνα [00104] [00151] [00152]
Ιn [00001]


καθαροῦ [00018]
καιρὸν [00007] [00043]
καιρὸς [00045]
καιρός [00064]
κάλλους [00018]
καλοῦσα [00048]
καλῶς [00026]
κάμετε [00076]
κἂν [00076] [00103] [00163] [00176] [00178] [00179]
κατ [00169]
καταδέξῃ [00150]
καταδικάσῃ [00152]
καταδίκοις [00156]
Κατακαυχᾶται [00025]
κατάλληλον [00128]
καταμόνας [00152]
κατάστασιν [00007]
κατεκράτησαν [00096]
κατέλαβεν [00012]
κατεπείγοντες [00015]
κατετήξαμεν [00121]
κατεφρόνησαν [00018] [00096]
κατηγωνίσαντο [00008] [00096]
κατήρξαντο [00045]
κατόρθωμα [00021]
κατορθώματι [00036]
καυσοῦνται [00007]
καύχημα [00090]
κεκραγότος [00100]
κέρδος [00183]
κίνδυνον [00066]
κλεῖθρα [00097]
κλεισθῆναι [00078]
κλίνης [00179]
κλονεῖται [00007]
κοιλίας [00028] [00168]
κόσμον [00124]
κόσμου [00096]
κόσμῳ [00128]
κράτος [00184]
κρατοῦσαι [00035]
κραυγὴ [00048]
κρίσεως [00025]
κρίσιν [00161]
κριτὴν [00154]
κριτήν [00149]
κριτηρίῳ [00167]
κριτὴς [00007] [00157]
Κριτοῦ [00100]
κριτοῦ [00007]
κτήνεσι [00173]
κτησάμεναι [00081]
κτησαμένων [00127]
Κτησώμεθα [00169]
κτίσαντα [00169]
κτίσις [00045]
κτύποι [00045]
κύκλον [00006]
Κύριε [00099] [00099]
Κύριον [00168]
κωλύει [00009]


λάβε [00153]
λαβεῖν [00057] [00129]
λάβῃς [00182]
λαβοῦσαι [00010]
λάλησον [00152]
λαμβάνει [00157]
λαμπάδας [00010] [00035]
λαμπάδες [00030] [00042] [00058] [00068]
λαμπάδων [00008] [00051]
λέγεις [00108]
Λέγετε [00069]
Λέγουσαι [00098]
λεγούσης [00023]
λέγω [00044] [00101] [00105]
λέγων [00117] [00142]
λογικαὶ [00083]
λογικὸν [00083]
λογοθεσίου [00007]
λόγον [00133]
Λοιπὸν [00131]
λοιπὸν [00141]
λυθῆναι [00063]
λυόμενα [00007]
λύπη [00184]


μαθόντες [00138]
μακαρίζω [00008]
μᾶλλον [00075]
μάρτυρα [00171]
Μάτην [00062] [00120]
μάτην [00121] [00122] [00131]
μαχομένην [00129]
με [00113] [00114] [00115] [00116] [00172] [00177] [00178] [00182]
μεγάλῃ [00004]
μέγαν [00045]
μεθ [00029]
μείζονα [00104]
μέλη [00107]
μὲν [00037] [00038] [00039] [00042] [00052] [00124]
μέν [00123]
μερίδα [00018]
μεριμνήσω [00008]
μεσῖται [00083]
Μεσίτας [00029]
μεσίτην [00153]
μεσονυκτίῳ [00007] [00046] [00090]
μέχρι [00122]
Μήποτε [00074]
μήτρας [00107]
μικρὰ [00163]
μικρά [00076]
μικρῶν [00118]
μιμησάμενος [00133]
μιμήσασθαι [00059]
μιμήσασθε [00134]
μισθὸς [00032]
μνήματα [00007]
μνήμης [00165]
μοι [00112]
μονὴν [00183]
μόνον [00176] [00178]
μόνῳ [00155]
μου [00008] [00118] [00131]
μυστήριον [00155]
μωραὶ [00035] [00043]
μωραί [00019]
μωρῶν [00053]


Ναὶ [00108] [00123]
νεκρά [00021]
νεκροὶ [00007]
νεότητος [00107]
νηστείαις [00121]
νόμοις [00018]
νοσοῦντας [00179]
νοσοῦντος [00133]
νυκτερινὸν [00008]
νυμφευομένας [00128]
νύμφην [00129]
νυμφικὸν [00124]
νυμφίον [00122]
νυμφίος [00007] [00031] [00049] [00077] [00084] [00089]
νυμφίου [00008] [00010] [00015] [00018] [00018] [00023] [00035] [00041] [00146]
νυμφίῳ [00091]
νυμφὼν [00127]
νυμφῶνος [00007] [00140]
Νῦν [00151]
νῦν [00059] [00064] [00065] [00108] [00160] [00184]


ξένον [00133]
ξένος [00114]


[00007] [00007] [00007] [00007] [00007] [00031] [00032] [00045] [00045] [00045] [00046] [00049] [00077] [00084] [00089] [00126] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00133] [00157] [00165]
[00110] [00127] [00157] [00159]
ὀβολὸν [00174]
ὀβολοὺς [00136]
ὁδὸν [00018]
ὁδοὺς [00096]
ὀδύνη [00184]
ὀδυνηρὰν [00103]
ὀδύνης [00086]
Οἱ [00083]
οἱ [00007] [00007] [00007] [00015] [00030] [00031] [00045] [00079] [00082] [00083] [00083] [00145]
οἶδα [00101] [00105] [00108] [00108]
Οἶδάς [00177]
οἶδάς [00172]
οἶδας [00106]
οἰκείαν [00007]
οἰκειούμενον [00172]
οἰκειωσάμενος [00133]
οἰκητήριον [00132]
οἰκίαν [00182]
οἶκόν [00183]
οἰκτιρμῶν [00029]
οἴκῳ [00182]
ὀλιγοψύχῳ [00133]
ὅμως [00174]
ὄναρ [00006]
ὄνομα [00164]
ὄντως [00108]
Ὄντως [00054]
ὀξύτερον [00147]
ὅπερ [00057] [00071] [00107]
Ὅπερ [00160] [00181]
ὁπηνίκα [00162]
ὀπίσω [00107]
ὁρμήσῃς [00178]
ὀρφανίας [00133]
ὅσον [00118]
ὅταν [00008]
Ὅταν [00006]
ὅτε [00012] [00013] [00014] [00015] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018]
Ὅτε [00018]
ὅτι [00008] [00008] [00008] [00021] [00021] [00025] [00042] [00058] [00068]
Ὅτι [00021]
Οὐ [00046] [00129]
οὐ [00024] [00042] [00044] [00068] [00107] [00114] [00115] [00124] [00126]
Οὐδαμῶς [00016]
οὐδὲ [00118]
Οὐδεὶς [00070]
Οὐδὲν [00009]
οὐδὲν [00142]
Οὐκ [00106] [00108]
οὐκ [00021] [00022] [00034] [00038] [00052] [00056] [00057] [00064] [00074] [00097] [00101] [00105] [00108] [00112] [00113] [00116] [00118] [00123] [00130] [00179]
Οὐκοῦν [00143]
οὖν [00040] [00044] [00050] [00057] [00059] [00073] [00120]
οὔπω [00077]
οὐράνιον [00122]
οὐρανοῖς [00183]
οὐρανὸς [00007] [00045]
οὐρανῷ [00177]
οὐρανῶν [00007] [00010]
οὔτε [00103]
οὐχ [00018]
ὀφειλόντων [00168]
ὀφθαλμοῦ [00007]
ὄψει [00181]


πάθεσι [00107]
πάθη [00133]
πάθους [00008]
παθῶν [00096]
πάλαι [00059]
παλάμῃ [00160]
πάλιν [00025]
παλινδρομοῦσιν [00007]
πανήγυρις [00063] [00143]
πάντα [00008]
Πανταχοῦ [00180]
πάντων [00152]
παρ [00181]
παρὰ [00060] [00107]
παραβολὴν [00002]
παραγίνεται [00007] [00046]
παρακαθήμενοι [00083]
παρακαλεῖτε [00062]
παρακαλῶ [00136]
παρακλήσεως [00056] [00133]
παρακούσας [00133]
παραστῆναι [00150]
παραστῇς [00167]
παρατρέχον [00006]
παρέξω [00182]
παρήγαγε [00008]
παρῆλθε [00063]
παρθενίαν [00021] [00122]
παρθένοι [00051] [00123] [00124] [00140]
παρθένοις [00010]
παρθένους [00008]
παρθένων [00002]
παρόντος [00006] [00066]
παρουσίαν [00146]
παρουσίας [00008]
πᾶσαι [00041] [00051]
πᾶσαν [00018]
πᾶσι [00173]
παστάδα [00095]
παστάδας [00130]
Πατρὶ [00177] [00184]
πεινῶντες [00030]
πεινῶντος [00133]
πεινώντων [00028]
πεῖραν [00138]
πένησι [00136]
πένητα [00153] [00171]
πένητες [00083]
πένητι [00174] [00181]
πενήτων [00139]
πένθους [00088]
πέντε [00019] [00019]
πέρας [00040]
περὶ [00002] [00038] [00133] [00136] [00171]
περιβάλῃς [00176]
περιεβάλλετέ [00115]
περιεποιήσαντο [00038]
περικεῖσθαι [00128]
περίκεισθε [00124]
περιλείπεται [00141]
περισπασμοῖς [00018]
περιστάσεις [00006]
πίστις [00021]
πλῆθος [00142]
πληθυνόμενον [00181]
πλησίον [00133]
πλούτου [00006]
Πνεύματι [00184]
πνεύματι [00133]
πνευματικοῦ [00029]
ποθήσασαι [00122]
Ποία [00141]
Ποῖα [00027]
ποιησώμεθα [00136]
ποιοῦντος [00174]
πόλεμον [00130]
πολλοῦ [00136]
πολύσκυλτον [00006]
πόνον [00120]
πορεύεσθε [00075]
πόῤῥωθεν [00035]
Πότε [00011]
πότε [00017]
πρᾶγμα [00054]
πραγμάτευσαι [00144]
πραγμάτων [00006]
πρὸ [00078] [00145]
προΐσταμαι [00180]
προαποθέμεναι [00042]
προεβάδιζον [00045]
προείλοντο [00018]
προέτρεχον [00045]
προθεωρεῖν [00066]
προῖκας [00123]
πρόλαβε [00148]
πρόξενον [00166]
πρὸς [00007] [00007] [00008] [00021] [00048] [00073] [00075] [00078] [00083] [00142] [00142] [00153] [00168] [00179]
πρός [00116]
προσδεχόμενον [00007]
προσδοκωμένη [00090]
προσδοκώμενος [00032]
προσεδοκήσαμεν [00107]
προσελθοῦσαι [00057]
πρόσκαιρον [00006]
πρόσταγμα [00013]
προστασίᾳ [00133]
προσφέρει [00158]
πρόσωπον [00104]
προτρέχουσι [00007]
προυδώκαμεν [00107]
πτερῷ [00022]
πτωχεύσας [00133]
πτωχοὶ [00031]
πτωχὸν [00159] [00176]
πτωχὸς [00157]
πτωχοῦ [00160] [00165]
πτωχοὺς [00029] [00133]
πτωχῶν [00161] [00172]
πώλει [00156]
πωλοῦντας [00075] [00078]
πωλοῦντες [00079] [00082]
πωλούντων [00060]
Πῶς [00036]
πῶς [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00007] [00037] [00038] [00039]


ῥᾳθυμίας [00085]
ῥᾴθυμοι [00062]
ῥᾳθύμοις [00007]
ῥᾳθυμοτέρων [00142]
ῥήματα [00135]
ῥήτορας [00170]
ῥήτορες [00083]
ῥητορεῦσαι [00168]
ῥιπῇ [00007]
ῥύπον [00018]


σάλπιγγες [00007] [00045]
σαρκὸς [00120] [00125]
σβέννυνται [00058]
σβεσθήσονται [00042]
σὲ [00107]
σε [00152]
σῆς [00107]
σκιὰν [00006]
σκληραγωγίαν [00018]
σκληρὰς [00096]
σκοπήσασαι [00008]
σκοπήσω [00007]
σκορπίζειν [00136]
σκόρπισον [00143] [00151]
σκότος [00008]
σοι [00182] [00183]
σοῦ [00168] [00174]
σου [00107] [00182] [00182] [00183]
σπεύσατε [00078]
σπόγγῳ [00133]
σπουδάσωμεν [00161]
στέγην [00133]
στεναγμὸς [00184]
στενὴν [00018]
στερέωμα [00045]
στεφάνους [00107]
στοιχεῖα [00007] [00045]
σὺ [00176]
συγγενῶν [00162]
συγκαθήμενον [00177] [00178]
συγκλίνω [00174]
συγχώρησιν [00157]
συλλαβάς [00009]
συμβὰν [00094]
συμπάθειαν [00038]
συμπαθείας [00133]
συμφοραῖς [00133]
συναλλάγματος [00081]
συναλλαγμάτων [00064]
συνέθεντο [00018]
συνειδὸς [00142]
συνεισέρχεται [00133]
συνεισῆλθον [00091]
συνέστηκεν [00143]
συνηγάγετέ [00114]
συνηγόρων [00167]
συνήθειαν [00081]
συνῆψαν [00021]
συντελείας [00007]
συντόμως [00044]
Σφραγὶς [00135]
σῶμα [00107] [00126]
σώματα [00007]
σώματι [00038]
σωτηρίαν [00021]
σωφροσύνῃ [00021]
σωφροσύνην [00039]
σωφροσύνης [00018]


Τὰ [00144]
τὰ [00007] [00007] [00007] [00018] [00026] [00029] [00033] [00045] [00055] [00097] [00107] [00133] [00135] [00164] [00172]
ταῖς [00057] [00083] [00131] [00168]
ταλαιπωρίαν [00120]
τάξιν [00007]
ταραττόμεναι [00007]
Τὰς [00028]
τὰς [00006] [00008] [00009] [00010] [00035] [00062] [00078] [00108] [00128] [00168]
Ταῦτα [00026] [00134] [00142]
ταῦτα [00008] [00182]
ταύτην [00135]
ταύτης [00067]
τάφοι [00007]
τάχος [00007]
τε [00006] [00007]
τεθλιμμένην [00018]
τεθῶσιν [00145]
τελευταῖα [00162]
τέλους [00007] [00015] [00122]
τερπνοῖς [00096]
Τῇ [00003]
τῇ [00008] [00021] [00021] [00083] [00133] [00134] [00160] [00160]
Τὴν [00095] [00136]
τὴν [00002] [00006] [00006] [00006] [00007] [00007] [00007] [00007] [00008] [00018] [00018] [00018] [00021] [00021] [00037] [00037] [00039] [00039] [00048] [00095] [00103] [00104] [00107] [00120] [00122] [00125] [00125] [00133] [00133] [00133] [00133] [00138] [00142] [00146] [00148] [00153] [00161] [00162] [00169] [00173] [00174] [00174] [00182]
τῆς [00006] [00006] [00006] [00006] [00007] [00007] [00008] [00008] [00008] [00008] [00012] [00018] [00018] [00018] [00018] [00018] [00023] [00023] [00043] [00053] [00063] [00067] [00083] [00085] [00086] [00087] [00097] [00102] [00104] [00107] [00120] [00125] [00127] [00133] [00133] [00133] [00135] [00144] [00147] [00163] [00164] [00170] [00171] [00176] [00179]
Τί [00040] [00044] [00050] [00073]
τί [00020] [00047] [00109] [00111]
τιμήσασαι [00140]
Τίνες [00082]
τίνες [00079]
τις [00076]
τὸ [00006] [00006] [00006] [00006] [00007] [00007] [00008] [00008] [00008] [00012] [00013] [00020] [00021] [00040] [00042] [00042] [00045] [00050] [00054] [00060] [00063] [00084] [00090] [00090] [00093] [00094] [00104] [00126] [00127] [00133] [00133] [00142] [00142] [00155] [00156] [00164] [00175] [00183] [00184]
τό [00006]
τοιαύτης [00170]
τοίνυν [00128] [00161]
τοιοῦτον [00155]
τοιούτου [00081]
τοῖς [00007] [00018] [00018] [00094] [00096] [00107] [00129] [00133] [00134] [00136] [00141] [00156] [00173] [00178] [00180]
τὸν [00006] [00007] [00008] [00018] [00018] [00043] [00045] [00051] [00066] [00083] [00120] [00122] [00133] [00149] [00153] [00154] [00161] [00166] [00168] [00169] [00171] [00174] [00176] [00182] [00183]
τόν [00007]
Τότε [00057]
τότε [00015] [00018] [00151]
τοῦ [00006] [00006] [00006] [00007] [00007] [00007] [00007] [00008] [00008] [00008] [00008] [00009] [00010] [00014] [00015] [00015] [00018] [00018] [00018] [00018] [00023] [00029] [00033] [00035] [00041] [00058] [00063] [00066] [00069] [00078] [00096] [00100] [00133] [00133] [00133] [00138] [00140] [00143] [00145] [00146] [00160] [00160] [00162] [00164] [00169]
τοὺς [00029] [00038] [00075] [00078] [00133] [00133] [00136] [00142] [00178] [00184]
τοῦτο [00181]
τούτων [00118]
τρέμω [00094]
τρέχουσι [00007]
τρία [00182]
τρόπον [00018] [00128]
τρόπος [00126]
τροφὴν [00173]
τρυφῆς [00096]
τῷ [00007] [00038] [00053] [00091] [00128] [00133] [00133] [00150] [00152] [00167] [00174] [00177] [00181] [00184]
τῶν [00002] [00006] [00006] [00008] [00008] [00010] [00018] [00020] [00021] [00028] [00029] [00051] [00053] [00053] [00060] [00065] [00083] [00083] [00090] [00118] [00118] [00132] [00133] [00133] [00137] [00139] [00142] [00161] [00162] [00168] [00172] [00184]


ὑβρίσασι [00141]
ὑμᾶς [00101] [00105] [00108] [00108]
ὑμεῖς [00061] [00072]
ὑμῖν [00074] [00101] [00105] [00117]
ὑμῶν [00058] [00069] [00126]
ὑπεμείναμεν [00120]
ὑπὲρ [00168]
ὑπερεῖδον [00096]
ὑπετάγησαν [00018]
ὕπνον [00051]
ὕπνου [00007] [00008]
ὑπὸ [00133]
ὑπογράφει [00157]
ὑποδέχομαι [00174]
ὑποκλίνας [00133]
ὑπολέλειπται [00076]
ὑπομείνωσιν [00104]
ὕψος [00022]


φαγεῖν [00112]
φαντασίαν [00006]
φασὶν [00061]
φεισώμεθα [00136]
φησὶ [00123] [00171]
φησὶν [00010] [00019] [00041]
φθάσον [00146]
φιλανθρωπίαν [00037] [00140]
φιλίας [00171]
φιλοξενίαν [00039]
φιλοπτωχίαν [00136]
φίλων [00162]
φοβερὰν [00095]
φοβερὸς [00007]
φοβερῷ [00167]
φοβερῶς [00007] [00100]
φόβον [00008]
φόβου [00138]
φόβῳ [00007]
φρίκης [00007]
Φρίττω [00093]
φρόνιμοι [00019] [00033] [00073] [00079] [00091]
φρονίμοις [00057]
φρονίμους [00008] [00062]
φρονίμων [00020] [00053]
φροντίδα [00018]
φροντίσαι [00067]
φροντίσωμεν [00139]
φυλακῇ [00116] [00178]
φυλάξω [00183]
φύσεως [00126]
φωνῆς [00023] [00104] [00133]
φωνῶν [00137]
φῶς [00090] [00175]
φωτίζειν [00068]


χαρὰ [00090]
Χαρᾶς [00166]
χάρτης [00165]
χεὶρ [00135]
χεῖρα [00174]
χειρὶ [00160]
χειρόγραφα [00158]
χελιδόνες [00083]
χηρῶν [00133]
χορηγῶ [00173]
χόρτασον [00168]
χόρτον [00173]
χοῦς [00007]
χρεώστην [00169]
χρήμασι [00170]
χρήματα [00151]
Χρονίζοντος [00041]
χρόνου [00008]
χωρὶς [00021] [00035] [00068]


ψυχαὶ [00007]
ψυχῇ [00008]
ψυχὴν [00133]
ψυχήν [00162]
ψυχῶν [00083]


[00086] [00087] [00088]
[00062] [00079] [00109]
[00085] [00102]
ᾧἡ [00184]
Ὡμοιώθη [00010]
ὤμους [00133]
ὠνησώμεθα [00170]
ὥρα [00045] [00076]
ὥραν [00008]
ὡς [00007] [00007] [00007] [00175]