0345-0407 - Iohannes Chrysostomus - Epistula ad monachos
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Epistula ad monachos

[00001]    Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρὸς μοναχοὺς

[00002]    Φησὶν ὁ θεῖος ἀπόστολος·

[00003]    ἀδιαλείπτως προσεύχεσθε χωρὶς ὀργῆς καὶ διαλογισμῶν·

[00004]    πᾶς γὰρ λογισμὸς χωρίζων νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ἀλλ' ὅλος διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν·

[00005]    ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου τοῦτό ἐστιν, ἵνα ἀποχωρίσῃ καὶ ἀποβουκολήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρῃ φροντίδας καὶ ἡδονάς·

[00006]    ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους ἢ καὶ ἀλόγους ἐννοίας, αἷς οὐ προσέχειν ὅλως προσήκει.

[00007]    Ὅλος δὲ ὁ ἀγὼν τῆς ψυχῆς ἐστι τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφρονεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ παντομώμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα.

[00008]    Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἐν ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖν βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πλάνης εἰσὶ διαβολικῆς.

[00009]    Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

[00010]    Καὶ ὅπου τὸ σῶμα ἵσταται ἐκεῖ καὶ ὁ νοῦς ἔστω, ἵνα μέσον τοῦ Θεοῦ καὶ τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ὡς μεσότοιχον ἢ ὡς φραγμὸς ἐπισκοτῶν τὴν καρδίαν καὶ χωρίζων ἀπὸ τοῦ Θεοῦ.

[00011]    Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.

[00012]    Σχολάσατε τοίνυν διὰ παντὸς καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς καὶ μηδὲν ἕτερον ζητήσητε ἢ μόνον ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ.

[00013]    Ζητεῖτε καὶ βοᾶτε ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατόν, καὶ ὅλην τὴν νύκτα τό·

[00014]    Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς.

[00015]    Παρακαλῶ οὖν ὑμᾶς βιάσασθε τὸν νοῦν ὑμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου.

[00016]    Πολλῆς γὰρ βίας χρῄζει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ·

[00017]    βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

[00018]    Παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζετε τὰς καρδίας ὑμῶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε καὶ φυλάττετε αὐτὴν μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ·

[00019]    καὶ μηδὲν ἕτερον ἐννοεῖτε ἢ ἵνα μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν.

[00020]    Παρακαλῶ οὖν ὑμᾶς τὸν κανόνα ταύτης τῆς προσευχῆς μηδέποτε καταπαύσητε, ἀλλ' εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε ὁδεύετε εἴτε τι ποιεῖτε ἀδιαλείπτως κράζετε·

[00021]    Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς, ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρεθίσῃ πρὸς πόλεμον τῶν ἐχθρῶν.

[00022]    Πάντα γὰρ διὰ τῆς μνήμης ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχὴ εἴτε πονηρὰ εἴτε ἀγαθά, πρότερον δὲ τὰ κακὰ ἔχει ἰδεῖν ἔσω ἐν τῇ καρδίᾳ καὶ τότε τὰ καλά.

[00023]    Ἡ γὰρ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι.

[00024]    Ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐν ἡμῖν οἰκοῦσαν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι.

[00025]    Ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος·

[00026]    κατερχόμενον γὰρ τὸ μέρος τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν βυθὸν τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινοῖ, τὴν δὲ ψυχὴν σῴζει καὶ ζωοποιεῖ.

[00027]    Ἀδιαλείπτως τοίνυν παραμείνατε ἐν τῇ καρδίᾳ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ κράζοντες, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν καὶ γένηται τὰ δύο εἰς ἕν.

[00028]    Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ καὶ ἀγῶνος καὶ πόνου χρεία, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός·

[00029]    οὐκ ἔστι γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὥς φησιν ὁ ἀπόστολος.

[00030]    Τοῦ αὐτοῦ Οὕτω δεῖ τὸν εὐχόμενον εὔχεσθαι, ὡς ὅλην αὐτοῦ συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς καὶ μηδὲ μακροὺς ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνειν, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγειν ῥήματα·

[00031]    οὐ γὰρ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι.

[00032]    Καὶ τοῦτο ἀπὸ τῶν τὴν κατὰ Σαμουὴλ μητέρα τὴν Ἄνναν ἔστιν ἰδεῖν.

[00033]    ∆εῖ τοίνυν τὸν εὐχόμενον μὴ μακροὺς ἀποτείνειν λόγους καὶ συνεχῶς εὔχεσθαι τὰς εὐχάς.

[00034]    Ὁ Χριστὸς διὰ Παύλου ἐκέλευσεν ἐξ ὀλίγων διαλειμμάτων.

[00035]    Ἂν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις πολλὴν ἔδωκας τῷ διαβόλῳ τὴν ἄδειαν προσελθεῖν καὶ ὑποσκελίσαι σε καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων.

[00036]    Ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχάς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνειν δυνήσῃ τὰς εὐχὰς μετὰ πολλῆς ποιεῖν τῆς νήψεως.

[00037]    Τοῦ αὐτοῦ Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν καὶ προσεδρείαν;

[00038]    Ἄπιθι πρὸς τὴν Ἄνναν, μάθε τί ἐποίησεν ἐκείνη.

[00039]    Ἀνέστησαν, φησί, πάντες ἀπὸ τῆς τραπέζης καὶ εὐθέως ἐκείνη οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν.

[00040]    Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη κούφη τις οὖσα καὶ μὴ βαρεῖσθαι σιτίοις τισίν·

[00041]    οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα.

[00042]    Καὶ οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν διὰ τοῦτο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα.

[00043]    Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησίν, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός·

[00044]    οὐδὲν γὰρ οὕτω φωνῆς χρεία ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν ὡς συντεταμένης ψυχῆς, οὐδὲ γὰρ σχήματος, ἀλλὰ φρονήματος.

[00045]    Κἂν γὰρ ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε·

[00046]    Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν·

[00047]    καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός.

[00048]    Οὐ ζητεῖται τόπος, ἀλλὰ τρόπος.

[00049]    Κἂν ὅπουπερ ἂν ᾖς, εὔχου.

[00050]    Ναὸς εἶ, μὴ ζήτει τόπον.

[00051]    Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι καὶ μέσον ὁ Μωϋσῆς μηδὲν λαλῶν.

[00052]    Καὶ λέγει πρὸς αὐτὸν ὁ Θεός·

[00053]    τί βοᾷς πρός με;

[00054]    Καὶ σὺ τοίνυν, ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν δεσπότην Ἰησοῦν κάλεσον.

[00055]    Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον;

[00056]    Ὁ Θεὸς ἀεὶ ἐγγύς ἐστιν.

[00057]    Ἔτι σοῦ λαλοῦντος ἐρεῖ·

[00058]    ἰδοὺ πάρειμι.

[00059]    Οὐδέπω τελεῖς τὴν εὐχὴν καὶ αὐτὸς τὴν αἴτησιν δίδωσιν.

[00060]    Ἐὰν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσει τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.

[00061]    Τοῦ μεγάλου Βασιλείου Πολλάκις, φησίν, ᾔτησα καὶ οὐκ ἔλαβον.

[00062]    Πάντως ὅτι κακῶς ᾔτησας ἢ ἀπίστως ἢ μετεώρως ἢ τὰ μὴ συμφέροντά σοι.

[00063]    Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτησας, ἀλλ' οὐ παρέμεινας·

[00064]    γέγραπται γάρ·

[00065]    ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν καὶ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

[00066]    Ἐὰν γὰρ μὴ αἰτήσῃς μετὰ καμάτου καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις.

[00067]    ∆εῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ ἑκάστῳ συμφέροντα ἐν μηδενὶ κρινόμενος ὑπὸ τοῦ οἰκείου συνειδότος ὡς ἀμελῶς ἢ ῥᾳθύμως αἰτῶν·

[00068]    καὶ τότε λαμβάνεις, ὅτε θέλει ὁ Θεός.

[00069]    Κρεῖττον γάρ σου οἶδε τὰ συμφέροντά σου καὶ ἴσως διὰ τοῦτο ἀναβάλλεται τὴν πρὸς αὐτὸν προσεδρείαν σου σοφιζόμενος, ἵνα γνῷς τί ἐστι δῶρον Θεοῦ καὶ φυλάξῃς τὸ δοθὲν μετὰ φόβου.

[00070]    Πᾶν γάρ, ὃ μετὰ καμάτου πολλοῦ κτᾶταί τις, σπουδάζει τοῦτο φυλάσσειν, ἵνα μὴ ἀπολέσας αὐτὸ ἀπολέσῃ καὶ τὸν πολὺν αὑτοῦ κάματον καὶ τὴν χάριν τοῦ Κυρίου ἀθετήσας ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς.

[00071]    Τί γὰρ ὠφέλησε τὸν Σολομῶντα ταχέως λαβόντα τῆς σοφίας τὴν χάριν καὶ ἀπολέσαντα αὐτήν;

[00072]    Μὴ οὖν ὀλιγοψύχει, ἐὰν μὴ ταχέως λάβῃς τὸ αἴτημά σου.

[00073]    Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς δεσπότης, ὅτι ταχέως λαμβάνων τὴν χάριν οὐκ ἀπόλλυς αὐτήν, ἕτοιμος ἦν καὶ πρὸ τῆς αἰτήσεως παρασχεῖν σοι, νυνὶ δὲ κηδόμενός σου τοῦτο ποιεῖ.

[00074]    Εἰ γὰρ ὁ λαβὼν δοῦλος τὸ τάλαντον καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ προσειργάσατο, κατεκρίθη, πόσῳ μᾶλλον ὁ ἀπολέσας αὐτὸ κατακριθήσεται;

[00075]    Τοῦ αὐτοῦ Πρόσεχε σεαυτὸν καὶ πανταχόθεν σεαυτὸν περισκέπτου.

[00076]    Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τοῦ νοὸς ὄμμα.

[00077]    Ἐν μέσῳ παγίδων διαβαίνεις.

[00078]    Κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πανταχόθεν καταπεπήγασι.

[00079]    Πάντα οὖν περισκόπει, ἵνα σῴζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων·

[00080]    ἐκείνη γὰρ ἀνάλωτός ἐστι τοῖς βρόχοις δι' ὀξύτητα τῆς ὁράσεως, ὅθεν καὶ ἐπώνυμός ἐστι τῆς ὀξυδορκίας.

[00081]    Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν μήποτε ταῖς πάγαις ἁλοὺς θήρα γένῃ τοῦ διαβόλου ἐζωγρημένη ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

[00082]    Πρόσεχε οὖν σεαυτόν.

[00083]    Τοῦ αὐτοῦ περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου Ἐκεῖνο μέντοι γε γινώσκειν χρή, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν οὔτε αὐτὴν τὴν πρὸς τὸν Θεὸν ἀγάπην οὔτε τὴν πρὸς τὸν πλησίον δυνάμεθα κατορθῶσαι ἄλλοτε περὶ ἄλλα τῆς διανοίας ἀποπλανώμενοι.

[00084]    Ἀλλὰ καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν νοητῶν περισπασμῶν κατορθοῦται.

[00085]    Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει λέγων·

[00086]    ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.

[00087]    Καὶ ἀπὸ τοῦ ἐναντίου τὴν τοῦ Θεοῦ ἐπίγνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ τὸ ἅγιον χωρῆσαι Πνεῦμα διεμαρτύρατο.

[00088]    Πάτερ, γάρ, φησί, δίκαιε, καὶ ὁ κόσμος σὲ οὐκ ἔγνω καὶ τὸ πνεῦμα δὲ τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν.

[00089]    Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθῆσαι μέλλοντα.

[00090]    Τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται.

[00091]    Τοῦτο δὲ ποιήσαντας πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ, φαντασίαις τῶν ματαίων καταρρυπαίνειν, ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ἔχειν ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν.

[00092]    Οὕτω γὰρ περιγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ ὑπ' αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον.

[00093]    Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων, ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε, ποτὲ δέ, ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου.

[00094]    Καὶ ἔτι δυσωπητικώτερον·

[00095]    καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μενῶ αὐτοῦ ἐν τῇ ἀγάπῃ.

[00096]    Ὁ δὲ παραφθείρων ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν.

[00097]    Τοῦ αὐτοῦ Συντελεῖ δὲ καὶ τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν·

[00098]    τὸ γὰρ ἀναμεμειγμένην ἔχειν τὴν ζωὴν βλαβερόν.

[00099]    Οὐκοῦν, ἵνα μὴ δι' ὤτων ἢ δι' ὀφθαλμῶν ἐρεθισμοὺς δεχώμεθα καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀπιδιάσωμεν πρῶτον κατὰ τὴν οἴκησιν·

[00100]    οὕτω γὰρ καὶ τοῦ προλαβόντος ἔθους περιγενόμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τό·

[00101]    εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτόν.

[00102]    Πότε ἄν τις ἓν τούτων πληρῶσαι δυνηθείη;

[00103]    Χρὴ γὰρ ἡμᾶς ἀπαρνησαμένους ἑαυτοὺς καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ οὕτως ἀκολουθεῖν αὐτῷ.

[00104]    Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη καὶ ἡ τῶν θελημάτων αὐτοῦ ἀναχώρησις.

[00105]    Ἐὰν δέ τι ὑπολιπώμεθα ἑαυτοῖς μνήμης γήινον ἐν οὐσίᾳ τινὶ φθαρτῇ ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεῷ καὶ πρὸς ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον.

[00106]    Ὅλως δὲ μηδὲ περὶ τῶν ἀναγκαίων αὐτῶν μεριμνᾶν συγκεχώρηται οἷον τροφῆς καὶ ἐνδύματος.

[00107]    Τούτοις ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς ἐννοίαις τοῦ κόσμου τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος·

[00108]    οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας πεσόντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.

[00109]    Τοῦ αὐτοῦ Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδίαις ἡμῶν καταλείψομεν διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες τὸν Θεόν.

[00110]    Τοῦ αὐτοῦ Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας καὶ ὁ τοῦ μετεωρίζεσθαι ἐθισμὸς εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις παιδίοις ἐγγίγνοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιτο, ποῦ ἔχουσι τὴν ἔννοιαν καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς.

[00111]    Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόρρητα τῆς ψυχῆς, ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος.

[00112]    Τοῦ αὐτοῦ Καὶ εἶπεν ὁ Θεός·

[00113]    ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, τὸν ἔσω ἄνθρωπον λέγει.

[00114]    Ἀλλ' ἐρεῖς σύ·

[00115]    οὐ λέγει ἡμῖν περὶ λογισμῶν, τὸν ἄνθρωπον εἶπε κατ' εἰκόνα Θεοῦ, ὁ δὲ λογισμὸς πῶς ἄνθρωπος;

[00116]    Ἄκουε τοῦ ἀποστόλου λέγοντος·

[00117]    εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρᾳ.

[00118]    ∆ύο λοιπὸν γνωρίζω ἀνθρώπους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑποκεκρυμμένον ἐν τῷ φαινομένῳ.

[00119]    Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ.

[00120]    Ἀλλὰ τὸ τέλειον ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἔχοντες ὥστε τὸ μὲν σῶμα ὄργανόν ἐστι τῆς τοῦ ἀνθρώπου ψυχῆς, ἄνθρωπος δὲ κυρίως τὸ κατ' αὐτὴν τὴν ψυχήν.

[00121]    Καὶ τὸ ἀρχέτωσαν τοίνυν ἄρχει σώματι ἢ λογισμῷ;

[00122]    Ἐν ψυχῇ τὸ ἀρχικὸν ἢ ἐν σαρκί;

[00123]    Ἀλλ' ἐν τίνι τὸ ἀρχικὸν ἢ ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ;

[00124]    Ὅσῳ γὰρ λείπεται τῇ δυνάμει τοῦ σώματος ὁ ἄνθρωπος, τοσούτῳ περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ.

[00125]    Οὐχὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν εἶπε καὶ θυμούσθωσαν·

[00126]    οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν.

[00127]    Εἰ οὖν τῶν θηρίων ἄρχεις, διατί καὶ τῶν ἔνδον θηρίων οὐκ ἄρχεις;

[00128]    Εἰ τῶν ἔξω ἄρχεις, μὴ τὰ ἔνδον ἀβασίλευτα καταλείψῃς;

[00129]    Ἄρχων τοίνυν ἐκτίσθης, μὴ μέντοι λογισμοὺς ἔχε μετεώρους μηδὲ κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ.

[00130]    Ἄτοπον ἂν εἴη, τὰ μὲν πετόμενα ἔξω ἂν καταβάλλῃς, σεαυτὸν δὲ κούφως οὕτω καὶ μετεώρως ὑπεραιρόμενον καταβάλλεσθαι.

[00131]    Μὴ οὖν τυφωθεὶς ὑπεραρθῇς ὑπὲρ ὃ εἶ καὶ μείζω φρονήσῃς τῆς φύσεως τῆς ἀνθρωπίνης μηδὲ ἐπαινούμενος φυσιωθῇς μηδὲ δόξαν ἐπιζήτει μηδὲ μέγα τι σεαυτὸν εἶναι νομίσῃς, ἐπεὶ ἔσει ὥσπερ πτηνὸν ἀστήρικτον, ὧδε κἀκεῖσε περιφερόμενον.

[00132]    Ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ πάντων κύριος·

[00133]    ἡ γὰρ δεδομένη ἡμῖν ἀρχὴ τῶν ζῴων ῥυθμίζειν ἡμᾶς ὀφείλει πρὸς τὸ ἑαυτῶν ἡμᾶς ἄρχειν.

[00134]    Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων.

[00135]    Τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν τῆς καρδίας μετὰ ἀκριβείας καὶ πολλῆς ἐπιστήμης ἐπιτετραμμένος καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ εἰσάγειν, κἄν τις λογισμὸς ἐκβιάσηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ καὶ μὴ ἐᾶν εἰς λόγους ἐκφέρεσθαι, ἀλλὰ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν καὶ ἀκριβῆ τὴν φυλακήν.

[00136]    Καὶ τὰ πονηρὰ βουλεύματα μὴ ἐᾶν τίκτεσθαι καὶ τικτόμενα ἀποπνίγειν.

[00137]    ∆ιὸ καὶ ὁ Θεὸς ἔνδον αὐτοὺς τοὺς πονηροὺς λογισμοὺς ἀναιρεῖ λέγων·

[00138]    ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι καὶ τὰ ἑξῆς.

[00139]    Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ βαλεῖν ἀρχήν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν;

[00140]    Λέγει γάρ·

[00141]    ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.

[00142]    Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, φησί, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται.

[00143]    Ἐκ θυμοῦ γὰρ καὶ ἐπιθυμίας πᾶν ἁμάρτημα γίνεται τῇ ψυχῇ.

[00144]    ∆ιὰ τοῦτο καὶ ὁ ∆αβὶδ εὔχεται πρὸς τὸν Θεὸν λέγων·

[00145]    μὴ ἐκκλίνῃς τὴν καρδίαν μου.

[00146]    Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει αὐτήν μὴ γένοιτο! ἀλλ', ὃ λέγει, τοιοῦτόν ἐστι·

[00147]    μὴ ἀφῇς ἐκκλιθῆναι ἢ περιτραπῆναι εἰς πονηρὰς ἐννοίας·

[00148]    ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς κακίας καὶ τῆς πονηρίας.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Epistula ad monachos
Litterarum Omnium Conspectus: 122 Litterae, quae repetitae sunt in 12,077 occasionibus



α

0945 

798   

Α

0913 

1   

β

0946 

62   

Β

0914 

2   

γ

0947 

195   

Γ

0915 

0   

δ

0948 

205   

Δ

0916 

0   

ε

0949 

644   

Ε

0917 

6   

ζ

0950 

44   

Ζ

0918 

1   

η

0951 

174   

Η

0919 

0   

θ

0952 

152   

Θ

0920 

37   

ι

0953 

506   

Ι

0921 

0   

κ

0954 

387   

Κ

0922 

34   

λ

0955 

326   

Λ

0923 

2   

μ

0956 

360   

Μ

0924 

5   

ν

0957 

1,050   

Ν

0925 

1   

ξ

0958 

22   

Ξ

0926 

0   

ο

0959 

813   

Ο

0927 

9   

π

0960 

362   

Π

0928 

15   

ρ

0961 

456   

Ρ

0929 

0   

ς

0962 

500   

΢

0930 

0   

σ

0963 

400   

Σ

0931 

4   

τ

0964 

903   

Τ

0932 

16   

υ

0965 

221   

Υ

0933 

0   

φ

0966 

72   

Φ

0934 

1   

χ

0967 

134   

Χ

0935 

16   

ψ

0968 

25   

Ψ

0936 

0   

ω

0969 

167   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

5   

8172 

   



 ά 

 8049 

 122 

 έ 

 8051 

 120 

 ή 

 8053 

 74 

 ί 

 8055 

 202 

 ό 

 8057 

 130 

 ύ 

 8059 

 58 

 ώ 

 8061 

 25 

 ὰ 

 8048 

 134 

 ὲ 

 8050 

 65 

 ὴ 

 80852 

 108 

 ὶ 

 8054 

 164 

 ὸ 

 8056 

 151 

 ὺ 

 8058 

 15 

 ὼ 

 8060 

 7 

 ᾶ 

 8118 

 25 

   

   

 0 

 ῆ 

 8134 

 84 

 ῖ 

 8150 

 82 

   

   

 0 

 ῦ 

 8166 

 177 

 ῶ 

 8182 

 110 

 ἀ 

 7936 

 140 

 ἐ 

 7952 

 171 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 54 

 ὀ 

 8000 

 16 

 ὐ 

 8016 

 93 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 7 

 ἑ 

 7953 

 11 

 ἡ 

 7969 

 51 

 ἱ 

 7985 

 8 

 ὁ 

 8001 

 44 

 ὑ 

 8017 

 28 

 ὡ 

 8033 

 6 

 ἂ 

 7938 

 15 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 15 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 1 

 ὃ 

 8003 

 4 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 32 

 ἔ 

 7956 

 57 

 ἤ 

 7972 

 0 

 ἴ 

 7988 

 14 

 ὄ 

 8004 

 7 

 ὔ 

 8020 

 10 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 12 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 15 

 ὅ 

 8005 

 18 

 ὕ 

 8021 

 10 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 11 

   

   

 0 

 ὖ 

 8022 

 12 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 6 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 4 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 5 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 16 

   

   

 0 

 ῃ 

 8131 

 29 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 3 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 44 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 20 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Epistula ad monachos
Verborum Omnium Conspectus: 1,127Verba, quae repetita sunt in 1,655,959 occasionibus



ἀβασίλευτα [00128]
ἀγαθά [00022]
ἀγαθὸς [00004] [00073]
ἀγαθῶν [00105]
ἀγαπᾶτέ [00093]
ἀγάπῃ [00093] [00095]
ἀγάπη [00092]
ἀγάπην [00083]
ἁγίοις [00001]
ἅγιον [00087]
ἀγορᾷ [00060]
ἀγρυπνίαν [00037]
ἀγωγῆς [00110]
ἀγὼν [00005] [00007]
ἀγῶνος [00028]
ἄδειαν [00035]
ἀδελφῷ [00141]
ἀδιαλείπτως [00003] [00020]
Ἀδιαλείπτως [00027]
ἀδιάπτωτον [00092]
ἄδολον [00111]
ἀδύνατον [00087]
ἀεὶ [00056]
ἀθέατον [00105]
ἀθετήσας [00070]
ἄθλιος [00008]
αἱ [00142]
Αἰγύπτιοι [00051]
αἷμα [00029]
αἷς [00006]
αἰσχύνην [00111]
αἴτημά [00072]
αἰτήσεως [00060] [00073]
αἰτήσῃς [00066]
αἴτησιν [00059]
αἰτῶν [00067]
αἰωνίου [00070]
ἀκαθάρτοις [00007]
ἀκάνθαις [00107]
ἀκάνθας [00108]
ἀκίνητον [00105]
Ἀκοίμητον [00076]
ἀκολουθεῖν [00103]
ἀκολουθῆσαι [00089]
Ἄκουε [00116]
ἀκούει [00047]
ἀκουσθῆναι [00031]
ἀκρίβειαν [00096]
ἀκριβείας [00135]
ἀκριβῆ [00135]
ἀληθείας [00067] [00088]
ἀληθινῶς [00089]
ἀληθῶς [00119]
ἀλλ [00004] [00020] [00030] [00031] [00042] [00063] [00117] [00126] [00146]
Ἀλλ [00114] [00123]
ἀλλὰ [00018] [00028] [00029] [00044] [00046] [00048] [00091] [00135]
ἄλλα [00083]
Ἀλλὰ [00028] [00084] [00120]
ἄλλας [00006]
ἀλλαχοῦ [00008]
ἄλλης [00083]
ἄλλοτε [00083]
ἀλλοτρίως [00100]
ἀλλοτριώσει [00084]
ἄλλων [00134]
ἀλόγου [00126]
ἀλόγους [00006]
ἀλόγων [00081] [00126]
ἁλοὺς [00081]
ἅμα [00092]
ἁμάρτημα [00143]
ἁμαρτίαις [00109]
ἁμαρτίαν [00024]
ἀμελῶς [00067]
ἀμετεώριστον [00085] [00097]
ἀμετεωρίστου [00083]
ἂν [00041] [00049] [00060] [00110] [00111] [00130] [00130] [00134]
ἄν [00102]
Ἂν [00035] [00036]
ἀναβάλλεται [00069]
ἀναγκαίων [00106]
ἀνάγκη [00105]
ἀναιρεῖ [00137]
ἀνακαινοῦται [00117]
ἀνακρίνοιτο [00110]
ἀνάλωτός [00080]
ἀναμεμειγμένην [00098]
ἀναξηραίνειν [00135]
ἀνάξιος [00070]
ἀνάπαυσιν [00039]
ἀναχωρήσει [00084]
ἀναχωρήσεως [00090]
ἀναχώρησις [00104]
ἀνεξάλειπτον [00091]
ἀνεπιτήδειον [00111]
Ἀνέστησαν [00039]
ἀνθρωπίνης [00131]
ἄνθρωποι [00119]
ἄνθρωπον [00113] [00113] [00115] [00119] [00125]
ἄνθρωπός [00055]
ἄνθρωπος [00008] [00115] [00117] [00120] [00124]
ἀνθρώπου [00120]
ἀνθρώπους [00118]
ἀνθρώπων [00011]
Ἄνναν [00032] [00038]
ἀνοίγειν [00134]
ἄνοιξιν [00135]
ἀπαγαγεῖν [00035]
ἀπάγουσα [00016]
ἅπαντα [00036]
ἀπαρνησαμένους [00103]
ἀπαρνησάσθω [00101]
ἀπατώμενος [00008]
ἀπέλθῃς [00055]
ἅπερ [00008]
ἀπηγορευμένοις [00111]
ἀπιδιάσωμεν [00099]
Ἄπιθι [00038]
ἀπίστως [00062]
ἁπλοῦν [00111]
ἀποβουκολήσῃ [00005]
ἀποκειμένων [00105]
ἀπολέσαντα [00071]
ἀπολέσας [00070] [00074]
ἀπολέσῃ [00070]
ἀπόλλυς [00073]
ἀπομορφοῦται [00008]
ἀποπλανώμενοι [00083]
ἀποπνίγειν [00135] [00136]
ἀπόρρητα [00111]
ἀπόστολος [00002] [00029]
ἀποστόλου [00116]
ἀποτείνειν [00033]
ἀποτείνοντα [00030]
ἀποχωρίσῃ [00005]
ἄραντας [00103]
Ἄρνησις [00104]
ἁρπάζῃ [00011]
ἀρχάς [00029]
Ἄρχε [00132]
ἄρχει [00121]
ἄρχειν [00126] [00133]
ἄρχεις [00127] [00127] [00128]
ἀρχέτωσαν [00121]
ἀρχὴ [00133]
ἀρχήν [00139]
ἀρχικὸν [00122] [00123]
Ἄρχων [00129]
ἀσθενῶν [00096]
ἄσκησις [00084]
ἄστατος [00129]
ἀστήρικτον [00131]
ἀσφαλῆ [00135]
ἀσφαλίζεσθαι [00009]
Ἄτοπον [00130]
ἀτόπων [00060] [00111]
αὐτὴ [00092]
αὐτῇ [00016]
αὕτη [00021]
αὐτὴν [00018] [00024] [00025] [00083] [00120]
αὐτήν [00071] [00073] [00146]
αὐτῆς [00043] [00043]
αὐτὸ [00070] [00074] [00074]
αὐτὸν [00009] [00023] [00052] [00069] [00135]
αὐτὸς [00059]
αὐτοῦ [00030] [00030] [00037] [00075] [00081] [00083] [00091] [00095] [00097] [00104] [00109] [00110] [00112] [00134]
αὑτοῦ [00070] [00141]
αὐτοὺς [00137] [00139]
αὐτῷ [00011] [00103]
αὐτῶν [00092] [00106]
ἀφῆκε [00042]
ἀφῇς [00147]
ἀφίησιν [00139]


βαλεῖν [00139]
βαρεῖσθαι [00040]
βασιλεία [00017]
Βασιλείου [00061]
βιαζομένη [00022]
βιαζόμενοι [00016]
βίας [00016]
βιάσασθε [00015]
βιαστῶν [00017]
βίου [00089] [00108]
βλαβερόν [00098]
βλαστῆσαι [00139]
βλέπειν [00008]
βοᾷς [00053]
βοᾶτε [00013]
βορβόρῳ [00105]
Βούλει [00037]
βουλεύματα [00136]
βουλευμάτων [00134]
βοῶν [00046]
βρόχοι [00078]
βρόχοις [00080]
βρόχων [00079]
βυθὸν [00026]


γὰρ [00004] [00005] [00016] [00022] [00023] [00026] [00029] [00031] [00035] [00041] [00043] [00044] [00044] [00045] [00047] [00055] [00060] [00066] [00067] [00071] [00073] [00074] [00080] [00092] [00098] [00100] [00103] [00109] [00111] [00124] [00126] [00133] [00143] [00148]
γάρ [00017] [00064] [00069] [00070] [00088] [00140]
γε [00083] [00089]
γέγραπται [00064]
γέενναν [00141]
γένῃ [00081] [00132]
γένηται [00027] [00070]
γένοιτο [00146]
γεωργοῦ [00107]
γήινον [00105]
γίνεται [00143]
γινώσκειν [00083]
γνωρίζω [00118]
γνῷς [00069]
γυναικὶ [00138]


∆αβὶδ [00144]
δάκρυα [00041]
δαπανῆσαι [00024]
δὲ [00007] [00007] [00008] [00011] [00022] [00026] [00036] [00063] [00067] [00073] [00088] [00090] [00091] [00096] [00097] [00106] [00110] [00111] [00115] [00119] [00120] [00130] [00134] [00135]
δέ [00093] [00104] [00105] [00108]
δεδομένη [00133]
∆εῖ [00033] [00067]
δεῖ [00030] [00089] [00135]
δείκνυσιν [00093]
δέξασθαι [00087]
δεσμῶν [00089]
δεσπότην [00054]
δεσπότης [00073] [00126]
δεχώμεθα [00099]
δῆλός [00096]
δι [00080] [00099] [00099]
∆ιὰ [00144]
διὰ [00009] [00012] [00022] [00034] [00042] [00069] [00090] [00091] [00109] [00110]
διαβαίνεις [00077]
διαβολικῆς [00008]
διάβολός [00004]
διάβολος [00007] [00008]
διαβόλου [00004] [00005] [00081]
διαβόλῳ [00035]
διάθεσιν [00085]
διαλαμβάνειν [00036]
διαλειμμάτων [00034]
διαλογισμῶν [00003]
διανοίᾳ [00046] [00129]
διάνοιαν [00030] [00035] [00060] [00083]
διανοίας [00031] [00044] [00083] [00110]
διαρκὲς [00092]
διατάσσεσθαι [00008]
διατί [00127]
διαφθείρεται [00117]
δίδωσιν [00059]
διεγείρουσα [00092]
διεμαρτύρατο [00087]
διηνεκοῦς [00091]
δίκαιε [00088]
∆ιὸ [00137]
διότι [00074]
διπλοῖ [00119]
δοθὲν [00069]
δοκεῖ [00004] [00040]
δοκεῖν [00008]
δόξαν [00131]
δορκὰς [00079]
δοῦλος [00074]
δράκοντα [00026]
δυνάμεθα [00083]
δυνάμει [00124]
δύναμιν [00025]
δύναται [00088]
δυνατόν [00013]
δυνηθείη [00102]
δυνηθῶμεν [00099]
δυνήσει [00060]
δυνήσῃ [00036]
∆ύο [00118]
δύο [00027] [00028]
δυσωπητικώτερον [00094]
δῶρον [00069]
δώσομεν [00109]


ἐὰν [00072] [00093] [00093] [00134]
ἐᾶν [00135] [00136]
Ἐὰν [00011] [00060] [00066] [00105]
ἑαυτοῖς [00105]
ἑαυτόν [00101]
ἑαυτοῦ [00104]
ἑαυτοὺς [00103]
ἑαυτῶν [00091] [00133]
ἐβόα [00042]
ἐγγίγνοιτο [00110]
ἐγγύς [00056]
ἐγκαταβαλλομένης [00107]
ἐγκαταλαμβάνεσθαι [00111]
ἔγνω [00088]
ἐγχρονίζειν [00011]
ἐγὼ [00095]
ἐδόθη [00126]
ἔδωκας [00035]
ἐζήσαμεν [00100]
ἐζωγρημένη [00081]
ἐθισμὸς [00110]
ἔθους [00100]
ἐθῶν [00090]
Εἰ [00063] [00073] [00074] [00127] [00128]
εἰ [00004] [00013] [00046] [00110] [00117]
εἴ [00101]
εἶ [00050] [00131]
εἰδότες [00134]
εἰδὼς [00135]
εἴη [00130]
εἰκόνα [00113] [00115] [00125] [00126]
εἰκονογραφεῖ [00007]
εἰλικρινῆ [00085]
εἶναι [00004] [00008] [00087] [00105] [00131]
εἶπε [00115] [00125]
εἶπεν [00112]
εἰπόντος [00107]
εἴπω [00004]
εἰς [00005] [00011] [00015] [00016] [00026] [00027] [00030] [00035] [00055] [00065] [00081] [00108] [00135] [00141] [00147]
εἰσάγειν [00135]
εἰσέρχονται [00016]
εἰσήκουσεν [00043]
εἰσὶ [00008]
εἰσιν [00108]
εἴτε [00020] [00020] [00020] [00020] [00022] [00022]
ἐκ [00079] [00086] [00111]
Ἐκ [00143]
ἑκάστῳ [00067]
ἐκβαλεῖν [00091]
ἐκβιάσηται [00135]
ἐκβληθῇ [00028]
ἐκεῖ [00010]
ἐκεῖθεν [00148]
ἐκείνη [00038] [00039] [00080]
Ἐκεῖνο [00083]
ἐκείνου [00081]
ἐκέλευσεν [00034]
ἐκκλησίας [00045]
ἐκκλιθῆναι [00147]
ἐκκλίνει [00146]
ἐκκλίνῃς [00145]
ἐκριζῶσαι [00025]
ἐκτάσεως [00044]
ἐκτείνειν [00030]
ἐκτείνῃς [00035]
ἐκτίσθης [00129]
ἐκφέρειν [00135]
ἐκφέρεσθαι [00135]
ἔλαβον [00061]
ἐλέγξαι [00024]
ἐλέγχων [00111]
ἐλεεινῇ [00012]
ἐλέησόν [00046]
ἐλέησον [00014] [00021]
ἔλεος [00012]
ἐμαρτύρει [00085]
ἐμὰς [00093]
ἐμβλέψας [00138]
ἐμποδιζούσαις [00107]
ἔμπροσθεν [00051]
ἐμφυτευθῇ [00018]
ἐν [00001] [00006] [00007] [00008] [00011] [00012] [00016] [00018] [00019] [00022] [00024] [00025] [00027] [00031] [00031] [00060] [00060] [00060] [00060] [00065] [00067] [00067] [00084] [00093] [00095] [00096] [00100] [00105] [00105] [00109] [00110] [00118] [00120] [00122] [00123] [00123] [00132]
ἓν [00102]
ἔν [00105]
ἕν [00027]
Ἐν [00077] [00122]
ἕνα [00118] [00118]
ἐναντίου [00087]
ἔνδον [00042] [00119] [00127] [00128] [00135] [00137]
ἐνδύματος [00106]
ἐνέργειαν [00009]
ἑνὶ [00008]
ἐννοεῖτε [00019]
ἐννοίαις [00107]
ἔννοιαν [00091] [00091] [00110]
ἐννοίας [00006] [00111] [00147]
ἐνοικήσῃ [00028]
ἔνοικον [00109]
ἔνοχος [00141]
ἐνταῦθα [00105]
ἐντετυπωμένην [00091]
ἐντολὰς [00006] [00093] [00095]
ἐντολάς [00093]
ἐντολῆς [00083] [00096]
ἐντολῶν [00092] [00100]
ἐνώπιον [00011]
ἐξ [00034] [00067]
ἐξαγορεύει [00111]
ἑξῆς [00138]
ἐξουσίας [00029]
ἔξω [00045] [00117] [00119] [00128] [00130]
ἐπαγγελίαις [00105]
ἐπαινούμενος [00131]
ἐπεὶ [00131]
ἐπειδὴ [00042] [00042]
ἐπέλθῃ [00054]
ἐπὶ [00040] [00054]
ἐπίγνωσιν [00087]
ἐπιζήτει [00131]
ἐπιθυμῆσαι [00138]
ἐπιθυμίαν [00105] [00139]
ἐπιθυμίας [00143]
ἐπικλήσεως [00009]
ἐπιμένειν [00099]
ἐπισκοτῶν [00010]
ἐπιστατούντων [00110]
ἐπιστήμης [00135]
ἐπιστολὴ [00001]
ἐπιτετραμμένος [00135]
ἐπιτρέπει [00107]
ἐπιτυχεῖν [00060]
ἐποίησεν [00038]
ἐπουρανίων [00105]
ἐπώνυμός [00080]
ἐργασίᾳ [00096]
ἐργασίαν [00092]
ἔργον [00015] [00016] [00028]
ἐρεθίσῃ [00021]
ἐρεθισμοὺς [00099]
ἐρεῖ [00057]
ἐρεῖς [00114]
ἔρχεται [00101]
ἔσει [00131]
ἐσθίετε [00020]
ἐσμὲν [00119]
ἐσμεν [00119]
ἔσο [00129]
ἑσπέρας [00013]
ἔσται [00141]
ἐστὲ [00086]
ἐστι [00007] [00069] [00080] [00080] [00096] [00120] [00146]
ἔστι [00028] [00029]
ἐστίν [00004]
ἐστιν [00004] [00005] [00016] [00017] [00055] [00056] [00104]
ἔστιν [00032]
ἔστω [00010]
ἑστὼς [00008]
Ἔστωσαν [00142]
ἔσω [00018] [00022] [00113] [00117]
Ἔσω [00119]
ἔσωθεν [00006]
ἕτερον [00010] [00012] [00019]
ἔτι [00094]
Ἔτι [00057]
ἕτοιμος [00073]
ἐτρέπετο [00039]
Εὐαγγέλιον [00084]
εὐαρεστήσεως [00084]
εὐθέως [00039]
εὐκόλως [00110] [00111]
εὐλόγους [00006]
εὐποιίας [00006]
εὑρεῖν [00022]
εὑρίσκηται [00010]
εὐχὰς [00036]
εὐχάς [00033] [00036]
εὔχεσθαι [00030] [00033]
εὔχεται [00144]
εὐχὴν [00059]
εὐχόμενον [00030] [00033]
εὔχου [00049]
ἔχε [00076] [00129]
ἔχει [00022] [00022] [00023] [00024] [00024] [00025] [00025]
ἔχειν [00091] [00098] [00135]
ἔχῃς [00060]
ἐχθρὸς [00028]
ἐχθροῦ [00025] [00078]
ἐχθρῷ [00109]
ἐχθρῶν [00021]
ἔχομεν [00119]
ἔχοντες [00109] [00120]
ἔχουσι [00110]
ἕως [00012] [00013] [00015] [00018] [00028]


ζήτει [00050]
ζητεῖται [00048]
Ζητεῖτε [00013]
ζητῆσαι [00067]
ζητήσητε [00012]
ζωγράφος [00007]
ζωὴν [00016] [00098]
ζωῆς [00070]
ζωοποιεῖ [00026]
ζῴων [00133]


[00011] [00016] [00016] [00016] [00017] [00021] [00022] [00024] [00025] [00027] [00029] [00084] [00092] [00104] [00104] [00110] [00133] [00148]
[00006] [00010] [00012] [00019] [00028] [00062] [00062] [00062] [00067] [00091] [00099] [00121] [00122] [00123] [00147]
[00023] [00024] [00025] [00043]
[00134]
ᾔδει [00073]
ἡδονάς [00005]
ἡδονῶν [00108]
ἠκούετο [00043]
ἡλικίας [00111]
ἡμᾶς [00012] [00014] [00021] [00103] [00133] [00133]
ἡμέρᾳ [00011] [00117] [00117]
ἡμέρας [00028]
ἡμετέραν [00113] [00125]
ἡμῖν [00024] [00029] [00092] [00105] [00115] [00133]
ἡμῶν [00001] [00009] [00012] [00018] [00021] [00026] [00091] [00107] [00107] [00109] [00117]
ἦν [00051] [00073]
ἡνιοχεῖν [00009]
ᾖς [00045] [00049] [00060] [00060]
ᾔτησα [00061]
ᾔτησας [00062] [00063]
ἠφίει [00041]


Θάλασσα [00051]
θαλάσσῃ [00060]
θανάτου [00015]
θαυμασίων [00091]
θεῖος [00002]
θέλει [00068]
θέλημα [00081]
θελημάτων [00104]
Θεὸν [00030] [00054] [00060] [00083] [00084] [00092] [00144]
Θεόν [00109]
Θεὸς [00011] [00056] [00137] [00146]
Θεός [00043] [00047] [00052] [00068] [00112]
Θεοῦ [00004] [00005] [00007] [00010] [00010] [00014] [00018] [00021] [00069] [00087] [00091] [00091] [00096] [00100] [00115] [00126]
Θεῷ [00012] [00089] [00105]
θήρα [00081]
θηρίων [00127] [00127]
θυμοῦ [00143]
θυμούσθωσαν [00125]
θύραι [00142]
θύραν [00135]
θυρῶν [00134]
θυρωρὸς [00134]


ἰδεῖν [00022] [00032]
ἰδιάζειν [00097]
ἰδοὺ [00058]
Ἰησοῦ [00009] [00014] [00018] [00021] [00021] [00026] [00027] [00046] [00107]
Ἰησοῦν [00054]
ἱκετηρίαν [00030]
ἵνα [00004] [00005] [00010] [00011] [00019] [00021] [00027] [00055] [00069] [00070] [00079] [00099] [00099] [00132]
ἵσταται [00010]
ἴσως [00069]
Ἰωάννου [00001]


καθαρᾶς [00091]
καθαρεύουσαν [00060]
καθημένη [00040]
καθὼς [00095]
καιρὸν [00036]
καιρόν [00109]
καιροῦ [00028]
κακὰ [00022]
κἀκεῖσε [00131]
κακίας [00148]
κακῶς [00062]
καλά [00022]
καλεῖν [00030]
καλέσας [00060]
κάλεσον [00054]
καλῶν [00105]
κάματον [00070]
καμάτου [00066] [00070]
Κἂν [00045] [00049]
κἂν [00060] [00060] [00060] [00060] [00060]
κἄν [00135]
κανόνα [00020]
καρδίᾳ [00006] [00007] [00012] [00018] [00022] [00025] [00027]
καρδία [00027]
καρδίαις [00109]
καρδίαν [00010] [00027] [00042] [00091] [00145]
καρδίας [00010] [00018] [00026] [00135]
καρποφορίαν [00107]
κατ [00113] [00115] [00120] [00125]
καταβάλλεσθαι [00130]
καταβάλλῃς [00130]
κατακριθήσεται [00074]
καταλείψῃς [00128]
καταλείψομεν [00109]
καταπαύσητε [00020]
καταπεπήγασι [00078]
καταπίῃ [00027]
καταρρυπαίνειν [00091]
κατασκευῇ [00124]
κατάφυγε [00054]
κατεκρίθη [00074]
κατερχόμενον [00026]
κατορθοῦται [00084] [00090]
κατορθωμάτων [00134]
κατορθῶσαι [00083]
κατορυγέντος [00105]
κεῖται [00031]
κεκλεισμέναι [00142]
Κεκρυμμένοι [00078]
κηδόμενός [00073]
κινῆσαι [00025]
κινῶν [00046]
κλείειν [00134]
κλεῖσιν [00135]
κολάζειν [00009]
κοσμικὰς [00005]
κόσμον [00087]
κόσμος [00088] [00088]
κόσμου [00084] [00086] [00107]
κούφη [00040]
κοῦφος [00129]
κούφως [00130]
κράζε [00045]
κράζετε [00020]
κράζοντες [00027]
κρατεῖν [00126]
κρατοῦντα [00026]
Κρεῖττον [00069]
κρινεῖ [00011]
κρινόμενος [00067]
κρίσεως [00011]
κρυπτὰ [00011]
κτᾶταί [00070]
κτήσασθε [00065]
Κύριε [00014] [00021] [00046]
Κύριον [00027]
Κύριος [00027] [00085] [00093]
κύριος [00132]
Κυρίου [00009] [00011] [00018] [00018] [00021] [00026] [00027] [00070] [00092] [00107]
Κυρίῳ [00012]
κυρίως [00120]


λαβεῖν [00088]
λάβῃς [00072]
λαβόντα [00071]
λαβὼν [00074]
λαλεῖν [00008]
λαλοῦντος [00057]
λαλῶν [00051]
λαμβάνεις [00066] [00068]
λαμβάνων [00073]
λαμπρὰν [00042]
λέγε [00045]
Λέγει [00140]
λέγει [00052] [00113] [00115] [00146]
λέγειν [00030]
λέγομεν [00119]
λεγομένων [00035]
λέγοντος [00116]
λέγων [00085] [00093] [00137] [00144]
λείπεται [00124]
λήθη [00104]
λήθης [00090]
λογισθῇ [00011]
λογισμοὶ [00142]
λογισμοῖς [00007] [00011] [00110]
λογισμὸν [00009]
λογισμὸς [00004] [00115] [00126] [00134] [00135]
λογισμοῦ [00123] [00124]
λογισμοὺς [00129] [00137]
λογισμῷ [00121]
λογισμῶν [00011] [00115] [00132]
λογιστικῷ [00120]
λόγον [00035]
λόγος [00107]
λόγους [00030] [00033] [00135]
λοιπὸν [00118]
Λυθῆναι [00089]


μάθε [00038]
μαθεῖν [00037]
μαθηταῖς [00085]
μακροὺς [00030] [00033]
μᾶλλον [00074]
ματαίων [00091]
με [00046] [00053] [00093] [00101]
μέγα [00131]
μεγάλα [00042]
μεγάλην [00042]
μεγάλου [00061]
μεγαλυνθῇ [00019]
μείζω [00131]
μέλλοντα [00089]
μὲν [00007] [00026] [00093] [00111] [00120] [00130] [00134] [00135]
μενεῖτε [00093]
μέντοι [00083] [00129]
μενῶ [00095]
μεριμνᾶν [00106]
μεριμνῶν [00084] [00108]
μέρος [00025] [00026]
μέσον [00010] [00051]
μεσότοιχον [00010]
μέσῳ [00077]
μετεωρίζεσθαι [00110]
μετεώρους [00129]
μετεώρως [00062] [00130]
μηδὲ [00007] [00007] [00030] [00030] [00087] [00106] [00129] [00131] [00131] [00131]
μηδὲν [00010] [00012] [00019] [00051]
μηδενὶ [00067]
μηδέποτε [00020]
μῆκος [00030] [00035]
μήποτε [00081]
μητέρα [00032]
μιᾶς [00028]
μνήμη [00021] [00023] [00024] [00024] [00025] [00025]
μνήμην [00091] [00096]
μνήμης [00018] [00022] [00091] [00105] [00109]
μοι [00040]
μοναχοὺς [00001]
μοναχῷ [00134]
μόνον [00012]
μου [00093] [00093] [00095] [00145]
Μωϋσῆς [00051]


Ναὸς [00050]
νήψει [00031]
νήψεως [00036]
νῆψιν [00037]
νικῆσαι [00025]
νοητῶν [00084]
νομὰς [00026]
νομίζει [00008]
νομίσῃς [00131]
νοὸς [00076]
νοῦ [00105]
νοῦν [00004] [00005] [00007] [00009] [00011] [00015]
νοῦς [00010]
νύκτα [00013]
νυνὶ [00073]


[00002] [00005] [00007] [00007] [00008] [00008] [00010] [00011] [00027] [00028] [00028] [00029] [00043] [00047] [00051] [00052] [00065] [00068] [00073] [00074] [00074] [00085] [00088] [00088] [00093] [00110] [00111] [00112] [00115] [00117] [00117] [00124] [00126] [00134] [00137] [00138] [00141] [00144] [00146]
[00070] [00088] [00131] [00146]
[00034] [00056] [00096]
ὁδεύετε [00020]
ὁδὸς [00016]
ὀδυνωμένης [00030]
ὁδῷ [00060]
ὅθεν [00080]
Ὅθεν [00040]
οἱ [00016] [00108] [00134] [00142]
οἳ [00108]
οἶδε [00069]
οἰκείου [00067]
οἴκησιν [00097] [00099]
οἰκίας [00134]
οἰκοῦσαν [00024]
οἰκτειρήσῃ [00012]
οἷον [00105] [00106] [00107]
οἷς [00007]
ὅλην [00013] [00030]
ὀλίγα [00030]
ὀλιγοψύχει [00072]
ὀλίγων [00034]
ὀλιγωρήσας [00035]
ὅλος [00004] [00005]
Ὅλος [00007]
ὅλως [00006]
Ὅλως [00106]
ὄμμα [00076]
ὄνομα [00018] [00027]
ὀνόματος [00009] [00021] [00026]
ὀξυδορκίας [00080]
ὀξύτητα [00080]
ὄπισθεν [00051]
ὅπου [00010]
ὅπουπερ [00049] [00060]
Ὅρα [00081]
Ὁρᾷς [00139]
ὁράσεως [00080]
ὄργανόν [00120]
ὀργήν [00139]
ὀργῆς [00003]
ὀργιζόμενος [00141]
ὀρθῆς [00110]
ὁσίαν [00091]
Ὅσῳ [00124]
ὅταν [00054]
ὅτε [00011] [00068]
ὅτι [00016] [00062] [00073] [00083] [00119] [00146]
Οὐ [00048]
οὐ [00006] [00011] [00031] [00039] [00039] [00041] [00063] [00066] [00088] [00108] [00115] [00126] [00134] [00134]
οὔ [00119]
οὗ [00012] [00018] [00028]
οὐδὲ [00044] [00044] [00134] [00139]
οὐδὲν [00044] [00134]
Οὐδέπω [00059]
οὐκ [00028] [00029] [00042] [00043] [00061] [00073] [00086] [00088] [00127] [00139] [00139] [00139]
Οὐκοῦν [00099]
οὖν [00009] [00015] [00018] [00020] [00072] [00079] [00081] [00082] [00089] [00127] [00131]
οὐρανῶν [00017]
οὖσα [00040]
οὐσίᾳ [00105]
Οὔτε [00109]
οὔτε [00083] [00083] [00083] [00109]
οὗτοι [00108]
οὗτος [00065]
Οὕτω [00030] [00085] [00092]
οὕτω [00044] [00100] [00130]
οὕτως [00103] [00134]
Οὐχ [00146]
Οὐχὶ [00125]
ὀφείλει [00133]
ὄφελος [00134] [00134]
ὀφθαλμῶν [00099]


πάγαις [00081]
παγίδων [00077]
πάθη [00126]
πάθους [00126]
παθῶν [00060] [00126]
παιδίοις [00110]
παλαιὸς [00007]
παλαιῶν [00090]
πάλη [00029]
πάλιν [00092]
Πᾶν [00070]
πᾶν [00143]
πανδοχείῳ [00060]
Πάντα [00022] [00079]
πάντα [00008] [00009]
πανταχόθεν [00075] [00078]
παντελεῖ [00084]
παντελὴς [00104]
παντελοῦς [00090]
πάντες [00039]
παντομώμητος [00007]
παντὸς [00012]
πάντοτε [00018]
πάντων [00132]
Πάντως [00062]
παρὰ [00078] [00107] [00110]
Παρακαλῶ [00015] [00018] [00020]
παραμείνατε [00012] [00027]
παραμονῆς [00066]
παρασχεῖν [00073]
παραφθείρων [00096]
πάρειμι [00058]
παρελήφθη [00126]
παρελθόντων [00104]
παρέμεινας [00063]
πᾶς [00004]
πᾶσαν [00009] [00025]
πάσῃ [00091]
Πάτερ [00088]
πατρὸς [00001]
πατρός [00095]
Παύλου [00034]
πειρασμὸς [00054]
περὶ [00083] [00083] [00091] [00096] [00106] [00115]
περιγενόμεθα [00100]
περιγίνεται [00092]
περίεστι [00124]
περιουσίᾳ [00123]
περισκέπτου [00075]
περισκόπει [00079]
περισπασμῶν [00084]
περισύρῃ [00005]
περιτραπῆναι [00147]
περιφέρειν [00091]
περιφερόμενον [00131]
πεσόντες [00108]
πετόμενα [00130]
πηγὴ [00148]
πίνετε [00020]
πίστει [00067]
πλάνης [00008]
πλήθει [00031]
πληρῶσαι [00102]
πλησίον [00083]
πλούτου [00108]
Πνεῦμα [00087]
πνεῦμα [00088]
πνευματικὰ [00029]
ποθῆσαι [00067]
ποθήσαντα [00067]
ποιεῖ [00073]
ποιεῖν [00036]
ποιεῖτε [00020]
ποιῇς [00036]
ποιήσαντας [00091]
ποιήσωμεν [00113] [00125]
πόλεμον [00021]
πόλεως [00134]
Πολλάκις [00061]
πολλάκις [00035] [00063]
πολλὴν [00035]
Πολλῆς [00016]
πολλῆς [00036] [00066] [00135]
πολλοῦ [00028] [00070]
πολὺν [00070]
πονηρὰ [00022] [00136]
πονηραῖς [00107]
πονηρὰς [00147]
πονηρίας [00029] [00148]
πονηροὶ [00142]
πονηροῦ [00009]
πονηροὺς [00137]
πόνου [00028]
πόσῳ [00074]
Πότε [00102]
πότε [00134] [00134]
ποτὲ [00007] [00007] [00093] [00093]
ποτε [00008] [00011] [00091]
ποῦ [00008] [00110]
πράγματα [00008]
πρᾶξιν [00011]
πρὸ [00073]
προλαβόντος [00100]
πρὸς [00001] [00021] [00029] [00029] [00029] [00029] [00038] [00039] [00039] [00052] [00069] [00076] [00081] [00083] [00083] [00084] [00092] [00092] [00092] [00105] [00111] [00126] [00133] [00138] [00144]
πρός [00053] [00101]
προσεδρείαν [00037] [00069]
προσειργάσατο [00074]
προσελθεῖν [00035]
προσεύχεσθε [00003]
προσευχῇ [00099]
προσευχῆς [00020] [00037]
Πρόσεχε [00075] [00082]
προσέχειν [00006] [00007]
προσήκει [00006] [00091]
προσμένετε [00018]
προσοχὴ [00110]
προσπαθείας [00089]
πρόσωπα [00007]
προσώποις [00008]
πρότερον [00022] [00067]
πρωῒ [00013]
πρῶτον [00099]
πτηνὸν [00131]
πυκνὰς [00036]
πυκνότητι [00036]
πύλη [00016]
πυρός [00141]
πῶς [00115] [00139]


ῥᾳθύμως [00067]
ῥήματα [00030]
ῥημάτων [00031]
ῥίζαν [00135]
ῥυθμίζειν [00133]


Σαμουὴλ [00032]
σάρκα [00029]
σαρκί [00122]
σὲ [00088]
σε [00035]
σεαυτὸν [00075] [00075] [00130] [00131]
σεαυτόν [00082]
σεαυτοῦ [00076] [00081]
σιτίοις [00040]
σιωπώντων [00047]
σοὶ [00132]
σοι [00054] [00062] [00073] [00126]
Σολομῶντα [00071]
σοῦ [00057]
σου [00069] [00069] [00069] [00072] [00073]
σοφίας [00071]
σοφιζόμενος [00069]
σπορᾶς [00107]
σπουδάζει [00070]
σταυρὸν [00103]
στενή [00016]
στρέφουσιν [00110]
σὺ [00054]
σύ [00114]
συγκατάθεσις [00011]
συγκεχώρηται [00106]
συμπνίγονται [00108]
συμφέροντά [00062] [00069]
συμφέροντα [00063] [00067]
συμφρονεῖν [00007]
συναγαγόντα [00030]
συνδυάζειν [00007]
συνειδότος [00067]
συνεχεῖς [00036]
συνέχεσθαι [00107]
συνεχοῦς [00109]
συνεχῶς [00033] [00110] [00111]
συντείνοντα [00030]
Συντελεῖ [00097]
συντεταμένης [00044]
συντηρουμένη [00092]
σφραγῖδα [00091]
σχήματα [00007]
σχήματος [00044]
Σχολάσατε [00012]
σῴζει [00026]
σῴζῃ [00079]
σωθήσεται [00065]
σῶμα [00010] [00120]
σώματι [00121]
σώματος [00124]
σῶον [00074]


τὰ [00011] [00022] [00022] [00027] [00029] [00046] [00062] [00063] [00067] [00069] [00111] [00126] [00128] [00130] [00136] [00138]
ταῖς [00081] [00091] [00107] [00109]
τάλαντον [00074]
ταπεινῇ [00012]
ταπεινοῖ [00026]
ταπεινῶσαι [00023]
τὰς [00005] [00018] [00026] [00029] [00029] [00033] [00036] [00036] [00065] [00093] [00093] [00093] [00095] [00108] [00111]
ταῦτα [00008]
ταύτην [00135]
ταύτης [00020]
ταχέως [00071] [00072] [00073] [00142]
τε [00036] [00092]
τεθλιμμένη [00016]
τέλειον [00120]
τελεῖς [00059]
τελεσφοροῦσιν [00108]
τέλος [00065]
τετήρηκα [00095]
τῇ [00006] [00007] [00018] [00022] [00025] [00027] [00031] [00036] [00046] [00065] [00084] [00084] [00093] [00095] [00096] [00097] [00099] [00117] [00123] [00124] [00124] [00129] [00143]
Τὴν [00135]
τὴν [00010] [00013] [00016] [00024] [00025] [00026] [00027] [00030] [00030] [00032] [00032] [00035] [00035] [00038] [00042] [00059] [00059] [00060] [00069] [00070] [00071] [00073] [00076] [00081] [00083] [00083] [00085] [00087] [00091] [00091] [00091] [00091] [00092] [00096] [00096] [00097] [00098] [00099] [00105] [00107] [00110] [00111] [00120] [00126] [00135] [00135] [00135] [00135] [00141] [00145]
τηρεῖν [00091]
τηρήσητε [00093] [00093]
τήρησιν [00083]
τῆς [00007] [00009] [00010] [00018] [00020] [00022] [00026] [00029] [00031] [00036] [00039] [00040] [00060] [00070] [00071] [00073] [00080] [00080] [00083] [00084] [00088] [00089] [00091] [00096] [00107] [00109] [00110] [00110] [00111] [00111] [00120] [00120] [00131] [00131] [00135] [00148] [00148]
Τί [00071]
τί [00038] [00053] [00069] [00110]
τι [00020] [00105] [00131]
τίκτεσθαι [00136]
τικτόμενα [00136]
τίνα [00135] [00135]
τινα [00109]
τινὰς [00006] [00008]
τινές [00119]
τίνι [00123]
τινὶ [00105]
τινι [00105]
τινὸς [00083]
τις [00040] [00070] [00101] [00102] [00135]
τισίν [00040]
Τὸ [00111]
τὸ [00010] [00015] [00016] [00018] [00026] [00027] [00028] [00031] [00069] [00072] [00074] [00076] [00081] [00084] [00087] [00088] [00092] [00097] [00097] [00098] [00111] [00119] [00120] [00120] [00120] [00121] [00122] [00123] [00133] [00138]
τό [00013] [00100]
τοίνυν [00012] [00027] [00033] [00054] [00119] [00121] [00129]
τοιούτοις [00110]
τοιοῦτόν [00146]
τοιοῦτος [00111]
τοῖς [00007] [00011] [00080] [00085] [00110] [00110] [00111]
τὸν [00005] [00007] [00009] [00011] [00015] [00020] [00026] [00026] [00026] [00027] [00030] [00030] [00033] [00035] [00054] [00054] [00060] [00070] [00071] [00083] [00083] [00087] [00103] [00109] [00113] [00115] [00118] [00118] [00144]
τόν [00036] [00089]
τόπον [00050] [00055] [00109]
τόπος [00048]
τόπῳ [00008]
τοσαῦτα [00041]
τοσούτῳ [00124]
τότε [00022] [00068] [00119]
Τοῦ [00001] [00030] [00037] [00061] [00075] [00083] [00097] [00109] [00110] [00112]
τοῦ [00001] [00004] [00004] [00005] [00005] [00007] [00007] [00009] [00009] [00009] [00010] [00010] [00014] [00018] [00018] [00018] [00021] [00021] [00021] [00025] [00026] [00026] [00027] [00067] [00070] [00076] [00078] [00081] [00083] [00084] [00084] [00086] [00087] [00087] [00089] [00091] [00092] [00095] [00096] [00100] [00100] [00103] [00105] [00107] [00107] [00107] [00108] [00110] [00111] [00116] [00120] [00123] [00124] [00124] [00126] [00126] [00141]
τοὺς [00137]
Τοῦτο [00090] [00091]
τοῦτό [00005]
τοῦτο [00015] [00016] [00028] [00032] [00042] [00069] [00070] [00073] [00093] [00144]
Τούτοις [00107]
τούτου [00086]
τούτων [00102]
τραπέζης [00039] [00040]
τρόπος [00048]
τροφῆς [00106]
τύπους [00007]
τυφωθεὶς [00131]
τῷ [00012] [00031] [00035] [00089] [00109] [00118] [00120] [00141]
τῶν [00011] [00011] [00017] [00021] [00031] [00032] [00035] [00060] [00081] [00084] [00084] [00089] [00090] [00091] [00091] [00092] [00100] [00104] [00104] [00105] [00105] [00106] [00107] [00110] [00111] [00111] [00126] [00126] [00127] [00127] [00128] [00132] [00133] [00134] [00134]


υἱὲ [00014] [00021]
ὑμᾶς [00015] [00018] [00020]
ὑμεῖς [00086]
ὑμῖν [00019]
ὑμῶν [00015] [00018] [00065] [00065]
ὑπ [00081] [00092]
ὑπαγορεύει [00006]
ὑπὲρ [00111] [00131]
ὑπεραιρόμενον [00130]
ὑπεραρθῇς [00131]
ὕπνον [00039]
ὑπὸ [00067] [00108]
ὑποκεκρυμμένον [00118]
ὑπολιπώμεθα [00105]
ὑπομείνας [00065]
ὑπομονῇ [00065] [00067]
ὑποσκελίσαι [00035]


φαινόμενον [00118]
φαινομένῳ [00118]
φανῇς [00081]
φαντασίαις [00091]
φεύγοι [00111]
φησί [00039] [00088] [00142]
Φησὶν [00002]
φησίν [00043] [00061]
φησιν [00029]
φθαρτῇ [00105]
φόβου [00069]
φοβούμενος [00111]
φραγμὸς [00010]
φρονήματος [00044]
φρονήσῃς [00131]
φροντίδας [00005]
φυλακῇ [00091]
φυλακὴν [00076] [00081]
φυλακήν [00135]
φυλάξας [00074]
φυλάξῃς [00069]
φυλάσσειν [00070]
φυλάσσοντες [00134]
φυλάττετε [00018]
φύσεως [00131]
φυσιωθῇς [00131]
φωνὴ [00043]
φωνὴν [00042]
φωνῆς [00044]


χαλιναγωγεῖν [00009]
χάριν [00070] [00071] [00073]
χείλη [00046]
χειρωθήσονται [00142]
χείρων [00081]
χειρῶν [00044]
χρεία [00028] [00044]
Χρὴ [00009] [00103]
χρὴ [00011] [00135]
χρή [00083]
χρῄζει [00016]
Χριστέ [00014] [00021] [00046]
Χριστὸς [00019] [00034]
Χριστός [00028]
Χριστοῦ [00009] [00018] [00021] [00026] [00084] [00103] [00107]
χρόνου [00028]
Χρυσοστόμου [00001]
χωρῆσαι [00087]
χωρίζειν [00007]
χωρίζετε [00018]
χωρίζων [00004] [00010]
χωρὶς [00003]


ψεῦδος [00111]
ψιλὰ [00030]
ψυχαῖς [00091]
ψυχὰς [00065]
ψυχὴ [00022]
ψυχῇ [00097] [00122] [00143]
ψυχὴν [00026] [00105]
ψυχήν [00120]
ψυχῆς [00007] [00030] [00044] [00111] [00120] [00120]
ψυχῶν [00107]


[00100]
ὧδε [00131]
ὡς [00010] [00010] [00030] [00044] [00044] [00067]
ὥς [00029]
ὦσιν [00134]
ὥσπερ [00079] [00091] [00131]
Ὥσπερ [00134]
ὥστε [00120] [00126]
ὤτων [00099]
ὠφέλησε [00071]