0345-0407 - Iohannes Chrysostomus - De paenitentia sermo 3
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De paenitentia (sermo 3) [Sp.]

[00001]    Περὶ μετανοίας.

[00002]    Λόγος γʹ.

60.705

[00003]    ∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα, ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.

[00004]    Ἐτρώθημεν τῇ ἁμαρτίᾳ·

[00005]    ἰαθῶμεν τῇ μετανοίᾳ·

[00006]    διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε·

[00007]    διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν·

[00008]    ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο·

[00009]    ὁ Κύριος πρόῤῥιζον τὴν ἁμαρτίαν τῇ ἀξίνῃ τῆς μετανοίας ἐξέτεμεν.

[00010]    Ἰδοὺ γὰρ, φησὶν, ἡ ἀξίνη ἐπὶ πᾶν δένδρον κεῖται.

[00011]    Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.

[00012]    Ὁ διάβολος τὴν ἁμαρτίαν ὡς ζιζάνιον ἔσπειρε·

[00013]    ὁ Χριστὸς τῇ δρεπάνῃ τῆς μετανοίας τὴν ζιζανιώδη ἁμαρτίαν ἀπέκειρε.

[00014]    Κακὸν πάθος ἡ ἁμαρτία, ἀλλὰ καλὸν πρᾶγμα ἡ μετάνοια.

[00015]    Φύγωμεν τοίνυν τὴν φοβερὰν, καὶ στέρξωμεν τὴν ποθεινήν.

[00016]    ∆ι' ἁμαρτίας ὁ διάβολος εἰς τὴν γέενναν ὁδηγεῖ·

[00017]    διὰ μετανοίας ὁ Χριστὸς εἰς τὴν βασιλείαν χειραγωγεῖ.

[00018]    Ἥμαρτες;

[00019]    Ἡσύχασον·

[00020]    οὐ γὰρ τὸ ἁμαρτεῖν τοσοῦτον δεινὸν, ἀλλὰ τὸ ἐμμεῖναι τῇ ἁμαρτίᾳ κακόν·

[00021]    τὸ μὲν γὰρ ἀπολογίαν ἔχεται, τὸ δὲ ἀσύγγνωστον τιμωρίαν ἀποφέρεται.

[00022]    Ἐπεὶ καὶ ὁ Πέτρος ἀρνησάμενος ἥμαρτε, καὶ Παῦλος διώκων τὸν Χριστὸν παρηνόμησε, καὶ ∆αυῒδ μοιχείαν καὶ φόνον ἐργασάμενος, ἄξια θανάτου ἔπραξεν.

[00023]    Ἀλλ' εἰ καὶ ὡς ἄνθρωποι ἥμαρτον, ἀλλ' ὡς ἅγιοι μετενόησαν·

[00024]    καὶ εἰ ἀπροόπτως τοῖς δικτύοις τῆς ἁμαρτίας περιέπεσαν, ἀλλὰ τὴν λύμην τῆς ἀπιστίας ἐκ τῶν τῆς διανοίας ὀφθαλμῶν ἀφελόμενοι, προσέδραμον τῇ μετανοίᾳ, ἵνα δι' αὐτῆς τὴν ἄφεσιν τῶν πλημμελημάτων ἀπενέγκωνται.

[00025]    ∆εῦτε οὖν, καὶ ἡμεῖς προσδράμωμεν τῇ μετανοίᾳ.

[00026]    Εἰ γὰρ καὶ ἐφόρτισεν ἡμᾶς ὁ διάβολος τῇ ἁμαρτίᾳ, ἀλλὰ κουφίζει ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς, ὁ γεννηθεὶς ἐκ τῆς ἁγίας Παρθένου Μαρίας, τῇ μετανοίᾳ τὸ φορτίον τῆς ἁμαρτίας εἰς ἑαυτὸν ἀναδεχόμενος·

[00027]    Ἴδε γὰρ, φησὶν, ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

[00028]    Ὁ διάβολος γὰρ τὴν ἁμαρτίαν τοῖς ἀνθρώποις ἐπέθηκεν·

[00029]    ὁ Κύριος τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἀνέλαβεν.

[00030]    Ἐκεῖνος ἔδωκε τὴν ἁμαρτίαν, ἵνα τῆς ἁμαρτίας ἕνεκεν ἀπολέσῃ τὸν ἄνθρωπον·

[00031]    ὁ Κύριος ἔλαβε τὴν ἁμαρτίαν, ἵνα τῆς ἀνθρωπίνης φύσεως ἐλευθερώσῃ τὸ ἀτόπημα.

[00032]    Πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας φοβερὸς ἦν ὁ διάβολος, πρὸ τοῦ σταυροῦ ἀφόρητος ἦν ἡ ἁμαρτία·

[00033]    ὁ δὲ σταυρὸς νῦν ἔθλασε τῆς ἁμαρτίας τὰ κέντρα·

[00034]    φανεὶς ἐπὶ γῆς ὁ Κύριος Ἰησοῦς, ὡς ἀστραπὴν ἐπὶ τὸ τῆς γῆς χωρίον τὸν διάβολον κατέπαυσεν·

[00035]    Εἶδον γὰρ, φησὶ, τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.

[00036]    Ὁ θάνατος τοῦ Χριστοῦ ἐλυμήνατο τοῦ θανάτου τὴν βασιλείαν.

[00037]    Εἰ γὰρ καὶ Ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος·

[00038]    ἀλλ' ὅμως μετὰ τὸν θάνατον τοῦ Κυρίου παίγνιον καὶ νηπίοις γέγονεν ὁ θάνατος.

[00039]    ∆ιὸ πάντες μετὰ τὴν τοῦ Χριστοῦ ἀνάστασιν ἐπικερτομοῦντες τοῦ θανάτου τὸν τῦφον, λέγομεν·

[00040]    Ποῦ σου, θάνατε, τὸ κέντρον;

[00041]    ποῦ σου, ᾅδη, τὸ νῖκος;

[00042]    Πρὸ τοῦ σταυροῦ καὶ ἡ τοῦ ὄφεως συμβουλὴ θάνατον ἔπνεε·

[00043]    μετὰ δὲ τὸν σταυρὸν, μετὰ τὰ πάθη τοῦ Χριστοῦ, ἰδοὺ καὶ πρεσβῦται καὶ γυναῖκες, μείρακές τε καὶ ἔφηβοι, ὥσπερ ληνοβάται βοτρύων, οὕτω καὶ αὐτοὶ πατοῦσιν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

[00044]    Ταῦτα ἔφην, ἵνα δείξω τῆς ἁμαρτίας τὴν πτῶσιν, καὶ τῆς μετανοίας τὴν δύναμιν.

[00045]    Μὴ ὀξύνῃς οὖν καθ' ἑαυτοῦ τῆς ἁμαρτίας τὸ κέντρον, μὴ ἡ σὴ ῥᾳθυμία ἀκόνη γένηται τῆς ἁμαρτίας.

[00046]    Οὐ κατακρίνῃ ὅτι ἥμαρτες, ἀλλὰ τιμωρῇ ὅτι ἁμαρτήσας οὐ μετενόησας.

[00047]    Ὥσπερ γὰρ τὴν ἀσθένειαν τοῦ σώματός σου γινώσκων ὁ Κύριος, τὴν

[00048]    Επιτρέπετα

[00049]    ἰατρικὴν ἐπιστήμην τοῖς ἀνθρώποις ἐπέτρεψε, καὶ πόας πρὸς τὴν ἰατρείαν ἁρμοζούσας τὴν γῆν βλαστάνειν ἐποίησεν·

[00050]    οὕτω καὶ τῆς ψυχῆς εἰδὼς τὸ εὐόλισθον, καὶ τῆς ἁμαρτίας τὰ τραύματα, ὡς ἀλεξητήριον ψυχῶν, τὴν μετάνοιαν ἔδωκε, καὶ ταῖς θείαις καὶ [60.706] πνευματικαῖς βίβλοις τὰς τῆς μετανοίας ἀφορμὰς ὥσπερ βοτάνας ἐνέθηκεν, ἵνα ἕκαστος ἡμῶν ἐντεῦθεν ἔχων τῆς ἰατρείας τὸ ἔμπλαστρον, φύγῃ τὸ πάθος, ἐπιθεὶς ἑαυτῷ διὰ τῆς πίστεως.

[00051]    Ἀλλὰ μὴ μέχρι ῥημάτων στῇ ἡμῶν ἡ μετάνοια·

[00052]    ἄτοπον γὰρ διὰ ῥημάτων μὲν ὑφαίνεσθαι τὴν μετάνοιαν, διὰ πραγμάτων δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

[00053]    Ὁμολόγησόν σου τὰ πλημμελήματα, ἄνθρωπε, ἐξαγόρευσόν σου τὴν ἁμαρτίαν, ἵνα λάβῃς σου τὴν ἄφεσιν τῆς ἁμαρτίας.

[00054]    Ἐξαγορεύων, τῆς ἀφέσεως τῶν πλημμελημάτων δέχῃ τὴν δωρεάν.

[00055]    Μάρτυς ἱκέσθω ∆αυῒδ ὁ λέγων·

[00056]    Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

[00057]    Νῦν ἐὰν εἴπῃς σου τὸ πλημμέλημα, εὑρίσκεις σου τὴν συγχώρησιν·

[00058]    φιλανθρωπίας γὰρ ὁ παρὼν καιρός·

[00059]    ἐν δὲ τῷ μέλλοντι αἰῶνι καὶ θρηνῶν ἀνόνητα θρηνήσεις, καὶ μεταμελόμενος οὐκ ἀπολαύσεις τῆς συγχωρήσεως.

[00060]    Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

[00061]    Εἰ δὲ καὶ ἐξομολογήσῃ τὸ πλημμέλημα τότε, ὠφελήσεις σαυτὸν οὐδέν.

[00062]    Καὶ γὰρ ὁ πλούσιος ὁρῶν τοῦ Λαζάρου τὴν ἔνδειαν εἰς εὐθηνίαν μεταβληθεῖσαν, καὶ τὴν ἑαυτοῦ περιουσίαν εἰς ἄπειρον πτωχείαν καταπεσοῦσαν, ἔστενε μὲν, οὐκ ἠλεεῖτο δέ·

[00063]    ἐθρήνει καὶ ὠδύρετο, ἀλλ' οὐκ ἀπήλαυσε παρακλήσεως·

[00064]    ἐζήτει ἔλεον, ἀλλ' οὐκ ἔλαβεν, ἐπειδὴ καὶ αὐτὸς αἰτούμενος, μεταδοῦναι οὐκ ἤθελεν.

[00065]    Ἐπλούτησεν ὧδε, ἀλλ' ἐπτώχευσεν ἐκεῖ·

[00066]    ὧδε μεγάλα ἐφύσα ἐπὶ πλούτῳ, ἐκεῖ ἐλεεινὰ ἐφθέγγετο ἐπὶ πενίᾳ·

[00067]    ὧδε οἴνων εἶχε χειμάῤῥους καὶ μύρων πηγὰς, ἐκεῖ καὶ σταγόνα ὕδατος ζητῶν οὐκ ἐλάμβανεν, ἀλλ' ὧδε κἀκεῖσε περιέῤῥει, ὑπὸ τοῦ ἀΰλου πυρὸς κατατηκόμενος.

[00068]    Προσδράμωμεν οὖν καὶ ἡμεῖς τῇ μετανοίᾳ·

[00069]    μετανοίας γὰρ καιρός·

[00070]    σβέσωμεν τῆς ἁμαρτίας τὴν φλόγα τῇ δρόσῳ τῆς μετανοίας·

[00071]    μὴ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ προσχὼν, ἀμεταμέλητον κτήσῃ καρδίαν·

[00072]    μή σου σκληρύνῃ τὴν γνώμην ἡ τοῦ Θεοῦ χρηστότης.

[00073]    Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἀγείρει καὶ ἄγει.

[00074]    Ὅρα οὖν μὴ κατὰ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίσῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

[00075]    Ἥμαρτες;

[00076]    Μετανόησον·

[00077]    μὴ διὰ τῆς ῥᾳθυμίας ἀνίατον σεαυτῷ τὸ πάθος ποιήσῃς.

[00078]    Σκότος ἀλλοιοῦται, φωτὸς φανέντος·

[00079]    καὶ ἁμαρτία ἀφανίζεται, μετανοίας ὀφθείσης.

[00080]    Γεωργὸς ἑαυτοῦ γένου·

[00081]    ὡς ζιζάνιον ἔκτιλον τὴν ἁμαρτίαν, ὡς ἄκανθαν θέρισον τὴν παρανομίαν, ὡς ἀγριελαίου κλάδον, ὡς ἀνήμερον καὶ ἄκαρπον φυτὸν ἔκκοψον τὴν ἁμαρτίαν.

[00082]    Χαίρουσι δαίμονες ἁμαρτίαν ὁρῶντες, ἀγάλλονται ἄγγελοι μετάνοιαν καθορῶντες.

[00083]    Εὐφραίνονται γὰρ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ, κατὰ τὴν κυριακὴν φωνὴν, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

[00084]    Μὴ γυμνώσῃς σαυτὸν, ἄνθρωπε, μὴ ῥίπτῃς τοῦ ἁγίου Πνεύματος τὴν παντευχίαν, ἵνα μὴ εὐάλωτος γένῃ τοῖς πολεμίοις·

[00085]    τῷ τῆς μετανοίας θυρεῷ δέχου καὶ τίνασσε τῆς ἐπιθυμίας τὰ βέλη.

[00086]    Ἡδεῖα ἡ πορνεία, ἀλλ' ἐπιβλαβής·

[00087]    τραχεῖα ἡ σωφροσύνη, ἀλλ' ἐπωφελής.

[00088]    Ἡ πορνεία συμπράττουσαν ἔχει τοῦ σώματος τὴν φύσιν·

[00089]    ἡ σωφροσύνη συνεργοῦσαν ἔχει τοῦ Πνεύματος τὴν χάριν.

[00090]    Ὅπου τοίνυν πορνεία, ἐκεῖ ὁ διάβολος κατοικεῖ ὅπου δὲ σωφροσύνη, ἐκεῖ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐπαναπαύεται.

[00091]    ∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος λέγει·

[00092]    Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθείρει τοῦτον ὁ Θεός·

[00093]    καὶ πάλιν φησίν·

[00094]    Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη;

[00095]    Μὴ γένοιτο.

[00096]    Στήσωμεν οὖν τῆς ἁμαρτίας τὴν ῥύμην τῇ ἀγκύρᾳ τῆς μετανοίας, ἵνα μὴ ἡ ἐπάλληλος τῶν ἐπιθυμιῶν ἀντίπνοια ναυάγιον ἡμᾶς ὑπομεῖναι παρασκευάσῃ.

[00097]    Ἀλλ' οἱ μὲν πλωτῆρες ναυάγιον ἐν ὕδασιν ὑπομένουσιν, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὸν ποταμὸν τοῦ πυρὸς τὸν ῥέοντα ἔμπροσθεν τοῦ βήματος τοῦ

[00098]    Επιτρέπετα

[00099]    Χριστοῦ, ὡσεὶ μόλιβδος καταποντίζονται, οὐ σὺν [60.707] ἅρμασι καὶ ἵπποις, ἀλλὰ σὺν λογισμοῖς καὶ γνώμαις.

[00100]    Αἰδεσθῶμεν οὖν τὴν τοῦ Χριστοῦ ἀγαθότητα, ἐντράπωμεν αὐτοῦ τὰ πάθη, μὴ ματαιώσωμεν αὐτοῦ τοὺς μώλωπας, μὴ τὴν αἰσχρὰν ἡδονὴν τῆς καλῆς αὐτοῦ προκρίνωμεν ἡδονῆς καὶ ἐντολῆς, μὴ κακοῖς τὸν εὐεργέτην ἀμειψώμεθα, μὴ λάβωμεν αὐτοῦ τὰ μέλη, καὶ ποιήσωμεν πόρνης μέλη·

[00101]    οὐκ ἐσμὲν γὰρ ἑαυτῶν κύριοι·

[00102]    τιμῆς ἠγοράσθημεν.

[00103]    Τίς δὲ ἡμᾶς ἀπέδοτο, ἢ τίς ἡμᾶς ὠνήσατο;

[00104]    Ὁ διάβολος ἡμᾶς ἀπέδοτο διὰ τῆς ἁμαρτίας, ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασε διὰ τῆς δικαιοσύνης.

[00105]    Πῶς δὲ ἡμᾶς ἠγόρασε;

[00106]    χρυσίον, ἢ ἀργύριον δούς;

[00107]    Οὐχὶ, ἀλλὰ τὸ οἰκεῖον αἷμα τὸ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύ·

[00108]    πάσας γὰρ ἡμῶν τὰς ἁμαρτίας ἠγόρασε·

[00109]    πολλαὶ δέ εἰσι, καὶ ποικίλως καὶ διαφόρως ἐνοχλοῦσαι ἡμῶν τὴν σωτηρίαν.

[00110]    Ποίας ἁμαρτίας;

[00111]    Τὰς τοῦ νόμου·

[00112]    ἀλλ' οὐχ ὅτι ὁ νόμος ἁμαρτία, μὴ γένοιτο·

[00113]    ἀλλ' ὅτι ἐκτὸς νόμου ἁμαρτίαν [60.708] οὐκ ᾔδειν.

[00114]    Ἐπεὶ οὖν ὁ νόμος ὡς παραβάτην με ἔνοχον κατάρας ἐποίει, διὰ τοῦτο ἐλθὼν ὁ Χριστὸς Ἰησοῦς ἐξηγόρασέ με ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.

[00115]    Μὴ τὴν πάνδημον οὖν πρόνοιαν τοῦ διαβόλου προκρίνωμεν τῆς οἰκονομίας τοῦ Χριστοῦ·

[00116]    μὴ πρὸς χάριν τῆς ἁμαρτίας παραδράμωμεν τῆς μετανοίας τὸ κάλλος.

[00117]    Εἰ φοβῇ τὴν ἀπειλὴν, κατάφυγε ἐπὶ τὴν ἐντολήν·

[00118]    εἰ μὲν μέλλουσαν κρίσιν ἀποδρᾶσαι θέλεις, ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·

[00119]    τουτέστιν, ἀπόθου τὴν ἁμαρτίαν, καὶ ἐργάτης γένου τῆς μετανοίας, ἵνα ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτοὺς, ἀποδεξάμενός σου τῆς ψυχῆς τὴν προθυμίαν, χαρίσηταί σοι τὴν ἄφεσιν τῆς ἁμαρτίας·

[00120]    ἡμεῖς δὲ ὑπὲρ τῶν εἰρημένων αἶνον καὶ δόξαν ἀναπέμπωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00121]    Ἀμήν.

[00122]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De paenitentia sermo 3
Litterarum Omnium Conspectus: 115 Litterae, quae repetitae sunt in 6,949 occasionibus



α

0945 

534   

Α

0913 

1   

β

0946 

44   

Β

0914 

0   

γ

0947 

103   

Γ

0915 

1   

δ

0948 

106   

Δ

0916 

0   

ε

0949 

344   

Ε

0917 

11   

ζ

0950 

16   

Ζ

0918 

0   

η

0951 

100   

Η

0919 

0   

θ

0952 

76   

Θ

0920 

8   

ι

0953 

242   

Ι

0921 

0   

κ

0954 

183   

Κ

0922 

12   

λ

0955 

172   

Λ

0923 

2   

μ

0956 

291   

Μ

0924 

8   

ν

0957 

586   

Ν

0925 

1   

ξ

0958 

18   

Ξ

0926 

0   

ο

0959 

463   

Ο

0927 

2   

π

0960 

188   

Π

0928 

16   

ρ

0961 

306   

Ρ

0929 

0   

ς

0962 

320   

΢

0930 

0   

σ

0963 

221   

Σ

0931 

3   

τ

0964 

564   

Τ

0932 

4   

υ

0965 

105   

Υ

0933 

1   

φ

0966 

53   

Φ

0934 

1   

χ

0967 

38   

Χ

0935 

18   

ψ

0968 

9   

Ψ

0936 

0   

ω

0969 

89   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 91 

 έ 

 8051 

 77 

 ή 

 8053 

 29 

 ί 

 8055 

 157 

 ό 

 8057 

 60 

 ύ 

 8059 

 48 

 ώ 

 8061 

 21 

 ὰ 

 8048 

 67 

 ὲ 

 8050 

 20 

 ὴ 

 80852 

 87 

 ὶ 

 8054 

 88 

 ὸ 

 8056 

 73 

 ὺ 

 8058 

 9 

 ὼ 

 8060 

 4 

 ᾶ 

 8118 

 14 

   

   

 0 

 ῆ 

 8134 

 61 

 ῖ 

 8150 

 34 

   

   

 0 

 ῦ 

 8166 

 98 

 ῶ 

 8182 

 30 

 ἀ 

 7936 

 83 

 ἐ 

 7952 

 73 

 ἠ 

 7968 

 4 

 ἰ 

 7984 

 33 

 ὀ 

 8000 

 5 

 ὐ 

 8016 

 30 

 ὠ 

 8032 

 3 

 ἁ 

 7937 

 50 

 ἑ 

 7953 

 8 

 ἡ 

 7969 

 32 

 ἱ 

 7985 

 5 

 ὁ 

 8001 

 36 

 ὑ 

 8017 

 8 

 ὡ 

 8033 

 13 

 ἂ 

 7938 

 0 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 2 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 15 

 ἔ 

 7956 

 25 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 2 

 ὔ 

 8020 

 0 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 2 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 3 

 ἵ 

 7989 

 11 

 ὅ 

 8005 

 7 

 ὕ 

 8021 

 4 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 4 

   

   

 0 

 ὖ 

 8022 

 10 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 4 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 1 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 2 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 14 

   

   

 0 

 ῃ 

 8131 

 20 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 5 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 17 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 15 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De paenitentia sermo 3
Verborum Omnium Conspectus: 656Verba, quae repetita sunt in 1,294,413 occasionibus



ἀγαθόν [00118]
ἀγαθότητα [00100]
ἀγάλλονται [00082]
ἀγαπητοὶ [00003]
ἄγγελοι [00082] [00083]
ἄγει [00073]
ἀγείρει [00073]
ἁγίας [00026]
ἅγιοι [00023]
ἁγίου [00084]
ἁγίῳ [00120]
ἀγκύρᾳ [00096]
ἀγριελαίου [00081]
Ἀδὰμ [00037] [00037]
ᾅδῃ [00060]
ᾅδη [00041]
ἀεὶ [00120]
Αἰδεσθῶμεν [00100]
αἷμα [00107]
αἶνον [00120]
αἴρων [00027]
αἰσχρὰν [00100]
αἰτούμενος [00064]
αἰῶνας [00120]
αἰῶνι [00059]
αἰώνων [00120]
ἄκανθαν [00081]
ἄκαρπον [00081]
ἀκόνη [00045]
ἀλεξητήριον [00050]
ἀλλ [00023] [00038] [00063] [00064] [00065] [00067] [00086] [00087] [00112] [00113]
Ἀλλ [00023] [00097]
ἀλλὰ [00014] [00020] [00024] [00026] [00046] [00099] [00107]
Ἀλλὰ [00051]
ἀλλοιοῦται [00078]
ἁμαρτεῖν [00020]
ἁμαρτήσαντας [00037]
ἁμαρτήσας [00046]
ἁμαρτίᾳ [00004] [00020] [00026]
ἁμαρτία [00014] [00032] [00079] [00112]
ἁμαρτίαν [00009] [00012] [00013] [00027] [00028] [00029] [00030] [00031] [00053] [00081] [00081] [00082] [00113] [00119]
ἁμαρτίας [00006] [00008] [00016] [00024] [00026] [00030] [00033] [00044] [00045] [00045] [00050] [00053] [00070] [00096] [00104] [00108] [00110] [00116] [00119]
ἁμαρτωλοὶ [00097]
ἁμαρτωλῷ [00083]
ἁμαρτωλῶν [00119]
ἀμειψώμεθα [00100]
ἀμεταμέλητον [00071] [00074]
Ἀμήν [00121]
ἀμνὸς [00027]
ἀναδεχόμενος [00026]
ἀναπέμπωμεν [00120]
ἀνάστασιν [00039]
ἀνέλαβεν [00029]
ἀνήμερον [00081]
ἄνθρωπε [00053] [00084]
ἀνθρωπίνης [00031]
ἄνθρωποι [00023]
ἀνθρώποις [00028] [00049]
ἄνθρωπον [00030]
ἀνθρώπων [00029]
ἀνίατον [00077]
ἀνομίαν [00056]
ἀνόνητα [00059]
ἀντίπνοια [00096]
ἄξια [00022]
ἀξίνῃ [00009]
ἀξίνη [00010]
ἀπέδοτο [00103] [00104]
ἀπειλὴν [00117]
ἄπειρον [00062]
ἀπέκειρε [00013]
ἀπενέγκωνται [00024]
ἀπήλαυσε [00063]
ἀπιστίας [00024]
ἀποδεξάμενός [00119]
ἀποδρᾶσαι [00118]
ἀποδώσει [00074]
ἀπόθου [00119]
ἀποκαλύψεως [00074]
ἀπολαύσεις [00059]
ἀπολέσῃ [00030]
ἀπολογίαν [00021]
ἀποφέρεται [00021]
ἀπροόπτως [00024]
Ἄρας [00094]
ἀργύριον [00106]
ἅρμασι [00099]
ἁρμοζούσας [00049]
ἀρνησάμενος [00022]
ἀσέβειαν [00056]
ἀσθένειαν [00047]
ἀστραπὴν [00034] [00035]
ἀσύγγνωστον [00021]
ἀτόπημα [00031]
ἄτοπον [00052]
ἀΰλου [00067]
αὐτῆς [00024]
αὐτοὶ [00043]
αὐτὸς [00064]
αὐτοῦ [00074] [00100] [00100] [00100] [00100]
αὐτοὺς [00119]
ἀφανίζεται [00079]
ἀφελόμενοι [00024]
ἀφέσεως [00054]
ἄφεσιν [00024] [00053] [00119]
ἀφῆκας [00056]
ἀφόρητος [00032]
ἀφορμὰς [00050]


βάλλεται [00011]
βασιλείαν [00017] [00036]
βέλη [00085]
βήματος [00097]
βίβλοις [00050]
βλαστάνειν [00049]
βοτάνας [00050]
βοτρύων [00043]
βουλόμενος [00119]


γ [00002]
γὰρ [00010] [00020] [00021] [00026] [00027] [00028] [00035] [00037] [00047] [00052] [00058] [00060] [00062] [00069] [00073] [00083] [00101] [00108]
γέγονεν [00038]
γέενναν [00016]
γένῃ [00084]
γένηται [00045]
γεννηθεὶς [00026]
γένοιτο [00095] [00112]
γενόμενος [00114]
γένου [00080] [00119]
Γεωργὸς [00080]
γῆν [00049]
γῆς [00034] [00034]
γινώσκων [00047]
γνώμαις [00099]
γνώμην [00072]
γυμνώσῃς [00084]
γυναῖκες [00043]


δαίμονες [00082]
∆αυῒδ [00022] [00055]
δὲ [00021] [00033] [00043] [00052] [00059] [00061] [00090] [00097] [00103] [00105] [00120]
δέ [00062] [00109]
δεινὸν [00020]
δείξω [00044]
δένδρον [00010] [00011]
∆εῦτε [00025]
δέχῃ [00054]
δέχου [00085]
∆ι [00016]
δι [00024]
∆ιὰ [00091]
διὰ [00006] [00007] [00008] [00017] [00050] [00052] [00052] [00077] [00104] [00104] [00114]
διάβολον [00034]
διάβολος [00006] [00012] [00016] [00026] [00028] [00032] [00090] [00104]
διαβόλου [00115]
∆ιαγράψωμεν [00003]
διανοίας [00024]
διαφόρως [00109]
δικαιοκρισίας [00074]
δικαιοσύνης [00104]
δικτύοις [00024]
∆ιὸ [00039]
διώκων [00022]
δόξαν [00120]
δούς [00106]
δρεπάνῃ [00013]
δρόσῳ [00070]
δύναμιν [00043] [00044]
δωρεάν [00054]


ἐὰν [00057]
ἑαυτὸν [00026]
ἑαυτοῦ [00045] [00062] [00080]
ἑαυτῷ [00050]
ἑαυτῶν [00101]
Ἐβασίλευσεν [00037]
ἔδωκε [00030] [00050]
ἐζήτει [00064]
ἐθεράπευσεν [00007]
ἔθλασε [00033]
ἐθρήνει [00063]
Εἰ [00026] [00037] [00061] [00117]
Εἴ [00092]
εἰ [00023] [00024] [00118]
Εἶδον [00035]
εἰδὼς [00050]
Εἶπα [00056]
εἴπῃς [00057]
εἰρημένων [00120]
εἰς [00011] [00016] [00017] [00026] [00062] [00062] [00073] [00097] [00120]
εἰσι [00109]
εἶχε [00067]
ἐκ [00024] [00026] [00035] [00114]
ἕκαστος [00050]
ἑκάστῳ [00074]
ἐκεῖ [00065] [00066] [00067] [00090] [00090]
ἐκεῖνος [00008]
Ἐκεῖνος [00030]
Ἐκκλησίαν [00052]
ἔκκλινον [00118]
ἐκκόπτεται [00011]
ἔκκοψον [00081]
ἔκτιλον [00081]
ἐκτὸς [00113]
ἔλαβε [00031]
ἔλαβεν [00064]
ἐλάμβανεν [00067]
ἐλεεινὰ [00066]
ἔλεον [00064]
ἐλευθερώσῃ [00031]
ἐλθὼν [00114]
ἐλυμήνατο [00036]
ἐμμεῖναι [00020]
ἐμοῦ [00056]
ἔμπλαστρον [00050]
ἔμπροσθεν [00097]
ἐν [00037] [00059] [00074] [00097]
Ἐν [00060]
ἔνδειαν [00062]
ἐνέθηκεν [00050]
ἕνεκεν [00030]
ἑνὶ [00083]
ἐνοχλοῦσαι [00109]
ἔνοχον [00114]
ἐντεῦθεν [00050]
ἐντολήν [00117]
ἐντολῆς [00100]
ἐντράπωμεν [00100]
ἐξαγόρευσόν [00053]
Ἐξαγορεύσω [00056]
Ἐξαγορεύων [00054]
ἐξέτεμεν [00009]
ἐξηγόρασέ [00114]
ἐξηγόρασε [00104]
ἐξομολογήσεταί [00060]
ἐξομολογήσῃ [00061]
ἐπάλληλος [00096]
ἐπαναπαύεται [00090]
ἐπάνω [00043]
ἐπέθηκεν [00028]
Ἐπεὶ [00022] [00114]
ἐπειδὴ [00064]
ἐπέτρεψε [00049]
ἐπὶ [00010] [00034] [00034] [00037] [00043] [00066] [00066] [00083] [00117]
ἐπιβλαβής [00086]
ἐπιθεὶς [00050]
ἐπιθυμίας [00085]
ἐπιθυμιῶν [00096]
ἐπικερτομοῦντες [00039]
ἐπιστήμην [00049]
ἐπιστρέψαι [00119]
Επιτρέπετα [00048] [00098] [00122]
Ἐπλούτησεν [00065]
ἔπνεε [00042]
ἐποίει [00114]
ἐποίησεν [00049]
ἔπραξεν [00022]
ἐπτώχευσεν [00065]
ἐπωφελής [00087]
ἔργα [00074]
ἐργασάμενος [00022]
ἐργάτης [00119]
ἐσμὲν [00101]
ἔσπειρε [00012]
ἔστενε [00062]
ἐστι [00037]
Ἐτρώθημεν [00004]
ἔτρωσε [00006]
εὐάλωτος [00084]
εὐεργέτην [00100]
εὐθηνίαν [00062]
εὐόλισθον [00050]
εὑρίσκεις [00057]
Εὐφραίνονται [00083]
ἔφηβοι [00043]
ἔφην [00044]
ἐφθέγγετο [00066]
ἐφόρτισεν [00026]
ἐφύσα [00066]
ἔχει [00088] [00089]
ἔχεται [00021]
ἐχθροῦ [00043]
ἔχων [00050]


ζῇν [00119]
ζητῶν [00067]
ζιζάνιον [00012] [00081]
ζιζανιώδη [00013]


[00010] [00014] [00014] [00032] [00042] [00045] [00051] [00072] [00086] [00087] [00089] [00096]
[00103] [00106]
[00088]
ἠγόρασε [00105] [00108]
ἠγοράσθημεν [00102]
Ἡδεῖα [00086]
ᾔδειν [00113]
ἡδονὴν [00100]
ἡδονῆς [00100]
ἤθελεν [00064]
ἠλεεῖτο [00062]
ἥμαρτε [00022]
ἥμαρτες [00046]
Ἥμαρτες [00018] [00075]
ἥμαρτον [00023]
ἡμᾶς [00026] [00026] [00096] [00103] [00103] [00104] [00104] [00105]
ἡμεῖς [00025] [00068] [00120]
ἡμέρᾳ [00074]
ἡμῶν [00050] [00051] [00052] [00108] [00109] [00114]
ἦν [00032] [00032]
Ἡσύχασον [00019]


θάνατε [00040]
θάνατον [00038] [00042] [00119]
θάνατος [00036] [00037] [00038]
θανάτου [00022] [00036] [00039]
θείαις [00050]
θέλεις [00118]
Θεός [00092]
Θεοῦ [00027] [00071] [00072] [00073] [00074] [00083] [00092]
θέρισον [00081]
θησαυρίσῃς [00074]
θρηνήσεις [00059]
θρηνῶν [00059]
θυρεῷ [00085]


ἰαθῶμεν [00005]
ἰατρείαν [00049]
ἰατρείας [00050]
ἰατρικὴν [00049]
Ἴδε [00027]
ἰδοὺ [00043]
Ἰδοὺ [00010]
Ἰησοῦ [00052]
Ἰησοῦς [00026] [00034] [00090] [00114]
ἱκέσθω [00055]
ἵνα [00003] [00024] [00030] [00031] [00044] [00050] [00053] [00084] [00096] [00119]
ἵπποις [00099]


καθ [00045]
καθορῶντες [00082]
καιρός [00058] [00069]
κἀκεῖσε [00067]
κακοῖς [00100]
Κακὸν [00014]
κακόν [00020]
κακοῦ [00118]
καλῆς [00100]
κάλλος [00116]
καλὸν [00011] [00014]
καρδίαν [00071] [00074]
καρδίας [00056]
καρπὸν [00011]
κατ [00056]
κατακρίνῃ [00046]
καταπεσοῦσαν [00062]
καταποντίζονται [00099]
κατάρα [00114]
κατάρας [00114] [00114]
κατατηκόμενος [00067]
κατάφυγε [00117]
κατεβάλετο [00008]
κατέπαυσεν [00034]
κατοικεῖ [00090]
κεῖται [00010]
κέντρα [00033]
κέντρον [00040] [00045]
κλάδον [00081]
κόσμου [00027]
κουφίζει [00026]
κρίσιν [00118]
κτήσῃ [00071]
κυριακὴν [00083]
κύριοι [00101]
Κύριος [00009] [00026] [00029] [00031] [00034] [00047] [00090]
Κυρίου [00038] [00052]
Κυρίῳ [00056]


λάβῃς [00053]
λάβωμεν [00100]
Λαζάρου [00062]
λέγει [00091]
λέγομεν [00039]
λέγων [00055]
ληνοβάται [00043]
λίθον [00107]
λιμένι [00003]
λογισμοῖς [00099]
Λόγος [00002]
λύμην [00024]


μακάριος [00091]
μακροθυμίᾳ [00071]
Μαρίας [00026]
Μάρτυς [00055]
ματαιώσωμεν [00100]
με [00114] [00114]
μεγάλα [00066]
μείρακές [00043]
μέλη [00094] [00094] [00100] [00100]
μέλλοντι [00059]
μέλλοντος [00037]
μέλλουσαν [00118]
μὲν [00021] [00052] [00062] [00097] [00118]
μεταβληθεῖσαν [00062]
μεταδοῦναι [00064]
μεταμελόμενος [00059]
Μετανόησον [00076]
μετάνοια [00014] [00051]
μετανοίᾳ [00005] [00024] [00025] [00026] [00068]
μετάνοιάν [00073]
μετάνοιαν [00050] [00052] [00082]
μετανοίας [00001] [00003] [00007] [00009] [00013] [00017] [00044] [00050] [00069] [00070] [00079] [00085] [00096] [00116] [00119]
μετανοοῦντι [00083]
μετενόησαν [00023]
μετενόησας [00046]
μέχρι [00037] [00051]
μοιχείαν [00022]
μόλιβδος [00099]
μου [00056] [00056]
μύρων [00067]
μώλωπας [00100]
Μωϋσέως [00037]


ναὸν [00092]
ναυάγιον [00096] [00097]
νηπίοις [00038]
νῖκος [00041]
νόμος [00112] [00114]
νόμου [00111] [00113] [00114]
Νῦν [00057]
νῦν [00033] [00120]


[00006] [00007] [00009] [00013] [00016] [00017] [00022] [00026] [00026] [00026] [00027] [00027] [00029] [00031] [00032] [00033] [00034] [00037] [00038] [00047] [00055] [00058] [00062] [00090] [00090] [00091] [00092] [00104] [00112] [00114] [00114] [00119]
[00012] [00028] [00036] [00104]
ὁδηγεῖ [00016]
οἱ [00083] [00097] [00097]
οἰκεῖον [00107]
οἰκοδομεῖσθαι [00052]
οἰκονομίας [00115]
οἴνων [00067]
ὁμοιώματι [00037]
Ὁμολόγησόν [00053]
ὅμως [00038]
ὀξύνῃς [00045]
ὅπου [00090]
Ὅπου [00090]
Ὅρα [00074]
ὀργὴν [00074]
ὀργῆς [00074]
ὁρῶν [00062]
ὁρῶντες [00082]
ὃς [00074]
ὅς [00037]
ὅτι [00046] [00046] [00112] [00113]
Οὐ [00046]
οὐ [00020] [00046] [00099]
οὐδέν [00061]
οὐκ [00059] [00062] [00063] [00064] [00064] [00067] [00101] [00113]
οὖν [00011] [00025] [00045] [00068] [00074] [00094] [00096] [00100] [00114] [00115]
οὐρανοῦ [00035]
οὕτω [00043] [00050]
οὐχ [00112]
Οὐχὶ [00107]
ὄφεων [00043]
ὄφεως [00042]
ὀφθαλμῶν [00024]
ὀφθείσης [00079]


πάθη [00043] [00100]
πάθος [00014] [00050] [00077]
παίγνιον [00038]
πάλιν [00093]
Πᾶν [00011]
πᾶν [00010]
πάνδημον [00115]
πάντες [00039]
παντευχίαν [00084]
παραβάσεως [00037]
παραβάτην [00114]
παραδράμωμεν [00116]
παρακλήσεως [00063]
παρανομίαν [00081]
παρασκευάσῃ [00096]
παρηνόμησε [00022]
Παρθένου [00026]
παρουσίας [00032]
παρὼν [00058]
πᾶσαν [00043]
πάσας [00108]
πατοῦσιν [00043]
Πατρὶ [00120]
Παῦλος [00022] [00091]
πενίᾳ [00066]
Περὶ [00001]
περιέπεσαν [00024]
περιέῤῥει [00067]
περιουσίαν [00062]
πεσόντα [00035]
Πέτρος [00022]
πηγὰς [00067]
πίστεως [00050]
πλημμέλημα [00057] [00061]
πλημμελήματα [00053]
πλημμελημάτων [00024] [00054]
πλούσιος [00062]
πλούτῳ [00066]
πλωτῆρες [00097]
Πνεύματι [00120]
πνευματικαῖς [00050]
Πνεύματος [00084] [00089]
πόας [00049]
ποθεινήν [00015]
Ποίας [00110]
ποιήσῃς [00077]
ποίησον [00118]
ποιήσω [00094]
ποιήσωμεν [00100]
ποικίλως [00109]
ποιοῦν [00011]
πολεμίοις [00084]
πολλαὶ [00109]
πολύ [00107]
πορνεία [00086] [00088] [00090]
πόρνης [00094] [00100]
ποταμὸν [00097]
Ποῦ [00040]
ποῦ [00041]
πρᾶγμα [00014]
πραγμάτων [00052]
πρεσβῦται [00043]
Πρὸ [00032] [00042]
πρὸ [00032]
προθυμίαν [00119]
προκρίνωμεν [00100] [00115]
πρόνοιαν [00115]
πρόῤῥιζον [00009]
πρὸς [00049] [00116]
Προσδράμωμεν [00068]
προσδράμωμεν [00003] [00025]
προσέδραμον [00024]
προσχὼν [00071]
πτῶσιν [00044]
πτωχείαν [00062]
πῦρ [00011]
πυρὸς [00067] [00097]
Πῶς [00105]


ῥᾳθυμία [00045]
ῥᾳθυμίας [00077]
ῥέοντα [00097]
ῥημάτων [00051] [00052]
ῥίζας [00008]
ῥίπτῃς [00084]
ῥύμην [00096]


Σατανᾶν [00035]
σαυτὸν [00061] [00084]
σβέσωμεν [00070]
σε [00073]
σεαυτῷ [00074] [00077]
σὴ [00045]
σκληρότητά [00074]
σκληρύνῃ [00072]
σκορπίων [00043]
Σκότος [00078]
σοι [00060] [00119]
σου [00040] [00041] [00047] [00053] [00053] [00053] [00057] [00057] [00072] [00074] [00119]
σταγόνα [00067]
σταυρὸν [00043]
σταυρὸς [00033]
σταυροῦ [00032] [00042]
στέρξωμεν [00015]
στῇ [00051]
Στήσωμεν [00096]
σὺ [00056]
συγχωρήσεως [00059]
συγχώρησιν [00057]
συμβουλὴ [00042]
συμπράττουσαν [00088]
σὺν [00099] [00099]
συνεργοῦσαν [00089]
σώματός [00047]
σώματος [00088]
σωτηρίαν [00109]
σωτηρίας [00003]
σωφροσύνη [00087] [00089] [00090]


τὰ [00003] [00033] [00043] [00050] [00053] [00074] [00085] [00094] [00100] [00100]
ταῖς [00050]
Τὰς [00111]
τὰς [00008] [00050] [00108]
Ταῦτα [00044]
τε [00043]
τῇ [00004] [00005] [00009] [00013] [00020] [00024] [00025] [00026] [00026] [00068] [00070] [00071] [00096]
τὴν [00009] [00012] [00013] [00015] [00015] [00016] [00017] [00024] [00024] [00027] [00028] [00029] [00030] [00031] [00036] [00039] [00043] [00044] [00044] [00047] [00047] [00049] [00049] [00050] [00052] [00052] [00053] [00053] [00054] [00056] [00056] [00057] [00062] [00062] [00070] [00072] [00074] [00081] [00081] [00081] [00083] [00084] [00088] [00089] [00096] [00100] [00100] [00109] [00115] [00117] [00117] [00119] [00119] [00119]
τῆς [00003] [00003] [00006] [00007] [00008] [00009] [00013] [00024] [00024] [00024] [00026] [00026] [00030] [00031] [00032] [00033] [00034] [00037] [00044] [00044] [00045] [00045] [00050] [00050] [00050] [00050] [00050] [00053] [00054] [00056] [00059] [00070] [00070] [00077] [00085] [00085] [00096] [00096] [00100] [00104] [00104] [00114] [00115] [00116] [00116] [00119] [00119] [00119]
τιμῆς [00102]
τίμιον [00107]
τιμωρῇ [00046]
τιμωρίαν [00021]
τίνασσε [00085]
Τίς [00103]
τίς [00060] [00103]
τις [00092]
Τὸ [00073]
τὸ [00020] [00020] [00021] [00021] [00026] [00031] [00034] [00040] [00041] [00045] [00050] [00050] [00050] [00057] [00061] [00077] [00107] [00107] [00116] [00119]
τοίνυν [00015] [00090]
τοῖς [00024] [00028] [00049] [00084]
τὸν [00022] [00030] [00034] [00035] [00038] [00039] [00043] [00092] [00097] [00097] [00100] [00119]
τοσοῦτον [00020]
τότε [00061]
τοῦ [00027] [00027] [00032] [00032] [00035] [00036] [00036] [00037] [00038] [00039] [00039] [00042] [00042] [00043] [00043] [00047] [00052] [00062] [00067] [00071] [00072] [00073] [00074] [00083] [00084] [00088] [00089] [00092] [00094] [00097] [00097] [00097] [00100] [00111] [00114] [00115] [00115]
τοὺς [00037] [00100] [00120]
τουτέστιν [00119]
τοῦτο [00091] [00114]
τοῦτον [00092]
τραύματα [00050]
τραχεῖα [00087]
τύπος [00037]
τῦφον [00039]
τῷ [00003] [00037] [00056] [00059] [00060] [00085] [00120] [00120] [00120]
τῶν [00024] [00024] [00029] [00054] [00096] [00119] [00120] [00120]


ὕδασιν [00097]
ὕδατος [00067]
Υἱῷ [00120]
ὑπὲρ [00107] [00114] [00120]
ὑπὸ [00067]
ὑπομεῖναι [00096]
ὑπομένουσιν [00097]
ὑφαίνεσθαι [00052]


φανεὶς [00034]
φανέντος [00078]
φάρμακα [00003]
φησὶ [00035]
φησὶν [00010] [00027] [00083]
φησίν [00093]
φθείρει [00092] [00092]
φιλανθρωπίας [00058]
φλόγα [00070]
φοβερὰν [00015]
φοβερὸς [00032]
φοβῇ [00117]
φόνον [00022]
φορτίον [00026]
φύγῃ [00050]
Φύγωμεν [00015]
φύσεως [00031]
φύσιν [00088]
φυτὸν [00081]
φωνὴν [00083]
φωτὸς [00078]


Χαίρουσι [00082]
χάριν [00089] [00116]
χαρίσηταί [00119]
χειμάῤῥους [00067]
χειραγωγεῖ [00017]
χρηστὸν [00073]
χρηστότης [00072]
Χριστὸν [00022]
Χριστὸς [00007] [00013] [00017] [00026] [00090] [00104] [00114]
Χριστοῦ [00032] [00036] [00039] [00043] [00052] [00094] [00099] [00100] [00115]
χρυσίον [00106] [00107]
χωρίον [00034]


ψυχῆς [00050] [00119]
ψυχῶν [00050]


ὧδε [00065] [00066] [00067] [00067]
ὠδύρετο [00063]
ὠνήσατο [00103]
ὡς [00012] [00023] [00023] [00034] [00035] [00050] [00081] [00081] [00081] [00081] [00114] [00119]
ὡσεὶ [00099]
ὥσπερ [00043] [00050]
Ὥσπερ [00047]
ὠφελήσεις [00061]