0345-0407 - Iohannes Chrysostomus - Contra ludos et theatra
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Contra ludos et theatra

[00001]    ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΟΜΙΛΙΑ Πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.

56.263

[00002]    αʹ.

[00003]    Ταῦτα ἀνεκτά;

[00004]    ταῦτα φορητά;

[00005]    Ὑμῖν γὰρ αὐτοῖς καθ' ὑμῶν ἐντυχεῖν βούλομαι.

[00006]    Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις·

[00007]    αὐτοῖς γὰρ κατ' αὐτῶν ἐντυγχάνων ἔλεγε·

[00008]    Λαός μου, τί ἐποίησά σοι, καὶ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι;

[00009]    ἀποκρίθητί μοι.

[00010]    Καὶ πάλιν·

[00011]    Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα;

[00012]    Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι, καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν·

[00013]    Ταῦτα ἀνεκτά;

[00014]    ταῦτα φορητά;

[00015]    Μετὰ μακροὺς διαύλους λόγων, καὶ τοσαύτην διδασκαλίαν, καταλιπόντες ἡμᾶς τινες, πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν, καὶ οὕτως ἐξεβακχεύθησαν, ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου, καὶ πολὺν γέλωτα, μᾶλλον δὲ θρῆνον φερούσης.

[00016]    Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον.

[00017]    Ὥσπερ γὰρ ἐκεῖνοι, τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων, περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν·

[00018]    οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι, καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην·

[00019]    τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων, τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων, καὶ χαλεπώτερα ἐκείνων βοώντων.

[00020]    Τί [56.264] δὲ ἐροῦμεν;

[00021]    ἢ τί ἀπολογησόμεθα, εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι·

[00022]    Ταῦτα ἡ πόλις τῶν ἀποστόλων;

[00023]    ταῦτα ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην;

[00024]    ταῦτα ὁ δῆμος ὁ φιλόχριστος, τὸ θέατρον τὸ ἄπλαστον, τὸ πνευματικόν;

[00025]    Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε, ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ γένους ἡμῶν ἐτελεῖτο·

[00026]    ἀλλ' ἐν παρασκευῇ, ὅτε ὁ ∆εσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο, καὶ θυσία τοιαύτη προσεφέρετο, καὶ παράδεισος ἠνοίγετο, καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα, κατάρα ἐλύετο, καὶ ἁμαρτία ἠφανίζετο, καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος, καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο, καὶ πάντα μετεῤῥυθμίζετο·

[00027]    ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει, καὶ εὐχαριστηρίους εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι·

[00028]    τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;

[00029]    Ταῦτα ἀνεκτά;

[00030]    ταῦτα φορητά;

[00031]    Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων, καὶ τὴν ὀδύνην ἐμαυτοῦ ταύτῃ παραμυθούμενος, τὸ [φ.

[00032]    τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ, ἀλλ' εἰς μέσον ἐκφέρειν,

[00033]    [56.265] καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι.

[00034]    Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν ἵλεω ποιῆσαι;

[00035]    πῶς καταλλάξαι ὀργιζόμενον;

[00036]    Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων, ἀπ' αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων, στάχυας κομῶντας κατακλίνων, τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας·

[00037]    λιτανεῖαι καὶ ἱκετηρίαι, καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε, καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν, τὴν ξυνωρίδα τῶν ἀποστόλων, Παῦλον καὶ Τιμόθεον.

[00038]    Μετ' ἐκεῖνα, τῆς ὀργῆς λυθείσης, καὶ πέλαγος περάσαντες, καὶ κυμάτων κατατολμήσαντες, ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν, τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως, τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς, πανήγυριν ἐπιτελοῦντες πνευματικὴν, καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες, τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων.

[00039]    Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες, οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες, ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας, σκιρτᾷς καὶ βοᾷς, τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν;

[00040]    Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν, τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη, θυμὸν καὶ ἐπιθυμίαν, καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν, τὸν χρηστὸν καὶ κοῦφον, καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν, καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως, οὐκ ἀπὸ μύσους εἰς μύσος, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων;

[00041]    Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν.

[00042]    Ἀλλ' ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι, ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου, ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.

[00043]    βʹ.

[00044]    Ἦ οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς ἡμετέροις ἐγχειρίζοντες, εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ·

[00045]    οὕτω καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς, πῶς ἑκάστην ἡμέραν ἐδαπανήσαμεν;

[00046]    Τί οὖν ἐροῦμεν;

[00047]    τί δὲ ἀπολογησόμεθα, ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα εὐθύνας;

[00048]    Ἥλιος ἀνέτειλε διὰ σὲ, καὶ σελήνη τὴν νύκτα ἐφώτισε, καὶ ποικίλος ἀστέρων ἀνέλαμψε χορός·

[00049]    ἔπνευσαν ἄνεμοι διὰ σὲ, ἔδραμον ποταμοί·

[00050]    σπέρματα ἐβλάστησαν διὰ σὲ, καὶ φυτὰ ἀνεδόθη, καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν, καὶ ἡμέρα ἐφάνη καὶ [56.266] νὺξ παρῆλθε·

[00051]    καὶ ταῦτα πάντα γέγονε διὰ σέ·

[00052]    σὺ δὲ τῶν κτισμάτων σοι διακονουμένων, τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς;

[00053]    Καὶ τοσοῦτον παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον, τὸν κόσμον λέγω τοῦτον, οὐκ ἀπέδωκας τὸν μισθόν.

[00054]    Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ, ἀλλὰ καὶ τὴν δευτέραν, ὅτε ἀναπαῦσαι μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας, ἐπὶ θέατρα πάλιν ἀνέβαινες, ἀπὸ καπνοῦ εἰς πῦρ τρέχων, εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον.

[00055]    Γέροντες πολιὰς κατῄσχυνον, καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον, καὶ πατέρες παῖδας ἀνῆγον, ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα, ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀποκαλῶν, καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων.

[00056]    Καὶ ποία κακία;

[00057]    φησί.

[00058]    ∆ιὰ γὰρ τοῦτο ὀδυνῶμαι, ὅτι καὶ νοσῶν, οὐκ οἶδας ὅτι νοσεῖς, ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς.

[00059]    Μοιχείας ἐγένου πεπληρωμένος, καὶ ἐρωτᾷς, ποία κακία;

[00060]    ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος·

[00061]    Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν;

[00062]    Τί οὖν ἐὰν μὴ ἐμβλέψω, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι;

[00063]    Καὶ πῶς δυνήσῃ με πεῖσαι;

[00064]    Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν, ἀλλὰ τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος, πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ μένειν ἀκηλίδωτος;

[00065]    Μὴ γὰρ λίθος σοι τὸ σῶμα;

[00066]    μὴ γὰρ σίδηρος;

[00067]    Σάρκα περίκεισαι, σάρκα ἀνθρωπίνην, ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται.

[00068]    Καὶ τί λέγω τὸ θέατρον;

[00069]    Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ, θορυβούμεθα·

[00070]    σὺ δὲ ἄνω καθήμενος, ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις, ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν, χρυσᾶ περιβεβλημένην ἱμάτια, μαλακιζομένην, θρυπτομένην, ᾄσματα ᾄδουσαν πορνικὰ, κατακεκλασμένα μέλη, αἰσχρὰ προϊεμένην ῥήματα, ἀσχημονοῦσαν τοιαῦτα, ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς, κάτω κύπτεις·

[00071]    τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον;

[00072]    Μὴ γὰρ λίθος σοι τὸ σῶμα;

[00073]    μὴ γὰρ σίδηρος;

[00074]    Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν.

[00075]    Μὴ γὰρ τῶν μεγάλων καὶ γενναίων ἀνδρῶν ἐκείνων, οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν, φιλοσοφώτερος σὺ εἶ;

[00076]    Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών·

[00077]    Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει;

[00078]    Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;

[00079]    Οὕτως ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν.

[00080]    Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ, ἀλλὰ τῇ ἐπιθυμίᾳ [56.267] συνεγένου, καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω.

[00081]    Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοῦ θεάτρου λυθέντος, ἀπελθούσης αὐτῆς, τὸ εἴδωλον ἐκείνης ἐναπόκειταί σου τῇ ψυχῇ, τὰ ῥήματα, τὰ σχήματα, τὰ βλέμματα, ἡ βάδισις, ὁ ῥυθμὸς, ἡ διάκρισις, τὰ μέλη τὰ πορνικὰ, καὶ μυρία τραύματα λαβὼν ἀναχωρεῖς.

[00082]    Οὐκ ἐντεῦθεν οἴκων ἀνατροπαί;

[00083]    οὐκ ἐντεῦθεν σωφροσύνης ἀπώλεια;

[00084]    οὐκ ἐντεῦθεν γάμων διαιρέσεις;

[00085]    οὐκ ἐντεῦθεν πόλεμοι καὶ μάχαι;

[00086]    οὐκ ἐντεῦθεν ἀηδίαι λόγον οὐκ ἔχουσαι;

[00087]    Ἐπειδὰν γὰρ ἐμπλησθεὶς ταύτης ἀνέλθῃς γενόμενος αἰχμάλωτος, καὶ ἡ γυνή σου ἀηδεστέρα φαίνεται, καὶ τὰ παιδία φορτικώτερα, καὶ οἱ οἰκέται ἐπαχθεῖς, καὶ ἡ οἰκία περιττὴ, καὶ αἱ συνήθεις φροντίδες ἐνοχλεῖν δοκοῦσι πρὸς τὴν οἰκονομίαν τῶν δεόντων πραγμάτων, καὶ ἕκαστος προσιὼν φορτικὸς καὶ ἐπαχθής.

[00088]    γʹ.

[00089]    Τὸ δὲ αἴτιον, οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν, ἀλλὰ τὴν πόρνην ἔχων μετὰ σεαυτοῦ, οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν·

[00090]    ὅπερ ἦν κουφότερον·

[00091]    ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή·

[00092]    ἀλλὰ τῇ γνώμῃ, καὶ τῷ συνειδότι ἐγκαθημένην, καὶ ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον, μᾶλλον δὲ πολλῷ χαλεπωτέραν·

[00093]    οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα, ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται, καὶ πάντα ἄνω καὶ κάτω.

[00094]    Καὶ καθάπερ οἱ πυρέττοντες, οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις, διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ, σιτία διακρουόμενοι, καὶ ἰατροὺς κακίζοντες, καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες, καὶ κατὰ τῶν διακονούντων λυττῶντες·

[00095]    οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες, ἀλλοιοῦσι, δυσχεραίνουσι, πάντοτε ἐκείνην βλέποντες.

[00096]    Ὢ χαλεπῶν πραγμάτων.

[00097]    Λύκος μὲν καὶ λέων, καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην·

[00098]    ἄνθρωπος δὲ ὁ λογιώτατος τρωθεὶς, περιδιώκει τὴν τρώσασαν, ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν, καὶ ἐνηδυπαθεῖν τῷ τραύματι·

[00099]    ὅπερ δὴ πάντων ἐστὶ πικρότατον, καὶ τὴν νόσον ἀνίατον ἐργάζεται.

[00100]    Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος, μηδὲ ἀπαλλαγῆναι βουλόμενος, πῶς ἂν ἐπιζητήσειε τὸν ἰατρόν;

[00101]    ∆ιὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι, ὅτι τοσαύτην λύμην λαμβάνοντες, ἐκεῖθεν κατέρχεσθε, καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε.

[00102]    Καὶ γὰρ καὶ πρὸ τῆς γεέννης καὶ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην ἑαυτοὺς ἀπαιτεῖτε δίκην.

[00103]    Ἢ οὐκ ἐσχάτης τιμωρίας, εἰπέ μοι, ἐπιθυμίαν τοιαύτην τρέφειν, καὶ διηνεκῶς ἐμπίπρασθαι, καὶ κάμινον ἔρωτος ἀτόπου πανταχοῦ περιφέρειν, καὶ συνειδότος κατηγορίαν;

[00104]    Πῶς γὰρ ἐπιβήσῃ τῶν προθύρων ἐκείνων τῶν ἱερῶν;

[00105]    πῶς ἅψῃ τῆς οὐρανίου τραπέζης;

[00106]    πῶς δὲ ἀκούσεις τὸν περὶ σωφροσύνης λόγον, ἑλκῶν γέμων καὶ τραυμά [56.268] των τοσούτων, καὶ τὴν διάνοιαν ἔχων τῷ πάθει δουλεύουσαν;

[00107]    Καὶ τί δεῖ τὰ ἄλλα λέγειν;

[00108]    Ἀπὸ τῶν νῦν παρ' ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην.

[00109]    Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας, καὶ πολλὴν ὑμῖν ἔχω χάριν, ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος.

[00110]    Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν ἡμαρτηκότων ταῦτα ποιεῖν, ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων.

[00111]    ∆ιὰ τοῦτο ὀδυνῶμαι καὶ κόπτομαι, ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται.

[00112]    Ἀλλ' εἰ βουληθείητε, ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν.

[00113]    Πῶς καὶ τίνι τρόπῳ;

[00114]    Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν·

[00115]    εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους ζητοῦντες, καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν.

[00116]    Μὴ γάρ μοι λέγε·

[00117]    Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες.

[00118]    Κἂν δέκα μόνον ὦσιν, οὐχ ἡ τυχοῦσα ζημία·

[00119]    κἂν πέντε, κἂν δύο, κἂν εἷς.

[00120]    Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα, ἐπὶ τὸ ἓν ἔτρεχε, καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε, καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι' ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε.

[00121]    Μὴ λέγε, ὅτι εἷς ἐστιν·

[00122]    ἀλλ' ἐννόησον, ὅτι ψυχή ἐστι, δι' ἣν τὰ ὁρώμενα πάντα γέγονεν·

[00123]    δι' ἣν νόμοι, καὶ τιμωρίαι, καὶ κολάσεις, καὶ τὰ μυρία θαύματα, καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι·

[00124]    δι' ἣν οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο.

[00125]    Ἐννόησον ὅση τιμὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς, καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ, ἀλλ' ἀπελθὼν ἡμῖν ἐπανάγαγε, καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν.

[00126]    Εἰ δὲ μὴ ἀνέχοιτο, μηδὲ ἡμῶν συμβουλευόντων, μηδὲ ὑμῶν παραινούντων, τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν, ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν.

[00127]    δʹ.

[00128]    ∆ιὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης·

[00129]    ἀλλ' ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου·

[00130]    οὕτω δὴ ἐργάσομαι κἀγώ.

[00131]    Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι, κἂν βασιλεὺς ἦν, ἐξεβάλλετο μετὰ τοῦ διαδήματος, πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς.

[00132]    Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην, οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν.

[00133]    Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας, καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν.

[00134]    Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι, [56.269] φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν.

[00135]    Εἰ γὰρ μὴ σιδήριον ἔχω, ἀλλ' ἔχω λόγον σιδήρου τομώτερον·

[00136]    εἰ καὶ μὴ πῦρ βαστάζω, ἀλλ' ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα, εὐτονώτερον δυναμένη καίειν.

[00137]    Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας.

[00138]    Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα οἰκτροὶ, ἀλλ' ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην ταῦτα ἐργάζεσθαι.

[00139]    Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι, ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται, οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας.

[00140]    Εἰ δὲ ἐφρίξατε ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ συνεσταλμένους ὄντας), μεταβαλλέσθωσαν, καὶ λέλυται τὰ τῆς ἀποφάσεως.

[00141]    Ὥσπερ γὰρ ἐξουσίαν ἐλάβομεν δῆσαι, οὕτως καὶ λῦσαι, καὶ πάλιν ἐπαγαγεῖν.

[00142]    Οὐ γὰρ τοὺς ἀδελφοὺς ἡμῶν ἀποκόψαι βουλόμεθα, ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι.

[00143]    Νῦν μὲν γὰρ καὶ Ἕλληνες ἡμῶν καταγελάσονται, καὶ Ἰουδαῖοι κωμῳδήσουσιν, ὅταν ἁμαρτάνοντας ἑαυτοὺς οὕτως περιορῶμεν.

[00144]    Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι, καὶ θαυμάσονται τὴν Ἐκκλησίαν, τῶν παρ' ἡμῖν αἰδεσθέντες νόμων.

[00145]    Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω, ἀλλὰ καὶ ἀφ' ὑμῶν ἐπιτιμάσθω, καὶ κοινὸς ἔστω πολέμιος.

[00146]    Εἴ τις γὰρ, φησὶν, οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ.

[00147]    Τοῦτο δὲ ποιήσατε·

[00148]    μήτε λόγου μετάδοτε, μήτε εἰς οἰκίαν δέξησθε, μήτε τραπέζης κοινωνήσητε, μήτε εἰσόδου, μήτε ἐξόδου, μήτε ἀγορᾶς·

[00149]    καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα.

[00150]    Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους, ἀλλὰ πάντοθεν ἐλαύνοντες, εἰς τὴν σαγήνην ἐμβάλλουσιν·

[00151]    οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν, καὶ ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν, ἡμεῖς ἐντεῦθεν, ὑμεῖς ἐκεῖθεν.

[00152]    Ἵν' οὖν τοῦτο γένηται, καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε, [56.270] μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε, καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν, ἵνα διηνεκῶς αὐτοὺς ἔχητε.

[00153]    Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα, εἰ παρίδητε τοσαύτην ἀπώλειαν, ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν.

[00154]    Εἰ γὰρ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος, οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς, ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ καταγγείλαντες, πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας.

[00155]    Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός·

[00156]    Ὁρῶν ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον, οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν, ἀλλὰ σωφροσύνην συληθεῖσαν, καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον, καὶ τοιαύτης μετασχόντα θυσίας, ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον, καὶ τοιαῦτα παρανομήσαντα, πῶς ἐσίγησας;

[00157]    πῶς ἤνεγκας;

[00158]    πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ;

[00159]    καὶ οὐ τὰς τυχούσας ἀπαιτηθήσῃ εὐθύνας.

[00160]    ∆ιά τοι τοῦτο καὶ ἐγὼ, καίτοι γε μέλλων λυπεῖν, οὐδενὸς φείσομαι τῶν ἐπαχθεστέρων.

[00161]    Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ' ὑμῶν κολασθῆναι τότε.

[00162]    Οὐδὲ γὰρ ἀσφαλὲς ἡμῖν, οὐδὲ ἀκίνδυνον, σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ δώσει τὰς εὐθύνας·

[00163]    ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος.

[00164]    ∆ιὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων, κἂν λυπῆσαι δέῃ, κἂν ἐπαχθῆ φανῆναι, κἂν φορτικὸν, ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.

[00165]    Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν, τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης·

[00166]    ἵνα καὶ ὑμεῖς σώζοισθε, καὶ ἡμεῖς εὐφραινώμεθα, καὶ ὁ Θεὸς δοξάζηται νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων.

[00167]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Contra ludos et theatra
Litterarum Omnium Conspectus: 128 Litterae, quae repetitae sunt in 12,332 occasionibus



α

0945 

981   

Α

0913 

6   

β

0946 

70   

Β

0914 

1   

γ

0947 

193   

Γ

0915 

3   

δ

0948 

200   

Δ

0916 

0   

ε

0949 

601   

Ε

0917 

13   

ζ

0950 

30   

Ζ

0918 

0   

η

0951 

201   

Η

0919 

1   

θ

0952 

154   

Θ

0920 

11   

ι

0953 

459   

Ι

0921 

8   

κ

0954 

467   

Κ

0922 

16   

λ

0955 

373   

Λ

0923 

4   

μ

0956 

381   

Μ

0924 

14   

ν

0957 

1,077   

Ν

0925 

9   

ξ

0958 

30   

Ξ

0926 

0   

ο

0959 

798   

Ο

0927 

23   

π

0960 

401   

Π

0928 

15   

ρ

0961 

425   

Ρ

0929 

3   

ς

0962 

490   

΢

0930 

0   

σ

0963 

394   

Σ

0931 

9   

τ

0964 

984   

Τ

0932 

21   

υ

0965 

213   

Υ

0933 

7   

φ

0966 

76   

Φ

0934 

0   

χ

0967 

111   

Χ

0935 

3   

ψ

0968 

16   

Ψ

0936 

0   

ω

0969 

193   

Ω

0937 

4   

8164 

5   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 138 

 έ 

 8051 

 174 

 ή 

 8053 

 70 

 ί 

 8055 

 188 

 ό 

 8057 

 115 

 ύ 

 8059 

 92 

 ώ 

 8061 

 35 

 ὰ 

 8048 

 123 

 ὲ 

 8050 

 52 

 ὴ 

 80852 

 92 

 ὶ 

 8054 

 206 

 ὸ 

 8056 

 111 

 ὺ 

 8058 

 33 

 ὼ 

 8060 

 10 

 ᾶ 

 8118 

 18 

   

   

 0 

 ῆ 

 8134 

 88 

 ῖ 

 8150 

 83 

   

   

 0 

 ῦ 

 8166 

 127 

 ῶ 

 8182 

 118 

 ἀ 

 7936 

 145 

 ἐ 

 7952 

 173 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 69 

 ὀ 

 8000 

 11 

 ὐ 

 8016 

 89 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 11 

 ἑ 

 7953 

 13 

 ἡ 

 7969 

 51 

 ἱ 

 7985 

 21 

 ὁ 

 8001 

 24 

 ὑ 

 8017 

 36 

 ὡ 

 8033 

 3 

 ἂ 

 7938 

 12 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 5 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 3 

 ἳ 

 7987 

 1 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 12 

 ἔ 

 7956 

 30 

 ἤ 

 7972 

 8 

 ἴ 

 7988 

 10 

 ὄ 

 8004 

 3 

 ὔ 

 8020 

 3 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 5 

 ἕ 

 7957 

 7 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 8 

 ὅ 

 8005 

 18 

 ὕ 

 8021 

 15 

 ὥ 

 8037 

 7 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 3 

 ἶ 

 7990 

 6 

   

   

 0 

 ὖ 

 8022 

 6 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 2 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 20 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 6 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 8 

   

   

 0 

 ῇ 

 8135 

 25 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 21 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Contra ludos et theatra
Verborum Omnium Conspectus: 1,199Verba, quae repetita sunt in 918,326 occasionibus



α [00002]
ἀγαθῶν [00027]
ἀγανακτοῦντες [00094]
ἀγέλην [00111]
ΑΓΙΟΙΣ [00001]
ἅγιον [00037]
ἁγίων [00165]
ἀγορᾷ [00019] [00069]
ἀγορᾶς [00148]
ἀδελφικῶν [00110]
ἀδελφοὺς [00142]
ἀδελφῶν [00028] [00152]
ᾄδουσαν [00070]
ἀεὶ [00166]
ἀηδεστέρα [00087]
ἀηδίαι [00086]
ἄθλους [00038]
ἀθρόον [00039]
αἱ [00018] [00087] [00123]
αἰδεσθέντες [00144]
αἰσχρὰ [00070]
αἴτιον [00089]
αἰχμάλωτον [00039]
αἰχμάλωτος [00028] [00087]
αἰῶνας [00166]
αἰώνων [00166]
ἀκηλίδωτος [00064]
ἀκίνδυνον [00162]
ἀκούσαντες [00140]
ἀκούσεις [00106]
ἀκούων [00016]
ἀλγήσατε [00152]
ἀλγοῦντας [00110]
ἀλλ [00026] [00032] [00040] [00122] [00125] [00126] [00129] [00135] [00136] [00138]
Ἀλλ [00042] [00112]
ἀλλὰ [00054] [00064] [00080] [00081] [00089] [00092] [00093] [00142] [00145] [00150] [00153] [00154] [00156]
ἄλλα [00036] [00107]
ἀλλοιοῦσι [00095]
ἀλλοτρίαν [00079]
ἄλογα [00040]
ἀλόγων [00040]
ἁλοὺς [00154]
ἁλῷ [00154]
ἁμαρτάνοντας [00143]
ἁμαρτία [00026]
ἁμαρτίαν [00080]
ἁμάρτοι [00055]
Ἀμήν [00167]
ἁμιλλητηρίων [00015]
ἂν [00070] [00091] [00100] [00154]
ἄν [00055]
ἀνάγκη [00132]
ἀναισχυντίας [00070]
ἀνακηρύττοντες [00038]
ἀνακτησόμεθα [00149]
ἀνακτήσωνται [00139]
ἀναπαῦσαι [00054]
ἀναπέμπειν [00027]
ἀνάπτεται [00067]
ἀνάπτουσαν [00092]
ἀνατροπαί [00082]
ἀναχωρεῖς [00081]
Ἀνδρέαν [00037]
ἀνδρῶν [00075]
ἀνέβαινες [00054]
ἀνεδόθη [00050]
ἀνεκτά [00003] [00013] [00029]
ἀνέλαμψε [00048]
ἀνέλθῃς [00087]
ἄνεμοι [00049]
ἀνέρχῃ [00089]
ἀνέτειλε [00048]
ἀνέχοιτο [00126]
ἀνῆγον [00055]
ἀνῃρεῖτο [00026]
ἀνθράκων [00077]
ἀνθρωπίνην [00067]
ἀνθρώπινον [00071]
ἄνθρωπος [00098]
ἀνθρώπους [00026]
ἀνθρώπων [00154]
ἀνίατον [00099]
ἀνιοῦσαν [00089]
ἀντὶ [00055]
ἄνω [00019] [00040] [00070] [00093]
ἀξίαν [00138]
ἀπ [00036]
ἀπαιτεῖτε [00102]
ἀπαιτηθήσῃ [00159]
ἀπαιτήσει [00045]
ἀπαιτοῦμεν [00044]
ἀπαιτώμεθα [00047]
ἀπαλλαγῆναι [00100]
ἅπαντα [00036]
ἀπαντήσωμεν [00069]
ἁπάντων [00163]
ἀπέδωκας [00053]
ἀπείργουσιν [00129]
ἀπειρόκακον [00055]
ἀπελθόντα [00156]
ἀπελθούσης [00081]
ἀπελθὼν [00125]
ἅπερ [00070]
ἀπήγγειλας [00158]
ἀπηνέχθης [00028]
ἄπλαστον [00024]
ἁπλῶς [00042]
ἁπλώσαντες [00115]
ἀποβουκολισθέντες [00117]
Ἀποδήσει [00078]
ἀποκαλῶν [00055]
ἀποκατάστασιν [00120]
ἀποκόψαι [00142]
ἀποκρίθητί [00009]
ἀποκρούσασθαι [00142]
ἀπολλύντας [00055]
ἀπολογησόμεθα [00021] [00047]
ἀπολογίαν [00125]
ἀποστολικῶν [00039]
ἀποστόλων [00022] [00037] [00037]
ἀποστράφητε [00152]
ἀποφάσεως [00137] [00140]
ἀπόφασιν [00140]
ἀποφράξομεν [00112]
ἀπώλεια [00083]
ἀπώλειαν [00153]
ἀργύριον [00044] [00154] [00156]
ἀριθμὸν [00120]
ἀρκοῦσαν [00125]
ἀῤῥωστίας [00139]
ἀρχαίαν [00026]
ἀρχὴν [00132]
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ [00001]
ἀσινεῖς [00165]
ᾄσματα [00070]
ἀστέρων [00048]
ἀσφαλὲς [00162]
ἀσχημονούντων [00019]
ἀσχημονοῦσαν [00070]
ἀσχημοσύνην [00070]
ἀτάκτου [00015]
ἀτελευτήτους [00166]
ἀτόπου [00103]
αὐτὰ [00074]
αὐτῇ [00145]
αὐτὴν [00025] [00032]
αὐτήν [00061]
αὐτῆς [00081] [00115]
αὐτὸ [00120]
αὐτοῖς [00005] [00007] [00040] [00040] [00125]
αὐτομολήσαντας [00001]
αὐτομολήσειε [00128]
αὐτὸν [00128]
αὐτὸς [00154]
αὐτοῦ [00036] [00112] [00125]
αὐτοὺς [00044] [00115] [00149] [00152]
αὐτῷ [00146]
αὐτῶν [00007] [00038]
ἀφ [00145]
ἀφαρπάζων [00036]
ἀφεὶς [00042]
ἀφήσω [00128]
ἅψασθαι [00128]
ἅψῃ [00105]


β [00043]
Βαβυλωνίαν [00092]
βάδισις [00081]
βάραθρα [00055]
βάραθρον [00054]
βασιλεὺς [00131]
βαστάζω [00136]
βέλος [00098]
βέλτιον [00161]
βήματι [00164]
βλέμματα [00081]
βλέποντες [00095]
βοᾷς [00039]
βοῆς [00015]
βουληθείητε [00112]
βούλομαι [00005]
βουλόμεθα [00142]
βουλόμενος [00100]
βοῶ [00128]
βοώντων [00019]
βραβεῖον [00040]


γ [00088]
γάμων [00084]
γὰρ [00005] [00007] [00017] [00031] [00041] [00058] [00064] [00065] [00066] [00072] [00073] [00074] [00075] [00080] [00087] [00091] [00093] [00100] [00102] [00104] [00131] [00132] [00133] [00135] [00138] [00140] [00141] [00142] [00143] [00146] [00153] [00154] [00161] [00162] [00162]
γάρ [00116] [00155]
γε [00160]
γέγονε [00051]
γέγονεν [00122]
γεέννης [00102]
γέλωτα [00015]
γέμων [00106]
γένηται [00152]
γενναίων [00075]
Γένοιτο [00165]
γενομένης [00039]
γενόμενος [00087]
γένους [00025]
γένωνται [00139]
Γέροντες [00055]
γῆν [00018]
γηπόνων [00036]
γῆς [00040]
γίνεται [00093]
γινομένων [00039] [00108]
γνώμῃ [00080] [00092]
γοῦν [00109]
γυμνῇ [00070]
γυναῖκα [00070] [00079]
γυναικὶ [00061] [00069]
γυνή [00087] [00091]


δ [00127]
δαιμόνων [00038]
δαπανῶν [00042]
δὲ [00015] [00019] [00020] [00040] [00047] [00052] [00070] [00077] [00078] [00089] [00092] [00098] [00106] [00110] [00126] [00128] [00140] [00144] [00147] [00152] [00163] [00165]
δεδοίκασιν [00017]
δέῃ [00164]
δεῖ [00107]
δέκα [00118]
δέξησθε [00148]
δέξομαι [00128]
δεόντων [00087]
∆εσπότης [00026]
δευτέραν [00054]
δὴ [00012] [00095] [00099] [00130] [00151] [00164]
δήλως [00089]
δῆμος [00024] [00109]
δῆσαι [00141]
δι [00120] [00122] [00123] [00124]
∆ιὰ [00058] [00101] [00111] [00128] [00164]
∆ιά [00160]
διὰ [00048] [00049] [00050] [00051] [00094] [00101] [00120] [00146]
διάβολος [00111]
διαβόλου [00028] [00052] [00156]
διαδήματος [00131]
διαιρέσεις [00084]
διακονουμένοις [00094]
διακονουμένων [00052]
διακονούντων [00094]
διακόπτομαι [00101]
διάκρισις [00081]
διακρουόμενοι [00094]
διάνοιαν [00106]
διανοίας [00108]
διαύλους [00015]
διαφθαρέντας [00165]
διδασκαλία [00136]
διδασκαλίαν [00015] [00128] [00132]
διδασκαλίας [00115]
διέλιπον [00133]
διηνεκῆ [00101]
διηνεκῶς [00103] [00152]
δίκην [00102]
δίκτυα [00115] [00151]
δοκοῦσι [00087]
δοξάζηται [00166]
δοξολογεῖν [00027]
δουλεύουσαν [00106]
δρόμον [00040]
δρόμος [00050]
δυναμένη [00136]
δυναμένην [00138]
δυνηθῆναι [00164]
δυνήσῃ [00063] [00064]
δυνησόμεθα [00034]
δύο [00119]
δυσάλωτα [00150]
δυσάρεστοι [00094]
δυσχεραίνουσι [00095]
δώσει [00162]


ἐὰν [00062] [00069]
ἑαυτὸν [00054]
ἑαυτοῦ [00039] [00162]
ἑαυτοὺς [00102] [00139] [00143]
ἐβλάστησαν [00050]
ἐβούλου [00040]
Ἑβραίοις [00006]
ἐγγινομένης [00054]
ἐγένου [00059]
ἐγίνετο [00026]
ἐγκαθημένην [00092]
ἐγκαλεῖν [00094]
ἐγκαλοίη [00021]
ἐγχειρίζοντες [00044]
ἐγὼ [00012] [00160] [00163]
Ἐγὼ [00016]
ἐδαπανήσαμεν [00045]
ἔδει [00027]
ἔδραμον [00049]
ἔδωκεν [00126]
ἔζευξας [00040]
Εἰ [00040] [00080] [00114] [00126] [00131] [00135] [00138] [00140] [00154]
Εἴ [00146]
εἰ [00021] [00112] [00115] [00136] [00153]
εἴ [00128]
εἶ [00075]
εἶδος [00041]
εἴδωλον [00081]
εἰκῆ [00042]
εἰπέ [00103]
εἰπεῖν [00036] [00071] [00074]
εἰργάσω [00080]
εἰρημένα [00093]
εἰς [00018] [00026] [00032] [00040] [00040] [00054] [00054] [00055] [00070] [00079] [00089] [00126] [00126] [00148] [00150] [00151] [00156] [00166]
εἷς [00119] [00121]
εἰσὶ [00094]
εἰσὶν [00117]
εἰσιοῦσαν [00070]
εἰσιὼν [00079]
εἴσοδον [00112]
εἰσόδου [00148]
εἴσω [00128]
ἐκ [00055] [00139]
ἐκάθου [00042]
ἑκάστην [00045]
ἕκαστος [00087] [00162]
ἑκατὸν [00120]
Ἐκβαλλέσθωσαν [00139]
ἐκβαλοῦμεν [00131]
ἐκεῖθεν [00101] [00151]
ἐκεῖνα [00038]
ἐκεῖναι [00018]
ἐκείνῃ [00027]
ἐκείνην [00028] [00095]
ἐκείνης [00047] [00081]
ἐκεῖνοι [00017] [00144]
ἐκεῖνον [00081]
ἐκεῖνος [00120]
ἐκείνου [00120]
ἐκείνῳ [00164]
ἐκείνων [00019] [00075] [00104]
ἐκελεύετο [00131]
ἐκθηριωθέντας [00151]
ἐκκλησίαν [00001] [00028]
Ἐκκλησίαν [00144]
ἐκκλησίας [00145]
Ἐκκλησίας [00142] [00154]
ἐκλογῆς [00038]
ἐκρηγνυμένης [00016]
ἔκυπτον [00018]
ἐκφέρειν [00032]
ἐλάβομεν [00141]
ἐλαμβάνομεν [00037]
ἐλαύνοντες [00150]
ἔλεγε [00007]
ἕλκος [00100]
ἑλκῶν [00106]
Ἕλληνες [00143]
ἐλύετο [00026]
ἐλύπησά [00008]
ἐμαυτοῦ [00031]
ἐμβάλλουσιν [00150]
ἐμβαλοῦμεν [00151]
ἐμβιβάζοντες [00055]
ἐμβλέψας [00061]
ἐμβλέψω [00062]
ἐμοὶ [00011] [00018]
ἐμοίχευσεν [00061]
ἐμοῦ [00156]
ἐμπεπλησμένα [00129]
ἐμπίπρασθαι [00103]
ἐμπλῆσαι [00015]
ἐμπλησθεὶς [00087]
ἐν [00011] [00019] [00025] [00026] [00027] [00040] [00078] [00154]
ἓν [00120]
Ἐν [00069]
ΕΝ [00001]
ἐναπέμεινάν [00134]
ἐναπόκειταί [00081]
ἔνδον [00092]
ἐνεκαλυπτόμην [00018]
ἕνεκεν [00040]
ἐνενήκοντα [00120]
ἐνεχειρίσθημεν [00138]
ἐνηδυπαθεῖν [00098]
ἐνιαυτὸν [00133]
ἐννέα [00120]
ἐννόησον [00122]
Ἐννόησον [00125]
ἔννοιαν [00070]
ἑνὸς [00044] [00125] [00150]
ἐνοχλεῖν [00087]
ἐνταῦθα [00102] [00161]
ἐντεῦθεν [00082] [00083] [00084] [00085] [00086] [00151]
ἐντυγχάνων [00007]
ἐντυχεῖν [00005]
ἐξ [00115] [00150]
ἐξαρπάσοιμεν [00115]
ἐξεβακχεύθησαν [00015]
ἐξεβάλλετο [00131]
ἐξελέσθαι [00161]
ἔξεστι [00108]
ἕξετε [00153]
ἐξήλασεν [00091]
ἐξόδου [00148]
ἐξουσίᾳ [00126]
ἐξουσίαν [00141]
ἔξω [00131]
ἐπ [00077]
ἐπαγαγεῖν [00132] [00141]
ἐπαγάγωμεν [00134]
ἐπαινέσουσι [00144]
ἐπανάγαγε [00125]
ἐπανελθεῖν [00165]
ἐπανήγαγε [00120]
ἐπανήγετο [00026]
ἐπανῆλθεν [00120]
ἔπασχον [00016]
ἐπαχθεῖς [00087]
ἐπαχθεστέρων [00160]
ἐπαχθῆ [00164]
ἐπαχθής [00087]
ἐπέθηκας [00040]
Ἐπεὶ [00120] [00134]
Ἐπειδὰν [00087]
ἐπέστησας [00040]
ἐπὶ [00037] [00038] [00042] [00054] [00120] [00128] [00154] [00165]
ἐπιβαινέτω [00145]
ἐπιβὰς [00133]
ἐπιβήσῃ [00104]
ἐπιζητήσειε [00100]
ἐπιζητήσῃς [00058]
ἐπιθυμῆσαι [00061] [00062]
ἐπιθυμίᾳ [00080]
ἐπιθυμίαν [00040] [00052] [00103]
ἐπιθυμίας [00067]
ἐπιμενόντων [00145]
ἐπιστὰς [00021]
ἐπιστολῆς [00146]
ἐπιτελοῦντες [00038]
ἐπιτιμάσθω [00145]
ἐπλήρωσε [00120]
ἔπνευσαν [00049]
ἐποίησά [00008]
ἐποίησε [00006]
ἐπομβρία [00036]
ἐργάζεσθαι [00138]
ἐργάζεται [00099]
ἐργάσομαι [00130]
Ἐρεῖ [00155]
ἐροῦμεν [00020] [00046]
ἐρῶ [00012]
ἐρωτᾷς [00059]
ἔρωτος [00103]
ἐσίγησας [00156]
ἐσταυροῦτο [00026]
ἐστὲ [00109]
ἐστὶ [00099]
ἐστι [00122] [00153]
ἔστι [00136]
ἐστιν [00121]
ἔστω [00145]
ἐσχάτην [00102]
ἐσχάτης [00103]
ἐσχάτων [00017]
ἐτελεῖτο [00025]
ἕτερον [00054]
ἑτέρων [00042]
ἐτήρησε [00050]
ἔτρεχε [00037] [00120]
ἐτρέχομεν [00038]
ἔτυχε [00042]
εὐθύνας [00044] [00047] [00159] [00162]
εὕροσαν [00011]
εὔσπλαγχνος [00109]
εὐτελεῖς [00138]
εὐτονώτερον [00136]
εὐφραινώμεθα [00166]
εὐχαῖς [00165]
εὐχαριστηρίους [00027]
εὐχὰς [00027]
ἐφάνη [00050]
ἐφείσατο [00124]
ἐφρίξατε [00140]
ἐφώτισε [00048]
ἔχει [00041]
ἔχητε [00152]
ἔχομεν [00125]
ἔχοντες [00094]
ἔχουσαι [00086]
ἐχρῆν [00054]
ἐχρησάμην [00132]
ἔχω [00109] [00133] [00135] [00135]
ἔχων [00089] [00106] [00164]
ἕως [00120]


ζημία [00118]
ζητοῦντες [00115]
ζυγὸν [00040]
ζωῆς [00045]


[00022] [00023] [00037] [00081] [00081] [00087] [00087] [00091] [00118]
[00008] [00021] [00154] [00161] [00164]
[00164]
[00060]
[00103]
[00044]
[00025] [00126]
ᾐδέσθητε [00025]
ἤδη [00061] [00165]
ἡδονὴν [00101]
ἡδονῆς [00041]
ἤκουσας [00060] [00076]
ἤλασας [00040]
ἡλικίαν [00055]
Ἥλιος [00048]
ἡμαρτηκότων [00110]
ἡμᾶς [00015] [00045] [00144] [00161]
ἡμεῖς [00044] [00131] [00138] [00151] [00151] [00166]
ἡμέρᾳ [00027] [00054]
ἡμέρα [00050]
ἡμέραν [00025] [00042] [00045]
ἡμέρας [00039] [00047]
ἡμερῶν [00036] [00045]
ἡμετέρας [00045] [00137]
ἡμετέροις [00044]
ἡμῖν [00125] [00126] [00139] [00144] [00152] [00162]
ἡμῶν [00025] [00037] [00108] [00126] [00142] [00143] [00146]
ΗΜΩΝ [00001]
ἣν [00122] [00123] [00124]
ἦν [00090] [00131]
ἤνεγκας [00157]
ἡνίκα [00027]
ἡνιόχους [00019]
ἠνοίγετο [00026]
ἤρκεσε [00054]
ἥτις [00067]
ηὐτομόλησαν [00015]
ἠφανίζετο [00026]


θαυμάσονται [00144]
θαύματα [00123]
θέατρα [00001] [00054]
θέατρον [00024] [00068]
θεάτρου [00081]
θεάτρων [00128]
Θεὸν [00034]
Θεὸς [00006] [00045] [00126] [00166]
Θεός [00155]
Θεοῦ [00026] [00053] [00123] [00138] [00152]
θερμοτέρα [00136]
θεωρῆσαι [00064] [00064]
θεωρήσας [00070]
θεωρίαν [00015] [00028]
θηρία [00097]
θηριαλώτους [00115]
θηρίων [00150]
θορυβούμεθα [00069]
θρῆνον [00015]
θρυπτομένην [00070]
θυμὸν [00040]
θυσία [00026]
θυσίαν [00028]
θυσίας [00156]


ἰατρὸν [00058]
ἰατρόν [00100]
ἰατροὺς [00094]
ἰδεῖν [00108]
ἴδοιμεν [00114]
ἱερᾶς [00128] [00131]
ἱερεῖ [00158]
ἱερῶν [00104]
ἱκετηρίαι [00037]
ἵλεω [00034]
ἱμάτια [00070] [00078]
Ἵν [00152]
ἵνα [00058] [00139] [00152] [00166]
Ἰουδαῖοι [00143]
ἱπποδρομίας [00001] [00041]
ἵππων [00015]
ΙΩΑΝΝΟΥ [00001]


κἀγώ [00130]
καθ [00005]
καθαίρεσιν [00126]
καθάπερ [00044] [00094] [00150]
καθεὶς [00054]
καθήμενος [00016] [00070]
καθῆναι [00131]
καίειν [00136]
καιρὸν [00081]
καίτοι [00160]
κακίᾳ [00055]
κακία [00056] [00059]
κακίαν [00094]
κακίας [00054]
κακίζοντες [00094]
κακῷ [00042]
κάμινον [00092] [00103]
Κἂν [00118]
κἂν [00119] [00119] [00119] [00131] [00164] [00164] [00164]
καπνοῦ [00054]
κατ [00007]
καταβέβληται [00125]
καταγγείλαντες [00154]
καταγελάσονται [00143]
κατακαύσει [00077] [00078]
κατακεκλασμένα [00070]
κατακλίνων [00036]
καταλείψαντας [00001]
καταλιπόντες [00015]
καταλιπὼν [00028] [00120]
καταλλαγὴ [00026]
καταλλάξαι [00035]
καταπλαγέντες [00039]
κατάρα [00026]
κατασήπων [00036]
κατατολμήσαντες [00038]
καταφρόνει [00125] [00137]
κατεκρήμνιζον [00055]
κατεῤῥήγνυτο [00036]
κατέρχεσθε [00101]
κατηγορίαν [00103]
κατηνέχθησαν [00075]
κατῄσχυνον [00055]
κατορθωμάτων [00039]
κάτω [00019] [00070] [00093]
κεφαλῇ [00070]
κινδυνεύοντες [00017]
κλαπὲν [00156]
κλήσεως [00040]
κλυδωνιζομένων [00016]
κοινὸς [00145]
κοινωνήσητε [00148]
κολάζεται [00154]
κολάσεις [00123]
κολάσεως [00102]
κολασθῆναι [00161]
κόλπῳ [00078]
κομῶντας [00036]
κόπτομαι [00111]
κορυφαίους [00038]
κοσμιότητος [00165]
κόσμον [00053]
κοῦφον [00040]
κουφότερον [00090]
κρατῶν [00064]
κραυγαὶ [00018]
κραυγῆς [00015]
κρηπῖδα [00038]
κρίμα [00153]
κρίσεως [00161]
κροτούντων [00019]
κτισμάτων [00052]
κυμάτων [00017] [00038]
κυνηγέτην [00097]
κυνηγοὶ [00150]
κύπτεις [00070]
κωμῳδήσουσιν [00143]
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ [00001]


λαβεῖν [00098]
λάβῃς [00070]
λαβόντα [00156]
λαβοῦσα [00023]
λαβὼν [00081]
λαμβάνοντες [00101]
λαμπρᾷ [00128]
Λαός [00008]
λέγε [00116] [00121]
λέγειν [00107]
λέγοι [00021]
λέγοντος [00060]
λέγω [00053] [00068]
λέγων [00031] [00164]
λέλυται [00140]
λέοντος [00115]
λεπρὸς [00131]
λεπροῦντα [00131]
λέων [00097]
λῃστὴς [00026]
λίθος [00065] [00072]
λιτανεῖαι [00037]
λογισμὸν [00040]
λογιώτατος [00098]
λόγον [00045] [00086] [00106] [00135]
λόγου [00148]
λόγῳ [00146]
λόγων [00015] [00109]
λοιπὰ [00097]
λοιποῖς [00129]
λοιπὸν [00034] [00126] [00132] [00133] [00134]
λυθείσης [00038]
λυθέντος [00081]
Λύκος [00097]
λυμαίνεται [00111]
λύμην [00101] [00128]
λυπεῖν [00160]
λυπηθέντας [00161]
λυπῆσαι [00164]
λῦσαι [00141]
λυττῶντες [00094]


μακάριον [00037]
μακροὺς [00015]
μαλακιζομένην [00070]
μᾶλλον [00015] [00092] [00131] [00152] [00154]
μάτην [00042]
μάχαι [00085]
με [00063]
μεγάλων [00075]
μεγέθει [00039]
μεγίστην [00153]
μεθ [00161]
μεῖζον [00165]
μείναντας [00165]
μέλη [00070] [00081]
μελλούσης [00161]
μέλλων [00160]
μὲν [00019] [00097] [00143]
μένειν [00064]
μέρους [00150]
μέσῃ [00019]
μέσον [00032]
Μετ [00038]
μεταβαλλέσθωσαν [00140]
μετάδοτε [00148]
μεταδοῦναι [00129]
μεταδώσω [00128]
μεταξὺ [00039] [00109]
μετασχόντα [00156]
μετεῤῥυθμίζετο [00026]
μέτωπα [00109]
μέχρι [00044]
μηδὲ [00100] [00126] [00126]
Μηδεὶς [00145]
μηδὲν [00110]
μηκέτι [00125]
μήτε [00148] [00148] [00148] [00148] [00148] [00148]
μιᾶς [00039]
μικρὰν [00101]
μικρὸν [00054] [00152]
μιμήσομαι [00012]
μισθόν [00053]
μισθωσάμενος [00053]
μισῶν [00100]
μοι [00009] [00103] [00116] [00136]
Μοιχείας [00059]
Μονογενοῦς [00124]
μόνον [00081] [00118] [00154]
μόνος [00089]
μου [00008]
μυρία [00081] [00123]
μύσος [00040]
μύσους [00040]
μυστηρίων [00128]


νάφθα [00093]
νέοι [00055]
νεότητα [00055]
νηὸς [00017]
νηστείας [00028]
νηστεύειν [00027]
νίκας [00038]
νίκης [00042]
νόμοι [00123]
νόμων [00144] [00152]
νοσεῖς [00058]
νοσήματος [00094]
νόσον [00095] [00099]
νόσου [00129]
νοσοῦντας [00114] [00152]
νοσοῦντες [00095] [00139]
νοσῶν [00058]
νύκτα [00048]
Νῦν [00109] [00143]
νῦν [00108] [00132] [00166]
νὺξ [00050]


ξένος [00021]
ξυνωρίδα [00037]


[00006] [00024] [00024] [00026] [00026] [00045] [00050] [00070] [00076] [00079] [00081] [00098] [00111] [00120] [00126] [00131] [00154] [00155] [00166]
[00061] [00064] [00100]
ὀβολοῦ [00044]
ὀδύνην [00031] [00101] [00108]
ὀδυνῶμαι [00058] [00101] [00111]
οἱ [00011] [00087] [00094] [00095] [00117] [00129] [00139] [00150] [00154]
οἳ [00075]
οἵ [00139] [00139]
οἶδας [00058]
οἰκείαν [00050]
οἰκείους [00094]
οἰκέται [00087]
οἰκέταις [00044]
οἰκετῶν [00154]
οἰκία [00087]
οἰκίαις [00154]
οἰκίαν [00089] [00148]
οἰκοδομήν [00126]
οἴκοι [00016]
οἶκον [00053]
οἰκονομίαν [00087]
οἴκου [00156]
οἰκουμένης [00026] [00027]
οἰκτροὶ [00138]
οἴκων [00082]
οἶμαι [00110]
οἶσθα [00044]
Ὀλίγοι [00117]
ΟΜΙΛΙΑ [00001]
ὅμως [00138]
ὄνειδος [00142]
ὄντας [00140]
ὅπερ [00090] [00099]
ὅπου [00070]
ὁρᾷν [00040]
ὀργῆς [00038]
ὀργιζόμενον [00035]
ὀρθὸν [00040]
ὁρῶ [00109] [00140]
ὁρώμενα [00122]
ὁρῶν [00070]
Ὁρῶν [00156]
ὅση [00125]
ὅταν [00047] [00143]
ὅτε [00026] [00054]
ὅτι [00044] [00058] [00058] [00101] [00109] [00111] [00121] [00122] [00128]
Οὐ [00031] [00074] [00142]
οὐ [00077] [00078] [00089] [00093] [00128] [00128] [00133] [00159] [00164]
Οὐδὲ [00025] [00153] [00162]
οὐδὲ [00081] [00124] [00156] [00162]
οὐδὲν [00071] [00094]
οὐδενὸς [00160]
Οὐκ [00076] [00082]
οὐκ [00040] [00040] [00044] [00053] [00054] [00055] [00058] [00060] [00083] [00084] [00085] [00086] [00086] [00089] [00103] [00120] [00126] [00128] [00150] [00154] [00156] [00158]
οὖν [00016] [00046] [00062] [00134] [00137] [00152]
οὐρανίου [00105]
οὐρανὸν [00040]
οὐσίας [00036]
οὔτε [00039] [00039]
Οὕτω [00006]
οὕτω [00018] [00039] [00045] [00095] [00130] [00132] [00149] [00151]
Οὕτως [00079]
οὕτως [00015] [00109] [00141] [00143]
οὐχ [00118] [00146]
ὀφθαλμῶν [00033]
ὄψεως [00075]


πάθει [00106]
πάθη [00040]
παθῶν [00039]
παῖδας [00055]
παιδευθέντες [00039]
παιδία [00087]
παιδοκτόνους [00055]
παλαιὸν [00131]
πάλιν [00010] [00012] [00054] [00074] [00120] [00141]
πανήγυριν [00038]
πάντα [00026] [00036] [00051] [00093] [00122] [00164]
πάντας [00094] [00140]
πανταχοῦ [00103]
πάντοθεν [00150]
πάντοτε [00095]
πάντων [00099]
παρ [00108] [00144]
παρὰ [00053] [00138]
παράδεισος [00026]
παραινέσει [00132]
παραίνεσιν [00128] [00132]
παραινούντων [00126]
παραινῶν [00133]
παραιτήσομαι [00074]
παράκλησις [00070]
παραμυθούμενος [00031]
παρανομήσαντα [00156]
παράνομον [00128]
παρανομοῦντας [00152]
παρασκευῇ [00026]
παραστῆναι [00164]
παρασυρομένην [00039]
παρασύρων [00036]
παρεμβολῆς [00131] [00131]
παρῆλθε [00050]
παρηνώχλησά [00008]
παρίδητε [00153]
πᾶσα [00037]
πᾶσαν [00015]
πάσχῃς [00071]
πατέρες [00011] [00055]
πατέρων [00055]
πατρίδα [00026]
ΠΑΤΡΟΣ [00001]
Παῦλον [00037] [00038]
παύσομαι [00031] [00164]
πεῖσαι [00063]
πεῖσον [00125]
πέλαγος [00038]
πέντε [00119]
πεπληρωμένος [00059]
περάσαντες [00038]
περὶ [00017] [00106]
περιβεβλημένην [00070]
περιβόλων [00128]
περιδιώκει [00098]
περιέλθοιμεν [00115]
περίκεισαι [00067]
περιορῶμεν [00143]
περιορῶν [00039]
Περιπατήσει [00077]
περιπεσεῖν [00125]
περιττὴ [00087]
περιφέρειν [00103]
Πέτρον [00037] [00038]
πιέζειν [00032]
πικρότατον [00099]
πίσσα [00093]
πίστεως [00038]
πλανηθέντος [00120]
πλεονεξίᾳ [00036]
πλημμέλημα [00011]
πληροῖς [00052]
πνευματικὴν [00028] [00038]
πνευματικόν [00024]
πόδας [00077]
ποθεν [00021]
ποία [00056] [00059]
ποιεῖν [00110]
ποιῆσαι [00034]
ποιήσαντι [00027]
ποιήσατε [00147]
ποικίλαι [00123]
ποικίλος [00048]
ποιμένες [00129]
ποιμὴν [00120]
ποιῶν [00164]
πολέμιος [00145]
πόλεμοι [00085]
πόλεμος [00026]
πόλεως [00133]
πολιὰς [00055]
πόλιν [00015]
πόλις [00022] [00037]
πολλάκις [00069] [00133]
πολλὴν [00041] [00109]
πολλῆς [00070]
πολλοὺς [00110]
Πολλῷ [00161]
πολλῷ [00092] [00098] [00131] [00154]
πολὺν [00015]
πονηρίας [00055]
πορνείᾳ [00145]
πόρνῃ [00080]
πόρνην [00070] [00089]
πορνικὰ [00070] [00081]
ποταμοί [00049]
πραγματεῖαι [00123]
πραγμάτων [00087] [00096]
Πρὸ [00036]
πρὸ [00033] [00102]
πρόβατα [00120] [00129]
προθύρων [00104]
προκόψαι [00165]
προλέγω [00128]
προοιμίων [00055]
Πρὸς [00001]
πρὸς [00001] [00012] [00015] [00026] [00028] [00040] [00061] [00062] [00070] [00087] [00094] [00094]
προσεῤῥήγνυντο [00018]
προσεφέρετο [00026]
προσιὼν [00087]
προσρηγνυμένων [00017]
προτέρᾳ [00054]
προϊεμένην [00070]
πῦρ [00054] [00078] [00136]
πυρέττοντες [00094]
πυρὶ [00093]
πυρὸς [00077] [00136]
Πῶς [00034] [00104] [00113]
πῶς [00035] [00045] [00063] [00064] [00100] [00105] [00106] [00156] [00157] [00158]


ῥᾳδίως [00149]
ῥήμασι [00161]
ῥήματα [00070] [00081]
ῥυθμὸς [00081]
ῥυτίδα [00164]


σαγήνην [00150]
Σάρκα [00067]
σάρκα [00067]
σαυτὸν [00042]
σὲ [00048] [00049] [00050]
σέ [00051]
σε [00008]
σεαυτοῦ [00089]
σελήνη [00048]
σεμνὸν [00028]
σημειοῦσθε [00146]
σηπεδόνι [00134]
σιγῇ [00032] [00162]
σιδήριον [00135]
σίδηρος [00066] [00073]
σιδήρου [00135]
σιτία [00094]
σκεῦος [00038] [00156]
σκιρτᾷς [00039]
σοὶ [00040]
σοι [00008] [00008] [00052] [00065] [00072] [00155]
Σολομών [00076]
σου [00026] [00081] [00087]
σπέρματα [00050]
σπῖλον [00164]
σπουδὴν [00064]
στάχυας [00036]
στόματος [00036]
στυγνάζοντας [00140]
στυππίον [00093]
σὺ [00028] [00052] [00070] [00075]
συληθεῖσαν [00156]
σύλλογον [00028]
σύμβολα [00025]
συμβολῇ [00132]
συμβουλευόντων [00126]
συναγανακτήσατε [00152]
συναναμίγνυσθε [00146]
συνεγένου [00080]
συνειδότες [00154]
συνειδότι [00092]
συνειδότος [00103]
συνελάσωμεν [00151]
συνεπλάκης [00080]
συνεσταλμένους [00140]
συνεχῶς [00031] [00133]
συνηγόρους [00037]
συνήθεις [00087]
σφόδρα [00138] [00144]
σχήματα [00081]
σώζοισθε [00166]
σῶμα [00065] [00072] [00156]
σωτηρίας [00025] [00125] [00151] [00163]
σωφροσύνην [00156]
σωφροσύνης [00083] [00106] [00165]


τὰ [00001] [00025] [00036] [00038] [00040] [00042] [00055] [00074] [00078] [00081] [00081] [00081] [00081] [00081] [00087] [00093] [00097] [00107] [00109] [00115] [00120] [00122] [00123] [00129] [00140] [00150] [00151] [00152] [00162]
ταῖς [00154]
τάξιν [00050]
τὰς [00001] [00038] [00038] [00159] [00162]
Ταῦτα [00003] [00013] [00022] [00029]
ταῦτα [00004] [00014] [00023] [00024] [00027] [00030] [00031] [00051] [00101] [00110] [00133] [00138]
ταύτῃ [00031]
ταύτην [00095] [00128] [00140]
ταύτης [00087] [00131]
Τάχα [00110]
ταχέως [00091] [00112] [00151] [00165]
τε [00139] [00139] [00165] [00165]
τεχθέντων [00055]
τῇ [00019] [00027] [00032] [00036] [00054] [00055] [00070] [00080] [00080] [00080] [00081] [00092] [00126] [00128] [00134] [00145]
τὴν [00001] [00015] [00015] [00018] [00025] [00026] [00028] [00031] [00036] [00037] [00038] [00039] [00041] [00048] [00050] [00052] [00054] [00055] [00055] [00055] [00080] [00087] [00089] [00089] [00092] [00094] [00095] [00098] [00099] [00101] [00102] [00106] [00108] [00112] [00120] [00128] [00128] [00131] [00132] [00134] [00138] [00140] [00144] [00150]
τηνικαῦτα [00155]
τῆς [00016] [00017] [00025] [00026] [00027] [00036] [00038] [00038] [00038] [00040] [00040] [00041] [00041] [00042] [00045] [00045] [00047] [00050] [00054] [00055] [00067] [00070] [00102] [00102] [00105] [00108] [00115] [00115] [00125] [00128] [00129] [00131] [00131] [00133] [00133] [00137] [00137] [00138] [00139] [00140] [00142] [00145] [00146] [00151] [00154] [00161] [00163]
Τί [00011] [00020] [00046] [00062]
τί [00008] [00008] [00008] [00021] [00047] [00068] [00076] [00107]
τι [00164]
τιθέμενος [00064]
τιθέναι [00033]
τιμὴ [00125]
τίμιον [00156]
Τιμόθεον [00037]
τιμωρίαι [00123]
τιμωρίαν [00153]
τιμωρίας [00103]
τινες [00015] [00134]
τίνι [00113]
τίνος [00040]
τίς [00021]
τις [00055] [00077] [00078] [00128] [00146] [00154]
Τὸ [00089]
τὸ [00024] [00024] [00024] [00028] [00031] [00038] [00040] [00041] [00061] [00062] [00064] [00065] [00068] [00072] [00081] [00100] [00120] [00131] [00142] [00153] [00156] [00156] [00156]
τοι [00160]
τοιαῦτα [00019] [00070] [00152] [00156] [00162]
τοιαύτη [00026]
τοιαύτην [00103] [00111]
τοιαύτης [00156]
τοίνυν [00139] [00145]
τοιοῦτοι [00139]
τοιοῦτον [00023]
τοιούτου [00064]
τοιούτους [00055]
τοιούτων [00164]
τοῖς [00006] [00017] [00044] [00044] [00094] [00125] [00129]
τοίχοις [00017]
τολμᾷς [00071]
τομὴν [00132] [00134]
τομώτερον [00135]
τὸν [00034] [00037] [00037] [00038] [00038] [00040] [00040] [00053] [00053] [00058] [00081] [00097] [00100] [00106] [00120] [00131] [00156]
τοξευόμενα [00097]
τόπους [00037]
τοσαύτη [00070]
τοσαύτην [00015] [00042] [00064] [00101] [00132] [00153]
τοσοῦτον [00053]
τοσούτων [00106]
Τότε [00144]
τότε [00028] [00161]
ΤΟΥ [00001] [00001]
τοῦ [00025] [00028] [00036] [00052] [00053] [00060] [00064] [00064] [00081] [00094] [00115] [00120] [00123] [00124] [00125] [00131] [00138] [00152] [00156] [00156] [00156]
τοὺς [00001] [00037] [00038] [00038] [00055] [00077] [00094] [00114] [00115] [00142] [00151] [00166]
τούς [00165] [00165]
Τοῦτο [00041] [00147]
τοῦτο [00058] [00111] [00120] [00128] [00152] [00160] [00164]
Τοῦτον [00012]
τοῦτον [00053] [00146]
τούτους [00152]
τούτων [00109]
τουτωνὶ [00128]
τράπεζαν [00036]
τραπέζης [00105] [00128] [00148]
τραυμά [00106]
τραύματα [00081]
τραύματι [00098]
τραυμάτων [00110]
τρέφειν [00103]
τρέχων [00040] [00054]
τριῶν [00036]
τρόπαια [00038]
τρόπῳ [00113]
τροφὴ [00093]
τρωθεὶς [00098]
τρώσασαν [00098]
τύπτοντας [00109]
τυχὸν [00153]
τυχοῦσα [00118]
τυχούσας [00159]
τῷ [00027] [00032] [00039] [00039] [00092] [00093] [00098] [00106] [00146] [00158] [00164] [00164]
τῶν [00015] [00016] [00017] [00017] [00019] [00019] [00022] [00027] [00033] [00033] [00036] [00037] [00037] [00038] [00039] [00039] [00039] [00039] [00045] [00052] [00055] [00075] [00087] [00094] [00104] [00104] [00108] [00109] [00110] [00110] [00120] [00128] [00128] [00129] [00144] [00145] [00150] [00152] [00152] [00154] [00154] [00160] [00164] [00165] [00166]
των [00106]


ὑγιαίνοντας [00114]
ὑγιαίνοντες [00139]
ὑγιαινόντων [00129]
ὑγιεινότεροι [00139]
ὑγρᾶς [00036]
ὑετὸς [00036]
ὑμᾶς [00012]
ὑμεῖς [00151] [00152] [00166]
ὑμετέρας [00133]
ὑμετέρων [00033]
ὑμῖν [00109] [00133] [00153]
Ὑμῖν [00005]
ὑμῶν [00005] [00011] [00126] [00145] [00161]
Ὑμῶν [00162]
ὑπακούσῃ [00146]
ὑπὲρ [00026] [00027] [00042] [00064] [00110] [00125] [00152] [00162]
ὑπεύθυνος [00163]
ὑπὸ [00028] [00039] [00067]
ὑπομένετε [00101]
ὑποφήτην [00023]
ὑφελόμενος [00154]


φ [00031]
φαίνεται [00087]
φανερῶς [00089]
φανῆναι [00164]
φάρυγγος [00115]
φείσομαι [00160]
φέρε [00134]
φέρειν [00162]
φέρεσθαι [00042]
φερούσης [00015]
φεύγει [00097]
φησὶ [00062]
φησί [00057]
φησὶν [00146]
φησιν [00076]
φιλοσοφίας [00040]
φιλοσοφώτερος [00075]
φιλόχριστος [00024]
φοβερῷ [00164]
φόβῳ [00039]
φορητά [00004] [00014] [00030]
φορτικὸν [00164]
φορτικὸς [00087]
φορτικώτερα [00087]
φροντίδες [00087]
φύσεως [00050]
φυτὰ [00050]
φωνῇ [00128]
φωνῆς [00016]


χαλεπὴν [00095]
χαλεπῆς [00139]
χαλεπῶν [00096]
χαλεπώτερα [00019]
χαλεπώτεραι [00018]
χαλεπωτέραν [00092]
χαλεπώτερον [00016] [00054] [00067] [00098]
χάριν [00109]
χαρισάμενον [00161]
χάριτος [00138]
χείμαῤῥος [00037]
χορός [00048]
χόρτου [00067]
χρήσομαι [00126]
χρηστὸν [00040]
Χριστοῦ [00060]
χρόνιος [00026]
χρυσᾶ [00070]
χρυσίον [00154]
ΧΡΥΣΟΣΤΟΜΟΥ [00001]
χρυσοῦν [00156]
χωλεύοντα [00120]
χωρίον [00156]


ψιλῆς [00075]
ψυχή [00122]
ψυχῇ [00081]
ψυχὴν [00039] [00055] [00131]
ψώρας [00129]


[00096]
ὡς [00036] [00042] [00071]
ὦσιν [00118]
ὥσπερ [00037] [00129]
Ὥσπερ [00017] [00132] [00141]
ὥστε [00015] [00055] [00098] [00129] [00164]
ὠφέλειαν [00041]