Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θαλάσσης [228]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θαλάσσης


000-00-00 Serial Number=0556840539
Ad Eudoxiam i Ante [Go Back]  
 [00004]  Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ.
 [00040]  Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ' ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ [296] θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης.
000-00-00 Serial Number=0269034684
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00894]  Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον.
000-00-00 Serial Number=0941717386
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00049]  [2.4] Ὅτε οὖν ἐσκοπεῖτο, οὐχ ὅπως ἀγγέλων προνοεῖ καὶ ἀρχαγγέλων ὁ Θεὸς καὶ τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ καὶ τῶν ἄλλων ἀοράτων δυνάμεων, οὐδὲ πῶς ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης, οὐδὲ πῶς τοῦ γένους τῶν ἀνθρώπων παντός, οὐδὲ πῶς ἀλόγων καὶ φυτῶν καὶ σπερμάτων καὶ βοτανῶν καὶ ἀέρων καὶ πνευμάτων καὶ πηγῶν καὶ ποταμῶν, οὐδὲ τῆς κατὰ φύσιν γεννήσεως καὶ αὐξήσεως καὶ διατροφῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, [2.5] ἀλλ' ἕν τι μέρος ἀπολαβὼν τῆς προνοίας αὐτοῦ τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας καὶ γὰρ περὶ τούτων τὸν ἅπαντα διεξῄει λόγον, διδάσκων πῶς μὲν τοὺς ἐξ ἐθνῶν ἐκάλεσε, πῶς δὲ τοὺς ἐξ Ἰουδαίων ἀπώσατο καὶ πῶς ἐλέῳ τὴν ἑκατέρων σωτηρίαν ἐπραγματεύσατο ἄκουσον οἷα φησίν.
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
000-00-00 Serial Number=0183373868
Ad populum Antiochenum Ante [Go Back]  
 [04525]  Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα;
 [04971]  Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, φησὶν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.
 [05382]  Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου κατέκοψαν οἱ Χαλδαῖοι, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέκοψαν οἱ Χαλδαῖοι, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ ἀργυρᾶς ἔλαβον, καὶ τῶν στύλων τῶν δύο, καὶ τῶν βάσεων, καὶ τῆς θαλάσσης, ἣν ἐποίησεν ὁ Σολομὼν ἐν οἴκῳ Κυρίου, ἔλαβε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος·
000-00-00 Serial Number=0616790652
Admonitiones spirituales Ante [Go Back]  
 [00106]  τίς οὐκ ἐγεύσατο τῶν ἁλμυρῶν ὑδάτων τῆς πικρᾶς ταύτης θαλάσσης, τῶν ἐπαλλήλων
000-00-00 Serial Number=0028881609
Adversus Judaeos Ante [Go Back]  
 [01439]  καὶ νῦν μὲν ἐξελθόντες ἐξ Αἰγύπτου, τῆς θαλάσσης σχισθείσης, καὶ τῶν ἄλλων θαυμάτων γινομένων, ἐπιλαθόμενοι τοῦ ταῦτα πεποιηκότος Θεοῦ, τοῖς οὐ θεοῖς ἀνετίθεσαν τὰ γινόμενα, καὶ τῷ Ἀαρὼν λέγουσι·
 [01473]  τὸν καταποντισμὸν τῶν Αἰγυπτίων λέγων, τὸν διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, ὃν ἐν ταῖς ᾠδαῖς Μωϋσῆς ἀναγράφων οὕτως ἔλεγεν·
 [01925]  οὐχὶ τῆς θαλάσσης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, μόσχον προσεκυνήσατε;
000-00-00 Serial Number=0093084812
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00432]  Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ' ὑμῖν, ὡς μηδ' ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ' ἐκείνου λαβεῖν.
 [00451]  ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ' ἕτερα μεταστήσεται, καθάπερ σ
 [00808]  Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
000-00-00 Serial Number=0686546981
Commentarius in Job Ante [Go Back]  
 [02168]  [9,8b] καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.
 [02378]  [11,9a] ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι [9b] ἢ εὖρος θαλάσσης;
 [02427]  [12,8a] ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, [8b] καὶ εἰ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης, [12,9a] ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, [9b] ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα, [12,10a] ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων [10b] καὶ πνεῦμα παντὸς ἀνθρώπου;
 [02588]  εἶτα δείκνυσιν, ὅτι πάντων ἀθλιώτερος ὁ ἄνθρωπος καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης·
 [04160]  [38,16a] ἦλθες δέ, φησίν, ἐπὶ πηγὴν θαλάσσης;
 [04161]  πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν, οὐχ ὡς πηγὴν [188] τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης καθάπερ πηγὴν ἐχούσης.
 [04194]  ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν.
 [04334]  τὸ μέρος τῆς θαλάσσης, ὅπερ ἐστὶν ἄπλωτον, ταῦτα ἐπινέμεται.
000-00-00 Serial Number=0485445142
Comparatio regis et monachi Ante [Go Back]  
 [00019]  Τὸν τοιοῦτον ἡδέως ἂν εἶδον καὶ δήμων καὶ γῆς καὶ θαλάσσης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων.
000-00-00 Serial Number=0538396657
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00038]  Εἶδες Ἠλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον·
000-00-00 Serial Number=0468104124
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00267]  Μὴ πρόβατα καὶ βόες σφαγήσονται, ἢ πᾶν τὸ ὄψον τῆς θαλάσσης συναχθήσεται, καὶ ἀρκέσει αὐτοῖς;» καὶ μετὰ ταῦτα δὲ πάλιν ἀπεδυσπέτησε, καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο·
000-00-00 Serial Number=0100795686
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00390]  Ὁ δὲ γενναῖος ἐκεῖνος, καὶ ψάμμου τε ἀριθμὸν εἰδὼς καὶ μέτρα θαλάσσης καὶ κωφοῦ συνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὥς φησι τὸ μὲν εἰπεῖν διαρρήδην καὶ σαφῶς, ὅτι διὰ τὸν ἅγιον Βαβύλαν καὶ τὴν ἐκ γειτόνων δύναμιν ἐπιστομισθεὶς οὐ δύναμαι φθέγγεσθαι, παρῃτήσατο δεδοικὼς μὴ γέλωτα παρὰ τοῖς θεραπευταῖς ὄφλῃ τοῖς ἑαυτοῦ, βουλόμενος δὲ συσκιάσαι τὴν ἧτταν εἶπε πρόφασιν τῆς σιγῆς ἢ μᾶλλον αὐτὸν καταγελαστότερον ἀπέφηνε τῆς σιγῆς.
000-00-00 Serial Number=0874779105
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00076]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας.
000-00-00 Serial Number=0724154532
De Lazaro Ante [Go Back]  
 [00429]  Τοῦτον γὰρ, φασὶν, ἐκ τῆς θαλάσσης σωθέντα ἡ δίκη ζῇν οὐκ εἴασεν.
000-00-00 Serial Number=0099551201
De Lazaro et divite Ante [Go Back]  
 [00035]  Πορφύραν μὲν εἶχε τὸ ἔνδυμα, τῆς βασιλείας δὲ τοῦ Θεοῦ ἀπέῤῥιπτο, πορφύραν εἶχεν, οὐ τῷ αἵματι τοῦ Χριστοῦ ἐῤῥαντισμένην, ἀλλ' ἐξ αἵματος κοχλίου θαλάσσης βεβαμμένην·
000-00-00 Serial Number=0890292346
De Susanna Ante [Go Back]  
 [00030]  Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.
000-00-00 Serial Number=0704775453
De beato Abraham Ante [Go Back]  
 [00233]  Ἦλθον δὲ ἐπὶ τοῦ χείλους τῆς θαλάσσης·
000-00-00 Serial Number=0888706505
De eleemosyna [1] Ante [Go Back]  
 [00188]  Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία.
000-00-00 Serial Number=0892272234
De eleemosyna [3] Ante [Go Back]  
 [00187]  Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία.
000-00-00 Serial Number=0902998388
De fato et providentia Ante [Go Back]  
 [00555]  Καθάπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν·
 [00615]  Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα καὶ περιττὸν τοὺς ζῶντας διαβάλλει βίον, τί ἂν εἴποιμεν περὶ τῶν τοὺς μυχοὺς τῆς θαλάσσης διερευνώντων, καὶ τὰς ἐσχατιὰς τῆς γῆς, καὶ παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων θηρευτὰς πανταχόθεν συλλεγόντων ἑαυτοῖς;
000-00-00 Serial Number=0744049907
De incomprehensibili dei natura Ante [Go Back]  
 [00130]  θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν.
000-00-00 Serial Number=0788705409
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01097]  διὰ τῆς θαλάσσης ἔπεμψαν, ἵνα καὶ ἄκοντες παρασκευάσωσι ταχέως ἀνυσθῆναι τὴν ὁδόν·
000-00-00 Serial Number=0388808727
De negatione Petri Ante [Go Back]  
 [00139]  ταύτην σου τὴν προπέτειαν καὶ ἐπὶ τῆς θαλάσσης βαδίζων ἐνεδείξω, εἰ μὴ θᾶττον ἐγὼ τὴν χεῖρα ἐξέτεινα.
000-00-00 Serial Number=0073789299
De non judicando proximo Ante [Go Back]  
 [00016]  Ὑμεῖς διὰ θαλάσσης Ἐρυθρᾶς, ὡς διὰ χλοηφόρου πεδίου διελθόντες, καὶ ἐν τῇ ἐρήμῳ ἐν ἀφράστῳ γλυκάσματος μεταποιούμενον ἐδέξασθε ὕδωρ ἐκ πέτρας, καὶ ἐκ μέσου ἀέρος ὀρτυγομήτραν προσπίπτουσαν·
000-00-00 Serial Number=0500476003
De paenitentia [1] Ante [Go Back]  
 [01249]  ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν οὐδέπω, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ, καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ δικάζοντες τὴν ψῆφον ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς ἰδίας ἁμαρτίας γένηται·
 [01251]  καίτοι τοσούτου φόβου, τοσούτου κλυδωνίου, τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης·
 [01335]  Ὡς τερπνὰ τῆς πνευματικῆς ταύτης ἡμῖν θαλάσσης τὰ κύματα, καὶ αὐτῶν τῶν ἐν τῷ πελάγει τερπνότερα.
 [01338]  Τὰ μὲν γάρ ἐστι χειμαζομένης θαλάσσης τεκμήρια, ταῦτα δὲ ψυχῆς εὐφραινομένης σημεῖα·
 [01340]  Οὕτω καὶ ζεφύρου πνοαὶ ὅταν ἐμπέσωσιν εἰς λήϊα, καὶ τὰς κεφαλὰς τῶν ἀσταχύων ἐπικλίνωσι καὶ διανιστῶσι, τὰ κύματα τῆς θαλάσσης ἐπὶ τῆς χέρσου μιμοῦνται.
000-00-00 Serial Number=0963030636
De patientia sermo 2 Ante [Go Back]  
 [00200]  Ἡ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
000-00-00 Serial Number=0785022497
De pharisaeo Ante [Go Back]  
 [00016]  Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ὁ ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον διαθρέψας ἐν τῇ ἐρήμῳ, ὁ τὴν ἀπόρευτον καταξηράνας θάλασσαν, καὶ καθάπερ διὰ χλοηφόρου πεδίου τῆς θαλάσσης τὸν Ἰσραὴλ διαγαγὼν, ὁ οὐρανόθεν αὐτοῖς τὸ μάννα ἐπομβρίσας, καὶ ὅλην τὴν ἡμέραν ἐκ τῆς λαμπρότητος τοῦ μάννα χιόνας.
 [00040]  Σὺ συνάγεις ὡς εἰς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους·
000-00-00 Serial Number=0377579629
De prophetiarum obscuritate Ante [Go Back]  
 [00619]  καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς.
000-00-00 Serial Number=0361810088
De regressu Ante [Go Back]  
 [00002]  [1] Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιός, ὁ ῥιφεὶς παρὰ τῆς τεκούσης καὶ σωθεὶς παρὰ τῆς πολεμούσης (ἐξέθηκεν μὲν γὰρ αὐτὸν ἡ μήτηρ, ἀνείλατο δὲ αὐτὸν ἡ Αἰγυπτία καὶ ἔθρεψεν), ὁ ἐν Αἰγύπτῳ τρεφόμενος καὶ ἐν οὐρανῷ πολιτευόμενος, ὁ τοιοῦτον καὶ τηλικοῦτον κατὰ τῶν Αἰγυπτίων τρόπαιον στήσας, ὁ θάλασσαν πήξας καὶ πέτραν διαρρήξας καὶ ὡς φίλος διαλεγόμενος τῷ Θεῷ·
000-00-00 Serial Number=0310913146
De sacerdotio lib 7 Ante [Go Back]  
 [00041]  Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν.
000-00-00 Serial Number=0195720673
De virtute animi Ante [Go Back]  
 [00017]  Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας.
000-00-00 Serial Number=0032447994
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01717]  Ἵνα καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι τῆς θαλάσσης κρατεῖ.
 [02399]  Εἰ γὰρ τῶν πλουτούντων ὑμῶν ἕκαστος ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάσσης καὶ οἰκουμένης, καὶ ἕκαστος γῆν καὶ θάλατταν καὶ τὰ πανταχοῦ οἰκοδομήματα καὶ πόλεις καὶ ἔθνη ἐκέκτητο, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ τὸ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, [63.642] καὶ τῆς βασιλείας ἐκπεσόντας.
 [02540]  Ὥσπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν·
 [04920]  Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς·
 [05528]  οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ δι' αὐτῶν τῶν πραγμάτων μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάσσης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν.
 [05540]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης, ἀλλὰ καὶ μαινομένης καὶ καταβοώσης καὶ συνεχῆ τὰ κύματα ἐπεγειρούσης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δὴ καὶ δικαστήριον ἐν τῷ πλοίῳ καθίσαντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ τινὶ μέλλοντες εὐθύνας παρασχεῖν ὧν ἂν ψηφίσοιντο·
 [05541]  καὶ οὐδὲ τῆς θαλάσσης καταβοώσης, οὐδὲ τοῦ κλήρου καταμαρτυρήσαντος, οὐδὲ ἑαυτοῦ καθομολογήσαντος τὸ ἁμάρτημα, τὴν ψῆφον ἐπάγουσι.
 [07520]  τὸ δὲ μετὰ θάνατον καὶ τάφον τοσαῦτα πανταχοῦ γῆς καὶ θαλάσσης καθ' ἑκάστην ἡμέραν ἐργάζεσθαι, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον.
000-00-00 Serial Number=0986316323
Epistula ad Cyriacum Ante [Go Back]  
 [00167]  Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει.
 [00168]  Νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος καὶ πλείονα τὰ κύματα.
000-00-00 Serial Number=0920060456
Epistulae Ante [Go Back]  
 [01279]  Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει·
 [01280]  νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα.
 [02237]  Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει·
 [02238]  νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα.
 [02942]  Ἐπεὶ καὶ κυβερνήτην ὁ χειμὼν μάλιστα δείκνυσι τῆς θαλάσσης, καὶ ἰατρὸν ἄριστον τὰ χαλεπὰ τῶν σωμάτων νοσήματα·
 [03103]  Οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ' ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον.
000-00-00 Serial Number=0170280695
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00370]  Τὰ δὲ κατορθώματα τὰ ἐντεῦθεν τεχθέντα εἴ τις βούλοιτο ἐπιέναι, ταὐτὸν ποιήσει οἷον εἴ τις καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν ἐπιχειροίη.
 [00469]  Οὐ γὰρ ἡ οἰκία σου παντὶ ἐλθόντι ἀνέῳκτο μόνον, ἀλλὰ καὶ πανταχοῦ γῆς καὶ θαλάσσης πολλοὶ ταύτης ἀπήλαυσαν τῆς φιλοτιμίας διὰ τῆς φιλοξενίας.
 [01119]  Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν·
 [01172]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01177]  Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα·
 [01181]  Καὶ τὸ δὴ θαυμαστὸν ὅτι οὐκ εἰς ἀγορὰν ἐμβάλλουσα, οὐδὲ τὰ μέσα τῆς πόλεως καταλαμβάνουσα, ἀλλ' ἐν οἰκίσκῳ βραχεῖ καὶ θαλάμῳ καθημένη, νευροῖς, ἀλείφεις τοὺς ἑστῶτας, καὶ τῆς θαλάσσης οὕτω μαινομένης καὶ τῶν κυμάτων οὕτω κορυφουμένων, σκοπέλων τε καὶ ὑφάλων καὶ σπιλάδων καὶ θηρίων πάντοθεν ἀγρίων ἀναφαινομένων καὶ νυκτὸς βαθυτάτης πάντα κατεχούσης, ὡς ἐν μεσημβρίᾳ καὶ γαλήνῃ καὶ κατὰ πρύμναν τοῦ πνεύματος ἱσταμένου, οὕτως ἀναπετάσασα τῆς ὑπομονῆς τὰ ἱστία μετὰ πολλῆς πλέεις τῆς εὐκολίας οὐ μόνον οὐ κλυδωνιζομένη ὑπὸ τοῦ χαλεποῦ τούτου χειμῶνος, ἀλλ' οὐδὲ περιρραντιζομένη·
 [01186]  Σὺ δὲ μυρίων πνευμάτων, τοσούτων ἀγρίων κυμάτων πάντοθεν συρρηγνυμένων, τοῦ βυθοῦ τῆς θαλάσσης ἀναστραφέντος διὰ τὴν χαλεπότητα τοῦ χειμῶνος, καὶ τῶν μὲν ὑποβρυχίων γενομένων, τῶν δὲ ἐπιπλεόντων νεκρῶν τοῖς ὕδασιν, ἑτέρων γυμνῶν ἐπὶ σανίδος φερομένων, εἰς μέσον ἁλλομένη τὸ πέλαγος τῶν κακῶν μῦθον ἅπαντα ταῦτα καλεῖς ἐξ οὐρίας ἐν χειμῶνι πλέουσα·
 [01399]  Τοιαύτη γὰρ τῶν παλαισ μάτων ἡ φύσις τούτων, καὶ πρὸ τῶν βραβείων, καὶ ἐν αὐτοῖς τοῖς σκάμμασιν ἔχει καὶ τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις, τὴν ἡδονὴν ἣν καρποῦσαι νῦν, τὴν εὐφροσύνην, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν ὑπομονήν, τὸ ἀνάλωτον, τὸ ἀχείρωτον, τὸ πάντων ὑψηλοτέραν εἶναι, τὸ οὕτως ἑαυτὴν ἀσκῆσαι ὡς μηδὲν δύνασθαι παρὰ μηδενὸς παθεῖν δεινόν, τὸ τοσούτων κλυδωνίων γενομένων ἐπὶ τῆς πέτρας ἑστάναι, τὸ τῆς θαλάσσης μαινομένης ἐξ οὐρίας φέρεσθαι μετὰ πολλῆς τῆς γαλήνης.
000-00-00 Serial Number=0952762067
Expositiones in Psalmos Ante [Go Back]  
 [00608]  Ἄλλως δὲ οὐδὲ τὸ ὕειν τοῦ αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ τῶν ὑδάτων τῶν ὑπὲρ τὸν οὐρανὸν ἄνωθεν φερομένων, καθάπερ οἱ προφῆταί φασιν.
 [01954]  ∆ιὸ καὶ ἔλεγον, Σωθέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε.
 [02917]  Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης.
 [02943]  Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
 [03031]  καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης.
 [04680]  Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης.
 [04706]  Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
 [04794]  καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης.
 [06187]  Ὁ γὰρ διακρινόμενος, φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
000-00-00 Serial Number=0943391681
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02409]  Τουτέστιν, ἀπὸ θαλάσσης.
 [03396]  Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν, καὶ ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης.
 [03397]  Χήρας ἐποίησαν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης, ἀτεκνίαν εἰσήγαγον, καὶ ἵνα μὴ νομίσωσι φύσεως εἶναι τὸ ταλαιπώρημα, πήρωσις σώματος ἴσ.
 [04178]  *Ἀνάβηθι ἐπὶ τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης.
 [05009]  Ἐὰν ᾖ, φησὶν, ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.
 [05130]  μὴ τὸ ὄψον δώσεις αὐτοῖς τῆς θαλάσσης, καὶ βόας, καὶ πρόβατα θύσεις αὐτοῖς;
 [05725]  Βούλεται γὰρ εἰπεῖν, ὅτι ὡς ὁ Θαβώρ ἐστι μεταξὺ τῶν ὀρέων, καὶ ὁ Κάρμηλος περιέχεται ὑπὸ θαλάσσης, οὕτω καὶ ὑμεῖς περισχησθήσετε ἴσ.
 [05992]  Καὶ τῶν στύλων τῶν δύο, καὶ τῆς θαλάσσης, ὧν ἐποίησεν ὁ βασιλεὺς Σολομὼν εἰς οἶκον Κυρίου.
000-00-00 Serial Number=0144781649
Fragmenta in Job Ante [Go Back]  
 [00848]  ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων, κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμώτερος ἐγίνετο, ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ, ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε.
 [01376]  ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
 [01478]  Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος·
 [02003]  Ἀπαριθμούμενος τὴν οὐρανοῦ καὶ γῆς ποίησιν, καὶ θαλάσσης κλεῖθρα, καὶ ἀστέρων θέσιν, καὶ ὑετοῦ ῥύσιν, καί τ' ἄλλα δι' ὧν κυβερνᾷ τὴν ἡμετέραν ζωὴν, Τίς, φησὶ, γυναῖκας, καίτοι τὰ ἄλλα ἀσθενεῖς οὔσας, ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν, καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς τε καὶ χρώμασιν;
000-00-00 Serial Number=0458275318
Fragmenta in Proverbia Ante [Go Back]  
 [00046]  Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με·
 [01873]  τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος.
 [01883]  Καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, κ.
000-00-00 Serial Number=0452303588
In Acta apostolorum Ante [Go Back]  
 [08266]  Ὡς ἡ ἄμμος τῆς θαλάσσης ἦν τὸ πλῆθος τοῦ λαοῦ, ἀλλ' εἷς ἔσωσεν αὐτούς.
 [09999]  Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε.
 [09999]  Οὐ γὰρ τοιοῦτον ἐκυβέρνα σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν, παρ' ἐκείνου μαθὼν τοῦ καὶ θαλάσσης ∆εσπότου, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ πνευματικῇ σοφίᾳ.
 [09999]  Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης·
 [09999]  Ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης.
 [09999]  Ἀλλ' ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται, οὕτω δὴ καὶ ἐνταῦθα·
000-00-00 Serial Number=0604190946
In Genesim sermo 3 Ante [Go Back]  
 [00180]  καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0934112370
In Genesim sermones Ante [Go Back]  
 [00270]  Εἰπὼν γὰρ Κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης·
 [00518]  Παρασιωπήσεις ἐν τῷ καταπίνειν τὸν ἀσεβῆ τὸν δίκαιον, καὶ ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον;
 [01245]  καὶ τῆς θαλάσσης στασιαζούσης, τῇ τέχνῃ καὶ τῇ πολυχειρίᾳ τὴν τῶν ὑδάτων καταστέλλουσι μάχην.
000-00-00 Serial Number=0025097609
In Isaiam Ante [Go Back]  
 [00914]  Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων.
 [01829]  Καὶ βοήσεται δι' αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης.
 [01834]  Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο μαινομένης θαλάσσης καὶ κύματα διεγειρούσης·
000-00-00 Serial Number=0197393358
In Joannem Ante [Go Back]  
 [00164]  οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός.
 [00310]  Πάντων γὰρ τῶν αἰσθητῶν ἀνωτέρω στήσας αὐτὴν, πρὸ γῆς, πρὸ θαλάσσης, πρὸ οὐρανοῦ, καὶ ὑπὲρ τοὺς ἀγγέλους χειραγωγεῖ, καὶ ὑπεράνω τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑπὲρ τοὺς θρόνους, καὶ ὑπὲρ τὰς ἀρχὰς, καὶ ὑπὲρ τὰς ἐξουσίας, καὶ πάσης ἁπλῶς ἐπέκεινα
000-00-00 Serial Number=0282251716
In Joannem theologum Ante [Go Back]  
 [00028]  κἂν ἐν φυλακῇ κατέχωνται, κἂν ἐν ἐξορίαις τυγχάνωσιν, εἴτε ἐν βυθῷ θαλάσσης, εἴτε ἐν λάκκῳ κατακλεισθῶσιν, κἂν ὅπου δ' ἂν παραῤῥιφῶσιν, οὐ χωρίζεται τούτων, συμμαχῶν καὶ ἐνισχύων, καὶ τῶν πόνων ἐπικουφίζων.
 [00117]  Ἀλλ' εὐκοπώτερον ἄμμον θαλάσσης ἐξαριθμῆσαι ἢ τοσαῦτα πλήθη.
000-00-00 Serial Number=0409939826
In Jordanem fluvium Ante [Go Back]  
 [00011]  Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα.
000-00-00 Serial Number=0317585945
In Psalmos 101-107 Ante [Go Back]  
 [00768]  Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν, ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν περιῤῥιπιζομένου καὶ κύμασιν ἀγρίοις συγκινουμένου.
 [00956]  Ἐπηγγείλατο γὰρ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, ἀντὶ μὲν τοῦ ὀλίγους αὐτοὺς εἶναι, πληθυνθήσεσθαι ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ ἐνευλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη·
 [01194]  Τὰς μὲν γὰρ Ἰησοῦς ἐπετέλει περιπατῶν τυχὸν ἐπὶ τῆς θαλάσσης, ἐπιτιμῶν δὲ τοῖς ἀνέμοις καὶ τῷ κλύδωνι, καὶ μεταμορφῶν ἑαυτὸν ἐν τῷ
 [01301]  Ἐπ [55.663] ελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιή σαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
 [01473]  Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατο λῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης.
 [01560]  Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας;
 [01712]  Εἰ γὰρ καὶ σωματικῶς οἱ Ἰουδαῖοι πληθύνουσι κατὰ τὸ, Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ' οὐ πάντας ἀξίους ἀποφαίνει τὸ Πνεῦμα τὸ ἅγιον·
 [01714]  Ἐὰν γένωνται υἱοὶ Ἰσραὴλ,ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσε ται·
000-00-00 Serial Number=0410016239
In Psalmum 092 Ante [Go Back]  
 [00004]  Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου·
 [00006]  θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης.
 [00007]  Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης;
 [00014]  Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι.
 [00017]  Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοή σαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα.
000-00-00 Serial Number=0624119401
In Psalmum 705 Ante [Go Back]  
 [00034]  Μωϋσῆς δὲ ὁ μακάριος τὸν τῶν Ἑβραίων λαὸν ἐκ τῆς Αἰγύπτου μεταναστήσας, καὶ ἐλθὼν παρὰ τὰ ῥεῖθρα τῆς ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Αἰγυπτίων μετὰ ὄχλου ἰσχυροῦ καὶ πολυαρίθμου ἐπιδραμόντων, τῶν δὲ Ἑβραίων μὴ δυναμένων μηδὲ τῷ πολέμῳ ἀντιστῆναι, μηδὲ διὰ τῆς φυγῆς τὴν ἑαυτῶν σωτηρίαν περιποιήσασθαι·
 [00048]  Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ, ὡς ὅτε ἄνθρωπος ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρ χετο πλάτος.
 [00136]  Ηὔξατο Ἰωνᾶς, καὶ τὸ κῆτος ἡμέρωσε, καὶ ἐν τριημέρῳ φιλοξενεῖν αὐτὸν ἐδίδαξεν, ἵνα δειχθῇ ὅτι τοῖς ἁγίοις καὶ ἐν βυθοῖς θαλάσσης ξενία εὑρίσκεται.
000-00-00 Serial Number=0695127785
In Samaritanam Ante [Go Back]  
 [00051]  ὅτι οὐ πάντα τόπον διατρέχουσι τῆς θαλάσσης, ἀλλ' εἰς τόπον φανερὸν, ἔνθα ἂν γινώσκωσι τοὺς ἰχθύας ἐνεδρεύοντας;
000-00-00 Serial Number=0779649019
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00057]  τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης·
000-00-00 Serial Number=0320946157
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00001]  ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον.
 [00011]  Ὥσπερ οὖν ἐκεῖνοι τοῦτο μάλιστα τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς ταύτας καὶ συνεχεῖς ἀναπαύσεις·
 [00025]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα [51.243] πνευματικὸν ἔπιον.
 [00136]  Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον.
 [00140]  Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.
 [00148]  Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες.
 [00166]  Ἐκεῖ μὲν Αἰγύπτου διὰ τῆς θαλάσσης ἀπηλλάττοντο, ἐνταῦθα [51.248] δὲ εἰδωλολατρείας·
 [00205]  Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς θαλάσσης καὶ τῆς νεφέλης καὶ τοῦ Μωϋσέως, ἐπήγαγε πάλιν·
 [00222]  Ὥσπερ δὲ εἰπὼν, ὅτι πάντες διὰ τῆς θαλάσσης διῆλθον, τὴν εὐγένειαν τῆς Ἐκκλησίας ἐδήλωσεν ἄνωθεν προδιατυπουμένην·
 [00261]  Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0249972224
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00470]  Ἐὰν ᾖ ὁ ἀριθμὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.
 [00490]  Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν φησιν, ὅτι ὁ ἀριθμὸς αὐτῶν ἦν ὡς ἡ ἄμμος τῆς θαλάσσης, πάντες ἀπώλοντο·
 [00748]  Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων, ὑπὲρ γῆς καὶ θαλάσσης, ὑπὲρ ἀέρων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης κελευόμεθα προσιέναι τῷ φιλανθρώπῳ Θεῷ.
 [06838]  οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε.
000-00-00 Serial Number=0991641581
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00176]  Οὐδεὶς γὰρ ἐκείνου ταπεινότερος γέγονεν, ὃς δῆμον τοσοῦτον ἄγων, καὶ τὸν βασιλέα καὶ τὸ στρατόπεδον ἅπαν τῶν Αἰγυπτίων καθάπερ μυίας καταποντίσας, καὶ τοσαῦτα μὲν ἐν Αἰγύπτῳ, τοσαῦτα δὲ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐργασάμενος καὶ ἐπὶ τῆς ἐρήμου, καὶ τοσαύτης ἀπολαύσας μαρτυρίας, ὡς εἷς τῶν πολλῶν ὢν, οὕτω διέκειτο·
 [03791]  Θέατρον ἐγενήθημεν τῷ [61.111] κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν.
 [07095]  Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ·
 [09999]  Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ μηχανᾶται·
000-00-00 Serial Number=0617890835
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01286]  Ὁ τούτων τοίνυν ἁπάντων κατατολμῶν, καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν ἀδαμαντίνων τοῦ ᾅδου πυλῶν καταγελῶν, ὃν οὐδὲν ὑφίστατο ὅλως·
 [02042]  Κἂν μέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθμένι τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγματος·
000-00-00 Serial Number=0872871101
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06760]  Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωμένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
 [07698]  Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο·
000-00-00 Serial Number=0644246221
In epistulam ad Philippenses Ante [Go Back]  
 [04045]  ἀλλ' ὥσπερ πέτρα, καὶ κυμαινούσης τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁμοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυμάτων θρυπτομένη, οὔτε ὑπὸ τῆς γαλήνης ἄλλο τι πάσχουσα·
000-00-00 Serial Number=0908673108
In epistulam ad Romanos Ante [Go Back]  
 [06196]  Ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.
 [06436]  Καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ' ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν.
 [07084]  Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ ἐγκατάλειμμα σωθήσεται·
 [09293]  σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν ἀπειλῇ, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη, καὶ ἔσται συνοχὴ ἐπὶ γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου·
000-00-00 Serial Number=0817235708
In epistulam ad Titum Ante [Go Back]  
 [00177]  Εἰ δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται;
000-00-00 Serial Number=0673518121
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00221]  ὑπὲρ ἀριθμῶν ψάμμου θαλάσσης ἥμαρτον, καὶ κατακάμπτομαι ἐξ αὐτῶν ὡσεὶ ἀπὸ πολλῶν δεσμῶν σιδήρου·
000-00-00 Serial Number=0296260238
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00081]  τότε διὰ θαλάσσης ἐρυθρᾶς, νῦν δὲ διὰ λουτροῦ παλιγγενεσίας·
000-00-00 Serial Number=0040765822
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00019]  τὸν δὲ ἔμπορον ἀπὸ τῆς τρικυμίας τῆς θαλάσσης ἐχαλίνωσε, τοῖς πένησιν μᾶλλον ἢ τῇ θαλάσσῃ μεταδιδόναι·
000-00-00 Serial Number=0406553268
In illud Exiit edictum Ante [Go Back]  
 [00149]  Τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης.
 [00151]  Ἀνέβαινε, φησὶ, τέσσαρα θηρία μεγάλα ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων, καὶ, φησὶ, πλείστη ἐν αὐτοῖς διαφορά.
000-00-00 Serial Number=0198778331
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00103]  Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών·
 [00593]  Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προσβαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας·
000-00-00 Serial Number=0090840936
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00084]  συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης·
000-00-00 Serial Number=0795939744
In illud Memor fui dei Ante [Go Back]  
 [00290]  Καὶ οὕτω συνεχομένη παρὰ τῆς θαλάσσης ἡ γῆ τῷ αὐτοῦ νεύματι, κοσμοφυσῶσα ἐπόμπευε λέγουσα·
 [00436]  πρὸ τοῦ θανάτου δίχα πίστεως ὑπῆρχε γυμνὸς, ἐν τῷ θανάτῳ ἡ πίστις αὐτοῦ τῆς θαλάσσης τῶν πλημμυρημάτων ἐνίκησεν·
000-00-00 Serial Number=0974283457
In illud Messis quidem multa Ante [Go Back]  
 [00078]  Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκου μένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσ εκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινο μένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώ πινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων.
000-00-00 Serial Number=0245831907
In illud Ne timueritis Ante [Go Back]  
 [00372]  ἐφύρασεν ἄλευρα, καὶ ἔλαβε τὸ σπέρμα αὐτῆς, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ψάμμον τῆς θαλάσσης.
000-00-00 Serial Number=0948947787
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00087]  πολλάκις κινδύνους θαλάσσης ἐπέρασα διὰ σέ·
000-00-00 Serial Number=0473816454
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00243]  ἐφύρασε τὰ ἄλευρα, Καὶ ἐγένετο τὸ σπέρμα αὐτῆς ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς ἡ ἄμμος τῆς θαλάσσης.
000-00-00 Serial Number=0434061527
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00400]  ὁδὸν ἐν μέσῳ τῆς θαλάσσης·
000-00-00 Serial Number=0636273086
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00084]  λύρα ἡ γλῶσσα, μέλιτος γλυκύτερος, θαλάσσης βαθύτερος, οὐρανοῦ ὑψηλότερος, πυρὸς θερμότερος, σιδήρου τομώτερος·
000-00-00 Serial Number=0718298078
In illud Vidi dominum Ante [Go Back]  
 [00380]  ∆ιὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος·
 [00703]  ἐκεῖ οἱ πλέοντες ἀπὸ θαλάσσης εἰς γῆν, ἐνταῦθα δὲ οἱ πλέοντες ἀπὸ γῆς εἰς οὐρανὸν ὁρμίζονται·
000-00-00 Serial Number=0593744099
In illud Vidua eligatur Ante [Go Back]  
 [00506]  Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς, καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις·
000-00-00 Serial Number=0040343046
In latronem Ante [Go Back]  
 [00061]  Πέτρος ὁ διὰ θαλάσσης περιπατήσας, τὸν πεζεύσαντα τὴν ὑγρὰν φύσιν ἠρνήσατο·
 [00062]  καὶ ὁ λῃστὴς οὐκ ἐπὶ νῶτα θαλάσσης βαδίσας, ἀλλ' ἐπὶ τὰς τῶν πλουσίων πύλας, ἔκραζε, Κύριε.
000-00-00 Serial Number=0169235170
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00003]  Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ' ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον.
000-00-00 Serial Number=0313991904
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00016]  τῆς θαλάσσης σχισθείσης Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ κατεποντίσθησαν·
000-00-00 Serial Number=0472922385
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00005]  Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντες νώτοις, ἀφόβως ἐφίπτανται.
000-00-00 Serial Number=0654028893
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00097]  Μὴ φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης.
000-00-00 Serial Number=0824515522
In parabolam de ficu Ante [Go Back]  
 [00027]  ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας·
000-00-00 Serial Number=0109137177
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00133]  Τί τῆς θαλάσσης ἰσχυρότερον;
000-00-00 Serial Number=0054527581
In pharisaeum et meretricem Ante [Go Back]  
 [00238]  αὕτη δὲ, ἡ παρὰ σοῦ λοιδορουμένη, τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, οὓς οὐκ ἔβαψεν ὅλα τῆς θαλάσσης τὰ ὕδατα καὶ τὰ κύματα.
000-00-00 Serial Number=0258090258
In principium Actorum Ante [Go Back]  
 [00391]  ἀλλ' ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνος [51.78] καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον.
 [00419]  Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν;
000-00-00 Serial Number=0215700567
In principium jejuniorum Ante [Go Back]  
 [00040]  Ἀνάνηψον τῆς βιω [62.746] τικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς·
000-00-00 Serial Number=0575474620
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00084]  Ἔρημος, φησὶ πάσης εὐεργεσίας τυγχάνω, τοῖς ἐμαυ τοῦ κεκλόνημαι δεινοῖς, ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης γεγόνασιν αἱ ἀνομίαι μου, ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου.
000-00-00 Serial Number=0985837519
In resurrectionem domini [3] Ante [Go Back]  
 [00056]  Οὐκέτι ἡ ἅλμη τῆς Ἐρυθρᾶς θαλάσσης, ἀλλ' ἡ γλυκύτης τῆς ἱερᾶς κολυμβήθρας διαυγάζει·
 [00066]  Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης.
000-00-00 Serial Number=0723193645
In sancta et magna parasceve Ante [Go Back]  
 [00202]  Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει·
000-00-00 Serial Number=0293290794
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00296]  Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ' Αἰγυπτίων ἀνέθηκαν νίκας.
000-00-00 Serial Number=0174002767
In sanctum pascha [3] Ante [Go Back]  
 [00004]  Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα.
000-00-00 Serial Number=0946356595
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00013]  ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμη μένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη.
 [00125]  Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.
 [00180]  [35.1] Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, <ῥάβδος> ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ' ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ·
000-00-00 Serial Number=0823325872
In secundum domini adventum Ante [Go Back]  
 [00085]  σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν λέγῃ ἀπειλῶν, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ ἔσται συνοχὴ ἐπὶ τῆς γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου, καὶ Ἔσται θλίψις τοιαύτη, οἵα οὐ γέγονε πώποτε, οὐδὲ μὴ γένηται.
000-00-00 Serial Number=0297825754
In synaxim incorporalium Ante [Go Back]  
 [00068]  Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς τὰ Πέτρου λύοντες δεσμά, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάσσης κινδύνους κουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρῴδην μεγαληγοροῦντα πατάσσοντες.
 [00125]  Καὶ γὰρ αὐτοὶ θεοῖς ὀθνείοις ἐδούλευσαν τὸν εὐεργέτην θεὸν ἀθετήσαντες τὸν ποικίλαις πληγαῖς Αἰγυπτίους αἰκισάμενον, τὸν διὰ θαλάσσης πεζοὺς ὁδηγήσαντα, τὸν στύλῳ πυρὸς τὴν νύκτα φωτίσαντα, τὸν σκιᾷ νεφέλης τὴν ἡμέραν δροσίσαντα, τὸν ἀερίαις τροφαῖς ἑστιάσαντα, τὸν αὐτομάτοις κρουνοῖς ποτίσαντα.
000-00-00 Serial Number=0495602965
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00032]  Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν ἀγαθότητα λεπροὺς ἐκαθάριζε, τυφλοῖς τὸ βλέπειν ἐχαρίζετο, χωλοὺς ἐθεράπευε, δαίμονας ἀπήλαυνε, τὸν Λάζαρον τετραήμερον ἐκ νεκρῶν ἤγειρε, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, ἐπὶ θαλάσσης περιεπάτησε, τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, τὴν αἱμοῤῥοοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου θανοῦσαν ἀνεζωοποίησε, καὶ ἄλλα πολλὰ μυστήρια θαύματος ἄξια πεποίηκεν·
000-00-00 Serial Number=0225940764
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00032]  Ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ πολλὴν ἀγαθότητα λεπροὺς ἐκαθάριζε, τυφλοῖς τὸ βλέπειν ἐχαρίζετο, χωλοὺς ἐθεράπευε, δαίμονας ἀπήλαυνε, τὸν Λάζαρον τετραήμερον ἐκ νεκρῶν ἤγειρε, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἐχόρτασεν, ἐπὶ θαλάσσης περιεπάτησε, τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, τὴν αἱμοῤῥοοῦσαν ἰάσατο, τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου θανοῦσαν ἀνεζωοποίησε, καὶ ἄλλα πολλὰ μυστήρια θαύματος ἄξια πεποίηκεν·
000-00-00 Serial Number=0501419067
In venerandum crucem Ante [Go Back]  
 [00113]  Ἐκεῖνοι ἕως μὲν ἠρκοῦντο τῷ μάννᾳ, καὶ τῷ ἐκ πέτρας ὕδατι, Αἰγυπτίους ἐνίκων, διὰ θαλάσσης ὥδευον, οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν·
000-00-00 Serial Number=0963009059
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00578]  Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ·
 [01374]  Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.
 [01411]  καὶ ἀνέδυ, φησὶ, τὰ θηρία ἀπὸ τῆς θαλάσσης.
000-00-00 Serial Number=0651664376
Precatio Ante [Go Back]  
 [00020]  Ἐπιτιμᾷ σοι, διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, Κύριος τῶν δυνάμεων ὄνομα αὐτοῦ.
000-00-00 Serial Number=0552922547
Quales ducendae sint uxores Ante [Go Back]  
 [00201]  καθάπερ οἱ ναυάγιον ὑπομένοντες ἐπὶ τῆς θαλάσσης τὸ σῶμα διασώζουσι μόνον, οὕτω δὴ καὶ οὗτος, μετὰ πολλὰς φιλονεικίας, καὶ μάχας, καὶ ὕβρεις, καὶ δικαστήρια, μόλις τὸ σῶμα ἐλεύθερον ἔχων ἐξέρχεται.
000-00-00 Serial Number=0384975672
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00013]  Γενομένης δὲ ζάλης ἀνείκαστον θάνατον ἀποπνεούσης, καὶ τῆς θαλάσσης κοχλαδὸν ἀναζεούσης, καὶ τὸν θυμὸν τῶν κυμάτων τῇ ὁροθέτιδι ψάμμῳ ἐπιφριζούσης, θεωρήσαντες οἱ μαθηταὶ τὸν πολυθρύλλητον χειμῶνα, τὸν πολυύμνητον προμαχεῶνα Χριστὸν παρεκάλουν·
 [00028]  Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.
 [00035]  Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.
000-00-00 Serial Number=0968833387
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00310]  Ἐβάδιζον δέ, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης, ὡς ἐπὶ γῆς, καὶ τῶν ὅρων τῆς φύσεως κατετόλμων, τὸ χαλεπὸν ἐκεῖνο πεζεύοντες πέλαγος, ὡς διὰ πέτρας στερρᾶς καὶ ἀντιτύπου τινὸς ὁδοιποροῦντες.
 [00311]  Καὶ ὅτε μὲν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στερρὰν τὸ στοιχεῖον καὶ πεδία ὕπτια καὶ ἀρούρας, ὅτε δὲ τοὺς ἐχθροὺς ἀπέλαβε τὰ θαλάσσης κατειργάζετο καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος, τοὺς μὲν μετ' εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα·
000-00-00 Serial Number=0914708972
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00470]  κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν, τὸ ὕδωρ αὐτῶν εὐλογήσειν καὶ τὸν ἄρτον, πάσης μαλακίας αὐτοὺς ἀπαλλάξειν, μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου.
 [00761]  οὐδὲ πέραν τῆς θαλάσσης, ἀλλ' ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου.
 [01787]  Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον.
000-00-00 Serial Number=0172236025
Visio Danielis Ante [Go Back]  
 [00006]  αὐτὸς ἔκτιζε Ἀλεξανδρείαν τὴν μεγάλην καὶ ἐβασίλευσεν ἐν αὐτῳὰὰὰ(sic) χρόνους ιεʹ καὶ ἐκυρίευσεν χωρῶν πολλῶν καὶ πόλεων καὶ ἕως τῆς θαλάσσης τῆς λεγομένης Ἡλίου χώρας.
 [00020]  Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν.
 [00045]  ∆ιὰ δὲ τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν θυμωθήσεται ὁ θεὸς ἀπ' αὐτῆς καὶ προσκαλέσεται τὸν θηρευτὴν Ἰσμαὴλ καὶ κινήσει ὡς ἡ ἄμμος τῆς θαλάσσης ἡ ἀναρίθμητος καὶ πετασθήσονται ὡς ἱέρακες ἐπὶ τὰ ὄρη τὰ ὑψηλά, οἱ δὲ ἵπποι αὐτῶν ἐξαλλοήνται (=ἐξαλλοήσονται) ὡς ἀετιτόμενοι, καὶ εἰσελεύσονται ἐν τῇ πόλει [36] τῇ ἑπταλόφῳ ἐν ἅρμασι καὶ ἵπποις καὶ ἕνεκαν τούτων πολλῆς αἱματεχυσίας, οὐκ ὀλίγον ποιήσαντες δὲ καὶ σκῦλα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»