0345-0407 - Iohannes Chrysostomus - In pentecosten Sermo 1
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

In pentecosten Sermo 1

[00001]    ΕΙΣ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ.

[00002]    Λόγος αʹ.

52.803

[00003]    Οὐρανὸς ἡμῖν γέγονε σήμερον ἡ γῆ, οὐκ ἀστέρων ἐξ οὐρανοῦ εἰς γῆν καταβάντων, ἀλλ' ἀποστόλων ὑπὲρ τοὺς οὐρανοὺς ἀναβάντων, ἐπειδήπερ ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος.

[00004]    Οὐρανὸν τὴν οἰκουμένην ἐποίησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν προαίρεσιν διορθωσάμενος.

[00005]    Εὗρε τελώνην, καὶ εὐαγγελιστὴν κατεσκεύασεν·

[00006]    εὗρε βλάσφημον, καὶ ἐποίησεν ἀπόστολον·

[00007]    εὗρε λῃστὴν, καὶ εἰς παράδεισον εἰσήγαγεν·

[00008]    εὗρε πόρνην, καὶ παρθένου ἐποίησε σεμνοτέραν·

[00009]    εὗρε μάγους, καὶ εὐαγγελιστὰς εἰργάσατο.

[00010]    Ἐξέβαλε τὴν κακίαν, καὶ ἐπανήγαγε τὴν ἀρετήν·

[00011]    τὴν τοῦ Θεοῦ χάριν ἐκόμισεν.

[00012]    Οὐρανὸς γέγονεν ἡ γῆ.

[00013]    Τί γὰρ τοιοῦτον ἀστέρες, οἷον ἀπόστολοι;

[00014]    Ἀστέρες ἐν οὐρανῷ·

[00015]    ἀπόστολοι ὑπὲρ τὸν οὐρανόν.

[00016]    Τὰ ἄνω γὰρ φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.

[00017]    Ἀστέρες ἀπὸ πυρὸς αἰσθητοῦ·

[00018]    ἀπόστολοι ἀπὸ πυρὸς πνευματικοῦ.

[00019]    Ἀστέρες ἐν νυκτὶ φαίνουσιν, ἐν δὲ ἡμέρᾳ κρύπτονται·

[00020]    ἀπόστολοι δὲ ἐν νυκτὶ καὶ ἡμέρᾳ τὴν ἑαυτῶν ἀκτῖνα λάμπουσιν.

[00021]    Ἀστέρες, ἡλίου φαίνοντος, οὐ φαίνουσιν·

[00022]    ἀπόστολοι δὲ, τοῦ Ἡλίου τῆς δικαιοσύνης λάμποντος, τὰς ἑαυτῶν λαμπηδόνας ἀπαστράπτουσιν.

[00023]    Ἀστέρες ἐν τῇ ἀναστάσει ὡς φύλλα πίπτουσιν·

[00024]    ἀπόστολοι δὲ ἐν τῇ ἀναστάσει ἐν νεφέλαις ἁρπάζονται.

[00025]    Ἐν τοῖς ἄστροις ὁ μὲν ἔστιν ἕσπερος, ὁ δὲ φωσφόρος·

[00026]    ἐν δὲ τοῖς ἀποστόλοις ἕσπερος οὐδεὶς, ἀλλὰ φωσφόροι πάντες.

[00027]    ∆ιὰ δὴ τοῦτο τῶν ἀστέρων οἱ ἀπόστολοι φαιδρότεροι·

[00028]    καὶ οὐκ ἄν τις αὐτοὺς ἁμάρτοι φωστῆρας τῆς οἰκουμένης προσειπὼν, οὐχ ὅτε ἔζων, ἀλλὰ καὶ νῦν ὅτε ἐτελεύτησαν.

[00029]    Ἡ γὰρ τῶν ἁγίων χάρις οὐ διακόπτεται θανάτῳ, οὐκ ἀμβλύνεται τελευτῇ, οὐ διαλύεται εἰς τὴν γῆν·

[00030]    καὶ μαρτυρεῖ τὰ πράγματα.

[00031]    Ἁλιεῖς ἦσαν, καὶ οἱ ἁλιεῖς ἀπέθανον·

[00032]    αἱ δὲ σαγῆναι αὐτῶν ἐργάζονται·

[00033]    καὶ μαρτυρεῖ τὸ πλῆθος τῶν καθ' ἡμέραν σωζομένων.

[00034]    Ἀμπελουργοὶ ἦσαν, καὶ ἀπῆλθον ἐκεῖνοι, καὶ ἡ ἄμπελος τοῖς φύλλοις κομᾷ, καὶ τῷ καρπῷ βρίθεται.

[00035]    Καὶ γὰρ ἀμπελουργοὶ, καὶ ἁλιεῖς, καὶ στῦλοι, καὶ ἰατροὶ, καὶ στρατηγοὶ, καὶ διδάσκαλοι.

[00036]    Στῦλοι μὲν, ὅτι τὸν ὄροφον τῆς πίστεως ἐβά [52.804] στασαν·

[00037]    λιμένες δὲ, ὅτι τὰ κύματα τῆς ἀσεβείας κατέστειλαν·

[00038]    κυβερνῆται δὲ, ὅτι τὴν οἰκουμένην ἀπὸ γῆς εἰς οὐρανὸν ἐχειραγώγησαν·

[00039]    ποιμένες δὲ, ὅτι τοὺς λύκους ἀπήλασαν, καὶ τὰ θρέμματα διέσωσαν·

[00040]    ἀμπελουργοὶ, ὅτι τὰς ἀκάνθας ἀνέσπασαν, καὶ τὰ σπέρματα τῆς εὐσεβείας κατέσπειραν·

[00041]    ἰατροὶ, ὅτι τὰ τραύματα ἡμῖν διωρθώσαντο.

[00042]    Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ ῥήματα, παράγω Παῦλον ἅπαντα ταῦτα ποιήσαντα.

[00043]    Βούλει ἰδεῖν αὐτὸν φυτουργόν;

[00044]    Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε.

[00045]    Βούλει ἰδεῖν οἰκοδόμον;

[00046]    Ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα.

[00047]    Βούλει ἰδεῖν αὐτὸν παγκρατιαστήν;

[00048]    Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων.

[00049]    Βούλει ἰδεῖν αὐτὸν ἀθλητήν;

[00050]    Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα.

[00051]    Βούλει ἰδεῖν αὐτὸν δρομέα;

[00052]    Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.

[00053]    Ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως.

[00054]    Βούλει ἰδεῖν αὐτὸν ἀγωνιστήν;

[00055]    Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι.

[00056]    Βούλει ἰδεῖν αὐτὸν στεφανίτην;

[00057]    Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.

[00058]    Εἷς ὢν, πάντα ἐγένετο, τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος.

[00059]    Καὶ γὰρ ὁ ∆εσπότης ὁ ἡμέτερος εἷς ὢν τὴν οὐσίαν, πρὸς ἅπαντα ἐσχηματίζετο.

[00060]    Πῶς πρὸς πάντα;

[00061]    ∆ιὰ τὴν ἡμετέραν σωτηρίαν.

[00062]    Κλῆμα ἐγένου, καὶ ἐγένετο ῥίζα·

[00063]    Ἐγὼ γάρ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.

[00064]    Βαδίσαι ἠθέλησας·

[00065]    ἐγένετό σοι ὁδός·

[00066]    ∆ι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.

[00067]    Πρόβατον ἐγένου, ἐγένετό σοι ποιμήν·

[00068]    Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός·

[00069]    ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.

[00070]    Ἁμαρτωλὸς ἐγένου·

[00071]    ἐγένετό σοι Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

[00072]    Φαγεῖν ἠθέλησας·

[00073]    ἐγένετό σοι τράπεζα.

[00074]    Πιεῖν ἠθέλησας·

[00075]    ἐγένετό σοι ποτήριον.

[00076]    Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.

[00077]    Ἐνδύσασθαι ἠθέλησας·

[00078]    ἐγένετό σοι ἱμάτιον·

[00079]    Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

[00080]    Νύμφη ἠθέλησας γενέσθαι·

[00081]    ἐγένετό σοι νυμφίος·

[00082]    [52.805] Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν.

[00083]    Ἠθέλησας·

[00084]    ἐγένετό σοι ἀνήρ·

[00085]    Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ.

[00086]    Πόρνη ἦς, καὶ ἐγένου παρθένος.

[00087]    Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει, ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε, καὶ παρθένου ἐποίησε σεμνοτέραν.

[00088]    Ἑρμήνευσον, ὦ αἱρετικὲ, πῶς ἡ πόρνη παρθένος.

[00089]    Περιεργάσασθαι οὐ δύναμαι·

[00090]    πίστει δὲ κατέχομαι.

[00091]    Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις.

[00092]    Ἐξεχύθη ἡ χάρις, Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι αἱ γλῶσσαι ὡσεὶ πυρός·

[00093]    οὐχὶ πυρὸς, ἀλλ' Ὡσεὶ πυρός.

[00094]    Εἰ πῦρ, πῶς οὐκ ἐκαίοντο;

[00095]    ἐρωτᾷ ὁ Ἰουδαῖος.

[00096]    Μᾶλλον δὲ ἐγὼ τὸν Ἰουδαῖον ἐρωτῶ, πῶς οὐκ ἔκαιε τὴν βάτον φρυγανῶδες ξύλον;

[00097]    Τί πυρὸς σφοδρότερον;

[00098]    τί βάτου εὐτελέστερον;

[00099]    καὶ οὔτε τὸ ξύλον ἐκαίετο, οὔτε τὸ πῦρ ἐσβέννυτο.

[00100]    Καὶ πάλιν, πῶς τὰ σώματα τῶν τριῶν παίδων οὐ κατέκαυσεν, ἀλλ' ἡ κάμινος εἰς δρόσον μετεβάλλετο, καὶ τοὺς ἄνθρακας ῥοδῶνα ἐνόμιζον;

[00101]    Μάχη ἦν πυρὸς καὶ σωμάτων, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο·

[00102]    κηροῦ γὰρ ὄντα μαλακώτερα, σιδήρου ἐγένετο στερεώτερα.

[00103]    Ἑρμήνευσόν μοι τὰ τῶν παλαιῶν·

[00104]    ἀλλ' ἐκεῖνα προέλαβεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια.

[00105]    ∆ιὰ τί ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον;

[00106]    ∆ιὰ τὸ γοργὸν τῆς διανοίας τῶν δεχομένων.

[00107]    Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὥσπερ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει, οὕτω τὸ Πνεῦμα τὰ ἁμαρτήματα δαπανᾷ.

[00108]    Ἐνεβλήθη ὁ ἅγιος εἰς λάκκον, καὶ τοὺς λέοντας ἐφίμωσε.

[00109]    Περιῆλθον οἱ ἁλιεῖς τὴν οἰκουμένην, νοσοῦσαν αὐτὴν παραλαβόντες, καὶ πρὸς ὑγίειαν ἐπανήγαγον·

[00110]    στασιάζουσαν παραλαβόντες, πρὸς εὐταξίαν ἐχειραγώγησαν, οὐ δόρατα κινοῦντες, οὐ τόξα βάλλοντες, οὐ βέλος ἀφιέντες, οὐ χρημάτων ἔχοντες περιουσίαν, οὐ λόγων ῥητορικῶν·

[00111]    ἀλλ' ἦσαν γυμνοὶ ἀπὸ ἱματίων, καὶ ἐνδεδυμένοι τὸν Χριστόν·

[00112]    πένητες καὶ πλούσιοι, χρημάτων ἀπεστερημένοι, τὴν δὲ βασιλείαν κεκτημένοι·

[00113]    μόνοι καὶ οὐ μόνοι, μόνοι ἀνθρώπων, ἔχοντες δὲ τὸν ἑαυτῶν ∆εσπότην.

[00114]    Ἐγὼ γάρ εἰμι, φησὶ, μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος.

[00115]    Περιῆλθον τὴν οἰκουμένην πᾶσαν τὰ πρόβατα μεταξὺ τῶν λύκων.

[00116]    Τίς εἶδε;

[00117]    τίς ἤκουσε;

[00118]    Λέγει·

[00119]    Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων.

[00120]    Ποῖος ποιμὴν πρόβατα ἐν μέσῳ λύκων πέμπει;

[00121]    Ἀλλ' ὅταν ἴδῃ τὸν λύκον ὁ ποιμὴν, συνελαύνει τὰ πρόβατα·

[00122]    ὁ δὲ Χριστὸς τὸ ἐναντίον ἐποίησε·

[00123]    τὰ πρόβατα εἰς τοὺς λύκους ἀπέστειλε, καὶ οὐκ ἐγένετο θηριάλωτα τὰ πρόβατα, ἀλλ' οἱ λύκοι εἰς τὴν τῶν προβάτων ἡμερότητα μετέστησαν.

[00124]    Καὶ ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Πρόβατά ἐσμεν, καὶ πέμπεις ἡμᾶς κατάβρωμα τοῖς λύκοις, καὶ τράπεζαν τοῖς θηρίοις, μιᾷ λέξει περιεῖλεν αὐτῶν τὴν διάνοιαν.

[00125]    Οὐκ εἶπεν·

[00126]    Ἀπέλθετε·

[00127]    οὐδὲ γὰρ τῇ ἑαυτῶν δυνάμει ἔπεμπεν αὐτούς·

[00128]    ἀλλ', Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς.

[00129]    Ἀσθενεῖς ὑμεῖς·

[00130]    ἀλλὰ δυνατὸς ὁ ἀποστέλλων ὑμᾶς.

[00131]    Τίς εἶ σύ;

[00132]    Ἐγώ εἰμι ὁ τὸν οὐρανὸν πήξας, ὁ τὴν γῆν θεμελιώσας, ὁ τὴν θάλασσαν διαλύσας, ὁ τὸ καθ' ὑμῶν χειρόγραφον τῷ σταυρῷ προσηλώσας, ὁ τὸν παλαιὸν νόμον ἀνατρέψας, ὁ εἰς τὴν ἀρχαίαν ἐπαναγαγὼν ὑμᾶς πατρίδα, ὁ τὰ ἰσχυρὰ παραλύων, καὶ τὰ παραλελυμένα ἐνισχύων.

[00133]    Τί τῆς θαλάσσης ἰσχυρότερον;

[00134]    Ἀλλὰ ἡ μικρὰ ψάμμος τὴν ἀφόρητον βίαν ἐκείνην κατέχει.

[00135]    Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.

[00136]    Τεῖχος τὰ θηρία τοῖς πρόβασι γίνεται, ἵνα μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσωνται.

[00137]    Ὢ δύναμις τοῦ ἀποστείλαντος! ἐν μέσῳ τὰ πρόβατα, καὶ κύκλῳ οἱ λύκοι·

[00138]    ἀλλὰ μετεβλήθησαν, καὶ ἐγένοντο πρόβατα.

[00139]    Οὐ γὰρ ἦσαν φύσει λύκοι, ἀλλὰ προαιρέσει.

[00140]    Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς.

[00141]    Τί οὖν κελεύεις;

[00142]    Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

[00143]    Τί λέγεις, Φρόνιμοι ὡς οἱ ὄφεις;

[00144]    Ὁ ὄφις κἂν μυρία λάβῃ τραύματα, τὴν δὲ κεφαλὴν διασώσῃ, ὅλος ἐστὶν ὑγιής.

[00145]    Οὕτω καὶ σὺ, κἂν χρήματα θέλῃ λαβεῖν ὁ ἐναντίος, δός·

[00146]    κἂν κτήματα, κἂν αὐτὴν τὴν ζωήν·

[00147]    μόνον τὴν πίστιν σου διατήρησον.

[00148]    Γίνεσθε φρόνιμοι.

[00149]    Ἐκείνης μενούσης πάντα ῥᾴδια καὶ εὐχερῆ.

[00150]    Γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου, γυμνὸς καὶ ἀπελεύσῃ.

[00151]    Ἀλλ' ἐξορίζει σέ τις;

[00152]    Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.

[00153]    Ἀλλ' ἀποθνήσκεις;

[00154]    Ἀλλ' ὁ

[00155]    [52.806] θάνατός σοι ἀποδημία.

[00156]    Μόνον τὴν πίστιν μὴ ἀπολέσῃς, τὸν θησαυρὸν τὸν ἀνάλωτον, τὴν πίστιν τὴν ἀδαπάνητον.

[00157]    Μάρτυρες τούτων οἱ μάρτυρες οὗτοι·

[00158]    ἐπειδὴ τὴν πίστιν οὐκ ἀπώλεσαν, καὶ μετὰ τελευτὴν τῶν ζώντων εἰσὶ δυνατώτεροι.

[00159]    ∆ιὰ τοῦτο ἄνθρωπος ἐγενόμην, διὰ τοῦτο σάρκα ἀνέλαβον, ἵνα τὴν οἰκουμένην Ἐκκλησίαν ἐργάσωμαι.

[00160]    Πολὺ γὰρ περισπούδαστον τῷ Θεῷ Ἐκκλησία, οὐ τοίχοις ἀσφαλιζομένη, ἀλλὰ πίστει τειχιζομένη.

[00161]    ∆ιὰ τὴν Ἐκκλησίαν οὐρανὸς ἐστάθη, καὶ ἡ θάλασσα ἐξεχύθη, καὶ ἀὴρ ἡπλώθη, καὶ γῆ ἐθεμελιώθη, παράδεισος ἐφυτεύθη, νόμος ἐδόθη, προφῆται ἀπεστάλησαν, θαύματα ἐγένετο, πέλαγος ἐσχίζετο καὶ ἐῤῥάπτετο, πέτρα ἐῤῥήγνυτο, καὶ πάλιν συνήπτετο, μάννα κατεφέρετο, καὶ σχεδιαζομένη παρεσκευάζετο τράπεζα.

[00162]    ∆ιὰ τὴν Ἐκκλησίαν προφῆται, διὰ τὴν Ἐκκλησίαν ἀπόστολοι·

[00163]    καὶ τί πολλὰ λέγω;

[00164]    ∆ιὰ τὴν Ἐκκλησίαν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο, ὥς φησιν ὁ Παῦλος·

[00165]    Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο.

[00166]    Τοῦ Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τῆς Ἐκκλησίας φείσηται·

[00167]    τὸ αἷμα τοῦ Υἱοῦ ἐξέχεε διὰ τὴν Ἐκκλησίαν.

[00168]    Τοῦτο ἀρδεύει αὐτὴν τὸ αἷμα·

[00169]    διὰ τοῦτο τὰ φυτὰ μαρανθῆναι οὐ δύναται, οὐδὲ φυλλοῤῥοεῖ.

[00170]    Οὐχ ὑπόκειται καιρῶν ἀνάγκαις, οὐδὲ δουλεύει χρόνοις, ἐν θέρει μὲν κομῶσα τὰ φύλλα, ἐν δὲ χειμῶνι γυμνουμένη.

[00171]    Οὐ γὰρ καιρῶν ἀνάγκη, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις αὐτὴν γεωργεῖ·

[00172]    διὰ τοῦτο οὐκ ἀνασπᾶται.

[00173]    Ἀλλ' οὐκ ἔστι θαυμαστὸν, ὅτι οὐκ ἀνασπᾶται, ἀλλ' ὅτι καὶ πολεμούντων πολλῶν οὐκ ἀνασπᾶται.

[00174]    Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν;

[00175]    Ὅτε νεόφυτος ἦν, πολλὰ κατ' αὐτῆς ἐκινήθη.

[00176]    Νῦν μὲν γὰρ διὰ τὴν τοῦ Θεοῦ χάριν, καὶ τὴν τοῦ Πνεύματος δύναμιν, καὶ βασιλεῖς εὐσεβεῖς, καὶ στρατηλάται, καὶ ἡ οἰκουμένη πᾶσα τῆς πίστεως ἐμπέπλησται·

[00177]    τὸ δὲ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις βασιλεῖς ἐν ἀσεβείᾳ, στρατηλάται ἀσεβεῖς, διατάγματα ἀρχόντων, βωμοὶ ἀναπτόμενοι, καπνὸς πανταχοῦ καὶ κνίσσα.

[00178]    Ὁ ἀὴρ ἐμολύνετο, ἡ γῆ ἐμιαίνετο, δαίμονες ἐβάκχευον, διάβολος ἐχόρευε, πατὴρ ἀπέκτεινεν υἱὸν, υἱὸς ἠτίμαζεν·

[00179]    ἡ φύσις ἐσχίζετο, καὶ ἡ εὐσέβεια οὐκ ἐμερίζετο.

[00180]    Ποῦ νῦν οἱ τολμήσαντες τῇ Ἐκκλησίᾳ ἀντιπαρατάττεσθαι;

[00181]    Ὅτε νεόφυτος ἦν, οὐκ ἠδικήθη·

[00182]    ὅτε τοῦ οὐρανοῦ ἥψατο, προσδοκᾷς αὐτῆς περιγενέσθαι;

[00183]    Ὅτε ἕνδεκα οἱ ἀπόστολοι, οὐδεὶς αὐτῶν ἐκράτησεν, ἀλλὰ οἱ ἕνδεκα τοσαύτας μυριάδας ἐσαγήνευσαν·

[00184]    νῦν ὅτε ἡ θάλαττα, καὶ ἡ οἰκουμένη, καὶ ἡ ἀοίκητος χώρα, καὶ πόλεις, καὶ πάντα τὰ πέρατα τῆς εὐσεβείας ἐμπέπλησται, τότε ἐλπίζεις αὐτῆς κρατῆσαι;

[00185]    Ἀλλ' οὐ δύνασαι·

[00186]    ὁ Χριστὸς γὰρ ἀπεφήνατο·

[00187]    Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

[00188]    Εὐκολώτερον τὸν οὐρανὸν ἀφανισθῆναι, καὶ τὴν γῆν ἀπολέσθαι, ἢ τὴν Ἐκκλησίαν τι παθεῖν.

[00189]    Αὐτὸς ὁ Χριστός·

[00190]    Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

[00191]    Καὶ καλῶς·

[00192]    ὁ γὰρ λόγος τοῦ Θεοῦ, αὐτοῦ τοῦ οὐρανοῦ δυνατώτερος·

[00193]    ὁ γὰρ οὐρανὸς ἔργον τοῦ λόγου.

[00194]    Εἶπεν ὁ Θεὸς, Γενηθήτω οὐρανός·

[00195]    καὶ ὁ λόγος ἔργον ἐγένετο.

[00196]    Ἔτρεχεν ἡ φύσις, καὶ τὸ κωλύον οὐδέν.

[00197]    Καὶ γὰρ ∆εσπότης ἦν τῆς φύσεως, καὶ τοιαύτην ποιῆσαι, καὶ τοιαύτην μεταβαλεῖν.

[00198]    Ἐγὼ αὐτὴν ᾠκοδόμησα ὁ τοὺς οὐρανοὺς στήσας·

[00199]    ἀλλ' ὑπὲρ οὐρανοὺς σῶμα οὐκ ἂν ἔλαβον, ἵνα μάθῃς ὅτι καὶ οὐρανοῦ καὶ ἀγγέλων καὶ πάσης τῆς κτίσεως ἡ Ἐκκλησία τιμιωτέρα.

[00200]    ∆ιὰ τοῦτο Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

[00201]    Παρέστω ὁ Ἰουδαῖος, παρέστω ὁ Ἕλλην.

[00202]    Εἰ κόμπος τὰ ῥήματα, ἐλεγχέτω·

[00203]    εἰ δὲ ἀλήθεια τὰ εἰρημένα, προσκυνείτω τὴν δύναμιν.

[00204]    Εἶπεν ὁ Χριστός·

[00205]    Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

[00206]    Τί δέ ἐστιν, οἱ λόγοι αὐτοῦ;

[00207]    Προχειρίσωμεν ἐν μέσῳ, ἴδωμεν μὴ διέπεσαν.

[00208]    Οὐκ ἀμφιβάλλων λέγω, ἀλλὰ τὸν αἱρετικὸν ἐπιστομίζων.

[00209]    ∆ιὰ τοῦτο, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

[00210]    Ποῖοι λόγοι;

[00211]    Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

[00212]    Ἐπὶ ταύτῃ τῇ πέτρᾳ.

[00213]    Οὐκ εἶπεν, Ἐπὶ τῷ Πέτρῳ·

[00214]    οὔτε γὰρ ἐπὶ τῷ ἀνθρώπῳ, ἀλλ' ἐπὶ τὴν πίστιν τὴν ἑαυτοῦ Ἐκκλησίαν ᾠκοδόμησε.

[00215]    Τί δὲ ἦν ἡ πίστις;

[00216]    Σὺ εἶ ὁ Χρι [52.807] στὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.

[00217]    Πέτραν τὴν Ἐκκλησίαν ἐκάλεσε, δεχομένην κύματα, καὶ μὴ σαλευομένην.

[00218]    Καὶ γὰρ ἡ Ἐκκλησία δέχεται πειρασμοὺς, ἀλλ' οὐ νικᾶται.

[00219]    Τί οὖν ἐστιν, Ἐπὶ τῇ πέτρᾳ;

[00220]    Ὁμολογία ἐπὶ τοῖς ῥήμασιν.

[00221]    Οὐ λίθους βάλλεις;

[00222]    οὐ ξύλα;

[00223]    οὐ σίδηρον;

[00224]    Οὐχὶ, φησίν·

[00225]    οὐ γάρ ἐστιν οἰκοδομὴ τοιαύτη, ἣ, οἵα ἂν ᾖ, τῷ χρόνῳ λύεται·

[00226]    ὁμολογίαν δὲ οὔτε δαίμονες νικῆσαι δύνανται.

[00227]    Καὶ μαρτυροῦσιν οἱ μάρτυρες, οἱ τὰς πλευρὰς ξεόμενοι, καὶ τὴν πίστιν οὐκ ἀπολλύντες.

[00228]    Ὢ καινῶν καὶ παραδόξων πραγμάτων.

[00229]    Ὁ τοῖχος διορύττεται, καὶ ὁ θησαυρὸς οὐ συλᾶται·

[00230]    ἡ σὰρξ δαπανᾶται, καὶ ἡ πίστις οὐκ ἀναλίσκεται·

[00231]    τοιαύτη τῶν μαρτύρων ἡ δύναμις.

[00232]    Ἐπὶ γὰρ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν·

[00233]    καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

[00234]    Προσέχετε τῇ ἀκριβεία τοῦ ῥήματος.

[00235]    Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

[00236]    ∆ιὰ τί γὰρ, φησὶ, μὴ κωλύει τοὺς πειρασμοὺς τῇ Ἐκκλησίᾳ προσέρχεσθαι;

[00237]    Οὐχ ἵνα δείξω μου τὴν δύναμιν;

[00238]    Ἂν μή τις αὐτὴν πολεμήσῃ, ἔχουσιν εἰπεῖν·

[00239]    Εἰ ἐπολεμήθη, ἐνικᾶτο.

[00240]    ∆ιὰ τοῦτο ἀφίησιν αὐτὴν πολεμηθῆναι, ἵνα μὴ τῇ ἐρημίᾳ τῶν πολεμούντων τὰ τῆς νίκης ἐπιγράφηται.

[00241]    Καὶ πύλαι ᾅδου, οὐκ εἶπεν, Οὐ προσβάλωσιν αὐτῇ, ἀλλ', Οὐ κατισχύσουσιν αὐτῆς·

[00242]    πολεμηθήσεται μὲν, οὐ νικηθήσεται δέ.

[00243]    Χειμάζεται ἡ Ἐκκλησία, ἀλλ' οὐ καταποντίζεται·

[00244]    κλυδωνίζεται, ἀλλ' οὐ γίνεται ὑποβρύχιος·

[00245]    δέχεται βέλη, ἀλλ' οὐ δέχεται τραύματα·

[00246]    δέχεται μηχανήματα, ἀλλ' ὁ πύργος οὐ σαλεύεται.

[00247]    Καὶ τί λέγω ἡ Ἐκκλησία;

[00248]    Ἕνα λόγον ἐφθέγξατο ὁ ἁλιεὺς, καὶ ἕστηκεν ὡς πύργος ἄσειστος.

[00249]    Πόσοι τύραννοι ἐφιλονείκησαν ἀφανίσαι τὸ ῥῆμα τοῦτο, ἀλλ' οὐκ ἴσχυσαν;

[00250]    Ἐπὶ γὰρ τῇ πέτρᾳ τεθεμελίωτο.

[00251]    Ἐννόη [52.808] σον·

[00252]    τύραννοι, βασιλεῖς, διαδήματα, ξίφη ἠκονημένα, θηρίων ὀδόντες, θάνατοι ἀπειλούμενοι, τήγανα, κάμινοι.

[00253]    Καὶ μὴν τὴν βελοθήκην αὐτοῦ ἐξεκένωσεν ὁ διάβολος, τὴν δὲ Ἐκκλησίαν οὐκ ἔβλαψε.

[00254]    ∆ιὰ τί;

[00255]    Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

[00256]    Πόσοι ἐξ ἀρχῆς ἐπολέμησαν τὴν Ἐκκλησίαν;

[00257]    ποῦ οἱ πολεμήσαντες;

[00258]    Σεσίγηνται, καὶ λήθῃ παραδίδονται·

[00259]    ἡ Ἐκκλησία ἀνθεῖ.

[00260]    Ποῦ Κλαύδιος;

[00261]    ποῦ Αὔγουστος;

[00262]    ποῦ Νέρων;

[00263]    ποῦ Τιβέριος;

[00264]    Ὀνόματά εἰσι ψιλά·

[00265]    τούτων δὲ οὐδεὶς μέμνηται.

[00266]    Ἐπειδὴ τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ τὴν μνήμην ἀπώλεσαν·

[00267]    ἡ δὲ Ἐκκλησία ὑπὲρ τὸν ἥλιον λάμπει.

[00268]    Ὅπου δ' ἂν ἀπέλθῃς, εἰς Ἰνδοὺς, εἰς Μαυροὺς, εἰς Βρετανοὺς, εἰς τὴν οἰκουμένην, εὑρήσεις, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ βίον ἐνάρετον.

[00269]    Πρὸ γὰρ τούτου καὶ πόλεις ἐν ἀσεβείᾳ πεπληρωμέναι·

[00270]    νῦν δὲ καὶ ἡ ἔρημος εὐσεβείας ἐμπέπλησται.

[00271]    Πρὸ τούτου καὶ βασιλίδες ὠρχοῦντο·

[00272]    γενεσίων δὲ γενομένων Ἡρώδου ὠρχήσατο ἡ θυγάτηρ Ἡρωδιάδος·

[00273]    σήμερον δὲ θεράπαινα οὐ καταξιοῖ τοῦτο ποιῆσαι.

[00274]    Πρὸ τούτου Πέρσαι μητέρας ἐγάμουν·

[00275]    σήμερον παρθενίαν ἀσκοῦσι.

[00276]    Πρὸ τούτου Γότθοι πατέρας ἀπέκτειναν·

[00277]    σήμερον τὸ αἷμα αὐτῶν ὑπὲρ εὐσεβείας ἐκχύειν σπουδάζουσι.

[00278]    Πρὸ τούτου καὶ ἰδιῶται ἀσεβεῖς·

[00279]    σήμερον καὶ βασιλεῖς εὐσεβεῖς, καὶ δῆμοι.

[00280]    Ὁ παρὼν βασιλεὺς διάδημα ἀποθέμενος, καὶ λαβὼν σταυρὸν, ἐν ἀώρῳ ἡλικίᾳ, πεπολιωμένην δὲ σοφίαν ἐνδεικνύμενος, ἐν ἐκκλησίᾳ βασιλείαν οὐκ ἐπιγινώσκων·

[00281]    ἔξω δόρατα, καὶ ἐνταῦθα μυστήρια·

[00282]    ἔξω ἀσπίδες, καὶ ἐνταῦθα μυσταγωγίαι·

[00283]    Θεοδοσίου υἱὸς, καὶ ὁ πατὴρ Θεοδοσίου.

[00284]    Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ·

[00285]    ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00286]    Ἀμήν.

[00287]    ὰὰὰὰ


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In pentecosten Sermo 1
Litterarum Omnium Conspectus: 132 Litterae, quae repetitae sunt in 11,354 occasionibus



α

0945 

859   

Α

0913 

2   

β

0946 

78   

Β

0914 

9   

γ

0947 

187   

Γ

0915 

5   

δ

0948 

195   

Δ

0916 

0   

ε

0949 

572   

Ε

0917 

11   

ζ

0950 

30   

Ζ

0918 

0   

η

0951 

178   

Η

0919 

3   

θ

0952 

119   

Θ

0920 

13   

ι

0953 

505   

Ι

0921 

1   

κ

0954 

361   

Κ

0922 

17   

λ

0955 

391   

Λ

0923 

4   

μ

0956 

323   

Μ

0924 

5   

ν

0957 

899   

Ν

0925 

6   

ξ

0958 

33   

Ξ

0926 

0   

ο

0959 

773   

Ο

0927 

19   

π

0960 

344   

Π

0928 

40   

ρ

0961 

424   

Ρ

0929 

0   

ς

0962 

368   

΢

0930 

0   

σ

0963 

462   

Σ

0931 

6   

τ

0964 

830   

Τ

0932 

21   

υ

0965 

170   

Υ

0933 

5   

φ

0966 

70   

Φ

0934 

2   

χ

0967 

81   

Χ

0935 

11   

ψ

0968 

6   

Ψ

0936 

0   

ω

0969 

130   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

12   

8172 

   



 ά 

 8049 

 127 

 έ 

 8051 

 193 

 ή 

 8053 

 69 

 ί 

 8055 

 181 

 ό 

 8057 

 130 

 ύ 

 8059 

 133 

 ώ 

 8061 

 29 

 ὰ 

 8048 

 96 

 ὲ 

 8050 

 53 

 ὴ 

 80852 

 98 

 ὶ 

 8054 

 155 

 ὸ 

 8056 

 105 

 ὺ 

 8058 

 27 

 ὼ 

 8060 

 16 

 ᾶ 

 8118 

 18 

   

   

 0 

 ῆ 

 8134 

 64 

 ῖ 

 8150 

 58 

   

   

 0 

 ῦ 

 8166 

 95 

 ῶ 

 8182 

 53 

 ἀ 

 7936 

 140 

 ἐ 

 7952 

 157 

 ἠ 

 7968 

 9 

 ἰ 

 7984 

 60 

 ὀ 

 8000 

 1 

 ὐ 

 8016 

 156 

 ὠ 

 8032 

 2 

 ἁ 

 7937 

 10 

 ἑ 

 7953 

 7 

 ἡ 

 7969 

 54 

 ἱ 

 7985 

 34 

 ὁ 

 8001 

 48 

 ὑ 

 8017 

 23 

 ὡ 

 8033 

 8 

 ἂ 

 7938 

 7 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 2 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 9 

 ἔ 

 7956 

 19 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 5 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 6 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 10 

 ὅ 

 8005 

 16 

 ὕ 

 8021 

 3 

 ὥ 

 8037 

 3 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 11 

 ἶ 

 7990 

 9 

   

   

 0 

 ὖ 

 8022 

 2 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 8 

   

   

 0 

 ὗ 

 8023 

 7 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 2 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 6 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 14 

   

   

 0 

 ῃ 

 8131 

 17 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 12 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 6 

   

   

 0 

 ῇ 

 8135 

 18 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 15 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In pentecosten Sermo 1
Verborum Omnium Conspectus: 1,006Verba, quae repetita sunt in 3,490,724 occasionibus



α [00002]
ὰὰὰὰ [00287]
ἀγγέλων [00199]
ἅγιον [00105]
ἅγιος [00108]
ἁγίων [00029]
ἁγνὴν [00085]
ἀγῶνα [00055]
ἀγωνιστήν [00054]
ἀδαπάνητον [00156]
ᾅδου [00187] [00211] [00233] [00235] [00241] [00255]
ἀέρα [00048]
ἀὴρ [00161] [00178]
ἀθλητήν [00049]
αἱ [00032] [00092] [00142]
αἷμα [00050] [00076] [00167] [00168] [00277]
αἱρετικὲ [00088]
αἱρετικὸν [00208]
αἴρων [00071]
αἰσθητοῦ [00017]
αἰῶνας [00285]
αἰῶνος [00114]
αἰώνων [00285]
ἀκάνθας [00040] [00107]
ἀκέραιοι [00142]
ἀκριβεία [00234]
ἀκτῖνα [00020]
ἀλήθεια [00104] [00203]
ἁλιεῖς [00031] [00035] [00109]
Ἁλιεῖς [00031]
ἁλιεὺς [00248]
ἀλλ [00003] [00093] [00100] [00104] [00111] [00123] [00128] [00171] [00173] [00199] [00214] [00218] [00241] [00243] [00244] [00245] [00246] [00249]
Ἀλλ [00121] [00151] [00153] [00154] [00173] [00185]
ἀλλὰ [00004] [00026] [00028] [00107] [00130] [00138] [00139] [00160] [00183] [00208]
Ἀλλὰ [00134]
ἁμαρτήματα [00107]
ἁμαρτίαν [00071]
ἁμάρτοι [00028]
Ἁμαρτωλὸς [00070]
ἀμβλύνεται [00029]
Ἀμήν [00286]
Ἀμνὸς [00071]
ἄμπελος [00034] [00063]
ἀμπελουργοὶ [00035] [00040]
Ἀμπελουργοὶ [00034]
ἀμφιβάλλων [00208]
ἂν [00199] [00225] [00268]
ἄν [00028]
Ἂν [00238]
ἀναβάντων [00003]
ἀνάγκαις [00170]
ἀνάγκη [00171]
ἀναλίσκει [00107]
ἀναλίσκεται [00230]
ἀνάλωτον [00156]
ἀναπτόμενοι [00177]
ἀνασπᾶται [00172] [00173] [00173]
ἀναστάσει [00023] [00024]
ἀνατρέψας [00132]
ἀνδρὶ [00085]
ἀνέλαβον [00159]
ἀνέσπασαν [00040]
ἀνήρ [00084]
ἀνθεῖ [00259]
ἄνθρακας [00100]
ἄνθρωπος [00159] [00164]
ἀνθρώπῳ [00214]
ἀνθρώπων [00113]
ἀντιπαρατάττεσθαι [00180]
ἄνω [00016]
ἀοίκητος [00184]
ἅπαντα [00042] [00059]
ἀπαστράπτουσιν [00022]
ἀπέθανον [00031]
ἀπειλούμενοι [00252]
ἀπέκτειναν [00276]
ἀπέκτεινεν [00178]
ἀπελεύσῃ [00150]
Ἀπέλθετε [00126]
ἀπέλθῃς [00268]
ἀπεστάλησαν [00161]
ἀπέστειλε [00123]
ἀπεστερημένοι [00112]
ἀπεφήνατο [00186]
ἀπήλασαν [00039]
ἀπῆλθον [00034]
ἀποδημία [00155]
ἀποθέμενος [00280]
ἀποθνήσκεις [00153]
ἀπόκειταί [00057]
ἀπολέσῃς [00156]
ἀπολέσθαι [00188]
ἀπολλύντες [00227]
Ἀπολλὼς [00044]
ἀποστείλαντος [00137]
ἀποστέλλω [00128] [00135] [00140]
Ἀποστέλλω [00119]
ἀποστέλλων [00130]
ἀπόστολοι [00013] [00015] [00018] [00020] [00022] [00024] [00027] [00162] [00183]
ἀποστόλοις [00026]
ἀπόστολον [00006]
ἀποστόλων [00003]
ἀπώλεσαν [00158] [00266]
ἀρδεύει [00168]
ἀρετήν [00010]
ἁρπάζονται [00024]
ἀρχαίαν [00132]
ἀρχῇ [00177] [00268]
ἀρχῆς [00174] [00256]
ἀρχιτέκτων [00046]
ἀρχόντων [00177]
ἀσεβείᾳ [00177] [00269]
ἀσεβείας [00037]
ἀσεβεῖς [00177] [00278]
ἄσειστος [00248]
Ἀσθενεῖς [00129]
ἀσκοῦσι [00275]
ἀσπίδες [00282]
ἀστέρες [00013]
Ἀστέρες [00014] [00017] [00019] [00021] [00023]
ἀστέρων [00003] [00027]
ἄστροις [00025]
ἀσφαλιζομένη [00160]
Αὔγουστος [00261]
αὐτῇ [00241]
αὐτὴν [00109] [00146] [00168] [00171] [00198] [00238] [00240]
αὐτῆς [00152] [00175] [00182] [00184] [00187] [00211] [00233] [00235] [00241] [00255]
αὐτοῖς [00092]
αὐτὸν [00043] [00047] [00049] [00051] [00054] [00056]
Αὐτὸς [00189]
αὐτοῦ [00069] [00192] [00206] [00253]
αὐτοὺς [00028]
αὐτούς [00127]
αὐτῷ [00076]
αὐτῶν [00032] [00124] [00183] [00277]
ἀφανίσαι [00249]
ἀφανισθῆναι [00188]
ἀφιέντες [00110]
ἀφίησιν [00240]
ἀφόρητον [00134]
ἀώρῳ [00280]


Βαδίσαι [00064]
βάλλεις [00221]
βάλλοντες [00110]
βασιλείαν [00112] [00280]
βασιλεῖς [00176] [00177] [00252] [00279]
βασιλεὺς [00280]
βασιλίδες [00271]
βάτον [00096]
βάτου [00098]
βέλη [00245]
βελοθήκην [00253]
βέλος [00110]
βίαν [00134]
βίον [00268]
βλάσφημον [00006]
Βούλει [00043] [00045] [00047] [00049] [00051] [00054] [00056]
Βρετανοὺς [00268]
βρίθεται [00034]
βωμοὶ [00177]


γάμος [00087]
γὰρ [00013] [00016] [00029] [00035] [00059] [00079] [00085] [00102] [00127] [00139] [00160] [00171] [00176] [00186] [00192] [00193] [00197] [00214] [00218] [00232] [00236] [00250] [00269]
γάρ [00063] [00068] [00114] [00225]
γε [00165]
γέγονε [00003]
γέγονεν [00012]
γενέσθαι [00080]
γενεσίων [00272]
Γενηθήτω [00194]
γενομένων [00272]
γεωργεῖ [00171]
γῆ [00003] [00012] [00152] [00161] [00178] [00190] [00200] [00205] [00209]
γῆν [00003] [00029] [00132] [00188]
γῆς [00038]
Γίνεσθε [00142] [00148]
γίνεται [00136] [00244]
γλῶσσαι [00092]
γοργὸν [00106]
Γότθοι [00276]
γυμνοὶ [00111]
Γυμνὸς [00150]
γυμνὸς [00150]
γυμνουμένη [00170]


δ [00268]
δαίμονες [00178] [00226]
δαπανᾷ [00107]
δαπανᾶται [00230]
δὲ [00019] [00020] [00022] [00024] [00025] [00026] [00032] [00037] [00038] [00039] [00087] [00090] [00091] [00096] [00107] [00112] [00113] [00122] [00144] [00170] [00177] [00190] [00200] [00203] [00205] [00209] [00215] [00226] [00253] [00265] [00267] [00270] [00272] [00273] [00280] [00284]
δέ [00206] [00242]
δείξω [00237]
δεξιᾷ [00016]
δέρων [00048]
∆εσπότην [00058] [00113]
∆εσπότης [00059] [00197]
δέχεται [00218] [00245] [00245] [00246]
δεχομένην [00217]
δεχομένων [00106]
δὴ [00027]
δῆμοι [00279]
∆ι [00066]
∆ιὰ [00027] [00061] [00105] [00106] [00159] [00161] [00162] [00164] [00200] [00209] [00236] [00240] [00254]
διὰ [00107] [00159] [00162] [00167] [00169] [00172] [00176]
διάβολος [00178] [00253]
διάδημα [00280]
διαδήματα [00252]
διακόπτεται [00029]
διαλύει [00087]
διαλύεται [00029]
διαλύσας [00132]
διαμεριζόμεναι [00092]
διάνοιαν [00124]
διανοίας [00106]
διασώσῃ [00144]
διατάγματα [00177]
διατήρησον [00147]
διδάσκαλοι [00035]
διέπεσαν [00207]
διέσωσαν [00039]
δικαιοσύνης [00022] [00057]
διορθωσάμενος [00004]
διορύττεται [00229]
διωρθώσαντο [00041]
δόξα [00285]
δόρατα [00110] [00281]
δός [00145]
δουλεύει [00170]
δρομέα [00051]
δρόσον [00100]
δύναμαι [00089]
δυνάμει [00127]
δύναμιν [00176] [00203] [00237]
δύναμις [00137] [00231]
δύνανται [00226]
δύνασαι [00185]
δύναται [00169]
δυνατὸς [00130]
δυνατώτεροι [00158]
δυνατώτερος [00192]


ἐάν [00066]
ἑαυτοῦ [00058] [00214]
ἑαυτῶν [00020] [00022] [00113] [00127]
ἐβά [00036]
ἐβάκχευον [00178]
ἐβαπτίσθητε [00079]
ἔβλαψε [00253]
ἐγάμουν [00274]
ἐγένετό [00065] [00067] [00071] [00073] [00075] [00078] [00081] [00084]
ἐγένετο [00058] [00062] [00102] [00123] [00161] [00164] [00195]
ἐγενόμην [00159]
ἐγένοντο [00138]
ἐγένου [00062] [00067] [00070] [00086]
ἐγίνετο [00101]
ἐγὼ [00096] [00128] [00135] [00140]
Ἐγὼ [00044] [00063] [00068] [00114] [00198]
Ἐγώ [00132]
ἐδόθη [00161]
ἔζων [00028]
ἐθεμελιώθη [00161]
Εἰ [00094] [00202] [00239]
εἰ [00203]
εἶ [00131] [00211] [00216]
εἶδε [00116]
εἰμι [00063] [00068] [00114] [00132]
εἰπεῖν [00238]
Εἶπεν [00194] [00204]
εἶπεν [00125] [00213] [00241]
εἰργάσατο [00009]
εἰρημένα [00203]
Εἷς [00058]
εἰς [00003] [00007] [00029] [00038] [00079] [00100] [00108] [00123] [00123] [00132] [00268] [00268] [00268] [00268] [00285]
εἷς [00059]
ΕΙΣ [00001]
εἰσέλθῃ [00066]
εἰσήγαγεν [00007]
εἰσὶ [00158]
εἰσι [00264]
ἐκ [00150]
ἔκαιε [00096]
ἐκαίετο [00099]
ἐκαίοντο [00094]
ἐκάλεσε [00217]
ἐκεῖνα [00104]
ἐκείνην [00134]
Ἐκείνης [00149]
ἐκεῖνοι [00034] [00124]
ἐκινήθη [00175]
ἐκκλησίᾳ [00280]
Ἐκκλησίᾳ [00180] [00236]
Ἐκκλησία [00160] [00199] [00218] [00243] [00247] [00259] [00267]
Ἐκκλησίαν [00159] [00161] [00162] [00162] [00164] [00167] [00174] [00188] [00211] [00214] [00217] [00232] [00253] [00256] [00266]
Ἐκκλησίας [00166]
ἐκόμισεν [00011]
ἐκράτησεν [00183]
ἐκχύειν [00277]
ἔλαβε [00087]
ἔλαβον [00199]
ἐλεγχέτω [00202]
Ἕλλην [00201]
ἐλπίζεις [00184]
ἐμερίζετο [00179]
ἐμιαίνετο [00178]
ἐμοὶ [00076]
ἐμολύνετο [00178]
ἐμοῦ [00066]
ἐμπέπλησται [00176] [00184] [00270]
ἐν [00014] [00016] [00019] [00019] [00020] [00023] [00024] [00024] [00026] [00076] [00076] [00105] [00119] [00120] [00135] [00137] [00170] [00170] [00177] [00177] [00177] [00207] [00269] [00280] [00280]
Ἐν [00025] [00268]
Ἕνα [00248]
ἐναντίον [00122]
ἐναντίος [00145]
ἐνάρετον [00268]
ἐνδεδυμένοι [00111]
ἐνδεικνύμενος [00280]
ἕνδεκα [00183] [00183]
Ἐνδυσάμενοι [00053]
Ἐνδύσασθαι [00077]
Ἐνεβλήθη [00108]
ἐνεδύσασθε [00079]
ἑνὶ [00085]
ἐνικᾶτο [00239]
ἐνισχύων [00132]
Ἐννόη [00251]
ἐνόμιζον [00100]
ἐνταῦθα [00281] [00282]
ἐξ [00003] [00174] [00256]
Ἐξέβαλε [00010]
ἐξεκένωσεν [00253]
ἐξέλθῃ [00066]
ἐξέχεε [00167]
ἐξεχύθη [00003] [00161]
Ἐξεχύθη [00092]
ἐξῆλθες [00150]
ἐξορίζει [00151]
ἔξω [00281] [00282]
ἔξωθεν [00087]
ἐπαναγαγὼν [00132]
ἐπανήγαγε [00010]
ἐπανήγαγον [00109]
ἐπειδὴ [00158]
Ἐπειδὴ [00266]
ἐπειδήπερ [00003]
ἔπεμπεν [00127]
ἐπὶ [00087] [00211] [00214] [00214] [00220]
Ἐπὶ [00087] [00212] [00213] [00219] [00232] [00250]
ἐπιγινώσκων [00280]
ἐπιγράφηται [00240]
ἐπιστομίζων [00208]
ἐποίησε [00008] [00087] [00091] [00122]
ἐποίησεν [00004] [00006]
ἐπολεμήθη [00239]
ἐπολέμησαν [00174] [00256] [00266]
ἐπότισε [00044]
ἐργάζονται [00032]
ἐργάσωμαι [00159]
ἔργον [00193] [00195]
ἐρημίᾳ [00240]
ἔρημος [00270]
Ἑρμήνευσόν [00103]
Ἑρμήνευσον [00088]
ἐῤῥάπτετο [00161]
ἐῤῥήγνυτο [00161]
ἐρωτᾷ [00095]
ἐρωτῶ [00096]
ἐσαγήνευσαν [00183]
ἐσβέννυτο [00099]
ἐσμεν [00124]
ἕσπερος [00025] [00026]
ἐστάθη [00161]
ἕστηκεν [00248]
ἔστι [00173]
ἐστὶν [00144]
ἐστίν [00082]
ἐστιν [00016] [00206] [00219] [00225]
ἔστιν [00025] [00050]
ἐσχηματίζετο [00059]
ἐσχίζετο [00161] [00179]
ἐτελεύτησαν [00028]
Ἔτρεχεν [00196]
Εὐαγγέλιον [00052]
εὐαγγελιστὰς [00009]
εὐαγγελιστὴν [00005]
Εὐκολώτερον [00188]
Εὗρε [00005]
εὗρε [00006] [00007] [00008] [00009]
εὑρήσει [00066]
εὑρήσεις [00268]
εὐσέβεια [00179]
εὐσεβείας [00040] [00184] [00270] [00277]
εὐσεβεῖς [00176] [00279]
εὐταξίαν [00110]
εὐτελέστερον [00098]
εὐχαριστήσωμεν [00284]
εὐχερῆ [00149]
ἐφείσατο [00165] [00166]
ἐφθέγξατο [00248]
ἐφιλονείκησαν [00249]
ἐφίμωσε [00108]
ἐφυτεύθη [00161]
ἐφύτευσα [00044]
ἐχειραγώγησαν [00038] [00110]
ἔχοντες [00110] [00113]
ἐχόρευε [00178]
ἔχουσιν [00238]
ἔχων [00082]
ἕως [00114]


ζωήν [00146]
ζῶντος [00216]
ζώντων [00158]


[00003] [00003] [00012] [00034] [00050] [00063] [00088] [00091] [00092] [00100] [00101] [00104] [00134] [00152] [00161] [00171] [00176] [00178] [00179] [00179] [00184] [00184] [00184] [00190] [00196] [00199] [00200] [00205] [00209] [00215] [00218] [00230] [00230] [00231] [00243] [00247] [00259] [00267] [00270] [00272] [00285]
[00188]
[00225]
[00029]
[00225]
ἠγώνισμαι [00055]
ἠδικήθη [00181]
ἠθέλησας [00064] [00072] [00074] [00077] [00080]
Ἠθέλησας [00083]
ἠκονημένα [00252]
ἤκουσε [00117]
ἡλικίᾳ [00280]
ἥλιον [00267]
ἡλίου [00021]
Ἡλίου [00022]
ἡμᾶς [00124]
ἡμέρᾳ [00019] [00020]
ἡμέραν [00033]
ἡμερότητα [00123]
ἡμετέραν [00061]
ἡμέτερος [00059]
ἡμῖν [00003] [00041] [00050]
ἦν [00101] [00175] [00181] [00197] [00215] [00268]
ἡπλώθη [00161]
Ἡρμοσάμην [00085]
Ἡρωδιάδος [00272]
Ἡρώδου [00272]
ἦς [00086]
ἦσαν [00031] [00034] [00111] [00139]
ἠτίμαζεν [00178]
ἥψατο [00182]


θάλασσα [00161]
θάλασσαν [00132]
θαλάσσης [00133]
θάλαττα [00184]
θάνατοι [00252]
θάνατός [00155]
θανάτῳ [00029]
θαυμαστὸν [00173]
θαύματα [00161]
θέλῃ [00145]
θεμέλιον [00046]
θεμελιώσας [00132]
Θεοδοσίου [00283] [00283]
Θεὸς [00194]
Θεοῦ [00011] [00016] [00052] [00071] [00164] [00176] [00192] [00216]
θεράπαινα [00273]
θέρει [00170]
Θεῷ [00160] [00284]
θηρία [00136]
θηριάλωτα [00123]
θηρίοις [00124]
θηρίων [00252]
θησαυρὸν [00156]
θησαυρὸς [00229]
θρέμματα [00039]
θυγάτηρ [00272]
θώρακα [00053]


ἰατροὶ [00035] [00041]
ἰδεῖν [00043] [00045] [00047] [00049] [00051] [00054] [00056]
ἴδῃ [00121]
ἰδίου [00165]
ἰδιῶται [00278]
Ἰδοὺ [00128] [00135] [00140]
ἴδωμεν [00207]
Ἱερουσαλὴμ [00052]
Ἰλλυρικοῦ [00052]
ἱμάτιον [00078]
ἱματίων [00111]
ἵνα [00042] [00104] [00124] [00136] [00159] [00166] [00199] [00237] [00240]
Ἰνδοὺς [00268]
Ἰουδαῖον [00096]
Ἰουδαῖος [00095] [00201]
ἰσχυρὰ [00132]
ἰσχυρότερον [00133]
ἴσχυσαν [00249]


κἀγὼ [00076]
καθ [00033] [00132]
καθήμενος [00016]
καινῶν [00087] [00228]
καιρῶν [00170] [00171]
κακίαν [00010]
καλὸν [00055]
καλὸς [00069]
καλός [00068]
καλῶς [00191]
κάμινοι [00252]
κάμινος [00100]
κἂν [00144] [00145] [00146] [00146]
καπνὸς [00177]
καρπῷ [00034]
κατ [00175]
καταβάντων [00003]
κατάβρωμα [00124]
καταξιοῖ [00273]
καταποντίζεται [00243]
κατέκαυσεν [00100]
κατεσκεύασεν [00005]
κατέσπειραν [00040]
κατέστειλαν [00037]
κατεφέρετο [00161]
κατέχει [00134]
κατέχομαι [00090]
κατισχύσουσιν [00187] [00211] [00233] [00235] [00241] [00255]
κεκτημένοι [00112]
κελεύεις [00141]
κεφαλὴν [00144]
κηροῦ [00102]
κινοῦντες [00110]
Κλαύδιος [00260]
Κλῆμα [00062]
κλήματα [00063]
κλυδωνίζεται [00244]
κνίσσα [00177]
κοιλίας [00150]
κομᾷ [00034]
κόμπος [00042] [00202]
κομῶσα [00170]
κόσμου [00071]
κρατῆσαι [00184]
κράτος [00285]
κρύπτονται [00019]
κτήματα [00146]
κτίσεως [00199]
κυβερνῆται [00038]
κύκλῳ [00052] [00137]
κύματα [00037] [00217]
Κυρίου [00152]
κωλύει [00236]
κωλύον [00196]


λαβεῖν [00145]
λάβῃ [00144]
λαβὼν [00280]
λάκκον [00108]
λάμπει [00267]
λαμπηδόνας [00022]
λάμποντος [00022]
λάμπουσιν [00020]
Λέγει [00118]
λέγεις [00143]
λέγω [00163] [00208] [00247]
λέγωσιν [00124]
λέξει [00124]
λέοντας [00108]
λήθῃ [00258]
λῃστὴν [00007]
λίθους [00221]
λιμένες [00037]
λόγοι [00190] [00200] [00205] [00206] [00209] [00210]
λόγον [00248]
Λόγος [00002] [00268]
λόγος [00192] [00195]
λόγου [00193]
λόγων [00110]
Λοιπὸν [00057]
λύεται [00225]
λύκοι [00123] [00137] [00139]
λύκοις [00124]
λύκον [00121]
λύκους [00039] [00123]
λύκων [00115] [00119] [00120] [00135]


μάγους [00009]
μάθῃς [00042] [00199]
μαλακώτερα [00102]
Μᾶλλον [00096]
μάννα [00161]
μαρανθῆναι [00169]
μαρτυρεῖ [00030] [00033]
Μάρτυρες [00157]
μάρτυρες [00157] [00227]
μαρτυροῦσιν [00227]
μαρτύρων [00231]
Μαυροὺς [00268]
Μάχη [00101]
με [00052]
μεθ [00114]
μέμνηται [00265]
μὲν [00025] [00036] [00170] [00176] [00242]
μένει [00076]
μενούσης [00149]
μέσῳ [00119] [00120] [00135] [00137] [00207]
μεταβαλεῖν [00197]
μεταβαλὼν [00004]
μεταξὺ [00115]
μετεβάλλετο [00100]
μετεβλήθησαν [00138]
μετέστησαν [00123]
μέχρι [00052]
μηδὲ [00136]
μὴν [00253]
μητέρας [00274]
μητρός [00150]
μηχανήματα [00246]
μιᾷ [00124]
μικρὰ [00134]
μιμούμενος [00058]
μνήμην [00266]
μοι [00057] [00103]
μονογενὴς [00164]
μόνοι [00113] [00113] [00113]
Μόνον [00156]
μόνον [00107] [00147]
μου [00076] [00076] [00190] [00200] [00205] [00209] [00211] [00232] [00237]
μυρία [00144]
μυριάδας [00183]
μυσταγωγίαι [00282]
μυστήρια [00281]


νεόφυτος [00175] [00181]
Νέρων [00262]
νεφέλαις [00024]
νικᾶται [00218]
νίκη [00101]
νικηθήσεται [00242]
νίκης [00240]
νικῆσαι [00226]
νομὴν [00066]
νόμον [00132]
νόμος [00161]
νοσοῦσαν [00109]
νυκτὶ [00019] [00020]
Νύμφη [00080]
νύμφην [00082]
νυμφίος [00081] [00082]
Νῦν [00176]
νῦν [00028] [00180] [00184] [00270]


ξεόμενοι [00227]
ξίφη [00252]
ξύλα [00222]
ξύλον [00096] [00099]


[00016] [00025] [00025] [00057] [00059] [00059] [00068] [00068] [00069] [00069] [00071] [00087] [00095] [00108] [00121] [00122] [00130] [00132] [00132] [00132] [00132] [00132] [00132] [00132] [00145] [00154] [00164] [00164] [00186] [00189] [00192] [00193] [00194] [00195] [00198] [00201] [00201] [00204] [00216] [00216] [00229] [00246] [00248] [00253] [00268] [00283]
[00076] [00082] [00144] [00178] [00190] [00200] [00205] [00209] [00229] [00280]
ὀδόντες [00252]
ὁδός [00065]
οἱ [00027] [00031] [00109] [00123] [00137] [00142] [00143] [00157] [00180] [00183] [00183] [00190] [00200] [00205] [00206] [00209] [00227] [00227] [00257]
οἵα [00225]
οἰκοδομὴ [00225]
οἰκοδομήσω [00211] [00232]
οἰκοδόμον [00045]
οἰκουμένη [00176] [00184]
οἰκουμένην [00004] [00038] [00109] [00115] [00159] [00268]
οἰκουμένης [00028]
οἷον [00013]
ὅλος [00144]
Ὁμολογία [00220]
ὁμολογίαν [00226]
Ὀνόματά [00264]
ὄντα [00102]
Ὅπου [00268]
ὄροφον [00036]
Ὅς [00165]
Ὅσοι [00079]
ὅταν [00121]
ὅτε [00028] [00028] [00182] [00184]
Ὅτε [00175] [00181] [00183]
ὅτι [00036] [00037] [00038] [00039] [00040] [00041] [00042] [00173] [00173] [00199]
Οὐ [00107] [00139] [00171] [00221] [00241] [00241]
οὐ [00004] [00021] [00029] [00029] [00042] [00089] [00100] [00110] [00110] [00110] [00110] [00110] [00113] [00160] [00169] [00185] [00187] [00190] [00200] [00205] [00209] [00211] [00218] [00222] [00223] [00225] [00229] [00233] [00235] [00242] [00243] [00244] [00245] [00246] [00255] [00273]
οὗ [00016]
οὐδὲ [00127] [00169] [00170]
οὐδεὶς [00026] [00183] [00265]
οὐδέν [00196]
Οὐκ [00050] [00125] [00208] [00213]
οὐκ [00003] [00028] [00029] [00048] [00094] [00096] [00123] [00158] [00165] [00166] [00172] [00173] [00173] [00173] [00179] [00181] [00199] [00227] [00230] [00241] [00249] [00253] [00280]
οὖν [00141] [00219]
Οὐρανὸν [00004]
οὐρανὸν [00038] [00132] [00188]
οὐρανόν [00015]
Οὐρανὸς [00003] [00012]
οὐρανὸς [00161] [00190] [00193] [00200] [00205] [00209]
οὐρανός [00194]
οὐρανοῦ [00003] [00182] [00192] [00199]
οὐρανοὺς [00003] [00198] [00199]
οὐρανῷ [00014]
οὐσίαν [00059]
οὔτε [00099] [00099] [00214] [00226]
οὗτοι [00157]
Οὕτω [00048] [00145]
οὕτω [00107]
Οὐχ [00170] [00237]
οὐχ [00028]
Οὐχὶ [00224]
οὐχὶ [00093]
ὄφεις [00142] [00143]
ὄφις [00144]


παγκρατιαστήν [00047]
παθεῖν [00188]
παίδων [00100]
παλαιὸν [00132]
παλαιῶν [00103]
πάλη [00050]
πάλιν [00100] [00161]
πάντα [00058] [00060] [00091] [00149] [00184]
πανταχοῦ [00177]
πάντες [00026]
παράγω [00042]
παράδεισον [00007]
παράδεισος [00161]
παραδίδονται [00258]
παραδόξων [00087] [00228]
παραλαβόντες [00109] [00110]
παραλελυμένα [00132]
παραλύων [00132]
παραστῆσαι [00085]
παρελεύσονται [00190] [00200] [00205] [00209]
παρέλθωσι [00190] [00200] [00205] [00209]
παρεσκευάζετο [00161]
Παρέστω [00201]
παρέστω [00201]
παρθενίαν [00087] [00275]
παρθένον [00085]
παρθένος [00086] [00088]
παρθένου [00008] [00087]
παρὼν [00280]
πᾶσα [00176]
πᾶσαν [00115]
πάσης [00199]
πατέρας [00276]
πατὴρ [00178] [00283]
πατρίδα [00132]
Παῦλον [00042]
Παῦλος [00164]
πειρασμοὺς [00218] [00236]
πέλαγος [00161]
πέμπει [00120]
πέμπεις [00124]
πένητες [00112]
ΠΕΝΤΗΚΟΣΤΗΝ [00001]
πεπληρωκέναι [00052]
πεπληρωμέναι [00269]
πεπολιωμένην [00280]
πέρατα [00184]
περιγενέσθαι [00182]
περιεῖλεν [00124]
Περιεργάσασθαι [00089]
Περιῆλθον [00109] [00115]
περιουσίαν [00110]
περισπούδαστον [00160]
περιστεραί [00142]
Πέρσαι [00274]
πέτρᾳ [00211] [00212] [00219] [00232] [00250]
πέτρα [00161]
Πέτραν [00217]
Πέτρος [00211]
Πέτρῳ [00213]
πήξας [00132]
Πιεῖν [00074]
πίνων [00076]
πίπτουσιν [00023]
πίστει [00090] [00160]
πιστευθῇ [00104]
πίστεως [00036] [00053] [00176]
πίστιν [00147] [00156] [00156] [00158] [00214] [00227]
πίστις [00215] [00230]
πλευρὰς [00227]
πλῆθος [00033]
πλήρωμα [00152]
πλούσιοι [00112]
Πνεῦμα [00105] [00107]
πνευματικοῦ [00018]
πνευματικῶν [00087]
Πνεύματος [00003] [00091] [00171] [00176]
ποιῆσαι [00197] [00273]
ποιήσαντα [00042]
ποιμένες [00039]
ποιμὴν [00068] [00069] [00120] [00121]
ποιμήν [00067]
Ποῖοι [00210]
Ποῖος [00120]
πόλεις [00184] [00269]
πολεμηθῆναι [00240]
πολεμηθήσεται [00242]
πολεμήσαντες [00257]
πολεμήσῃ [00238]
πολεμούντων [00173] [00240]
πολλὰ [00163] [00175]
πολλῶν [00173]
Πολὺ [00160]
πορίσωνται [00136]
Πόρνη [00086]
πόρνη [00088]
πόρνην [00008] [00087]
Πόσοι [00174] [00249] [00256]
ποτήριον [00075]
Ποῦ [00180] [00260]
ποῦ [00257] [00261] [00262] [00263]
πράγματα [00030]
πραγμάτων [00087] [00228]
Πρὸ [00269] [00271] [00274] [00276] [00278]
προαιρέσει [00139]
προαίρεσιν [00004]
πρόβασι [00136]
Πρόβατά [00124]
πρόβατα [00115] [00119] [00120] [00121] [00123] [00123] [00135] [00137] [00138]
Πρόβατον [00067]
προβάτων [00069] [00123]
προέλαβεν [00104]
προοιμίοις [00177]
πρὸς [00050] [00059] [00060] [00109] [00110]
προσβάλωσιν [00241]
προσδοκᾷς [00182]
προσειπὼν [00028]
προσέρχεσθαι [00236]
Προσέχετε [00234]
προσηλώσας [00132]
προσκυνείτω [00203]
προφῆται [00161] [00162]
Προχειρίσωμεν [00207]
πυκτεύω [00048]
Πύλαι [00187] [00235] [00255]
πύλαι [00211] [00233] [00241]
πῦρ [00094] [00099] [00107]
πύργος [00246] [00248]
πυρὶ [00105]
πυρὸς [00017] [00018] [00093] [00097] [00101]
πυρός [00092] [00093]
Πῶς [00060]
πῶς [00088] [00094] [00096] [00100]


ῥᾴδια [00149]
ῥῆμα [00249]
ῥήμασιν [00220]
ῥήματα [00042] [00202]
ῥήματος [00234]
ῥητορικῶν [00110]
ῥίζα [00062]
ῥοδῶνα [00100]


σαγῆναι [00032]
σαλεύεται [00246]
σαλευομένην [00217]
σάρκα [00050] [00076] [00159]
σὰρξ [00230]
σέ [00151]
σεμνοτέραν [00008] [00087]
Σεσίγηνται [00258]
σήμερον [00003] [00273] [00275] [00277] [00279]
σίδηρον [00223]
σιδήρου [00102]
σοι [00065] [00067] [00071] [00073] [00075] [00078] [00081] [00084] [00155]
σον [00251]
σου [00147] [00150]
σοφίαν [00280]
σοφὸς [00046]
σπέρματα [00040]
σπουδάζουσι [00277]
στασαν [00036]
στασιάζουσαν [00110]
σταυρὸν [00280]
σταυρῷ [00132]
στερεώτερα [00102]
στεφανίτην [00056]
στέφανος [00057]
στήσας [00198]
στὸς [00216]
στρατηγοὶ [00035]
στρατηλάται [00176] [00177]
Στῦλοι [00036]
στῦλοι [00035]
Σὺ [00211] [00216]
σὺ [00145]
σύ [00131]
συλᾶται [00229]
συνελαύνει [00121]
συνήπτετο [00161]
συντελείας [00114]
σφοδρότερον [00097]
σχεδιαζομένη [00161]
σωζομένων [00033]
σῶμα [00199]
σώματα [00100]
σωμάτων [00101] [00101]
σωτηρίαν [00061] [00136]


Τὰ [00016]
τὰ [00030] [00037] [00039] [00040] [00041] [00042] [00063] [00100] [00103] [00107] [00115] [00121] [00123] [00123] [00132] [00132] [00136] [00137] [00169] [00170] [00184] [00202] [00203] [00240]
τὰς [00022] [00040] [00107] [00227]
Ταῦτα [00091]
ταῦτα [00042]
ταύτῃ [00211] [00212] [00232]
τέθεικα [00046]
τεθεμελίωτο [00250]
τειχιζομένη [00160]
Τεῖχος [00136]
τελευτῇ [00029]
τελευτὴν [00158]
τελώνην [00005]
τῇ [00023] [00024] [00127] [00180] [00211] [00212] [00219] [00232] [00234] [00236] [00240] [00250]
τήγανα [00252]
ΤΗΝ [00001]
τὴν [00004] [00004] [00004] [00010] [00010] [00011] [00020] [00029] [00038] [00059] [00061] [00069] [00071] [00076] [00082] [00087] [00096] [00109] [00112] [00115] [00123] [00124] [00132] [00132] [00132] [00134] [00136] [00144] [00146] [00147] [00156] [00156] [00156] [00158] [00159] [00161] [00162] [00162] [00164] [00167] [00174] [00176] [00176] [00188] [00188] [00203] [00211] [00214] [00214] [00217] [00227] [00232] [00237] [00253] [00253] [00256] [00266] [00266] [00268]
τῆς [00022] [00028] [00036] [00037] [00040] [00053] [00057] [00106] [00114] [00133] [00166] [00176] [00184] [00197] [00199] [00240]
Τί [00013] [00097] [00133] [00141] [00143] [00206] [00215] [00219]
τί [00098] [00105] [00163] [00236] [00247] [00254]
τι [00188]
Τιβέριος [00263]
τίθησιν [00069]
τιμιωτέρα [00199]
Τίς [00116] [00131]
τίς [00117]
τις [00028] [00066] [00151] [00238]
τὸ [00033] [00052] [00076] [00099] [00099] [00105] [00105] [00106] [00107] [00107] [00122] [00132] [00152] [00167] [00168] [00177] [00196] [00249] [00277] [00285]
τοιαύτη [00225] [00231]
τοιαύτην [00197] [00197]
τοιοῦτον [00013]
τοῖς [00025] [00026] [00034] [00124] [00124] [00136] [00220]
τοίχοις [00160]
τοῖχος [00229]
τολμήσαντες [00180]
Τὸν [00055]
τὸν [00015] [00036] [00053] [00055] [00058] [00058] [00096] [00111] [00113] [00121] [00132] [00132] [00156] [00156] [00188] [00208] [00267]
τόξα [00110]
τοσαύτας [00183]
τότε [00184]
Τοῦ [00152] [00166]
τοῦ [00003] [00011] [00016] [00022] [00052] [00052] [00071] [00071] [00091] [00114] [00137] [00164] [00165] [00167] [00171] [00176] [00176] [00182] [00192] [00192] [00193] [00216] [00216] [00234]
τοὺς [00003] [00039] [00100] [00108] [00123] [00198] [00236] [00285]
Τοῦτο [00168]
τοῦτο [00027] [00107] [00159] [00159] [00169] [00172] [00200] [00209] [00240] [00249] [00273]
τούτου [00269] [00271] [00274] [00276] [00278]
τούτων [00157] [00265] [00284]
τράπεζα [00073] [00161]
τράπεζαν [00124]
τραύματα [00041] [00144] [00245]
τριῶν [00100]
τρώγων [00076]
τύραννοι [00249] [00252]
τῷ [00034] [00085] [00132] [00160] [00213] [00214] [00225] [00284]
τῶν [00027] [00029] [00033] [00069] [00087] [00087] [00100] [00101] [00103] [00106] [00115] [00123] [00158] [00231] [00240] [00285]


ὑγίειαν [00109]
ὑγιής [00144]
υἱὸν [00178]
Υἱὸς [00164] [00216]
υἱὸς [00178] [00283]
Υἱοῦ [00165] [00166] [00167]
ὑμᾶς [00085] [00119] [00128] [00130] [00132] [00135] [00140]
ὑμεῖς [00063] [00129]
ὑμῶν [00114] [00132]
ὑπὲρ [00003] [00015] [00069] [00199] [00267] [00277]
Ὑπὲρ [00284]
ὑποβρύχιος [00244]
ὑπόκειται [00170]


Φαγεῖν [00072]
φαιδρότεροι [00027]
φαίνοντος [00021]
φαίνουσιν [00019] [00021]
φείσηται [00166]
φησὶ [00114] [00236]
φησίν [00224]
φησιν [00164]
φρονεῖτε [00016]
Φρόνιμοι [00143]
φρόνιμοι [00142] [00148]
φρυγανῶδες [00096]
φυγῇ [00136]
φύλλα [00023] [00170]
φύλλοις [00034]
φυλλοῤῥοεῖ [00169]
φύσει [00139]
φύσεως [00197]
φύσιν [00004]
φύσις [00179] [00196]
φυτὰ [00169]
φυτουργόν [00043]
φωστῆρας [00028]
φωσφόροι [00026]
φωσφόρος [00025]


χάριν [00011] [00176]
χάρις [00003] [00029] [00091] [00092] [00171]
Χειμάζεται [00243]
χειμῶνι [00170]
χειρόγραφον [00132]
χρήματα [00145]
χρημάτων [00110] [00112]
Χρι [00216]
Χριστὸν [00079] [00079]
Χριστόν [00111]
Χριστὸς [00122] [00186]
Χριστός [00016] [00189] [00204]
Χριστῷ [00085]
χρόνοις [00170]
χρόνῳ [00225]
χώρα [00184]


ψάμμος [00134]
ψιλά [00264]
ψυχὴν [00069]


[00088]
[00087] [00137] [00228]
[00285]
ᾠκοδόμησα [00198]
ᾠκοδόμησε [00214]
ὢν [00058] [00059]
ὠρχήσατο [00272]
ὠρχοῦντο [00271]
ὡς [00023] [00048] [00135] [00142] [00142] [00143] [00248]
ὥς [00164]
Ὡς [00046]
ὡσεὶ [00092]
Ὡσεὶ [00093]
ὥσπερ [00107] [00119]
Ὥστε [00052]
ὤφθησαν [00092]