0345-0407 - Iohannes Chrysostomus - In illud Attendite ne eleemosynam vestram faciatis coram hom
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

In illud: Attendite ne eleemosynam vestram faciatis coram hominibus

[00001]    Εἰς τὸ, Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.

59.571

[00002]    αʹ.

[00003]    Οἱ σοφοὶ καὶ ἐπιστήμονες τῆς γεωργίας τεχνῖται, ὅταν μετὰ πάσης φροντίδος καὶ ἐπιμελείας τὰ κατὰ γῆς βλαστήματα φυτεύσωσιν, αὐτὰ τὰ φυτὰ πρότερον εἰς μῆκος διεγείρουσιν, εἶθ' οὕτω τὰς παρενοχλούσας φυάδας τεχνικῶς τέμνουσιν.

[00004]    Τὸ αὐτὸ καὶ ὁ νομοθέτης Μωσῆς πεποίηκεν·

[00005]    πρότερον γὰρ κατεφύτευσε τὴν μοναρχίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, εἶθ' οὕτως ἐξέτεμε τὴν πολυαρχίαν διὰ τὴν τῶν ἀνθρώπων διάνοιαν.

[00006]    Καὶ πῶς κατεφύτευσεν τὴν μοναρχίαν;

[00007]    Ἄκουσον αὐτοῦ λέγοντος·

[00008]    Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·

[00009]    καὶ πάλιν, Ἄκουε, Ἰσραήλ·

[00010]    Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.

[00011]    Καὶ πῶς τὰς παρενοχλούσας φυάδας τῆς πολυαρχίας ἐξέτεμε, μάθε·

[00012]    Οὐ ποιήσεις, φησὶ, θεοὺς χωνευτοὺς, οὐδὲ προσκυνήσεις θεοὺς ἀλλοτρίους·

[00013]    ἐγὼ γὰρ, ἐγὼ Κύριος ὁ Θεός σου.

[00014]    Τοῦτο δὲ καὶ σήμερον αὐτὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ποιεῖ.

[00015]    Ἐπειδὴ γὰρ πρῴην ταῖς ἡμετέραις ψυχαῖς κατεφύτευσε τὴν καλὴν ἐλαίαν τῆς ἐλεημοσύνης, καὶ τὸν καρπὸν αὐτῆς ἐστεφάνωσεν, τουτέστι τοὺς ἐλεήμονας, καὶ ἐμακάρισεν εἰπὼν, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται·

[00016]    εἰκότως ὅτι σήμερον τὰ παρενοχλοῦντα τῆς ἐλεημοσύνης ἀνακόπτει μάταια καὶ ἀποκαθαίρει.

[00017]    Πρῴην γὰρ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην διεγείρων, καὶ τὸν μὲν πένητα ἀπὸ τῆς πενιχρᾶς χήρας τῆς ἐν Σαράφθοις τῆς Σιδωνίας ἐπαίδευσε, μὴ προφάσεις τῆς ἀπανθρωπίας τὴν πενίαν προβάλλεσθαι·

[00018]    τὸν δὲ πτωχὸν ἀπὸ τῆς πτωχῆς χήρας τῆς ἐν τοῖς Εὐαγγελίοις καταβαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον, διήγειρεν, ὥστε τὸν πτωχὸν πλοῦτον τῆς ἐλεημοσύνης μετὰ προθυμίας συνεισφέρειν·

[00019]    τὸν δὲ ἔμπορον ἀπὸ τῆς τρικυμίας τῆς θαλάσσης ἐχαλίνωσε, τοῖς πένησιν μᾶλλον ἢ τῇ θαλάσσῃ μεταδιδόναι·

[00020]    τὸν δὲ κατὰ γῆν πραγματευόμενον περιέσφιγξε προλαβεῖν τῇ γνώμῃ τὴν ἀνάγκην, καὶ πρὸ τῆς ἀνάγκης τὸν Θεὸν μᾶλλον προτιμᾷν, ἤπερ τὸν λῃστήν.

[00021]    Ἐπειδὴ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην παιδεύσας, εἶδεν, ἀφ' ὧν ἐπαινέσεται, ἀποδεξάμενος ὡς ἕτοιμός ἐστιν ἕκαστος, καθάπερ φυτὸν εὐθαλὲς πρὸς ἐλεημοσύνην κλιθέν·

[00022]    Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ·

[00023]    διὰ τοῦτο συναναιρεῖ τὰς παρενοχλούσας τῆς ἐλεημοσύνης ὑποκρίσεις.

[00024]    Τί λέγων;

[00025]    Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς, οὐχ ὅτι ἡμῶν ἐπιτηδείως τὴν ἀνάγνωσιν ταύτην προβαλλομένων, ἀλλὰ τῆς προτέρας ἀκολουθίας τῶν ἀναγνωσμάτων παραπεμπούσης.

[00026]    Προσέχετε τὴν ὑμῶν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς·

[00027]    εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε·

[00028]    αὕτη γὰρ ἡ ἐπίδειξις ἐκείνων ἀφανίζει τὸν μισθόν·

[00029]    ἡ τοιαύτη δόσις ἀποστερεῖ ἐκείνους τῆς μελλούσης ἀγαθωσύνης.

[00030]    Οὐδὲν γὰρ οὕτω πικρὸν πάθος ἐστὶν τῆς ψυχῆς, ὡς τὸ τῆς κενοδοξίας.

[00031]    Ὅταν γὰρ πολλὰ κατορθώσωμεν τῶν ἐπιταγμάτων, τότε τῆς κενοδοξίας παραφύεται νόσημα.

[00032]    Ἀλλὰ πρόῤῥιζον αὐτὸ ἐξέτεμεν ὁ Σωτὴρ ἀφ' ἡμῶν, διδάξας ἡμᾶς ἐν τῷ κρυπτῷ τὰς ἐλεημοσύνας ποιεῖν.

[00033]    Ἀλλὰ πάντως ἐρεῖς·

[00034]    Τί οὖν;

[00035]    οὐ δυνάμεθα ποιῆσαι·

[00036]    οὐ γάρ ἐστι δυνατὸν διδόντα τοῖς πένησιν, ἢ προσφέροντα τοῖς ἱερεῦσιν, ἢ βάλλοντα εἰς τὸ γαζοφυλάκιον, μὴ θεαθῆναι.

[00037]    Οὐκοῦν καὶ πρὸς τὴν δόσιν τῆς ἐλεημοσύνης ὀκνηροτέρους ἡμᾶς κατέστησας διὰ παντός.

[00038]    Νῦν οὖν ὠφελῆσαι τὰς ψυχὰς τῶν ἐμῶν φίλων καὶ ἀδελφῶν βούλομαι, καὶ παντὸς νοσήματος ἀπαλλάξαι, [59.572] χάριτι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸν τρόπον τοῦ γινομένου διορθώσασθαι.

[00039]    Τὴν γὰρ προαίρεσιν ἐτάζει τοῦ ποιοῦντος ἐλεημοσύνην.

[00040]    ∆ιὰ τοῦτο καλῶς ἐπάγει λέγων·

[00041]    Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί·

[00042]    οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ' ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν.

[00043]    Οὐ γὰρ διὰ τὸν Θεὸν ἐποίουν ἐλεημοσύνην, ἐλπίζοντες ἐλεηθῆναι παρ' αὐτοῦ, καὶ λαβεῖν τὸν ἐπηγγελμένον μισθὸν ἑκατονταπλασίονα·

[00044]    ἀλλὰ διὰ τὸ τῆς προσκαίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον.

[00045]    Οὐδὲν οὖν ἔλαττον τῶν ἐν τοῖς θεάτροις φιλοτιμουμένων, καὶ τῶν ἐπὶ ταῖς κεναῖς δόξαις τὰς ἰδίας ὑπάρξεις σκορπιζόντων, οὐ διὰ τὸν τῆς ψυχῆς χρήσιμον καρπὸν, ἀλλὰ διὰ τὸν τῶν ἀνθρώπων ἔπαινον τὸν μάταιον.

[00046]    Περιτρέπεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται.

[00047]    Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας·

[00048]    καὶ ὅταν πολλὰ δαπανῶσι, τότε πλείονα παρ' ἐλαχίστων καὶ ἀπεῤῥιμμένων ἀνθρώπων ὑβρίζονται.

[00049]    Τὴν γὰρ τῶν ἵππων ἀσθένειαν τοῖς ἀνθρώποις προστρίβουσιν·

[00050]    καὶ ὁ μὲν ἵππος σφάλλεται, ὁ δὲ φιλότιμος ἀτιμάζεται·

[00051]    καὶ ὁ μὲν ἄλογος ἵππος ἔπεσεν, ὁ δὲ λογικὸς ἄνθρωπος ἐξέπεσεν·

[00052]    καὶ πολλάκις ἀποδυρόμενος εἶπε, Τί μάτην ἀπολῶ μου τὴν ὑπόστασιν;

[00053]    τί τοσοῦτον κάματον ὑπέμεινα καὶ τοσαύτας ζημίας, καὶ τῶν ὑπαρχόντων ἔκπτωτος ἐγενόμην, ἵνα παρὰ τῶν ἀπηγορευμένων ὑβρισθῶ ἐσχάτως;

[00054]    Ὢ πόσους πένητας ἠδύναντο πλουτίσαι τὰ χρήματα ταῦτα τὰ μάτην ἀπολλύμενα! πόσους ἐκπεσόντας ἀνορθῶσαι.

[00055]    Καὶ ῥέουσι μὲν ὥσπερ ἀπό τινος πηγῆς αἱ φιλοτιμίαι διὰ τὸν μάταιον ἔπαινον·

[00056]    ἀνεγείρονται δὲ ὥσπερ ἀπό τινος ποταμοῦ αἱ λοιδορίαι τῶν ἀλογίστων ἀνθρώπων.

[00057]    Ἄλλοι δὲ καὶ τῶν οἰκείων ψυχῶν καταφρονοῦσι, καὶ πάλιν ἕτεροι διὰ τὴν ἔριν τῶν ἵππων τοὺς ἰδίους οἴκους καταστρέφουσιν.

[00058]    βʹ.

[00059]    Ἀλλ' ἐκείνους μὲν ἀφήσωμεν δαπανᾶσθαι καὶ λοιδορεῖσθαι καὶ ματαιοφιλοτιμεῖσθαι·

[00060]    μάθωμεν δὲ πῶς χρὴ δαπανᾷν εὐσεβῶς τὰ χρήματα, καὶ πῶς χρὴ διάγειν εὐλαβῶς, καὶ προσδοκᾷν ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια.

[00061]    Οὐ γὰρ κωλύει σε δοῦναι Χριστὸς ἐλεημοσύνην, ἀλλὰ διδάσκει πῶς δεῖ ποιεῖν τὴν ἐλεημοσύνην·

[00062]    Μὴ μάθῃ ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου.

[00063]    Ἐνταῦθα δὲ πάλιν οὐ τὰς χεῖρας αἰνίττεται, ἀλλ' ὑπερβολικῶς αὐτὸ εἶπεν, ὡς ὅτι μὴ γνῷ ὁ πονηρός σου λογισμὸς, τί ποιεῖ ἡ ἀγαθή σου γνώμη, ἵνα μὴ ἀνατρέψῃ σε τοῦ καλοῦ.

[00064]    Ἔγκειται γὰρ κατὰ τὴν θείαν φωνὴν ἡ διάνοια τῶν ἀνθρώπων εἰς τὰ πονηρά.

[00065]    ∆ιὰ τοῦτό φησι, τὸ, Καὶ σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι.

[00066]    ∆ιὰ τί;

[00067]    Ἵνα ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ τὴν ἱλαρὰν, τὴν πρόθυμόν σου δόσιν τῶν πτωχῶν, ἀγαπήσῃ σε, καὶ ἀποδώσῃ σοι ἐν τῷ φανερῷ.

[00068]    Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον·

[00069]    καὶ ὅπερ ἐπιθυμοῦσιν οἱ ἐλεήμονες, τοῦτο μετὰ πολλῆς τῆς περιουσίας δεδώρηται αὐτοῖς·

[00070]    ἵνα κἂν μυριάδες ἀνθρώπων θεωρῶσιν ὑμᾶς ποιοῦντας ἐλεημοσύνην, ἀλλ' ὑμεῖς μὴ προσέχητε αὐτοῖς, μηδὲ ἐπιθυμήσητε τὴν παρ' αὐτῶν πρόσκαιρον δόξαν·

[00071]    ἀλλ' εἰ βούλεσθε, φησὶ, θεατὰς ἔχειν τῶν γινομένων παρ' ὑμῶν, λάβετε, φησὶ, τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ∆εσπότην.

[00072]    Εἰ δὲ τοὺς ἀνθρώπους βούλεσθε ἔχειν θεατὰς τῶν πραττομένων, καὶ εἰς ἐπίδειξιν αὐτῶν ποιεῖν τὰς ἐλεημοσύνας, ἑκατὸν ἢ χιλίους ἕξετε θεατὰς εὐφημούντας ὑμᾶς.

[00073]    Ἐὰν δὲ τοὺς κατὰ τὸν παρόντα βίον [59.573] ἐπαινοῦντας ὑμᾶς λαθεῖν σπουδάσητε, λαθεῖν δὲ οὕτως, ἵνα, κἄν τινες δοξάσωσιν ὑμᾶς, μὴ ἀποδέξησθε ἡδέως, καὶ εἰς ἔπαρσιν ἔλθητε, ἀλλὰ μᾶλλον ἀποστρέφεσθαι τοὺς τοιούτους, καὶ ἀνατρέπειν αὐτούς·

[00074]    καὶ τότε κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν, τῆς οἰκουμένης ἁπάσης ὁρώσης λήψεσθε τοὺς στεφάνους τῆς δόξης.

[00075]    Ἐὰν διὰ τὸν Θεὸν, καὶ τὸν ἐκεῖ σοι μέλλοντα πλοῦτον ἀποθησαυρίζεσθαι παρ' αὐτοῦ, ποιῇς τὴν ἐλεημοσύνην, καὶ οὐ διὰ τὴν πρόσκαιρον δόξαν·

[00076]    τότε ὥσπερ εἰς τοὺς ἰδίους κόλπους ὁ Θεὸς ὑποδεχόμενος ὑμῶν τὰ κατορθώματα τῆς ἐλεημοσύνης, πάντων τῶν ἀνθρώπων παρόντων ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ αἰῶνος·

[00077]    τότε πάντων τῶν ἀγγέλων καὶ ἀρχαγγέλων παρόντων, ὅτε χιλιάδες καὶ μυριάδες ἀγγέλων παρεστήκασι·

[00078]    τότε ταῖς ἰδίαις αὐτοῦ ἀχράντοις χερσὶ προσκαλέσεται ὑμᾶς λέγων·

[00079]    ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

[00080]    ∆εῦτε, ἐγὼ γὰρ τοὺς ὑμετέρους καμάτους ὑπεδεξάμην·

[00081]    ἐγὼ τῶν ὑμετέρων χρημάτων τραπεζίτης ἐγενόμην.

[00082]    Ὅτε σὺ τὰς χεῖρας ἐξέτεινας τῷ πτωχῷ, ἐγὼ τοὺς ἐμοὺς διήνοιγον κόλπους·

[00083]    ὅταν σὺ ἐδίδους τὸν ἄρτον σου τῷ πένητι, ἐγὼ διὰ τῆς ἐκείνου κοιλίας ἐχορταζόμην.

[00084]    Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·

[00085]    ἐδίψησα.

[00086]    καὶ ἐποτίσατέ με.

[00087]    Τοιαύτης οὖν χαρᾶς ἀξιοῦσθε, οἱ ἐλεήμονες.

[00088]    Εἰ δὲ πρὸς ἐπίδειξιν ποιῆτε τὰς ἐλεημοσύνας, ἀπολήψεσθε παρ' αὐτῶν τὸν μισθόν.

[00089]    Εἰ γὰρ ἐπιδείκνυσθαι χρὴ, πρῶτον πάντων τῷ Θεῷ ἐπιδείξασθαι τῷ μάλιστα ἔχοντι ἐξουσίαν στεφανῶσαι, καὶ πρὸς τὸ θέατρον τῶν ἀγγέλων χειραγωγῆσαι.

[00090]    Τίς οὖν ἄρα οὕτως ἄθλιος, ὅστις τοῦ βασιλέως σπουδάζοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον ἀφεὶς πρὸς τοὺς ἐλαχίστους καθίζει τὸ ἑαυτοῦ θέατρον, καὶ μισθὸν παρ' ἐκείνων ἐκδέχεται;

[00091]    Ἀλλ' οὐδεὶς τῶν Χριστιανῶν τοιοῦτος·

[00092]    μὴ γένοιτο.

[00093]    Καὶ γὰρ ὅπερ ἐὰν ποιῶμεν οἱ Χριστιανοὶ, τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὸ ὄνομα αὐτοῦ ὀνομάζοντες πράττομεν·

[00094]    αὐτὸς γὰρ διὰ τῶν αὐτοῦ Εὐαγγελίων δέδωκεν ἡμῖν ὁδὸν σωτηρίας, ἵνα πᾶσαν ἐλεημοσύνην ποιοῦντες, καὶ πᾶσαν ἀρετὴν μετερχόμενοι, ἐκείνῳ προσέχοντες, καὶ τὰ παρ' αὐτοῦ χαρίσματα κομιζόμενοι ποιῶμεν.

[00095]    Εἴτε γὰρ μάρτυρες τὰ αὐτῶν σώματα παραδεδώκασι τοῖς ἀνόμοις, δι' ἐκεῖνον παρέδωκαν τὸν εἰπόντα·

[00096]    Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·

[00097]    φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ·

[00098]    εἴτε οὖν ἐκκλησίας, εἴτε ξενοδοχεῖα ἤνοιξάν τινες κατὰ πᾶσαν τὴν οἰκουμένην, δι' ἐκεῖνον ἐποίησαν τὸν εἰπόντα, ὅτι Ξένος ἤμην, καὶ συνηγάγετέ με·

[00099]    εἴτε ταπεινοφροσύνην μετερχόμεθα, δι' ἐκεῖνον μετερχόμεθα τὸν εἰπόντα·

[00100]    Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·

[00101]    εἴτε δὲ τοῖς πένησιν ἄρτους παρέχομεν, δι' ἐκεῖνον δίδομεν τὸν εἰπόντα·

[00102]    Ὃς δ' ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ·

[00103]    εἴτε φυλακὰς ἐπισκεπτόμεθα, δι' ἐκεῖνον ἐπισκεπτόμεθα τὸν εἰπόντα·

[00104]    Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με·

[00105]    εἴτε [59.574] τὰς χήρας καὶ τοὺς ὀρφανοὺς ἀμφιάζομεν, δι' ἐκεῖνον ἀμφιάζομεν τὸν εἰπόντα·

[00106]    Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με·

[00107]    εἴτε καθόλου τοῖς πτωχοῖς διάδοσιν ποιοῦμεν, δι' ἐκεῖνον τὸν εἰπόντα·

[00108]    Ἐφ' ὅσον ἐποιήσατε ἐνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποιήσατε·

[00109]    εἴτε τοὺς ὀνειδισμοὺς ὑποφέρομεν ὑπὸ τῶν ἀσεβῶν ἐθνῶν, ὡς προσκυνοῦντες τὸν ὑπὸ Ἰουδαίων σταυρωθέντα, καὶ τὴν οἰκουμένην ζωοποιήσαντα, δι' ἐκεῖνον τὸν εἰπόντα·

[00110]    Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι·

[00111]    χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

[00112]    Μηδεὶς τοίνυν ὑπολαμβανέτω, ὅτι Χριστιανός ποτε πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖ τὴν ἐλεημοσύνην, διὰ τὴν παρ' αὐτῶν μισθαποδοσίαν·

[00113]    μὴ γένοιτο.

[00114]    Ἅπαξ γὰρ τῶν εὐαγγελικῶν θησαυρῶν ἐνουθετήθημεν, καὶ πιστωθέντες ἐπιστεύσαμεν, καὶ πιστεύσαντες διεσώθημεν.

[00115]    ∆ιὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων κηρύττομεν.

[00116]    Ἀλλὰ καὶ ἀναγινωσκομένων τῶν ἁγίων Εὐαγγελίων, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν ἀκροώμεθα, ἀλλ' ἱστάμενοι καὶ νήφοντες, καὶ μετὰ παντὸς φόβου παραδεχόμενοι τὰ παραγγέλματα, οὐκ ἀναπίπτοντες τῷ φρονήματι, οὐ καθεζόμενοι τοῖς σώμασιν, οὐκ ἀπασχολούμενοι τοῖς τοῦ πλησίον διηγήμασι, τολμῶμεν παραπέμψασθαι·

[00117]    οὐ πλούσιος, οὐ πένης, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄνδρες, οὐ γυναῖκες, οὐκ ἄρχοντες, οὐκ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτὸς ὁ τὸ διάδημα τὸ βασιλικὸν περικείμενος, εὐθέως τῶν Εὐαγγελίων ἀναγινωσκομένων, ἵσταται μετὰ παντὸς φόβου καὶ μετὰ πάσης σπουδῆς, καὶ οὐδὲ τὸ διάδημα συγχωρεῖ περικεῖσθαι τῇ κεφαλῇ αὐτοῦ, ἀλλ' ὑποκύπτει διὰ τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ὁμιλοῦντα Θεόν.

[00118]    Τί λέγων;

[00119]    Οἶδα τὴν ἀξίαν τοῦ δεδωκότος ἐμοὶ τὴν ἀξίαν, προσκυνῶ τὴν βασιλείαν τοῦ δεδωκότος μοι τὴν βασιλείαν, καὶ ἵσταμαι μετὰ φόβου, τῶν ἁγίων αὐτοῦ λογίων ἀναγινωσκομένων·

[00120]    ἐπειδήπερ, φησὶν, αὐτὸς ἔδωκεν ἄρχουσιν ἵστασθαι πρὸς τὸ βασιλικὸν ἐπινίκιον ἀναγινωσκόμενον.

[00121]    Καὶ ἵνα μὴ λοιδορήσῃ ὁ αἱρετικὸς, λέγων, ὅτι πρὸς καιρὸν ὀλίγον μόνον ὑποκρίνονται οἱ βασιλεῖς τοῦ Χριστοῦ τὴν τιμὴν, ἄκουσον τοῦ προφήτου λέγοντος (πρὸ πολλῶν γὰρ γενεῶν τὴν νῦν γινομένην εἰκόνα λέγει)·

[00122]    Βασιλεῖς ὄψονταί σε, καὶ ἐγερθήσονται ἄρχοντες, καὶ ἀναστήσονται, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.

[00123]    Μάνθανε οὖν καὶ πίστευε, ὦ αἱρετικὲ, ὅτι εἰς τοὺς ἀπεράντους αἰῶνας διαμένει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἡ βασιλεία, καὶ ἡ χάρις αὐτοῦ στεφανοῦσα πάντας τοὺς Χριστιανοὺς, καὶ χειραγωγοῦσα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

[00124]    Οὕτω πάντες οἱ Χριστιανοὶ πάντα πράττουσιν πρὸς ἐκεῖνον ἀποβλέποντες, καὶ ἐπείσθημεν αὐτοῦ λέγοντος·

[00125]    Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

[00126]    Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ ἐξουσία καὶ ἡ προσκύνησις σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ παντοδυνάμῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Attendite ne eleemosynam vestram faciatis coram hom
Litterarum Omnium Conspectus: 112 Litterae, quae repetitae sunt in 9,799 occasionibus



α

0945 

661   

Α

0913 

1   

β

0946 

46   

Β

0914 

1   

γ

0947 

146   

Γ

0915 

1   

δ

0948 

182   

Δ

0916 

0   

ε

0949 

562   

Ε

0917 

10   

ζ

0950 

24   

Ζ

0918 

0   

η

0951 

145   

Η

0919 

0   

θ

0952 

137   

Θ

0920 

13   

ι

0953 

441   

Ι

0921 

0   

κ

0954 

264   

Κ

0922 

11   

λ

0955 

259   

Λ

0923 

1   

μ

0956 

302   

Μ

0924 

9   

ν

0957 

912   

Ν

0925 

1   

ξ

0958 

38   

Ξ

0926 

1   

ο

0959 

686   

Ο

0927 

9   

π

0960 

388   

Π

0928 

9   

ρ

0961 

338   

Ρ

0929 

0   

ς

0962 

407   

΢

0930 

0   

σ

0963 

364   

Σ

0931 

5   

τ

0964 

742   

Τ

0932 

10   

υ

0965 

141   

Υ

0933 

1   

φ

0966 

67   

Φ

0934 

0   

χ

0967 

91   

Χ

0935 

10   

ψ

0968 

17   

Ψ

0936 

0   

ω

0969 

144   

Ω

0937 

0   

8164 

2   

 

  

0   

8165 

4   

8172 

   



 ά 

 8049 

 112 

 έ 

 8051 

 109 

 ή 

 8053 

 51 

 ί 

 8055 

 136 

 ό 

 8057 

 95 

 ύ 

 8059 

 73 

 ώ 

 8061 

 33 

 ὰ 

 8048 

 110 

 ὲ 

 8050 

 33 

 ὴ 

 80852 

 71 

 ὶ 

 8054 

 121 

 ὸ 

 8056 

 127 

 ὺ 

 8058 

 28 

 ὼ 

 8060 

 8 

 ᾶ 

 8118 

 20 

   

   

 0 

 ῆ 

 8134 

 54 

 ῖ 

 8150 

 81 

   

   

 0 

 ῦ 

 8166 

 78 

 ῶ 

 8182 

 108 

 ἀ 

 7936 

 114 

 ἐ 

 7952 

 150 

 ἠ 

 7968 

 1 

 ἰ 

 7984 

 41 

 ὀ 

 8000 

 7 

 ὐ 

 8016 

 87 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 6 

 ἑ 

 7953 

 3 

 ἡ 

 7969 

 25 

 ἱ 

 7985 

 20 

 ὁ 

 8001 

 22 

 ὑ 

 8017 

 37 

 ὡ 

 8033 

 6 

 ἂ 

 7938 

 2 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 12 

 ἔ 

 7956 

 24 

 ἤ 

 7972 

 6 

 ἴ 

 7988 

 13 

 ὄ 

 8004 

 3 

 ὔ 

 8020 

 0 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 5 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 13 

 ὅ 

 8005 

 22 

 ὕ 

 8021 

 8 

 ὥ 

 8037 

 5 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 1 

 ἶ 

 7990 

 7 

   

   

 0 

 ὖ 

 8022 

 8 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 1 

   

   

 0 

 ῃ 

 8131 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 5 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 2 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 8 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 24 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Attendite ne eleemosynam vestram faciatis coram hom
Verborum Omnium Conspectus: 853Verba, quae repetita sunt in 3,295,181 occasionibus



α [00002]
ἀγαθή [00063]
ἀγαθῷ [00126]
ἀγαθωσύνης [00029]
ἀγαλλιᾶσθε [00111]
ἀγαπήσῃ [00067]
ἀγγέλους [00071]
ἀγγέλων [00077] [00077] [00089]
ἁγίοις [00117]
ἁγίων [00116] [00119]
ἀγνοῆσαι [00065]
Ἀδὰμ [00076]
ἀδελφῶν [00038]
ἀεὶ [00126]
ἄθλιος [00090]
αἱ [00055] [00056]
αἰνίττεται [00063]
αἱρετικὲ [00123]
αἱρετικὸς [00121]
αἰῶνας [00123] [00126]
αἰῶνος [00076]
αἰώνων [00126]
ἀκολουθίας [00025]
Ἄκουε [00009]
ἄκουσον [00121]
Ἄκουσον [00007]
ἀκροώμεθα [00116]
ἀλλ [00042] [00063] [00070] [00071] [00116] [00117]
Ἀλλ [00059] [00091]
ἀλλὰ [00025] [00044] [00045] [00061] [00073] [00117]
Ἀλλὰ [00032] [00033] [00116]
Ἄλλοι [00057]
ἀλλοτρίους [00012]
ἀλογίστων [00056]
ἄλογος [00051]
Ἀμήν [00126]
ἀμφιάζομεν [00105] [00105]
ἂν [00102]
ἀναγινωσκόμενον [00120]
ἀναγινωσκομένων [00116] [00117] [00119]
ἀνάγκην [00020]
ἀνάγκης [00020]
ἀνάγνωσιν [00025]
ἀναγνωσμάτων [00025] [00115]
ἀνακόπτει [00016]
ἀναπίπτοντες [00116]
ἀναστήσονται [00122]
ἀνατρέπειν [00073]
ἀνατρέψῃ [00063]
ἄνδρες [00117]
ἀνεγείρονται [00056]
ἀνθρώποις [00042] [00049]
ἄνθρωπος [00051]
ἀνθρώπους [00072]
ἀνθρώπων [00001] [00005] [00005] [00025] [00026] [00044] [00045] [00048] [00056] [00064] [00070] [00076] [00112] [00125]
ἀνόμοις [00095]
ἀνορθῶσαι [00054]
ἀντὶ [00060]
ἀξίαν [00119] [00119]
ἀξιοῦσθε [00087]
ἀπαλλάξαι [00038]
ἀπανθρωπίας [00017]
ἁπάντων [00071]
Ἅπαξ [00114]
ἁπάσης [00074]
ἀπασχολούμενοι [00116]
ἀπεράντους [00123]
ἀπεῤῥιμμένων [00048]
ἀπηγορευμένων [00053]
ἁπλῶς [00116]
ἀποβλέποντες [00124]
ἀποδεξάμενος [00021]
ἀποδέξησθε [00073]
ἀποδυρόμενος [00052]
ἀποδώσῃ [00067]
ἀποθησαυρίζεσθαι [00075]
ἀποκαθαίρει [00016]
ἀποκτεῖναι [00096]
ἀποκτεινόντων [00096]
ἀπολαύειν [00044]
ἀπολέσαι [00097]
ἀπολέσει [00102]
ἀπολήψεσθε [00088]
ἀπολλύμενα [00054]
ἀπολῶ [00052]
ἀποστερεῖ [00029]
ἀποστρέφεσθαι [00073]
ἄρα [00090]
ἀρετὴν [00094]
ἀριστερά [00062]
ἄρτον [00083]
ἄρτους [00101]
ἀρχαγγέλους [00071]
ἀρχαγγέλων [00077]
ἀρχόμενοι [00117]
ἄρχοντες [00117] [00122]
ἄρχουσιν [00120]
ἀσεβῶν [00109]
ἀσθένειαν [00049]
ἀτιμάζεται [00050]
αὐτὰ [00003]
αὕτη [00028]
αὐτῆς [00015]
αὐτὸ [00004] [00032] [00063]
αὐτοὶ [00015]
αὐτοῖς [00025] [00026] [00069] [00070]
αὐτὸς [00014] [00094] [00117] [00120]
αὐτοῦ [00007] [00043] [00075] [00078] [00090] [00093] [00094] [00094] [00102] [00117] [00119] [00123] [00124] [00126]
αὐτούς [00073]
Αὐτῷ [00126]
αὐτῷ [00008] [00122]
αὐτῶν [00070] [00072] [00088] [00095] [00100] [00112]
ἀφ [00021] [00032]
ἀφανίζει [00028]
ἀφεὶς [00090]
ἀφήσωμεν [00059]
ἀχράντοις [00078]


β [00058]
βάλλοντα [00036]
βασιλείᾳ [00123]
βασιλεία [00100] [00123]
βασιλείαν [00079] [00119] [00119]
Βασιλεῖς [00122]
βασιλεῖς [00121] [00122]
βασιλέως [00090]
βασιλικὸν [00117] [00120]
βίον [00073]
βλαστήματα [00003]
βλέπων [00067]
βούλεσθε [00071] [00072]
βούλομαι [00038]


γαζοφυλάκιον [00018] [00036]
γὰρ [00005] [00013] [00015] [00017] [00028] [00030] [00031] [00039] [00043] [00046] [00049] [00061] [00064] [00080] [00084] [00089] [00093] [00094] [00095] [00114] [00115] [00121]
γάρ [00036]
γε [00027]
γεέννῃ [00097]
γενεῶν [00121]
γένοιτο [00092] [00113]
γεωργίας [00003]
γῆν [00020]
γῆς [00003] [00122]
γινομένην [00121]
γινομένου [00038]
γινομένων [00071]
γνῷ [00063]
γνώμῃ [00020]
γνώμη [00063]
Γυμνὸς [00106]
γυναῖκες [00117]


δ [00102]
δαπανᾷν [00060]
δαπανᾶσθαι [00059]
δαπανήσαντες [00046]
δαπανῶσι [00047] [00048]
δὲ [00014] [00018] [00019] [00020] [00022] [00027] [00042] [00050] [00051] [00056] [00057] [00060] [00063] [00072] [00073] [00073] [00088] [00096] [00097] [00101]
δέδωκεν [00094]
δεδωκότος [00119] [00119]
δεδώρηται [00069]
δεῖ [00061]
δεξιά [00062]
∆εσπότην [00071]
∆εῦτε [00079] [00080]
δημιουργὸν [00071]
δι [00095] [00098] [00099] [00101] [00103] [00105] [00107] [00109]
∆ιὰ [00040] [00065] [00066] [00115]
διὰ [00005] [00023] [00037] [00043] [00044] [00045] [00045] [00055] [00057] [00075] [00075] [00083] [00094] [00112] [00117]
διάγειν [00060]
διάδημα [00117] [00117]
διάδοσιν [00107]
διαμένει [00123]
διάνοια [00064]
διάνοιαν [00005] [00005]
διδάξας [00032]
διδάσκει [00061]
δίδομεν [00101]
διδόντα [00036]
διεγείρουσιν [00003]
διεγείρων [00017]
διεσώθημεν [00114]
διήγειρεν [00018]
διηγήμασι [00116]
διήνοιγον [00082]
διορθώσασθαι [00038]
διώξωσι [00110]
δόξα [00126]
δόξαις [00045]
δόξαν [00070] [00075]
δοξάσωσιν [00073] [00125]
δόξης [00044] [00074]
δόσιν [00037] [00067]
δόσις [00029]
δοῦλος [00117]
δοῦναι [00061]
δυνάμεθα [00035]
δυνάμενον [00097]
δυναμένων [00096]
δυνατὸν [00036]
δύο [00018]


ἐὰν [00093]
Ἐὰν [00073] [00075]
ἑαυτοῦ [00090]
ἐβάδιζον [00042]
ἐγενόμην [00053] [00081]
ἐγερθήσονται [00122]
Ἔγκειται [00064]
ἐγὼ [00013] [00013] [00080] [00081] [00082] [00083]
Ἐγὼ [00022]
ἐδίδους [00083]
ἐδίψησα [00085]
ἐδώκατέ [00084]
ἔδωκεν [00120]
ἐθνῶν [00109]
Εἰ [00072] [00088] [00089]
εἰ [00027] [00071]
εἶδεν [00021]
εἶθ [00003] [00005]
εἰκόνα [00121]
εἰκότως [00016]
εἶπε [00052]
εἶπεν [00063]
εἰπόντα [00095] [00098] [00099] [00101] [00103] [00105] [00107] [00109]
εἰπὼν [00015]
εἴπωσι [00110]
Εἰς [00001]
εἰς [00003] [00005] [00018] [00036] [00064] [00072] [00073] [00076] [00102] [00123] [00126]
εἷς [00010]
Εἴτε [00095]
εἴτε [00098] [00098] [00099] [00101] [00103] [00105] [00107] [00109]
εἶχον [00042]
ἐκάθισε [00068]
ἕκαστος [00021]
ἑκατὸν [00072]
ἑκατονταπλασίονα [00043]
ἐκδέχεται [00090]
ἐκεῖ [00075]
ἐκείνην [00074]
ἐκεῖνοι [00042]
ἐκεῖνον [00090] [00095] [00098] [00099] [00101] [00103] [00105] [00107] [00109] [00124]
ἐκεῖνος [00046]
ἐκείνου [00083]
ἐκείνους [00029] [00059]
ἐκείνῳ [00094]
ἐκείνων [00028] [00042] [00090]
ἐκκλησίας [00098]
ἐκπεσόντας [00054]
ἔκπτωτος [00053]
ἐλαία [00022]
ἐλαίαν [00015]
ἔλαττον [00045]
ἐλαχίστους [00090]
ἐλαχίστων [00048] [00108]
ἐλεηθῆναι [00043]
ἐλεηθήσονται [00015]
ἐλεήμονας [00015]
ἐλεήμονες [00015] [00069] [00087]
ἐλεημοσύνας [00032] [00068] [00072] [00088]
ἐλεημοσύνην [00001] [00017] [00021] [00021] [00025] [00026] [00039] [00041] [00043] [00061] [00061] [00070] [00075] [00094] [00112]
ἐλεημοσύνης [00015] [00016] [00018] [00023] [00037] [00042] [00076]
ἐλεύθερος [00117]
ἐλθεῖν [00090]
ἔλθητε [00073]
ἐλπίζοντες [00043]
ἐμακάρισεν [00015]
ἐμοὶ [00108] [00119]
ἐμοὺς [00082]
ἔμπορον [00019]
ἔμπροσθέν [00041]
ἔμπροσθεν [00001] [00025] [00026] [00125]
ἐμῶν [00038]
ἐν [00017] [00018] [00022] [00032] [00045] [00067] [00067] [00097] [00111] [00117] [00123] [00125]
Ἐν [00104]
ἐνὶ [00108]
ἐνουθετήθημεν [00114]
Ἐνταῦθα [00063]
ἐξέπεσεν [00051]
ἕξετε [00072]
ἐξέτεινας [00082]
ἐξέτεμε [00005] [00011]
ἐξέτεμεν [00032]
ἐξουσία [00126]
ἐξουσίαν [00089]
ἐπάγει [00040]
ἐπαίδευσε [00017]
ἐπαινέσεται [00021]
ἔπαινον [00045] [00055]
ἔπαινος [00046]
ἐπαινοῦντας [00073]
ἔπαρσιν [00073]
Ἐπειδὴ [00015] [00021]
ἐπειδήπερ [00120]
Ἐπείνασα [00084]
ἐπείσθημεν [00124]
ἔπεσεν [00051]
ἐπηγγελμένον [00043]
ἐπὶ [00045] [00090]
Ἐπίβλεπε [00047]
ἐπιγείων [00060]
ἐπιδείκνυσθαι [00089]
ἐπιδείξασθαι [00089]
ἐπίδειξιν [00072] [00088] [00112]
ἐπίδειξις [00028]
ἐπιθυμήσητε [00070]
ἐπιθυμοῦσιν [00069]
ἐπιμελείας [00003]
ἐπινίκιον [00120]
ἐπισκεπτόμεθα [00103] [00103]
ἐπιστεύσαμεν [00114]
ἐπιστήμονες [00003]
ἐπιταγμάτων [00031]
ἐπιτηδείως [00025]
ἐποίησαν [00098]
ἐποιήσατε [00108] [00108]
ἐποίουν [00043]
ἐποτίσατέ [00086]
ἔργα [00125]
ἐρεῖς [00033]
ἔριν [00057]
ἐστε [00110]
ἐστεφάνωσεν [00015]
ἐστι [00036]
ἐστὶν [00030]
ἐστιν [00010] [00021] [00100]
ἐστρατεύετο [00042]
ἔστω [00065]
ἐσχάτως [00053]
ἐτάζει [00039]
ἕτεροι [00057]
ἕτοιμός [00021]
ἔτυχεν [00116]
εὐαγγελικῶν [00114] [00115]
Εὐαγγελίοις [00018] [00117]
Εὐαγγελίων [00094] [00116] [00117]
εὐθαλὲς [00021]
εὐθέως [00117]
εὐλαβῶς [00060]
εὐλογημένοι [00079]
εὐσεβῶς [00060]
εὐφημούντας [00072]
Ἐφ [00108]
ἐχαλίνωσε [00019]
ἔχειν [00071] [00072]
ἔχετε [00027]
ἔχοντες [00093]
ἔχοντι [00089]
ἐχορταζόμην [00083]
ἕως [00076]


ζημίας [00053]
ζωοποιήσαντα [00109]
ζωοποιῷ [00126]


[00028] [00029] [00042] [00062] [00062] [00063] [00064] [00100] [00123] [00123] [00126] [00126] [00126]
[00019] [00036] [00036] [00072]
ἡδέως [00073]
ἠδύναντο [00054]
ἤλθετε [00104]
ἡμᾶς [00032] [00037]
ἡμέραν [00074]
ἡμετέραις [00015]
ἤμην [00098] [00104] [00106]
ἡμῖν [00094]
ἡμῶν [00014] [00025] [00032] [00038] [00123]
ἦν [00042]
ἤνοιξάν [00098]
ἤπερ [00020]
ἡτοιμασμένην [00079]


θαλάσσῃ [00019]
θαλάσσης [00019]
θεαθῆναι [00025] [00026] [00036]
θέαν [00042]
θεατὰς [00071] [00072] [00072]
θεάτροις [00045]
θέατρον [00068] [00089] [00090]
θείαν [00064]
Θεὸν [00020] [00043] [00075]
Θεόν [00008] [00117]
Θεὸς [00014] [00076]
Θεός [00010] [00013]
Θεοῦ [00022] [00038] [00123]
θεοὺς [00012] [00012]
Θεῷ [00089]
θεωρίαν [00090]
θεωρῶσιν [00070]
θησαυρῶν [00114]


ἰδίαις [00078]
ἰδίας [00045]
ἰδίους [00057] [00076]
ἴδωσιν [00125]
ἱερεῦσιν [00036]
Ἰησοῦ [00038]
ἱλαρὰν [00067]
ἵνα [00053] [00063] [00070] [00073] [00094] [00121]
Ἵνα [00067]
Ἰουδαίων [00109]
ἱπποδρομίας [00047]
ἵππος [00050] [00051]
ἵππων [00049] [00057]
Ἰσραήλ [00009]
ἵσταμαι [00119]
ἱστάμενοι [00116]
ἵστασθαι [00120]
ἵσταται [00117]


καθ [00110]
καθάπερ [00021]
καθεζόμενοι [00116]
καθίζει [00090]
καθόλου [00107]
καθυβρίζονται [00046]
καιρὸν [00121]
καλὰ [00125]
καλὴν [00015]
καλοῦ [00063]
καλῶς [00040]
κάματον [00053]
καμάτους [00080]
κἂν [00070]
κἄν [00073]
καρπὸν [00015] [00045]
κατ [00074]
καταβαλούσης [00018]
καταβολῆς [00079]
κατάκαρπος [00022]
καταστρέφουσιν [00057]
καταφρονοῦσι [00057]
κατέστησας [00037]
κατεφύτευσε [00005] [00015]
κατεφύτευσεν [00006]
κατορθώματα [00076]
κατορθωμάτων [00090]
κατορθώσωμεν [00031]
κεναῖς [00045]
κενοδοξίας [00030] [00031]
κεφαλῇ [00117]
κηρύττομεν [00115]
κληρονομήσατε [00079]
κλιθέν [00021]
κοιλίας [00083]
κόλπους [00076] [00082]
κομιζόμενοι [00094]
κόσμου [00079]
κράτος [00126]
κρυπτῷ [00032] [00067]
Κύριον [00008]
Κύριος [00010] [00010] [00013]
Κυρίου [00038]
κωλύει [00061]


λαβεῖν [00043]
λάβετε [00071]
λαθεῖν [00073] [00073]
Λαμψάτω [00125]
λατρεύσεις [00008]
λέγει [00121]
λέγοντος [00007] [00121] [00124]
λέγων [00024] [00040] [00078] [00118] [00121]
λεπτὰ [00018]
λῃστήν [00020]
λήψεσθε [00074]
λογικὸς [00051]
λογισμὸς [00063]
λογίων [00119]
λοιδορεῖσθαι [00059]
λοιδορήσῃ [00121]
λοιδορίαι [00056]


μάθε [00011]
μάθῃ [00062]
μαθητοῦ [00102]
μάθωμεν [00060]
Μακάριοί [00110]
Μακάριοι [00015] [00100]
μάλιστα [00089]
μᾶλλον [00019] [00020] [00073] [00097]
Μάνθανε [00123]
μάρτυρες [00095]
μάταια [00016]
μάταιον [00045] [00055]
ματαιοφιλοτιμεῖσθαι [00059]
μάτην [00052] [00054]
με [00086] [00098] [00104] [00106]
Μέγα [00068]
μέλλοντα [00075]
μελλούσης [00029]
μὲν [00017] [00042] [00050] [00051] [00055] [00059]
μεταδιδόναι [00019]
μετερχόμεθα [00099] [00099]
μετερχόμενοι [00094]
μηδὲ [00070]
Μηδεὶς [00112]
μῆκος [00003]
μισθαποδοσίαν [00112]
μισθὸν [00027] [00043] [00090] [00102]
μισθόν [00028] [00088]
μισθὸς [00111]
μοι [00084] [00119]
μοναρχίαν [00005] [00006]
μονογενεῖ [00126]
μόνον [00102] [00121]
μόνῳ [00008]
μου [00052] [00079]
μυριάδες [00070] [00077]
Μωσῆς [00004]


νήφοντες [00116]
νομοθέτης [00004]
νόσημα [00031]
νοσήματος [00038]
Νῦν [00038]
νῦν [00121] [00126]


ξενοδοχεῖα [00098]
Ξένος [00098]


[00004] [00010] [00013] [00014] [00032] [00046] [00050] [00050] [00051] [00051] [00063] [00067] [00067] [00076] [00111] [00117] [00121]
ὁδὸν [00094]
Οἱ [00003]
οἱ [00015] [00041] [00069] [00079] [00087] [00093] [00100] [00121] [00122] [00124]
Οἶδα [00119]
οἰκείων [00057]
οἰκουμένην [00098] [00109]
οἰκουμένης [00074]
οἴκους [00057]
οἴκῳ [00022]
ὀκνηροτέρους [00037]
ὀλίγον [00121]
ὁμιλοῦντα [00117]
ὁμοῦ [00017] [00021]
ὀνειδισμοὺς [00109]
ὀνειδίσωσιν [00110]
ὄνομα [00093] [00102]
ὀνομάζοντες [00093]
ὅπερ [00069] [00093]
ὅπως [00125]
ὀρφανοὺς [00105]
ὁρώσης [00074]
Ὃς [00102]
ὅσον [00108]
ὅστις [00090]
ὅταν [00003] [00048] [00083] [00110]
Ὅταν [00031] [00041]
ὅτε [00077]
Ὅτε [00082]
ὅτι [00015] [00016] [00025] [00042] [00042] [00063] [00098] [00100] [00111] [00112] [00121] [00123]
Οὐ [00012] [00043] [00061]
οὐ [00035] [00036] [00045] [00063] [00075] [00102] [00116] [00117] [00117] [00117] [00117]
οὐδ [00116]
οὐδὲ [00012] [00117]
οὐδεὶς [00091]
Οὐδὲν [00030] [00045]
οὐκ [00027] [00116] [00116] [00117] [00117] [00117] [00117]
Οὐκοῦν [00037]
οὖν [00034] [00038] [00041] [00045] [00087] [00090] [00098] [00123]
οὐράνια [00060]
οὐρανοῖς [00111] [00125]
οὐρανῶν [00100] [00123]
Οὕτω [00124]
οὕτω [00003] [00030]
οὕτως [00005] [00073] [00090]
οὐχ [00025] [00042] [00116]
ὀφθαλμῶν [00093]
ὄψονταί [00122]


πάθος [00030]
παιδεύσας [00021]
πάλιν [00009] [00057] [00063]
πᾶν [00110]
παναγίῳ [00126]
πάντα [00124]
πάντας [00017] [00021] [00123]
πάντες [00122] [00124]
παντοδυνάμῳ [00126]
παντὸς [00038] [00116] [00117]
παντός [00037]
πάντων [00076] [00077] [00089]
πάντως [00033]
παρ [00043] [00048] [00070] [00071] [00075] [00088] [00090] [00094] [00112]
παρὰ [00053]
παραγγέλματα [00116]
παραδεδώκασι [00095]
παραδεχόμενοι [00116]
παραπεμπούσης [00025]
παραπέμψασθαι [00116]
παραφύεται [00031]
παρέδωκαν [00095]
παρεῖχον [00044]
παρενοχλοῦντα [00016]
παρενοχλούσας [00003] [00011] [00023]
παρεστήκασι [00077]
παρέχομεν [00101]
παρόντα [00073]
παρόντων [00076] [00077]
πᾶσαν [00094] [00094] [00098]
πάσης [00003] [00117]
Πατέρα [00125]
Πατήρ [00067]
Πατρός [00079]
πένης [00117]
πένησιν [00019] [00036] [00101]
πένητα [00017]
πένητας [00054]
πένητι [00083]
πενίαν [00017]
πενιχρᾶς [00017]
πεποίηκεν [00004]
περιεβάλετέ [00106]
περιέσφιγξε [00020]
περικείμενος [00117]
περικεῖσθαι [00117]
περιουσίας [00069]
περισπούδαστον [00065]
Περιτρέπεται [00046]
πηγῆς [00055]
πικρὸν [00030]
πίστευε [00123]
πιστεύσαντες [00114]
πιστωθέντες [00114]
πλείονα [00048]
πλησίον [00116]
πλούσιος [00117]
πλουτίσαι [00054]
πλοῦτον [00018] [00075]
Πνεύματι [00126]
πνεύματι [00100]
ποιεῖ [00014] [00062] [00063] [00112]
ποιεῖν [00001] [00025] [00026] [00032] [00061] [00072]
ποιῇς [00041] [00075]
ποιῆσαι [00035]
ποιήσεις [00012]
ποιῆτε [00088]
ποιοῦμεν [00107]
ποιοῦντας [00070]
ποιοῦντες [00094]
ποιοῦντος [00039]
ποιοῦσιν [00068]
ποιῶμεν [00093] [00094]
πολλὰ [00031] [00046] [00046] [00048]
πολλάκις [00046] [00052]
πολλῆς [00069]
πολλῶν [00121]
πολυαρχίαν [00005]
πολυαρχίας [00011]
πολὺς [00111]
πονηρά [00064]
πονηρὸν [00110]
πονηρός [00063]
πόσα [00047]
πόσους [00054] [00054]
ποταμοῦ [00056]
ποτε [00112]
ποτήριον [00102]
ποτίσῃ [00102]
πραγματευόμενον [00020]
πράττομεν [00093]
πραττομένων [00072]
πράττουσιν [00124]
πρὸ [00020] [00093] [00121]
προαίρεσιν [00039]
προβάλλεσθαι [00017]
προβαλλομένων [00025]
προθυμίας [00018]
πρόθυμόν [00067]
προλαβεῖν [00020]
πρόῤῥιζον [00032]
πρὸς [00017] [00021] [00021] [00025] [00026] [00037] [00042] [00046] [00088] [00089] [00090] [00112] [00120] [00121] [00124]
πρός [00104]
προσδοκᾷν [00060]
Προσέχετε [00001] [00025] [00026]
προσέχητε [00070]
προσέχοντες [00094]
πρόσκαιρον [00070] [00075]
προσκαίρου [00044]
προσκαλέσεται [00078]
προσκυνήσεις [00008] [00012]
προσκύνησις [00126]
προσκυνήσουσιν [00122]
προσκυνοῦντες [00109]
προσκυνῶ [00119]
προστρίβουσιν [00049]
προσφέροντα [00036]
προσωπεῖον [00042]
προτέρας [00025]
πρότερον [00003] [00005]
προτιμᾷν [00020]
προφάσεις [00017]
προφήτου [00121]
Πρῴην [00017]
πρῴην [00015]
πρῶτον [00089]
πτωχῆς [00018]
πτωχοὶ [00100]
πτωχοῖς [00107]
πτωχὸν [00018] [00018]
πτωχῷ [00082]
πτωχῶν [00067]
πῶς [00006] [00011] [00060] [00060] [00061]


ῥέουσι [00055]
ῥῆμα [00110]


σάλπιγγας [00042]
σαλπίσῃς [00041]
Σαράφθοις [00017]
σε [00061] [00063] [00067] [00122]
σεαυτὸν [00065]
σεμνὸν [00068]
σήμερον [00014] [00016]
Σιδωνίας [00017]
σκορπιζόντων [00045]
σοι [00065] [00067] [00075]
σου [00008] [00010] [00013] [00041] [00062] [00062] [00063] [00063] [00067] [00067] [00083]
σοφοὶ [00003]
σπουδάζοντος [00090]
σπουδάσητε [00073]
σπουδῆς [00117]
σταυρωθέντα [00109]
στεφάνους [00074]
στεφανοῦσα [00123]
στεφανῶσαι [00089]
σὺ [00082] [00083]
συγχωρεῖ [00117]
σὺν [00126]
συναναιρεῖ [00023]
συνεισφέρειν [00018]
συνηγάγετέ [00098]
συντελείας [00076]
σφάλλεται [00050]
σῶμα [00096] [00097]
σώμασιν [00116]
σώματα [00095]
Σωτὴρ [00014] [00032]
σωτηρίας [00094]
Σωτῆρος [00038]


τὰ [00003] [00003] [00016] [00018] [00054] [00054] [00060] [00060] [00064] [00076] [00094] [00095] [00116] [00125]
ταῖς [00015] [00045] [00078]
ταπεινοφροσύνην [00099]
τὰς [00003] [00011] [00023] [00032] [00038] [00045] [00047] [00063] [00068] [00072] [00082] [00088] [00105]
ταῦτα [00054]
ταύτην [00025]
τέμνουσιν [00003]
τεχνικῶς [00003]
τεχνῖται [00003]
τῇ [00019] [00020] [00117] [00123]
Τὴν [00039] [00049]
τὴν [00001] [00005] [00005] [00005] [00005] [00006] [00015] [00017] [00020] [00025] [00025] [00026] [00037] [00042] [00052] [00057] [00061] [00064] [00067] [00067] [00070] [00074] [00074] [00075] [00075] [00079] [00090] [00096] [00098] [00109] [00112] [00112] [00119] [00119] [00119] [00119] [00121] [00121]
τῆς [00003] [00011] [00015] [00016] [00017] [00017] [00017] [00017] [00018] [00018] [00018] [00019] [00019] [00020] [00023] [00025] [00029] [00030] [00030] [00031] [00037] [00044] [00045] [00069] [00074] [00074] [00076] [00076] [00083] [00122]
Τί [00024] [00034] [00052] [00118]
τί [00053] [00062] [00063] [00066]
τιμὴν [00121]
τινες [00073] [00098]
τινος [00055] [00056]
Τίς [00090]
Τὸ [00004]
τὸ [00001] [00018] [00025] [00026] [00030] [00036] [00042] [00044] [00065] [00089] [00090] [00093] [00096] [00117] [00117] [00117] [00120] [00125] [00126]
τοιαύτη [00029]
Τοιαύτης [00087]
τοίνυν [00112]
τοιοῦτος [00091]
τοιούτους [00073]
τοῖς [00018] [00019] [00036] [00036] [00042] [00045] [00049] [00068] [00095] [00101] [00107] [00111] [00116] [00116] [00117] [00125]
τολμῶμεν [00116]
τὸν [00008] [00015] [00017] [00018] [00018] [00019] [00020] [00020] [00020] [00028] [00038] [00043] [00043] [00045] [00045] [00045] [00055] [00071] [00073] [00075] [00075] [00083] [00088] [00093] [00095] [00097] [00098] [00099] [00101] [00102] [00103] [00105] [00107] [00109] [00109] [00117] [00125] [00125]
τοσαύτας [00053]
τοσοῦτον [00053]
τότε [00031] [00048] [00074] [00076] [00077] [00078]
τοῦ [00022] [00038] [00038] [00039] [00063] [00076] [00076] [00079] [00090] [00116] [00119] [00119] [00121] [00121] [00123]
τοὺς [00015] [00057] [00071] [00071] [00072] [00073] [00073] [00074] [00076] [00080] [00082] [00090] [00105] [00109] [00123] [00123] [00126]
τουτέστι [00015]
Τοῦτο [00014]
τοῦτό [00065]
τοῦτο [00023] [00040] [00069] [00115]
τούτων [00108]
τραπεζίτης [00081]
τρικυμίας [00019]
τρόπον [00038]
τῷ [00022] [00032] [00067] [00067] [00082] [00083] [00089] [00089] [00100] [00116] [00126] [00126]
τῶν [00001] [00005] [00005] [00025] [00026] [00031] [00038] [00044] [00045] [00045] [00045] [00049] [00053] [00053] [00056] [00057] [00057] [00060] [00064] [00067] [00071] [00071] [00072] [00076] [00077] [00081] [00089] [00090] [00091] [00094] [00096] [00100] [00108] [00109] [00112] [00114] [00115] [00116] [00117] [00119] [00123] [00125] [00126]


ὑβρίζονται [00048]
ὕβριν [00046]
ὑβρισθῶ [00053]
Υἱῷ [00126]
ὑμᾶς [00070] [00072] [00073] [00073] [00078] [00110]
ὑμεῖς [00070]
ὑμετέρους [00080]
ὑμετέρων [00081]
ὑμῖν [00079]
ὑμῶν [00001] [00025] [00026] [00071] [00076] [00110] [00111] [00125] [00125] [00125]
ὑπάρξεις [00045]
ὑπαρχόντων [00053]
ὑπεδεξάμην [00080]
ὑπέμεινα [00053]
ὑπερβολικῶς [00063]
ὑπὸ [00109] [00109]
ὑποδεχόμενος [00076]
ὑποκρίνονται [00121]
ὑποκρίσεις [00023]
ὑποκριταί [00041]
ὑποκύπτει [00117]
ὑπολαμβανέτω [00112]
ὑπόστασιν [00052]
ὑποφέρομεν [00109]


φαγεῖν [00084]
φανερῷ [00067]
φησὶ [00012] [00071] [00071]
φησι [00065]
φησὶν [00120]
φιλοτιμίαι [00055]
φιλότιμος [00050]
φιλοτιμουμένων [00045]
φίλων [00038]
φοβεῖσθε [00096]
φοβερὰν [00074]
φοβήθητε [00097]
φόβου [00116] [00117] [00119]
φρονήματι [00116]
φροντίδος [00003]
φυάδας [00003] [00011]
φυλακὰς [00103]
φυλακῇ [00104]
φυτὰ [00003]
φυτεύσωσιν [00003]
φυτὸν [00021]
φωνὴν [00064]
φῶς [00125]


χαίρετε [00111]
χαρᾶς [00087]
χάρις [00123]
χαρίσματα [00094]
χάριτι [00038]
χειραγωγῆσαι [00089]
χειραγωγοῦσα [00123]
χεῖρας [00063] [00082]
χερσὶ [00078]
χήρας [00017] [00018] [00105]
χιλιάδες [00077]
χιλίους [00072]
χρὴ [00060] [00060] [00089]
χρήματα [00047] [00054] [00060]
χρημάτων [00081]
χρήσιμον [00045]
Χριστιανοὶ [00093] [00124]
Χριστιανός [00112]
Χριστιανοὺς [00123]
Χριστιανῶν [00091]
Χριστὸν [00093]
Χριστὸς [00061]
Χριστοῦ [00038] [00121] [00123]
χωνευτοὺς [00012]


ψευδόμενοι [00110]
ψυχαῖς [00015]
ψυχὰς [00038]
ψυχὴ [00042]
ψυχὴν [00096] [00097]
ψυχῆς [00030] [00045]
ψυχροῦ [00102]
ψυχῶν [00057]


[00123]
[00054]
ὧν [00021]
ὡς [00021] [00030] [00063] [00109] [00116]
ὡσεὶ [00022]
ὥσπερ [00041] [00055] [00056] [00076]
ὥστε [00018]
ὠφελῆσαι [00038]