0345-0407 - Iohannes Chrysostomus - In parabolam de ficu
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn parabolam de ficuὰ

[00002]    Εἰς τὴν παραβολὴν περὶ συκῆς, ὁμιλία.

59.585

[00003]    αʹ.

[00004]    Ὀφθαλμὸς μὲν ὁρῶν ἢ δένδρον ἀνθοφόρον, ἢ πηγὴν ὑδροτόκον, ὑπ' αὐτῆς τῆς θέας ἕλκεται, καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ.

[00005]    Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.

[00006]    Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί.

[00007]    Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι·

[00008]    τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι·

[00009]    καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ, καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον.

[00010]    Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.

[00011]    Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον·

[00012]    καὶ λέγει αὐτῇ·

[00013]    Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·

[00014]    καὶ εὐθέως [59.586] ἐξηράνθη.

[00015]    Τοῦτο γὰρ ἀρτίως ἡμῖν ὑπανεγνώσθη.

[00016]    Ἐκπλήττει με τὸ θαῦμα·

[00017]    μεμέρισταί μου ἡ διάνοια.

[00018]    Ὅταν γὰρ βουληθῶ τὸ πρᾶγμα τῆς ἱστορίας διηγήσασθαι, εὐθέως μετὰ τῆς ἱστορίας τὰ θαύματα πρὸς αὐτὰ ἐπισπᾶται.

[00019]    Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων·

[00020]    σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι·

[00021]    ὡσαύτως κἀγὼ ὁρῶν μὲν τὴν τοῦ γράμματος ἱστορίαν λαμπρὰν καὶ περικαλλῆ τυγχάνουσαν, ἐκεῖ κατέχομαι τὸν νοῦν·

[00022]    ἀνθέλκομαι δὲ πάλιν ὑπὸ τῆς τοῦ πνεύματος θεωρίας, μείζονά μοι τῆς ἱστορίας ἐπαγγελλομένης δεικνύειν τὰ θαύματα.

[00023]    Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασεν.

[00024]    Ὢ ἀνεκφράστου καὶ ἀνεκδιηγήτου μυστηρίου! Ἐπείνασεν ὁ τρέφων πᾶσαν τὴν οἰκουμένην·

[00025]    ἐπείνασεν ὁ ἐκ πέντε ἄρτων πεντάκις χιλίους εἰς κόρον ἐκθρέψας·

[00026]    ἐπείνασεν ὁ ἐκ πηλοῦ [59.587] ζῶντας ὀφθαλμοὺς ἐργασάμενος·

[00027]    ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας·

[00028]    ἐπείνασεν ὁ ἐννοίᾳ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετατρέψας·

[00029]    ἐπείνασεν ὁ ψυχὰς ἐκ τῶν σκηνωμάτων ἐκσπάσας, καὶ πάλιν αὐτὰς εἰσοικίσας λόγῳ.

[00030]    Καὶ πῶς λέγει ὁ Ἡσαΐας, Ὁ Θεὸς ὁ αἰώνιος οὐ πεινάσει, οὐδὲ κοπιάσει;

[00031]    Χριστὸς δὲ ὅτι Θεὸς παντί που δῆλον τῷ πιστεύοντι τῇ Γραφῇ λεγούσῃ·

[00032]    Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.

[00033]    Πῶς οὖν ἐπείνασεν ὁ Θεός;

[00034]    Ἐπείνασεν ἡ τοῦ δούλου μορφή·

[00035]    διέθρεψε δὲ πεντακισχιλίους ἡ ἐν αὐτῷ τοῦ ∆εσπότου βουλή.

[00036]    Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ ὁρώμενος ἄνθρωπος·

[00037]    ἦν δὲ πανταχοῦ ἡ ἐν αὐτῷ νοουμένη θεότης.

[00038]    Εἶδε τὴν συκῆν ἄκαρπον ὡς ἄνθρωπος, ἐξήρανε ταύτην λόγῳ ὡς Θεός.

[00039]    Εἶπε, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·

[00040]    καὶ τὸ ἔργον ἠκολούθησε τῷ ῥήματι·

[00041]    καὶ εὐθὺς ἡ συκῆ ἐξηράνθη.

[00042]    Τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ ἔργον θεϊκόν.

[00043]    Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευθεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως·

[00044]    πλὴν τὰς τῶν προλαβόντων ὑμῖν λέξω λύσεις, καὶ τὰς ἡμῖν πεπονημένας προσκομίσομεν ἀριστείας.

[00045]    ∆ύσληπτος γὰρ ὁ ἐν τῇ ἱστορίᾳ τοῦ γράμματος κείμενος νοῦς, πολλῷ τῷ βάθει κεκρυμμένην ἔχων τὴν τοῦ μυστηρίου στιλβότητα.

[00046]    Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν;

[00047]    Ὁ γὰρ ῥήματι ξηράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆσαι.

[00048]    Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγοντος χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρόν;

[00049]    Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμενον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαινετὸς, κατὰ δὲ ἕτερον μεμπτέος·

[00050]    ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε·

[00051]    μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν κατηράσατο.

[00052]    Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ·

[00053]    οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον.

[00054]    Ὅλως οὐδὲν ἦν παρ' αὐτοῦ γινόμενον ἔργον, ὃ μὴ σφόδρα ὠφέλιμον·

[00055]    οὐδὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν·

[00056]    οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν.

[00057]    Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι, ἐφ' ἢν ἦλθε, φησὶν, ὁ Κύριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως·

[00058]    καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλλοις κομῶσαν·

[00059]    διὸ καὶ ἐξήρανε, λέγων·

[00060]    Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.

[00061]    Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί·

[00062]    οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος.

[00063]    Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων, Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε;

[00064]    πῶς δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός;

[00065]    Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρπον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον.

[00066]    Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς·

[00067]    καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε, καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν.

[00068]    Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων·

[00069]    Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ;

[00070]    Μὴ γένοιτο·

[00071]    καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν.

[00072]    Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ.

[00073]    Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπαγγέλλεται ἐν τῷ λέγειν·

[00074]    Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.

[00075]    Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι' ἡμᾶς γεγόνασιν, ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡς [59.588] μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ἡμᾶς·

[00076]    κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας·

[00077]    ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία.

[00078]    Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα.

[00079]    Ἀλλ' ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν·

[00080]    ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες;

[00081]    Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξήρανεν·

[00082]    ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον·

[00083]    ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν·

[00084]    ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς.

[00085]    Ποῖα σῦλα;

[00086]    Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ παραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν.

[00087]    βʹ.

[00088]    Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον.

[00089]    Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε.

[00090]    Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ·

[00091]    ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης·

[00092]    Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.

[00093]    Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς.

[00094]    Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι·

[00095]    πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι·

[00096]    Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.

[00097]    Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν.

[00098]    Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων·

[00099]    Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου.

[00100]    Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο.

[00101]    ∆ιὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες·

[00102]    Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ·

[00103]    τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει.

[00104]    Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα·

[00105]    Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε·

[00106]    διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα.

[00107]    Πρωῒ, φησὶν, ἐπανάγων.

[00108]    Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει.

[00109]    Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε.

[00110]    Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον·

[00111]    καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει.

[00112]    Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων·

[00113]    Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου·

[00114]    ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος·

[00115]    Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.

[00116]    Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτήν.

[00117]    Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον·

[00118]    ἀλλ' ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν.

[00119]    Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος·

[00120]    Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.

[00121]    Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν·

[00122]    Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει.

[00123]    Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν·

[00124]    πρὸς ὃν ἔλεγε·

[00125]    Σπεύσας κατάβηθι.

[00126]    [Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται.

[00127]    Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγε [59.589] λιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος.

[00128]    Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος.

[00129]    Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ·

[00130]    πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.

[00131]    Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς·

[00132]    γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα.

[00133]    Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ·

[00134]    γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν.

[00135]    Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα·

[00136]    ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας.

[00137]    Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου.

[00138]    Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ·

[00139]    γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα.

[00140]    Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν·

[00141]    φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ.

[00142]    Ἦλθε τοίνυν ὁ Κύριοςἀπὸ οὐρανῶν·

[00143]    ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕρασθαι·

[00144]    εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν·

[00145]    ἦλθεν ἐπ' αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου.

[00146]    ∆ιὰ τί;

[00147]    Ἐπειδὴ οὐκ ἦν καιρός·

[00148]    τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγγελιστής·

[00149]    Οὐκ εἶχε, φησὶ, καρπόν·

[00150]    οὐ γὰρ ἦν καιρός.

[00151]    Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι.

[00152]    Ἰησοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττοντος;

[00153]    Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον·

[00154]    Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως.

[00155]    τουτέστι, τοῦ νόμου.

[00156]    Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ·

[00157]    Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας.

[00158]    Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·

[00159]    τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον·

[00160]    ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις.

[00161]    Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα.

[00162]    Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ·

[00163]    καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.

[00164]    Ποῦ σου, θάνατε, τὸ κέντρον;

[00165]    ποῦ σου, ᾅδη, τὸ νῖκος;

[00166]    Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι.

[00167]    Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον·

[00168]    ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς

[00169]    [59.590] Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.

[00170]    Καὶ ξηράνας τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν·

[00171]    οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετάθησαν·

[00172]    οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος·

[00173]    οὗ καὶ ὁ ∆αυῒδ μέμνηται ξύλου, λέγων·

[00174]    Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται.

[00175]    Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σοφία, λέγουσα·

[00176]    Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς.

[00177]    Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπεφθέγξατο, λέγων αὐτοῖς·

[00178]    ∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων.

[00179]    Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ.

[00180]    Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε·

[00181]    Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

[00182]    Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας·

[00183]    καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·

[00184]    καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη.

[00185]    Ὑπὸ τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον·

[00186]    Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λάρυγγί μου.

[00187]    Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος ∆αυῒδ ἔλεγε·

[00188]    Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.

[00189]    Ἕως πότε;

[00190]    Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου.

[00191]    Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ' αὐτῆς ἐποτίζετο·

[00192]    νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε·

[00193]    τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ.

[00194]    Ὢ δένδρον μακαριστὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώπων φυλακτήριον κέκτηνται·

[00195]    ὃ δαίμονες φρίττουσι, καὶ ὁ διάβολος τρέμει·

[00196]    ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλογοῦσιν·

[00197]    Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν! ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων.

[00198]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In parabolam de ficu
Litterarum Omnium Conspectus: 133 Litterae, quae repetitae sunt in 11,576 occasionibus



α

0945 

881   

Α

0913 

1   

β

0946 

48   

Β

0914 

2   

γ

0947 

243   

Γ

0915 

3   

δ

0948 

173   

Δ

0916 

0   

ε

0949 

530   

Ε

0917 

11   

ζ

0950 

23   

Ζ

0918 

3   

η

0951 

168   

Η

0919 

0   

θ

0952 

156   

Θ

0920 

9   

ι

0953 

415   

Ι

0921 

1   

κ

0954 

401   

Κ

0922 

27   

λ

0955 

319   

Λ

0923 

5   

μ

0956 

309   

Μ

0924 

12   

ν

0957 

1,045   

Ν

0925 

1   

ξ

0958 

37   

Ξ

0926 

2   

ο

0959 

674   

Ο

0927 

7   

π

0960 

366   

Π

0928 

28   

ρ

0961 

479   

Ρ

0929 

0   

ς

0962 

443   

΢

0930 

0   

σ

0963 

420   

Σ

0931 

5   

τ

0964 

856   

Τ

0932 

14   

υ

0965 

231   

Υ

0933 

1   

φ

0966 

92   

Φ

0934 

3   

χ

0967 

60   

Χ

0935 

13   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

154   

Ω

0937 

0   

8164 

6   

 

  

0   

8165 

14   

8172 

   



 ά 

 8049 

 131 

 έ 

 8051 

 162 

 ή 

 8053 

 50 

 ί 

 8055 

 159 

 ό 

 8057 

 114 

 ύ 

 8059 

 106 

 ώ 

 8061 

 32 

 ὰ 

 8048 

 113 

 ὲ 

 8050 

 50 

 ὴ 

 80852 

 112 

 ὶ 

 8054 

 159 

 ὸ 

 8056 

 174 

 ὺ 

 8058 

 17 

 ὼ 

 8060 

 14 

 ᾶ 

 8118 

 19 

   

   

 0 

 ῆ 

 8134 

 92 

 ῖ 

 8150 

 60 

   

   

 0 

 ῦ 

 8166 

 126 

 ῶ 

 8182 

 91 

 ἀ 

 7936 

 108 

 ἐ 

 7952 

 189 

 ἠ 

 7968 

 5 

 ἰ 

 7984 

 70 

 ὀ 

 8000 

 3 

 ὐ 

 8016 

 102 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 10 

 ἑ 

 7953 

 6 

 ἡ 

 7969 

 54 

 ἱ 

 7985 

 13 

 ὁ 

 8001 

 80 

 ὑ 

 8017 

 24 

 ὡ 

 8033 

 12 

 ἂ 

 7938 

 4 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 11 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 19 

 ἔ 

 7956 

 28 

 ἤ 

 7972 

 0 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 11 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 7 

 ὅ 

 8005 

 8 

 ὕ 

 8021 

 14 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 20 

 ἶ 

 7990 

 20 

   

   

 0 

 ὖ 

 8022 

 4 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 7 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 1 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 11 

   

   

 0 

 ῃ 

 8131 

 15 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 19 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 5 

   

   

 0 

 ῇ 

 8135 

 30 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 38 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In parabolam de ficu
Verborum Omnium Conspectus: 1,030Verba, quae repetita sunt in 3,478,332 occasionibus



[00086]
α [00003]
Ἀβραὰμ [00071]
ἀγαπητὲ [00140]
ἀγαπητέ [00133]
ἀγαπητοὶ [00043] [00052] [00076] [00078] [00183]
ἀγαπητοί [00006] [00061]
ἄγγελοι [00196]
ἀγήρατα [00172]
ἁγία [00077]
Ἀδὰμ [00079] [00108] [00154]
ᾅδη [00165]
ἀδίκως [00051]
ἀεὶ [00193] [00197]
ἀέρι [00182]
ἀθάνατον [00117]
ἀθάνατος [00172]
ἀθανάτους [00193]
αἱ [00171]
αἷμα [00192]
αἵματι [00193]
αἱμοχυσίας [00167]
αἰσχύνην [00080]
αἰσχύνης [00081] [00083]
αἰχμαλωσίαν [00102]
αἰῶνα [00013] [00039] [00060] [00115] [00158] [00161] [00197]
αἰώνιος [00030]
αἰώνων [00197]
ἄκαρπον [00038] [00121]
ἀκολουθεῖν [00009]
ἀκούσας [00110]
Ἀκούσας [00007]
ἀκούσητε [00183]
ἀκούων [00005]
ἀκρίβεια [00062]
ἀκριβῶς [00065]
ἀκτῖνας [00094] [00095]
Ἀκύλας [00067]
ἀλήθειαν [00055]
ἀληθινὴ [00183]
ἀληθινή [00183]
ἀλλ [00118]
Ἀλλ [00079] [00088]
ἀλλὰ [00064] [00110] [00112]
Ἀλλὰ [00043] [00052] [00073]
ἄλλοι [00067]
ἄλλους [00066]
ἁλμυροφόρον [00169]
ἀμάραντον [00172]
ἁμαρτίᾳ [00097] [00103]
ἁμαρτία [00130] [00166]
ἁμαρτίας [00132] [00145]
ἁμαρτιῶν [00181] [00184]
ἀμεταμέλητα [00077]
Ἀμήν [00198]
ἄμπελος [00183] [00183]
ἂν [00048] [00063] [00064] [00117]
ἀναβὰς [00182]
Ἀναβήσομαι [00122]
ἀνάβλεπε [00110]
ἀναγκαῖον [00046]
ἀναδενδρὰς [00184] [00184]
ἀναθάλλῃ [00193]
ἀνακαινίζει [00103]
ἀναπαύσεως [00184]
ἀναστάσεως [00090]
ἀνάστασιν [00152]
ἀνάστασις [00160]
ἀναστέλλουσα [00184]
ἀνατείνας [00182]
ἀνατείνει [00005]
ἄνδρες [00194]
ἀνέβη [00123]
ἀνεκδιηγήτου [00024]
ἀνεκφράστου [00024]
ἀνεμπόδιστον [00182]
ἀνετάθησαν [00171]
ἀνθέλκεται [00019]
ἀνθέλκομαι [00022]
ἀνθηρὰν [00009]
ἄνθος [00172]
ἀνθοῦσαν [00081] [00145] [00170]
ἀνθοφόρον [00004]
ἀνθρώπινον [00042]
ἄνθρωπον [00049]
ἄνθρωπος [00036] [00038]
ἀνθρωπότης [00100]
ἀνθρωπότητι [00166]
ἀνθρώπου [00064]
ἀνθρώπων [00094] [00097] [00112] [00112] [00143] [00167] [00194]
ἀνομία [00190]
ἀντεχομένοις [00176]
ἀντιλέγει [00065]
ἀντιλέγειν [00061]
ἄνω [00110]
ἀπάγουσα [00130]
ἀπέδωκέ [00084]
ἀπειθείᾳ [00075]
ἀπέστειλεν [00114]
ἀπεφθέγξατο [00177]
ἀποθάνῃ [00115]
ἀποκρυβήσεται [00096]
ἀπολέσαι [00064]
ἀπολωλός [00064]
ἀποῤῥυήσεται [00174]
ἀποστάζει [00135]
ἀπώλειαν [00130]
ἀπώσατο [00068] [00069] [00072]
ἄρδων [00193]
ἀριστείας [00044]
ἀρτίως [00015]
ἄρτον [00178] [00180]
ἄρτος [00179]
ἄρτων [00025]
ἀρχαίαν [00103]
ἀρχὰς [00137]
ἀρχῇ [00032]
ἀρώματα [00106]
ἀσεβείας [00100]
Ἄσμασι [00104]
ᾀσμάτων [00104]
ἀστράπτουσαν [00170]
αὐγάσαι [00090]
αὐτὰ [00018]
αὐτὰς [00029]
Αὕτη [00129]
αὐτῇ [00011] [00012] [00020] [00049] [00057] [00132]
αὕτη [00160]
αὐτὴν [00011] [00047] [00047] [00050] [00051] [00145] [00145] [00145] [00158]
αὐτήν [00116]
αὐτῆς [00004] [00048] [00133] [00153] [00176] [00191]
αὐτοῖς [00177]
αὐτὸν [00108] [00115] [00178]
αὐτόν [00092]
αὐτὸς [00115]
αὐτοῦ [00054] [00069] [00072] [00096] [00117] [00174] [00174] [00174] [00178] [00182] [00185] [00186] [00186] [00192] [00193]
αὐτῷ [00035] [00037] [00183] [00197]
ἀφανισθῆναι [00094]
ἄφεσιν [00181]
ἀφθαρσίας [00086] [00103]
ἀφροφόρα [00169]


β [00087]
βάθει [00045]
βασιλεῖς [00194]
βάψας [00027]
Βενιαμίν [00071]
Βηθανίᾳ [00007]
βίου [00144] [00169]
βοῤῥᾶ [00105]
βουλή [00035]
βουληθῶ [00018]
βρῶμα [00113] [00139]


γὰρ [00007] [00010] [00015] [00018] [00020] [00023] [00045] [00046] [00047] [00050] [00053] [00062] [00063] [00067] [00071] [00073] [00075] [00077] [00080] [00089] [00091] [00096] [00097] [00100] [00111] [00115] [00117] [00135] [00148] [00150] [00151] [00154] [00156] [00166] [00167] [00180] [00192]
γάρ [00113] [00120] [00130] [00134]
γεγόνασιν [00075] [00075]
γεγονότα [00007]
γεγραμμένα [00019] [00020]
γεγραμμένον [00163]
γενέσθαι [00121]
γένηται [00013] [00039] [00060] [00158] [00161]
γένοιτο [00070]
γενόμενον [00053]
γένος [00167]
γεύσει [00134]
γεῦσιν [00133]
γῆν [00171]
γῆς [00178] [00182]
γινόμενον [00054]
γλυκέα [00137]
γλυκεῖά [00132]
γλυκεῖα [00134]
γλυκεῖάν [00140]
γλυκὺ [00139]
γλυκὺς [00138] [00186]
γλυκύτατον [00065]
Γλυκύτατός [00131]
γνῶναι [00020]
γράμματος [00021] [00045]
Γραφὴ [00156]
Γραφῇ [00031]
γυναῖκες [00194]
γυναικὸς [00135]


δαίμονες [00195]
∆αυῒδ [00173] [00187]
δὲ [00005] [00005] [00008] [00009] [00019] [00022] [00031] [00035] [00037] [00042] [00048] [00049] [00051] [00061] [00064] [00066] [00068] [00074] [00076] [00127] [00134] [00136] [00139] [00145] [00168] [00171] [00184] [00193] [00197]
δέ [00065]
δέδωκέ [00082] [00083]
δεῖ [00052]
δεικνύειν [00022]
δένδρον [00004] [00183] [00191] [00194]
δένδρου [00079]
∆εσπότῃ [00009]
∆εσποτικοῦ [00009]
∆εσπότου [00035]
∆εῦτε [00178]
δῆλον [00031]
δι [00075] [00075]
∆ιὰ [00146]
διὰ [00005] [00019] [00067] [00076] [00130] [00166]
διάβολον [00166]
διάβολος [00097] [00195]
διαβόλου [00095] [00103]
διαβόλῳ [00184]
διάνοια [00017]
διανοίᾳ [00005] [00008]
διάνοιαν [00005]
διάπνευσον [00106]
διαστρέφει [00005]
διέθρεψε [00035]
διεξόδους [00174]
διηγήσασθαι [00018]
διηγουμένου [00007]
δικαιοσύνης [00094]
δικαίως [00079]
∆ιὸ [00101]
διὸ [00059]
διότι [00122]
διστόμου [00136]
δόγμασιν [00145]
δοκεῖ [00043]
δόλῳ [00138]
δόξα [00197]
δόξης [00094]
δούλου [00034]
δυνάμεις [00182]
∆ύσληπτος [00045]
δωρουμένη [00184]
δώσει [00174]


ἐὰν [00079] [00183]
ἑαυτοῖς [00019]
ἑαυτῷ [00079]
Ἐβασίλευσε [00154]
ἐβλάστησε [00065]
ἐβόα [00055]
ἐγένετο [00184]
ἔγκαρπον [00065]
ἔγνωμεν [00066]
ἐγυμνώθης [00079]
ἐγὼ [00071] [00160]
Ἐγὼ [00061]
Ἐγώ [00183]
ἐδέδετο [00100]
ἐθνῶν [00074]
Εἰ [00065] [00075] [00117]
εἰ [00011] [00049] [00058]
Εἶδε [00038]
εἶδεν [00119]
εἶδόν [00120]
εἴδους [00019]
εἰδωλολατρείας [00167]
εἰκόνα [00052] [00078] [00129]
εἰμὶ [00071]
εἰμι [00007] [00183]
εἶναι [00005] [00008] [00048] [00057] [00065] [00166] [00166]
Εἶπε [00039] [00158]
εἶπε [00127] [00180]
εἶπεν [00115]
εἴποι [00048]
Εἰπὼν [00166]
εἰρήκασι [00057]
εἰρημένον [00185]
εἰρηνάρχου [00167]
εἰρήνη [00169]
Εἰς [00002]
εἰς [00010] [00013] [00023] [00025] [00027] [00028] [00039] [00060] [00089] [00103] [00108] [00114] [00115] [00115] [00122] [00130] [00132] [00158] [00161] [00163] [00171] [00171] [00177] [00178] [00181] [00182] [00182] [00193] [00197]
εἰσέλθῃ [00074]
εἰσοικίσας [00029]
εἶχε [00053] [00149]
εἶχεν [00117]
ἐκ [00013] [00025] [00026] [00029] [00039] [00060] [00066] [00071] [00108] [00158] [00161] [00178]
ἐκάθισα [00186]
ἐκάλυπτες [00080]
ἐκαρποφόρησας [00159]
ἐκεῖ [00004] [00008] [00021] [00126] [00126]
Ἐκεῖ [00126]
ἐκείνας [00005]
ἐκείνης [00067]
ἐκεῖνον [00048] [00166]
ἐκεῖνος [00114]
ἐκείνῳ [00005] [00073]
ἐκείνων [00075]
ἔκειτο [00191]
ἐκθερμᾶναι [00095]
ἐκθρέψας [00025]
ἐκίνει [00056]
Ἐκκλησία [00104]
Ἐκκλησίαι [00197]
ἐκλογὴν [00076]
ἐκλονεῖτο [00167]
ἐκόμα [00166] [00166]
ἐκπεσόντα [00108]
ἐκπετάσαι [00095]
ἐκπετάσας [00182]
Ἐκπλήττει [00016]
ἐκσπάσας [00029]
ἐκτρίψωμεν [00178]
ἐλαυνόμενον [00167]
ἔλεγε [00124] [00187]
ἔλεγεν [00121]
ἐλεηθῶμεν [00075]
ἐλθὼν [00108] [00168]
ἕλκεται [00004]
ἐλλάμψαι [00094]
ἐλπιῶ [00188]
ἐμαυτὸν [00008]
ἐμβάλωμεν [00178]
ἐμῆς [00159]
ἐμοὶ [00006]
ἔμοιγε [00043]
Ἐμὸν [00113]
Ἐμοῦ [00161]
ἐμφέρουσαν [00140]
ἐν [00005] [00005] [00007] [00011] [00019] [00020] [00035] [00037] [00045] [00049] [00057] [00073] [00079] [00081] [00086] [00086] [00094] [00102] [00104] [00111] [00117] [00134] [00137] [00138] [00138] [00156] [00166] [00174] [00182] [00183] [00186] [00188] [00197]
Ἐν [00032] [00186] [00187]
ἕνα [00049]
ἐναντίων [00169]
ἔνδοθεν [00019] [00019]
ἐνέκρωσεν [00097]
ἔνθα [00005]
ἐννοίᾳ [00028]
ἐνόσσευσεν [00126]
ἐξ [00067] [00083]
Ἐξεγείρου [00105]
ἐξελάσας [00182]
ἐξέπεμψε [00192]
ἐξέρχου [00105]
ἐξήρανε [00038] [00050] [00059] [00084]
ἐξήρανεν [00064] [00079] [00081] [00118]
ἐξηράνθη [00014] [00041] [00162]
ἐπ [00011] [00073] [00116] [00145]
ἐπαγγέλλεται [00073]
ἐπαγγελλομένης [00022]
ἐπαινετὸς [00049] [00050]
ἐπανάγει [00103] [00108]
ἐπανάγων [00010] [00023] [00093] [00107] [00109] [00112] [00116]
Ἐπανάγων [00108]
ἐπανέλθωμεν [00088]
ἐπανελθὼν [00089]
ἐπεθύμησα [00186]
Ἐπειδὴ [00147]
ἐπείνασε [00010] [00089] [00109]
ἐπείνασεν [00023] [00025] [00026] [00027] [00028] [00029] [00033] [00112] [00116] [00143]
Ἐπείνασεν [00024] [00034]
ἐπεύχεται [00098]
ἐπὶ [00027] [00036] [00088] [00103] [00109] [00112] [00116] [00118] [00127] [00128] [00191]
Ἐπὶ [00123] [00182]
ἐπικαλεῖται [00104]
ἐπικείμενον [00166]
ἐπιπνεύσας [00103] [00103]
ἐπίπνευσιν [00104]
ἐπισπᾶται [00018]
ἐπιστρέψαντας [00066]
Ἐπίστρεψον [00102]
ἐπληρώθη [00163]
ἐποτίζετο [00191]
ἐργασάμενος [00026]
ἔργον [00040] [00042] [00054]
ἑρμηνείᾳ [00061]
ἑρμηνευθεῖσα [00043]
ἑρμηνέων [00057]
ἐσκοτισμένων [00094]
ἔσται [00174]
ἔστη [00183]
ἐστι [00049] [00113] [00130] [00176] [00181]
ἔστι [00096]
ἐστὶν [00130] [00137]
ἐστιν [00131] [00132] [00134]
ἑστῶσαν [00144]
ἐσυλαγώγησεν [00086]
ἐσχάτων [00073]
ἐτέθησαν [00171]
ἕτερον [00049]
ἔτι [00065] [00081] [00145] [00151] [00153]
ἕτοιμον [00092]
ἐτύγχανε [00067]
εὐαγγε [00127]
Εὐαγγέλιον [00075]
εὐαγγελιστὴς [00166]
εὐαγγελιστής [00148]
εὐαγγελιστοῦ [00007] [00048]
Εὐαγγελίῳ [00156]
εὐθέως [00014] [00018] [00162]
εὐθὺς [00041]
εὔκαρπον [00047]
Εὐλογεῖτε [00063]
εὐλογοῦσιν [00196]
εὕρασθαι [00143]
εὗρε [00144]
εὑρεθήσεται [00049]
εὗρεν [00011] [00058]
εὑρήσεις [00136]
εὑρήσομεν [00092]
εὑρίσκει [00145]
εὐρύχωρον [00144]
εὐρύχωρος [00127]
εὐρυχώρου [00129] [00130]
ἐφ [00057]
ἔφερε [00129]
ἔφερεν [00052] [00078]
ἐφηπλώθη [00183]
ἐφύτευσε [00170]
ἔχει [00062]
ἐχθροὶ [00075]
ἐχθρὸν [00075]
ἔχουσαν [00019] [00145]
Ἔχουσιν [00157]
ἔχων [00045]
Ἕως [00189] [00190]


Ζακχαῖος [00123]
Ζακχαίου [00127]
ζητῆσαι [00064]
Ζητητέος [00078]
ζητῶν [00057]
ζωὴν [00086] [00112] [00143] [00170]
ζωῆς [00176]
ζωηφόρος [00184]
ζῶντας [00026]
ζώντων [00178]


[00017] [00034] [00035] [00037] [00041] [00043] [00043] [00048] [00052] [00062] [00065] [00077] [00100] [00104] [00127] [00129] [00130] [00132] [00137] [00156] [00160] [00162] [00166] [00166] [00169] [00175] [00183] [00183] [00183] [00183] [00190] [00197]
[00004] [00004] [00080]
[00191]
ἡδονὴ [00132] [00137]
ἡδονὴν [00141]
ἡδονῶν [00169]
ἠδύνατο [00047] [00151]
ἠκολούθησε [00040]
ἠκονημένον [00136]
ἠκριβωμένως [00043]
ἦλθε [00057]
Ἦλθε [00142]
ἦλθεν [00011] [00064] [00116] [00118] [00145]
Ἦλθεν [00036] [00081] [00128]
Ἠλίας [00141]
ἥλιον [00094]
ἥμαρτεν [00048]
ἡμᾶς [00075] [00075] [00103]
ἡμεῖς [00075]
ἡμερῶν [00073]
ἡμῖν [00015] [00043] [00044] [00182] [00182] [00184] [00184]
ἡμῶν [00102] [00108] [00111] [00168] [00182] [00184]
ἢν [00057]
ἦν [00032] [00032] [00032] [00037] [00046] [00048] [00053] [00054] [00138] [00147] [00150] [00153]
ᾐνίξατο [00166]
ἦρέ [00082] [00083]
Ἡσαΐας [00030]
ηὐτρέπιζε [00182]
ηὔχοντο [00101]


θάλασσαν [00169]
θαλάσσης [00027]
θάνατε [00164]
θανατηφόρος [00184]
θάνατον [00094] [00151] [00153] [00159]
θάνατος [00154] [00163]
θανάτου [00137] [00145]
θαῤῥήσας [00187]
θαῦμα [00016]
θαυμαστοῦ [00191]
θαύματα [00018] [00022]
θέας [00004]
θέλει [00019]
θέλημα [00113]
Θεὸν [00032] [00101]
Θεὸς [00030] [00031] [00032] [00068]
Θεός [00033] [00038]
θεότης [00037]
θεότητος [00095]
Θεοῦ [00075]
θερμὰς [00095]
θερμὴν [00104]
θέρμης [00096]
θερμὸς [00103] [00103]
θεωρήσας [00177]
θεωρία [00043]
θεωρίας [00022]
θεϊκόν [00042]


ἰδεῖν [00123]
ἴδῃ [00019]
ἰδοὺ [00160]
ἰδὼν [00011] [00116]
Ἰεζάβελ [00141]
Ἱερεμίας [00177]
Ἱερουσαλὴμ [00110]
Ἰησοῦ [00009] [00152]
Ἰησοῦν [00123]
Ἰησοῦς [00010] [00023] [00089] [00093] [00109] [00112] [00116] [00168] [00182]
ἰκρίον [00182]
ἵνα [00075] [00108] [00113] [00114] [00127] [00193]
Ἰουδαῖοι [00075]
Ἰουδαίων [00057] [00065] [00066] [00067] [00068] [00177] [00177]
ἰσάγγελον [00086]
Ἰσραὴλ [00074]
Ἰσραηλίτης [00071]
ἱστορίᾳ [00045]
ἱστορίαν [00021]
ἱστορίας [00005] [00005] [00018] [00018] [00022]
Ιn [00001]


κἀγὼ [00021]
καθάπερ [00058] [00091]
καθήμενος [00185]
καθὼς [00115]
καινοῦ [00191]
καιρὸν [00135] [00166]
καιρόν [00048]
καιρὸς [00048] [00153]
καιρός [00147] [00150]
καιρῷ [00174]
κάκιστος [00127]
καλιὰν [00117]
κάλλος [00020]
Καλὸν [00108]
κάλυμμα [00081]
καλύμματα [00083]
καμπύλα [00126]
καρδίαις [00094]
καρδίαν [00099]
καρδίας [00004] [00097]
καρπὸν [00057] [00145] [00174]
καρπόν [00149]
καρπὸς [00013] [00039] [00060] [00131] [00158] [00161] [00172] [00186]
καρποὺς [00193]
καρποφορεῖν [00046] [00153]
καρποφορῆσαι [00151]
καρποφορήσει [00122]
κατ [00048] [00166]
κατάβηθι [00125] [00127]
κατάκομον [00009]
κατάλογον [00067]
κατάξηρον [00009]
καταρᾶσθε [00063]
καταῤῥηγνῦσα [00132]
Κατεπόθη [00163]
κατέσβεσε [00169]
κατέστειλε [00169]
κατέχομαι [00021]
κατηράσατο [00051] [00063] [00064]
κάτω [00110]
καύσωνα [00184]
κείμενος [00045]
κεκρυμμένην [00045]
κέκρυπται [00126]
κέκτηνται [00194]
κέντρον [00164]
κεφάλαιον [00088]
κῆπόν [00106]
κηρύττοντος [00152]
κλάδοι [00171]
κλάδον [00065]
κλῆσις [00077]
κλίμακα [00182]
κλώμενον [00181]
κνησμώδης [00130]
κομῶσαν [00058] [00145]
κοπιάσει [00030]
κόρον [00025]
κόσμου [00169]
κόσμῳ [00090] [00152]
κράτος [00197]
Κρυμῷ [00100]
κτίσις [00194]
κύματα [00169]
κυμάτων [00027]
Κυριακὸν [00009]
Κύριε [00102]
Κύριος [00049] [00057] [00063] [00069] [00072] [00108] [00119] [00128] [00158] [00168] [00180] [00182]
Κύριοςἀπὸ [00142]
κώμους [00167]


Λαβὼν [00180]
λαβὼν [00079] [00080]
λαγνείας [00167]
λαθραίως [00137]
λαμπρὰν [00021]
λαὸν [00068] [00069] [00072] [00122]
λάρυγγί [00186]
λαῷ [00073]
λέγει [00012] [00030] [00185]
λέγειν [00067] [00073] [00156]
λεγέτω [00065]
λέγοντες [00101]
λέγοντος [00048]
λέγουσα [00104] [00175] [00183]
λεγούσῃ [00031]
Λέγω [00069]
λέγων [00059] [00063] [00064] [00065] [00068] [00075] [00098] [00173] [00177]
λέξεων [00067]
λέξω [00044]
λιθασθεὶς [00067]
λίθους [00019]
λίθων [00019] [00020]
λιπαίνει [00135]
λιστὴς [00127]
λόγοις [00058]
Λόγος [00032] [00032] [00032]
λόγος [00005] [00078]
λόγχῃ [00192]
λόγῳ [00029] [00038] [00046] [00046] [00050] [00081] [00138]
λόγων [00005]
λοιποῦ [00052]
λύσεις [00044]


μακάριος [00187]
μακαριστὸν [00194]
μακρὰν [00182]
μᾶλλον [00136]
Μάρκου [00048]
μαρτυρεῖ [00075]
μαρτυρείτω [00068]
μαχαίρας [00136]
με [00016]
μείζονά [00022]
Μέλι [00135]
μέλλον [00177]
μέλλουσαν [00121]
μεμέρισταί [00017]
μέμνηται [00173] [00175]
μεμπτέος [00049] [00051]
μὲν [00004] [00005] [00009] [00019] [00021] [00043] [00049] [00050] [00075] [00139] [00171] [00184] [00193]
μέν [00007]
μεταστρέφει [00004]
μετατρέψας [00028]
μέχρι [00154]
Μηκέτι [00013] [00039] [00060] [00158] [00161]
μνησθῇς [00079]
μοι [00022] [00068] [00075]
μόνῃ [00028]
μόνον [00011] [00058]
μόρος [00127]
μορφή [00034]
μου [00017] [00099] [00099] [00106] [00113] [00122] [00181] [00186] [00190]
μυστήρια [00019] [00020]
μυστήριον [00049] [00053]
μυστηρίου [00024] [00045] [00191]
μωρίᾳ [00127]
Μωϋσέα [00156] [00157]
Μωϋσέως [00154]


Ναθαναὴλ [00119]
νεκρωθέντας [00103]
νενεκρωμένας [00095]
νεφρούς [00099]
νῖκος [00163] [00165]
νοεῖν [00052]
νοήματος [00062]
νόμον [00156]
νόμου [00058] [00155]
νοουμένη [00037]
νότε [00105]
νότος [00103] [00103]
νότου [00104]
νότῳ [00102]
νοῦν [00004] [00021] [00056]
νοῦς [00045]
νυγεὶς [00192]
νύκτα [00090]
νύμφη [00104]
νῦν [00009] [00067] [00110] [00197]


ξηραίνεσθαι [00046]
ξηράνας [00047] [00170]
ξηρανθεῖσα [00065]
Ξύλον [00176] [00179]
ξύλον [00174] [00177] [00178]
ξύλου [00173] [00175]


[00005] [00005] [00010] [00023] [00024] [00025] [00026] [00027] [00028] [00029] [00030] [00030] [00032] [00032] [00032] [00033] [00036] [00045] [00048] [00049] [00057] [00063] [00064] [00064] [00067] [00068] [00078] [00079] [00081] [00089] [00091] [00091] [00093] [00097] [00098] [00108] [00109] [00112] [00116] [00117] [00119] [00121] [00123] [00126] [00127] [00127] [00128] [00131] [00138] [00142] [00148] [00154] [00163] [00166] [00168] [00172] [00173] [00179] [00180] [00182] [00185] [00186] [00187] [00191] [00195]
[00053] [00054] [00055] [00056] [00174] [00194] [00195] [00196]
[00030] [00047] [00115]
ὁδὸν [00144]
ὁδὸς [00127]
ὁδοῦ [00129] [00130]
ὅθεν [00127]
Ὅθεν [00098]
οἱ [00057] [00101] [00171]
Οἶδε [00156]
οἰκουμένην [00024]
οἶνον [00028]
οἴομαι [00009]
ὄλισθον [00132]
Ὅλως [00054]
ὁμιλίᾳ [00137]
ὁμιλία [00002]
ὁμιλοῦσαν [00140]
ὁμοθυμαδὸν [00101]
Ὁμοίως [00005]
ὃν [00114] [00124]
ὀνομάτων [00067]
ὄντα [00119] [00120]
ὁπόταν [00019]
ὁπότε [00048]
ὁρᾷν [00009] [00019]
ὄρθρον [00090] [00092]
ὄρθρος [00091]
ὁρώμενος [00036]
ὁρῶν [00004] [00021]
ὃς [00096]
Ὅταν [00018] [00074]
ὅτε [00079]
ὅτι [00031] [00050] [00051] [00108] [00127] [00166]
Ὅτι [00068]
Οὐ [00158]
οὐ [00030] [00053] [00062] [00068] [00112] [00115] [00122] [00150]
οὗ [00171] [00172] [00173] [00190]
οὐδὲ [00030]
οὐδὲν [00011] [00054] [00055] [00056]
Οὐκ [00064] [00072] [00096] [00149] [00153]
οὐκ [00043] [00048] [00053] [00147] [00174]
οὖν [00033] [00069] [00081] [00140]
οὐράνιον [00110]
οὐρανίων [00056]
οὐρανοὶ [00196]
οὐρανοῖς [00111]
οὐρανὸν [00182] [00182]
οὐρανοὺς [00171]
οὐρανῶν [00142]
οὕτως [00062]
οὐχ [00058]
οὐχὶ [00080]
Ὀφθαλμὸς [00004]
ὀφθαλμοὺς [00026]
ὀφθαλμῷ [00177]
ὄφις [00086] [00117] [00126] [00138]
ὄψει [00079]


παγωθέντα [00103]
παθῶν [00169]
πάλιν [00022] [00029] [00108]
πανταχοῦ [00037]
παντελῶς [00068] [00069]
πάντες [00101]
παντί [00031]
παρ [00054]
παρὰ [00043] [00174]
παραβολὴν [00002]
παραγέγονα [00160]
παραγενομένου [00152] [00161]
παραδείσου [00086] [00108]
παραδείσῳ [00079] [00086]
παράδοξον [00183]
παραδοχὴν [00056]
παραδραμεῖν [00090]
παραιτούμεθα [00067]
παρέδραμε [00117]
παρεικασμένην [00057] [00065]
παρέλθῃ [00190]
παρεμβάλλουσα [00137]
παροικίας [00122]
παρουσίας [00159] [00167]
πᾶς [00074]
πᾶσα [00100] [00194]
πᾶσαν [00024]
πάσῃ [00166]
πᾶσι [00176]
πᾶσιν [00170]
πατέρας [00076]
Πατρός [00113]
Παῦλον [00065]
Παῦλος [00068] [00075]
πεινάσει [00030]
πειρῶμαι [00061]
πελεκᾶσθαι [00177]
πενίαν [00082]
πεντάκις [00025]
πεντακισχιλίους [00035]
πέντε [00025]
πεπονημένας [00044]
περαιτέρω [00158]
περὶ [00002] [00078]
περιαθρῆσαι [00020]
περιβλέπου [00110]
περιβόλαιον [00079]
περικαλλῆ [00021]
περιπατήσας [00027]
περιπλέκεται [00126]
πετομένας [00182]
πεφυτευμένον [00174]
πηγὴ [00191]
πηγὴν [00004]
πηλοῦ [00026]
πικρὰ [00134] [00140]
πικρὸν [00137] [00139]
πικρὸς [00138]
πικρότερον [00136]
πιστεύοντι [00031]
πιστεύουσιν [00193]
πιστεύσωσιν [00114]
πιστεύων [00115]
πίστεως [00057]
πίστιν [00170] [00182]
πλάνης [00090]
πλατεῖα [00127]
πλατεῖαν [00144]
πλατείας [00129] [00130]
πλατύφυλλον [00130]
πλευρὰν [00192]
πλῆθος [00067]
πλὴν [00044]
πλήρωμα [00074]
πλοῦτον [00082]
πνεύμασιν [00167]
Πνεύματος [00083]
πνεύματος [00022]
πνευμάτων [00169]
πόδας [00027]
Ποῖα [00085]
ποιῆσαι [00047]
ποικίλοις [00167]
ποίου [00079]
ποιῶ [00113]
Πόλιν [00110]
πόλιν [00010] [00023] [00089] [00109] [00112] [00116]
πολίτευμα [00111]
πολλοὶ [00057] [00067]
πολλοῖς [00043]
Πολλοὺς [00066]
πολλῷ [00045]
πολυζήτητος [00043]
πορείαν [00182]
Πόρνη [00137]
πόρνην [00140]
πόρνης [00135]
πορφυρίζων [00193]
πότε [00189]
Ποῦ [00164]
ποῦ [00165]
που [00031]
πρᾶγμα [00005] [00018] [00053]
πράγματα [00007]
πράγματος [00191]
πράξεις [00005]
πρᾶξιν [00134]
Πρίσκιλλα [00067]
Πρὸ [00120] [00159] [00167]
πρὸ [00009]
προλαβόντων [00044]
προορῶν [00121]
πρὸς [00005] [00018] [00032] [00056] [00101] [00110] [00110] [00124] [00135] [00158] [00167]
προσεγγίζοντας [00132]
προσέθηκεν [00148]
προσκομίσομεν [00044]
προσομιλεῖ [00137]
πρόσταγμα [00009]
προστάγματος [00009]
πρόσωπον [00177]
προτέραν [00103]
προφῆται [00101]
προφήτας [00157]
προφήτης [00091] [00098] [00121]
προφητικῷ [00177]
προφητῶν [00058]
Πρωῒ [00089] [00090] [00093] [00094] [00107] [00109] [00112] [00116]
πρωῒ [00095]
Πρωΐας [00010] [00023]
πτερύγων [00188]
πτῶμα [00139]
Πύρωσον [00099]
Πῶς [00033] [00063] [00151]
πῶς [00030] [00064] [00065] [00079]


ῥευσάτωσαν [00106]
ῥῆμα [00042]
ῥήματι [00040] [00047] [00047]
ῥίζαι [00171]
ῥίζας [00193]
ῥιζῶν [00065]


σε [00120] [00120]
σεαυτοῦ [00080]
σέβονται [00194]
σεμνύνουσι [00197]
σημάνῃ [00108] [00127]
σκηνωμάτων [00029]
σκιᾷ [00186] [00187] [00188]
σκιὰν [00184] [00185]
σκοτεινόμορφον [00094]
σοὶ [00081] [00086]
σοι [00082] [00083] [00084] [00137] [00140]
Σολομῶντος [00185]
σοῦ [00013] [00039] [00060] [00158]
σου [00082] [00083] [00161] [00164] [00165] [00188]
Σοφία [00175]
σπέρματος [00071]
σπεύδει [00020]
Σπεύσας [00125] [00127]
σπιλάδας [00169]
στάμνον [00019] [00019]
σταυρὸν [00193]
σταυρὸς [00179] [00191]
σταυροῦ [00170] [00171] [00182] [00183]
σταυρωθέντα [00197]
Στέφανος [00067]
στιλβότητα [00019] [00045]
στολὴν [00083]
στολήν [00086]
στυγερὰν [00009]
σὺ [00079]
συκῆ [00041] [00048] [00052] [00122] [00129] [00162] [00166]
συκῇ [00117]
συκῆν [00007] [00009] [00011] [00036] [00038] [00043] [00046] [00057] [00065] [00081] [00116] [00117] [00118] [00119] [00120] [00121] [00123] [00128] [00170]
συκῆς [00002] [00078] [00080] [00084] [00130] [00131]
συκομορέαν [00127]
σῦλα [00084] [00085]
συμβέβηκεν [00006]
συμπέπλεκται [00127]
συναγωγὴ [00065]
συναγωγῇ [00057] [00065]
συναγωγὴν [00064]
συναγωγῆς [00066] [00067]
συῤῥάψας [00079]
σφόδρα [00054]
σωθήσεται [00074]
σῶμά [00181]
σῶμα [00179]
σώματι [00005] [00007]
σῶσαι [00064]
σωτηρίαν [00073]


τὰ [00007] [00018] [00020] [00022] [00077] [00083] [00084] [00084] [00103] [00169] [00172]
ταῖς [00094]
ταραττούσας [00169]
τὰς [00044] [00044] [00094] [00095] [00095] [00097] [00137] [00169] [00174] [00182] [00182] [00193]
ταύτῃ [00061] [00187]
Ταύτην [00057] [00104] [00121]
ταύτην [00038] [00046] [00079] [00118]
τε [00194]
τελούμενον [00049]
Τῇ [00097]
τῇ [00005] [00008] [00031] [00045] [00057] [00061] [00065] [00075] [00103] [00117] [00127] [00134] [00137] [00166] [00186] [00187] [00188]
τὴν [00002] [00005] [00007] [00009] [00010] [00019] [00019] [00021] [00023] [00024] [00036] [00038] [00043] [00045] [00046] [00055] [00056] [00057] [00064] [00065] [00076] [00080] [00081] [00082] [00086] [00086] [00086] [00089] [00090] [00099] [00102] [00103] [00103] [00104] [00109] [00110] [00112] [00112] [00112] [00116] [00117] [00117] [00118] [00120] [00121] [00128] [00130] [00133] [00134] [00140] [00140] [00141] [00141] [00143] [00144] [00169] [00170] [00170] [00171] [00182] [00182] [00185] [00192]
τῆς [00004] [00004] [00005] [00018] [00018] [00022] [00022] [00027] [00066] [00067] [00078] [00081] [00083] [00084] [00084] [00086] [00090] [00090] [00094] [00094] [00095] [00096] [00103] [00129] [00130] [00130] [00131] [00159] [00167]
Τί [00046] [00048]
τί [00049] [00146]
τι [00006] [00053]
τίκτεται [00127]
τιμίους [00019]
τιμῶσιν [00194]
τίνος [00052] [00078]
τις [00019] [00048] [00065]
Τὸ [00042] [00111]
τὸ [00005] [00009] [00016] [00018] [00020] [00027] [00028] [00040] [00042] [00046] [00064] [00067] [00074] [00075] [00081] [00088] [00090] [00090] [00094] [00095] [00108] [00113] [00130] [00137] [00139] [00139] [00163] [00164] [00165] [00166] [00167] [00172] [00174] [00174] [00174] [00177] [00179] [00181] [00181] [00182] [00183] [00183] [00185] [00197]
τοιαύτην [00119] [00123]
τοίνυν [00078] [00142]
Τοιοῦτόν [00006]
τοιοῦτον [00005] [00065]
Τοιοῦτος [00138]
τοῖς [00104] [00166] [00176] [00193]
τὸν [00004] [00005] [00013] [00021] [00032] [00039] [00048] [00056] [00060] [00065] [00067] [00068] [00069] [00072] [00082] [00090] [00094] [00094] [00101] [00108] [00108] [00110] [00115] [00119] [00123] [00135] [00156] [00158] [00161] [00166] [00166] [00174] [00178] [00184] [00193] [00197]
τόπον [00108]
τόπῳ [00005] [00005]
τότε [00074]
τοῦ [00007] [00009] [00019] [00021] [00022] [00034] [00035] [00045] [00045] [00048] [00052] [00062] [00064] [00075] [00086] [00095] [00103] [00103] [00104] [00108] [00113] [00120] [00127] [00137] [00144] [00155] [00167] [00169] [00169] [00170] [00175] [00182] [00183] [00185]
τοὺς [00027] [00076] [00099] [00103] [00132] [00157] [00197]
τουτέστι [00145] [00155] [00159]
τουτέστιν [00103]
Τοῦτό [00181]
Τοῦτο [00015] [00177]
τοῦτο [00148] [00182]
Τούτου [00175]
τούτου [00144] [00169]
τραύματα [00140]
τρέμει [00195]
τρέφων [00024]
τρόπον [00049]
τροφὴν [00112]
τρυφὴν [00086]
τυγχάνουσαν [00021]
τῷ [00005] [00005] [00005] [00007] [00009] [00031] [00040] [00045] [00046] [00073] [00073] [00079] [00081] [00086] [00090] [00094] [00102] [00138] [00138] [00152] [00156] [00182] [00184] [00186] [00193] [00193]
τῷδε [00005]
τῶν [00019] [00020] [00027] [00029] [00044] [00056] [00057] [00057] [00065] [00066] [00067] [00067] [00067] [00068] [00073] [00074] [00094] [00097] [00104] [00112] [00112] [00143] [00167] [00169] [00169] [00169] [00174] [00177] [00177] [00184] [00188] [00197]


ὕδατα [00103]
ὕδατι [00193]
ὕδατος [00083] [00103]
ὑδάτων [00174]
ὑδροτόκον [00004]
ὕδωρ [00027] [00028] [00192]
Υἱὸς [00064]
ὑμῖν [00044]
ὑμνοῦσι [00196]
ὑμῶν [00181]
ὑπ [00004] [00191]
ὑπανεγνώσθη [00015]
ὑπάρχει [00111]
ὕπαρχοι [00194]
ὑπὲρ [00049] [00181]
ὑπὸ [00019] [00022] [00053] [00067] [00095] [00120] [00177] [00185]
Ὑπὸ [00119] [00185]
ὕστερον [00136]
ὕφανας [00079]
ὑφανθεῖσαν [00083]


φαντάζομαι [00008]
φάρυγγα [00135]
φέγγος [00090]
φέροντας [00019]
Φεῦγε [00133] [00140]
φεῦγε [00141]
φησὶ [00149]
φησὶν [00010] [00023] [00057] [00089] [00091] [00107] [00156]
Φίλιππον [00120]
φιλονεικεῖ [00065]
φρίττουσι [00195]
φυλακτήριον [00194]
φυλῆς [00071]
φύλλα [00011] [00079] [00080] [00084] [00172]
φύλλοις [00058] [00145] [00166]
φύλλον [00174]
φύσιν [00103] [00103]
φύσις [00194]
φυτὸν [00130]
φωνῆσαι [00120]
φωτὶ [00094]


Χαριέντως [00127]
χαρίσματα [00077]
χειλέων [00135]
χειμάῤῥους [00102]
χειμῶνα [00048] [00166] [00166]
χεῖρας [00182]
χιλίους [00025]
χιονοφεγγῆ [00083]
χολῆς [00136]
Χριστὸν [00090]
Χριστόν [00197]
Χριστὸς [00031] [00081] [00091] [00169] [00182]
Χριστοῦ [00053] [00094] [00104] [00177] [00179]
χρυσῆν [00019]
χρυσοῦς [00094]
χῶρον [00110]


ψυχὰς [00029] [00095]
ψυχῆς [00084]
ψυχροτάτῃ [00097]


[00133]
[00024] [00191] [00194]
[00166] [00197]
ὧδε [00007]
ὧν [00067]
ὡς [00005] [00038] [00038] [00043] [00075] [00102] [00103] [00141] [00156] [00174]
Ὡς [00092]
ὡσαύτως [00021] [00103]
ὥσπερ [00019] [00103]
ὠφέλιμον [00054]