0345-0407 - Iohannes Chrysostomus - Comparatio regis et monachi
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Comparatio regis et monachi

[00001]    ΣΥΓΚΡΙΣΙΣ ΒΑΣΙΛΙΚΗΣ ∆ΥΝΑΣΤΕΙΑΣ ΚΑΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΥΠΕΡΟΧΗΣ, ΠΡΟΣ ΜΟΝΑΧΟΝ ΣΥΖΩΝΤΑ ΤΗ ΑΛΗΘΕΣΤΑΤΗ ΚΑΙ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΦΙΛΟΣΟΦΙΑ.

47.387

[00002]    αʹ.

[00003]    Ὁρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα εἶναι καλὰ μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τὰ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθὰ, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους, καὶ παραθεῖναι νῦν ἀλλήλοις τά τε κατεῤῥᾳθυμημένα παρὰ πολλοῖς, τά τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα μαθόντες τὸ διάφορον ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ καταφρονεῖν παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων.

[00004]    Οὐκοῦν ἀγαπᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας, φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται δὲ τῶν φιλοσοφούντων ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαιταν ᾑρημένων·

[00005]    κἀκεῖνοι μὲν φανέντες, πρὸς ἑαυτοὺς ἐπιστρέφουσι τὸν δῆμον, οὗτοι δὲ φανέντες οὐδενὸς ὀφθαλμοὺς, ἢ κομιδῇ γε ὀλίγων, πρὸς ἑαυτοὺς ἕλκουσι.

[00006]    Καὶ τούτων μὲν οὐδεὶς ἂν ἐπιθυμήσειε γενέσθαι ὅμοιος, ἐκείνων δὲ ἅπαντες·

[00007]    καίτοι γε δυναστείαν μὲν κτήσασθαι, καὶ ἀρχὴν ἔθνους λαβεῖν, χαλεπόν τε καὶ τοῖς πολλοῖς ἀδύνατον, καὶ πολλῶν ἂν δεηθεῖεν χρημάτων οἱ τῆς ἀρχῆς ἐρασταί·

[00008]    τὸ δὲ μονήρη βίον ἑλέσθαι, καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν, πᾶσιν ὁμοίως εὔπορόν τε καὶ ῥᾴδιον.

[00009]    Καὶ τῆς μὲν ἀρχῆς ἡ κτῆσις τῷ βίῳ τούτῳ συνδιαφθείρεται, μᾶλλον δὲ καὶ ζῶντας ἀπολιμπάνει τοὺς ἑαυτῆς ἐραστὰς, ἤδη δέ τινας καὶ εἰς κίνδυνον μέγαν ἢ ἀδοξίαν κατέστησεν·

[00010]    ὁ δὲ μονήρης βίος νῦν τε πολλῶν ἀγαθῶν ἀναπίμπλησι τοὺς δικαίους, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν λαμπροὺς καὶ χαίροντας ἐπὶ τὸ δικαστήριον ἄγει τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτε τῶν ἀρξάντων οἱ πλείους μεγάλην ὀφθήσονται διδόντες τῶν βεβιωμένων τὴν δίκην.

[00011]    Φέρε δὴ παραθέντες ἀλλήλοις τά τε τῆς [47.388] φιλοσοφίας ἀγαθὰ, τά τε δοκοῦντα εἶναι χρηστὰ τῆς ἐν τῷ παρόντι βίῳ δυναστείας καὶ δόξης, καταμάθωμεν τὸ διάφορον ἑκατέρων τῶν ἀγαθῶν·

[00012]    παράλληλα γὰρ ἔσται φανερώτερα·

[00013]    μᾶλλον δὲ, εἰ δοκεῖ, τὴν κορυφὴν τῶν ἀγαθῶν, τὴν βασιλείαν λέγω, τῇ φιλοσοφίᾳ παραθέντες, θεωρήσωμεν ἑκατέρας κτήσεως τοὺς καρποὺς, καταμαθόντες ἀκριβῶς τίνων μὲν ὁ βασιλεὺς, τίνων δὲ ὁ φιλόσοφος ἄρχει.

[00014]    Οὐκοῦν ὁ μὲν βασιλεὺς πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρχους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυτοῦ νεύμασιν ἄγων·

[00015]    ὁ δὲ Θεῷ δεδωκὼς ἑαυτὸν, καὶ τὸν μονήρη βίον ᾑρημένος, θυμοῦ καὶ φθόνου καὶ φιλαργυρίας καὶ ἡδονῆς καὶ τῶν ἄλλων ἄρχει κακῶν, σκοπῶν ἀεὶ καὶ φροντίζων, ὅπως ἂν μὴ συγχωρήσειε τῇ ψυχῇ ὑπὸ τοῖς αἰσχροῖς γενέσθαι πάθεσι, μηδὲ δουλωθῆναι τὸν λογισμὸν τυραννίδι πικρᾷ, ἀλλ' ἀνωτέρω πάντων ἀεὶ τὴν διάνοιαν ἔχοι, τὸν τοῦ Θεοῦ φόβον ἐπιστήσας τοῖς πάθεσι.

[00016]    Τοιαύτην μὲν οὖν ὁ βασιλεὺς, τοιαύτην δὲ ὁ μοναχὸς ἀρχὴν καὶ δυναστείαν κέκτηται, ὥστε δικαιότερον ἄν τις τοῦτον βασιλέα καλέσειεν, ἢ τὸν ἁλουργίδι καὶ στεφάνῳ λαμπόμενον, καὶ καθήμενον ἐπὶ θρόνου χρυσοῦ.

[00017]    βʹ.

[00018]    Βασιλεὺς γὰρ ὡς ἀληθῶς ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν.

[00019]    Τὸν τοιοῦτον ἡδέως ἂν εἶδον καὶ δήμων καὶ γῆς καὶ θαλάσσης ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων.

[00020]    Ὁ γὰρ τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας, ῥᾳδίως ἂν ἐπισταίη καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν.

[00021]    Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δό [47.389] ξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται, καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει.

[00022]    Ἔπειτα δὲ οὐδὲ ὅπως μεταχειρίσαιτο τὴν ἀρχὴν ἐπιστήσεται·

[00023]    ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς ἄρχειν, πῶς ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις;

[00024]    Εἰ δὲ βούλει καὶ τὸν πόλεμον ἑκατέρων ἰδεῖν, εὑρήσεις τὸν μὲν δαίμοσι μαχόμενον καὶ κρατοῦντα καὶ νικῶντα καὶ ὑπὸ τοῦ Χριστοῦ στεφανούμενον·

[00025]    μετὰ γὰρ τῆς θείας ῥοπῆς ἐπὶ τὸν πόλεμον ἔρχεται, οὐρανίοις πεφραγμένος ὅπλοις, ὥστε ἀνάγκη τούτου γενέσθαι τὸ κράτος·

[00026]    τὸν δὲ βασιλέα βαρβάροις μαχόμενον.

[00027]    Ὅσῳ δὲ τῶν ἀνθρώπων οἱ δαίμονες φοβερώτεροι, τοσούτῳ λαμπρότερος ὁ τούτων κρατῶν τοῦ νικῶντος ἐκείνους.

[00028]    Εἰ δὲ καὶ τὴν αἰτίαν ἑκατέρου πολέμου καταμαθεῖν βουληθείης, πολὺ τὸ οὐκ ἴσον εὑρήσεις.

[00029]    Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώμας ἐκ τῆς πλάνης ἐξαρπάσαι ποθῶν·

[00030]    ὁ δὲ μάχεται βαρβάροις ὑπὲρ τόπων ἢ ὅρων ἢ χρημάτων ἁρπασθέντων, ἢ πλεονεξίας καὶ ἔρωτος ἀρχῆς ἀδίκου παρακαλούσης ἐπὶ τὴν μάχην·

[00031]    ἔνθα δὴ πολλοὶ πολλάκις βασιλεῖς, τῶν μειζόνων ἐπιθυμήσαντες, καὶ τὰ παρόντα προσαπώλεσαν.

[00032]    Ἡ μὲν οὖν ἀρχὴ καὶ οἱ πόλεμοι τοσοῦτον ἀλλήλων διαφέροντας ἔδειξαν τόν τε βασιλέα, καὶ τὸν ἐσπουδακότα τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν·

[00033]    γνοίη δ' ἄν τις αὐτοὺς ἀκριβῶς, τὸν βίον ἑκατέρου καὶ τὰς πράξεις τὰς παρ' ἡμέραν σκοπῶν.

[00034]    Εὕροι γὰρ ἂν ὡς ἀληθῶς τὸν μὲν ὁμιλοῦντα προφήταις, καὶ τῇ τοῦ Παύλου σοφίᾳ τὴν ψυχὴν καλλωπίζοντα, καὶ μεταπηδῶντα συνεχῶς ἀπὸ μὲν Μωσέως πρὸς Ἡσαΐαν, ἀπὸ δὲ τούτου πρὸς Ἰωάννην, ἀπὸ δὲ τούτου πρὸς ἕτερον·

[00035]    τὸν βασιλέα δὲ συνεχῶς ὁμιλοῦντα ταξιάρχοις καὶ ὑπάρχοις καὶ δορυφόροις·

[00036]    οἷς δέ τις ὁμιλεῖ συνεχῶς, τούτοις ἀφομοιοῦται τὸ ἦθος.

[00037]    Οὐκοῦν ὁ μὲν μονάζων πρὸς τὰ τῶν ἀποστόλων καὶ προφητῶν ἤθη ἐκτυποῦται τὴν γνώμην, ὁ δὲ βασιλεὺς πρὸς τὰ τῶν στρατηγῶν καὶ δορυφόρων καὶ ὑπασπιστῶν, ἀνθρώπων οἴνῳ δουλευόντων καὶ ἡδοναῖς χαριζομένων, καὶ τὸ πλέον τῆς ἡμέρας διατριβόντων ἐν πότῳ, οὐδὲν καίριον ἢ καλὸν διὰ τὸν οἶνον ἐπισταμένων.

[00038]    Οὕτως ἄρα καὶ διὰ τοῦτο τὸν μονήρη βίον προσήκει μακαρίζειν μᾶλλον ἢ τὸν ἐν δυναστείᾳ καὶ βασιλείᾳ καὶ σκήπτροις.

[00039]    γʹ.

[00040]    Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων, ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα·

[00041]    τὸν δὲ πολλοῖς ἔθνεσιν ἐφεστηκότα καὶ δήμοις καὶ στρατοπέδοις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ ἄρχοντα θαλάττης, ἐπὶ τῆς κλίνης ἀνατεταμένον καὶ ῥέγχοντα.

[00042]    Καὶ ἐκεῖνος μὲν γὰρ τοσούτοις τρέφεται σιτίοις, ὅσα οὐκ ἂν ἀπαιτήσειε τὸν μοναχὸν ὕπνον βαθύν·

[00043]    τὸν δὲ ἡ τρυφὴ κατακοιμίζει καὶ ὁ πότος μέχρις ἡμέρας αὐτῆς ἐν τῇ κλίνῃ κατέχων.

[00044]    Ἔστι τοίνυν τῷ μὲν μοναχῷ καὶ ἀμπεχόνη καὶ τράπεζα μετρία, καὶ σύσσιτοι τῆς αὐτῆς ἀρετῆς ἀθληταί·

[00045]    τὸν βασιλέα δὲ λίθοις τε [47.390] ἀνάγκη καὶ χρυσῷ καλλωπίζεσθαι, τράπεζάν τε παρατίθεσθαι λαμπρὰν, καὶ χρῆσθαι συσσίτοις, εἰ μὲν ἄφρων εἴη, τῆς ἑαυτοῦ κακίας ἀξίοις, εἰ δὲ νοῦν ἔχοι καὶ σωφρονοίη, χρηστοῖς ἴσως καὶ δικαίοις, πολὺ δὲ λειπομένοις τῆς ἐκείνων ἀρετῆς.

[00046]    Οὕτω κἂν φιλοσοφῇ βασιλεὺς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦ μονάζοντος καλοκαγαθίας δυνήσεται.

[00047]    Καὶ γὰρ ἐν ὁδοιπορίαις βαρύς ἐστι τοῖς ὑπηκόοις, καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος, καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους ἄγων, καὶ νικῶν, καὶ ἡττώμενος·

[00048]    ἡττώμενος μὲν γὰρ τῶν οἰκείων κακῶν ἀναπίμπλησι τοὺς ἀρχομένους, νικῶν δὲ ἀφόρητος γίνεται, καλλωπιζόμενός τε τοῖς τροπαίοις, καὶ μέγα φρονῶν, καὶ τοῖς στρατιώταις παρέχων ἄδειαν ἁρπάζειν, συλᾷν, τοὺς ὁδοιπόρους ἀδικεῖν, τὰς πόλεις ἐν τῇ καθέδρᾳ πολιορκεῖν, τὰς τῶν πενήτων πορθεῖν οἰκίας, τοὺς ὑποδεξαμένους εἰσπράττεσθαι καθ' ἑκάστην ἡμέραν ἃ μηδεὶς ἐπιτρέπει νόμος, ἐπὶ προφάσει τινὸς ἔθους ἀρχαίου παρανόμου τε καὶ ἀδίκου.

[00049]    Καὶ τὸν μὲν πλούσιον ἔβλαψεν οὐδὲν ὁ βασιλεὺς τοῖς τοιούτοις κακοῖς, τὴν πενίαν δὲ ἐκάκωσεν, ὥσπερ ὡς ἀληθῶς αἰσχυνόμενος τοὺς εὐπόρους.

[00050]    Οὐ μὴν ὅ γε μοναχὸς οὕτως, ἀλλ' ἅμα τε ὤφθη, καὶ πλουσίων καὶ πενήτων χάριν τινὰ κομίζων ἦλθε καὶ τούτοις κἀκείνοις ὁμοίως, ἱματίῳ μὲν ἑνὶ δι' ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον, ἢ θαυμαστὸν οἶνον ἕτεροι·

[00051]    ὑπὲρ ἑαυτοῦ μὲν οὐδεμίαν, οὔτε μικρὰν, οὔτε μείζω χάριν παρὰ τῶν πλουσίων αἰτῶν, ὑπὲρ δὲ τῶν ἐν ἐνδείᾳ πολλάς τε καὶ συνεχεῖς, ἀμφοτέροις λυσιτελούσας, τοῖς τε παρέχουσι, καὶ τοῖς κομίζεσθαι μέλλουσιν.

[00052]    Οὕτω κοινός ἐστιν ἰατρὸς καὶ πλουσίων καὶ πενήτων ὁμοίως, τοὺς μὲν ἁμαρτημάτων ἐλευθερῶν διὰ τῆς ἀγαθῆς νουθεσίας, τοῖς δὲ λύων τὴν ἔνδειαν.

[00053]    Βασιλεὺς δὲ τάς τε εἰσφορὰς κουφοτέρας εἶναι κελεύων, τοὺς πλουσίους μᾶλλον, ἢ τὴν πενίαν ὠφέλησε·

[00054]    καὶ τὰ ἐναντία ποιῶν, τοὺς μικρὰ κεκτημένους ἔβλαψε.

[00055]    Τὸν μὲν γὰρ πλούσιον ὀλίγα ἂν βλάψειεν ἡ χαλεπότης τῶν εἰσφορῶν, τὰς δὲ τῶν πενήτων οἰκίας ὥσπερ χειμάῤῥους παρασύρει, οἰμωγῆς πιμπλῶσα τὰς κώμας, καὶ οὔτε γῆρας ἐλεεινὸν τοῖς εἰσπραττομένοις τοὺς φόρους, οὔτε χηρεία γυναικῶν, οὐκ ὀρφανία παίδων, ἀλλὰ κωμάζουσι πάντα τὸν χρόνον, κοινοί τινες πολέμιοι τῆς χώρας, ἅπερ οὐκ ἐξήνεγκεν ἡ γῆ, ταῦτα τοὺς γεωργοὺς εἰσπραττόμενοι.

[00056]    δʹ.

[00057]    Φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τί μὲν ὁ μοναχὸς, τί δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις χαρίζεται.

[00058]    Οὐκοῦν ὁ μὲν χρυσὸν, ὁ δὲ πνεύματος χάριν·

[00059]    καὶ ὁ μὲν ἔλυσε πενίαν, ὅταν ᾖ χρηστὸς, ὁ δὲ ψυχὰς τυραννουμένας ὑπὸ δαιμόνων ἠλευθέρωσε ταῖς προσευχαῖς.

[00060]    Κἂν συμβῇ τινα τοιαύταις χειμάζεσθαι συμφοραῖς, τὸν βασιλέα μὲν ὥσπερ τὰ ἄψυχα παρέρχεται, ἐπὶ δὲ τὴν τῶν μοναχῶν οἰκίαν καταφεύγει, ὥσπερ ὁ λύκον ὑποφεύγων, καταφεύγων δὲ ἐπ' ἄνδρα θηρευτὴν ξίφος ἐν τῇ χειρὶ φέροντα·

[00061]    ὅπερ γὰρ τῷ θηρευτῇ ξίφος, τοῦτο προσευχὴ τῷ μονάζοντι.

[00062]    Οὐ γὰρ οὕτω φοβερὸν τοῖς λύκοις τὸ ξίφος, ὡς τοῖς δαίμοσιν αἱ προσευχαὶ [47.391] τῶν δικαίων.

[00063]    Οὐ τοίνυν μόνον ἡμεῖς πρὸς τοὺς ἁγίους μοναχοὺς ἐν ταῖς χρείαις καταφεύγομεν, ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτοὶ πρὸς τούτους καταφεύγουσιν ἐν καιροῖς φοβεροῖς, ὥσπερ οἱ πτωχεύοντες ἐν λιμῷ πρὸς τὰς τῶν πλουσίων οἰκίας.

[00064]    Οὐκ Ἀχαὰβ, ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἐν λιμῷ καὶ σιτοδείᾳ τὴν ἐλπίδα τῆς σωτηρίας εἶχεν ἐν ταῖς Ἠλίου προσευχαῖς;

[00065]    οὐκ Ἐζεκίας τὴν αὐτὴν ἔχων ἀρχὴν καὶ δυναστείαν, νοσῶν καὶ μέλλων τελευτᾷν, ἐφεστηκότα τὸν θάνατον ὁρῶν, ἐπὶ τὸν προφήτην κατέφυγεν, ὡς θανάτου δυνατώτερον καὶ ζωῆς χορηγόν;

[00066]    Καὶ μὴν καὶ πολέμου καταῤῥαγέντος, καὶ τῆς Παλαιστίνης ἐκ βάθρων αὐτῶν ἀνασπασθῆναι κινδυνευούσης, οἱ τῶν Ἰουδαίων βασιλεῖς, ἀφέντες τὴν στρατιὰν, καὶ πεζοὺς καὶ τοξότας καὶ ἱππέας καὶ στρατηγοὺς καὶ ταξιάρχους, ἐπὶ τὰς Ἑλισσαίου προσευχὰς κατέφυγον·

[00067]    ἡγοῦντο γὰρ αὐτοῖς ἀντὶ πολλῶν μυριάδων ἔσεσθαι τὸν θεράποντα τοῦ Θεοῦ.

[00068]    Τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἐζεκίας, τοῦ Περσικοῦ πολέμου συστάντος, καὶ τῆς πόλεως περὶ τῶν ἐδάφων αὐτῶν εἰς κίνδυνον μέγιστον κατακεκλιμένης, καὶ τῶν ἐπὶ τῷ τείχει τρεμόντων καὶ δεδοικότων καὶ σειομένων, καθάπερ ἐν προσδοκίᾳ βροντῆς, ἢ σεισμοῦ πάντα κινοῦντος, τὰς Ἡσαΐου προσευχὰς ὁ βασιλεὺς ἀντέστησε ταῖς πολλαῖς τῶν Περσῶν μυριάσι·

[00069]    καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος.

[00070]    Ἅμα τε γὰρ ὁ προφήτης τὰς χεῖρας ἦρεν εἰς τὸν οὐρανὸν, καὶ τοῖς ἐξ οὐρανοῦ βέλεσιν ὁ Θεὸς τὸν Περσικὸν κατέλυσε πόλεμον, παιδεύων τοὺς βασιλεῖς κοινοὺς τῆς γῆς ἡγεῖσθαι σωτῆρας τοὺς ἑαυτοῦ θεράποντας, ὅπως ἂν παιδευθεῖεν, καὶ παρακαλούμενοι παρὰ τῶν δικαίων ἐπὶ πᾶσαν πρᾶξιν ἀγαθὴν καὶ φιλάνθρωπον, αἰδεῖσθαι τὰς συμβουλίας, καὶ πείθεσθαι ταῖς ἀγαθαῖς νουθεσίαις.

[00071]    Οὐ τοίνυν ἐκ τούτων μόνον ἔστι τὸ διάφορον ἰδεῖν ἀμφοτέρων, ἀλλὰ κἂν ἐκπεσεῖν συμβῇ καὶ τοῦτον κἀκεῖνον, τὸν μὲν τῆς ἀρετῆς, τὸν δὲ τῆς βασιλείας στερηθέντα, ὁ μὲν ῥᾳδίως ἂν ἑαυτοῦ γένοιτο, καὶ ταχέως διὰ προσευχῆς καὶ δακρύων καὶ πένθους καὶ θεραπείας πτωχῶν τὰς ἁμαρτίας ἀποτριψάμενος, πάλιν ῥᾳδίως ἐπὶ τὴν προτέραν ἀρχὴν ἀνατρέχει·

[00072]    βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν μὲν ἂν δεηθείη συμμάχων, πολλῶν δὲ ὁπλιτῶν καὶ ἱππέων καὶ ἵππων καὶ χρημάτων καὶ κινδύνων·

[00073]    καὶ ὁ μὲν ὅλως ἐν ἑτέροις ἔχει τὴν ἐλπίδα τῆς σωτηρίας·

[00074]    ὁ δὲ τῇ βουλήσει καὶ τῇ σπουδῇ καὶ τῇ μεταβολῇ τῆς γνώμης ἑπομένην ἕξει τὴν σωτηρίαν εὐθέως·

[00075]    Ἡ βασιλεία γὰρ, φησὶ, τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι.

[00076]    Καὶ μὴν ὁ θάνατος τῷ μὲν βασιλεῖ φοβερὸς, τῷ φιλοσοφοῦντι δὲ ἄλυπος·

[00077]    τὸν γὰρ ὑπερορῶντα πλούτου καὶ

[00078]    [47.392] ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολλοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν.

[00079]    Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν ὑπὲρ εὐσεβείας ἐπισπάσεται κινδύνους, ἀθάνατον ζωὴν καὶ οὐράνιον διὰ θανάτου πραγματευόμενος·

[00080]    βασιλεὺς δὲ τύραννον ἕξει σφαγέα καὶ τῆς ἀρχῆς ἐραστὴν, ἐλεεινὸν θέαμα καὶ δεινὸν μετὰ τὴν σφαγὴν γινόμενος·

[00081]    μοναχὸν δὲ ἰδεῖν ὑπὲρ εὐσεβείας ἐσφαγμένον ἡδὺ καὶ σωτήριον θέαμα.

[00082]    Καὶ ὁ μὲν τοὺς ἐραστὰς τῶν οἰκείων ἀγαθῶν καὶ μιμητὰς ἕξει καὶ μαθητὰς πολλοὺς εὐχομένους αὐτῷ φανῆναι παραπλησίους·

[00083]    ὁ δὲ πολλοὺς ἂν ἐν προσευχαῖς ἀναλώσειεν λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι τῆς βασιλείας ἐραστήν.

[00084]    Καὶ τὸν μὲν οὐδεὶς ἂν ἀποκτεῖναι τολμήσειεν, εἰς τὸν Θεὸν ἀσεβεῖν ἡγούμενος, εἰ τὸν τοιοῦτον ἀνέλοι·

[00085]    τῷ δὲ πολλοὶ σφαγεῖς ἐφεστήκασιν ἐρασταὶ τυραννίδος.

[00086]    ∆ιόπερ ὁ μὲν φρουρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς·

[00087]    ὁ δὲ βασιλεὺς ἀεὶ φόβῳ συζῇ καὶ προσδοκίᾳ σφαγῆς·

[00088]    ὁ μὲν γὰρ ἐπικίνδυνον ἔχει πλεονεξίαν, ὁ δὲ ἀσφαλῆ σωτηρίαν.

[00089]    Περὶ μὲν οὖν τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.

[00090]    Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς·

[00091]    ὁ δὲ βασιλεὺς, ἐὰν μὲν δικαίως φανείη καὶ φιλανθρώπως διοικήσας τὴν ἀρχὴν πολὺ δὲ τοῦτο σπάνιον, ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς·

[00092]    οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεύς τε χρηστὸς καὶ μοναχὸς ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν.

[00093]    Εἰ δὲ φανείη πονηρὸς καὶ σκαιὸς, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλούμενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητά;

[00094]    Ταῦτα πάντα δεῖ λογιζομένους καὶ μανθάνοντας, μὴ τοὺς πλουτοῦντας θαυμάζειν·

[00095]    ὁ γὰρ τούτων δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς.

[00096]    Ὅταν οὖν ἴδῃς πλούσιον ἐσθῆτι κεκοσμημένον, χρυσῷ καλλωπιζόμενον, ἐπ' ὀχημάτων φερόμενον, ἐξόδους ἐξιόντα λαμπρὰς, μὴ μακαρίσῃς τὸν ἄνθρωπον·

[00097]    πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται·

[00098]    μοναχὸν δὲ ἰδὼν βαδίζοντα μόνον, ταπεινὸν καὶ πρᾶον καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμητὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος·

[00099]    Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν.

[00100]    Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν·

[00101]    ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00102]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Comparatio regis et monachi
Litterarum Omnium Conspectus: 126 Litterae, quae repetitae sunt in 11,355 occasionibus



α

0945 

858   

Α

0913 

14   

β

0946 

89   

Β

0914 

3   

γ

0947 

126   

Γ

0915 

1   

δ

0948 

243   

Δ

0916 

0   

ε

0949 

561   

Ε

0917 

10   

ζ

0950 

43   

Ζ

0918 

1   

η

0951 

135   

Η

0919 

5   

θ

0952 

146   

Θ

0920 

15   

ι

0953 

440   

Ι

0921 

11   

κ

0954 

400   

Κ

0922 

17   

λ

0955 

318   

Λ

0923 

4   

μ

0956 

319   

Μ

0924 

2   

ν

0957 

1,019   

Ν

0925 

5   

ξ

0958 

34   

Ξ

0926 

0   

ο

0959 

789   

Ο

0927 

21   

π

0960 

346   

Π

0928 

10   

ρ

0961 

422   

Ρ

0929 

4   

ς

0962 

525   

΢

0930 

0   

σ

0963 

357   

Σ

0931 

13   

τ

0964 

819   

Τ

0932 

14   

υ

0965 

217   

Υ

0933 

6   

φ

0966 

119   

Φ

0934 

4   

χ

0967 

135   

Χ

0935 

5   

ψ

0968 

14   

Ψ

0936 

0   

ω

0969 

174   

Ω

0937 

1   

8164 

3   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 108 

 έ 

 8051 

 125 

 ή 

 8053 

 52 

 ί 

 8055 

 203 

 ό 

 8057 

 106 

 ύ 

 8059 

 72 

 ώ 

 8061 

 26 

 ὰ 

 8048 

 89 

 ὲ 

 8050 

 123 

 ὴ 

 80852 

 60 

 ὶ 

 8054 

 220 

 ὸ 

 8056 

 119 

 ὺ 

 8058 

 59 

 ὼ 

 8060 

 6 

 ᾶ 

 8118 

 10 

   

   

 0 

 ῆ 

 8134 

 80 

 ῖ 

 8150 

 94 

   

   

 0 

 ῦ 

 8166 

 87 

 ῶ 

 8182 

 111 

 ἀ 

 7936 

 109 

 ἐ 

 7952 

 107 

 ἠ 

 7968 

 1 

 ἰ 

 7984 

 48 

 ὀ 

 8000 

 11 

 ὐ 

 8016 

 56 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 23 

 ἡ 

 7969 

 26 

 ἱ 

 7985 

 14 

 ὁ 

 8001 

 53 

 ὑ 

 8017 

 22 

 ὡ 

 8033 

 9 

 ἂ 

 7938 

 19 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 14 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 24 

 ἔ 

 7956 

 24 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 7 

 ὄ 

 8004 

 0 

 ὔ 

 8020 

 6 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 7 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 2 

 ὅ 

 8005 

 14 

 ὕ 

 8021 

 8 

 ὥ 

 8037 

 8 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 3 

 ἶ 

 7990 

 11 

   

   

 0 

 ὖ 

 8022 

 5 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 1 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 2 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 1 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 19 

   

   

 0 

 ῃ 

 8131 

 4 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 16 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 27 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 21 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Comparatio regis et monachi
Verborum Omnium Conspectus: 1,030Verba, quae repetita sunt in 897,695 occasionibus



[00048]
α [00002]
ἀγαθὰ [00003] [00011]
ἀγαθαῖς [00070]
ἀγαθὴν [00070]
ἀγαθῆς [00052]
ἀγαθῶν [00010] [00011] [00013] [00040] [00082]
ἀγαπᾶται [00004]
ἀγαπῶντάς [00003]
ἀγγέλοις [00040]
ἄγει [00010]
ἁγίους [00063]
ἄγων [00014] [00018] [00047]
ἀγῶνα [00090]
ἄδειαν [00048]
ἀδικεῖν [00048]
ἀδίκου [00030] [00048]
ᾄδοντα [00040]
ἀδοξίαν [00009]
ἀδύνατον [00007]
ἀεὶ [00015] [00015] [00087]
ἀέρα [00090]
ἀθάνατον [00079]
ἀθληταί [00044]
αἱ [00062]
αἰδεῖσθαι [00070]
αἷς [00093]
αἰσχροῖς [00015]
αἰσχυνόμενος [00049]
Αἰτεῖτε [00099]
αἰτίαν [00028]
αἰτῶν [00051]
αἰχμαλώτους [00047]
αἰῶνας [00101]
αἰώνων [00101]
ἀκόσμητον [00021]
ἀκριβῶς [00013] [00033]
ἄκρως [00092]
ΑΛΗΘΕΣΤΑΤΗ [00001]
ἀληθῶς [00003] [00018] [00034] [00049] [00100]
ἀλλ [00015] [00050]
ἀλλὰ [00055] [00063] [00071]
ἀλλήλοις [00003] [00011]
ἀλλήλων [00032]
ἄλλων [00015]
ἁλουργίδι [00016] [00021]
ἄλυπος [00076]
ἅμα [00050]
Ἅμα [00070]
ἁμαρτημάτων [00052]
ἁμαρτίας [00071]
Ἀμήν [00102]
ἀμπεχόνη [00044]
ἀμφοτέροις [00051]
ἀμφοτέρων [00071]
ἂν [00006] [00007] [00015] [00019] [00020] [00021] [00023] [00034] [00042] [00055] [00070] [00071] [00072] [00083] [00084] [00093]
ἄν [00016] [00033]
ἀναγκαῖον [00003]
ἀνάγκη [00025] [00045] [00078]
ἀναλώσειεν [00083]
ἀναπίμπλησι [00010] [00048]
ἀνασπασθῆναι [00066]
ἀνατεταμένον [00041]
ἀνατρέχει [00071]
ἄνδρα [00060] [00098]
ἀνέλοι [00084]
ἀνθρώποις [00020]
ἄνθρωπον [00096]
ἀνθρώπων [00003] [00021] [00027] [00037]
ἀντέστησε [00068]
ἀντὶ [00067]
ἀνωτέρω [00015]
ἄξια [00003]
ἀξίοις [00045]
ἀξίων [00003]
ἀπαιτήσειε [00042]
ἅπαντες [00006]
ἀπάντησιν [00090]
ἅπερ [00055] [00093]
ἀποκτεῖναι [00084]
ἀπολαύοντα [00040]
ἀπολαύοντας [00004]
ἀπολαύων [00047]
ἀπολιμπάνει [00009]
ἀποστόλων [00037]
ἀποτριψάμενος [00071]
ἁπτόμενος [00047]
ἄρα [00038]
ἀρετῆς [00044] [00045] [00071] [00090] [00095]
ἀρξάντων [00010]
ἁρπάζειν [00048]
ἁρπαζόμενον [00090]
ἁρπασθέντων [00030]
ἀρχαίου [00048]
ἄρχει [00013] [00015]
ἄρχειν [00021] [00023]
ἀρχὴ [00004] [00032]
ἀρχὴν [00007] [00016] [00022] [00065] [00071] [00091]
ἀρχῆς [00007] [00009] [00030] [00080]
ἀρχομένοις [00020] [00021]
ἀρχομένους [00048]
ἄρχοντα [00019] [00041]
ἄρχοντας [00004]
ἀσεβεῖν [00084]
ἀσφαλῆ [00088]
αὐτὴν [00065]
αὐτῆς [00043] [00044]
αὐτὸ [00068]
αὐτοὶ [00063]
αὐτοῖς [00067]
αὐτὸν [00020]
αὐτοὺς [00033]
αὐτῷ [00082]
αὐτῶν [00066] [00068]
ἀφέντες [00066]
ἀφομοιοῦται [00036]
ἀφόρητος [00048]
ἄφρων [00045]
Ἀχαὰβ [00064]
ἄψυχα [00060]


β [00017]
βαδίζοντα [00098]
βάθρων [00066]
βαθύν [00042]
βαρβάροις [00026] [00030]
βαρύς [00047]
βασιλέα [00016] [00026] [00032] [00035] [00045] [00060]
βασιλεῖ [00076]
βασιλείᾳ [00038]
βασιλεία [00075]
βασιλείαν [00013]
βασιλείας [00071] [00083]
βασιλεῖς [00031] [00063] [00066] [00070]
Βασιλεὺς [00018] [00053]
βασιλεὺς [00013] [00014] [00016] [00037] [00046] [00049] [00057] [00064] [00068] [00072] [00080] [00087] [00091]
βασιλεύς [00092]
ΒΑΣΙΛΙΚΗΣ [00001]
βεβιωμένων [00010]
βέλεσιν [00070]
βίον [00008] [00015] [00033] [00038]
βίος [00004] [00010]
βίου [00010] [00090]
βίῳ [00009] [00011] [00089] [00097]
βλάψειεν [00055]
βοῆς [00004]
βουλὰς [00014]
βούλει [00024]
βουληθείημεν [00040] [00090]
βουληθείης [00028]
βουλήσει [00074]
βραχεῖς [00003]
βροντῆς [00068]


γ [00039]
γὰρ [00012] [00018] [00020] [00023] [00025] [00029] [00034] [00042] [00047] [00048] [00055] [00061] [00062] [00067] [00070] [00075] [00077] [00088] [00092] [00095] [00097] [00099] [00100]
γε [00005] [00007] [00050]
γενέσθαι [00006] [00015] [00025] [00098]
γένοιτο [00071]
γεωργοὺς [00055]
γῆ [00055]
γῆν [00093]
γῆρας [00055]
γῆς [00019] [00041] [00070]
γίνεται [00048]
γινόμενος [00080]
γνοίη [00033]
γνώμην [00037]
γνώμης [00074]
γυναικῶν [00055]


δ [00033] [00056]
δαίμονες [00027]
δαιμόνων [00059]
δαίμοσι [00024]
δαίμοσιν [00029] [00062]
δακρύων [00071]
δὲ [00003] [00004] [00005] [00006] [00008] [00009] [00010] [00013] [00013] [00015] [00016] [00021] [00021] [00021] [00021] [00022] [00024] [00026] [00027] [00028] [00030] [00034] [00034] [00035] [00037] [00040] [00041] [00041] [00043] [00045] [00045] [00045] [00048] [00049] [00050] [00051] [00052] [00053] [00055] [00057] [00058] [00059] [00060] [00060] [00068] [00071] [00072] [00072] [00074] [00076] [00079] [00080] [00081] [00083] [00085] [00086] [00087] [00088] [00090] [00091] [00091] [00093] [00098]
δέ [00009] [00036]
δεδοικότων [00068]
δεδοικώς [00086]
δεδωκὼς [00015]
δεηθεῖεν [00007]
δεηθείη [00072]
δεῖ [00094]
δεινὸν [00080]
δεόμενος [00083]
δεσποτείαν [00018]
δεσπότης [00095]
δὴ [00011] [00031] [00057]
δήμοις [00041]
δῆμον [00005]
δήμους [00014]
δήμων [00019] [00019]
δι [00050]
διὰ [00037] [00038] [00052] [00071] [00079] [00100]
δίαιταν [00004]
διάνοιαν [00015]
διατριβόντων [00037]
διαφέροντας [00032]
διάφορον [00003] [00011] [00071]
διδόντες [00010]
δικαίοις [00045]
δικαιότερον [00016]
δικαίους [00010]
δικαίῳ [00098]
δικαίων [00062] [00070]
δικαίως [00091]
δικαστήριον [00010]
δίκην [00010]
διοικήσας [00091]
∆ιόπερ [00086]
δό [00021]
δοθήσεται [00099]
δοκεῖ [00013] [00089]
δοκοῦν [00097]
δοκοῦντα [00003] [00011]
δοκῶν [00021]
δόξα [00004] [00101]
δόξης [00011]
δορυφορίας [00004]
δορυφόροις [00035]
δορυφόρων [00037]
δουλευόντων [00037]
δουλεύων [00021]
δουλωθῆναι [00015]
δυναστείᾳ [00038]
δυναστεία [00004]
δυναστείαν [00007] [00016] [00065]
δυναστείας [00011]
∆ΥΝΑΣΤΕΙΑΣ [00001]
δύναται [00095]
δυνατώτερον [00065]
δυνηθείη [00023] [00093]
δυνηθεὶς [00023]
δυνήσεται [00046]


ἐὰν [00091]
ἑαυτῆς [00009]
ἑαυτὸν [00015]
ἑαυτοῦ [00014] [00023] [00045] [00051] [00070] [00071]
ἑαυτοὺς [00005] [00005]
ἔβλαψε [00054]
ἔβλαψεν [00049]
ἐγγὺς [00046] [00095]
ἐγὼ [00003]
ἐδάφων [00068]
ἔδειξαν [00032]
Ἐζεκίας [00065] [00068]
ἔθνεσι [00014]
ἔθνεσιν [00041]
ἔθνους [00007]
ἐθνῶν [00004]
ἔθους [00048]
Εἰ [00024] [00028] [00040] [00079] [00090] [00093]
εἰ [00013] [00045] [00045] [00084]
εἶδον [00019]
εἴη [00045]
εἶναι [00003] [00003] [00011] [00020] [00021] [00053] [00097]
εἰπεῖν [00093]
εἰρήνης [00047]
εἰρῆσθαί [00089]
εἰς [00009] [00068] [00070] [00084] [00090] [00090] [00101]
εἰσπράττεσθαι [00048]
εἰσπραττόμενοι [00055]
εἰσπραττομένοις [00055]
εἰσπραττόμενος [00047]
εἰσφορὰς [00053]
εἰσφορῶν [00055]
εἶχεν [00064]
ἐκ [00029] [00066] [00071]
ἐκάκωσεν [00049]
ἑκάστην [00048]
ἑκατέρας [00013]
ἑκατέρου [00028] [00033]
ἑκατέρων [00003] [00003] [00011] [00024]
ἐκεῖνος [00042]
ἐκείνου [00098]
ἐκείνους [00027]
ἐκείνων [00006] [00045]
ἐκπεσεῖν [00071]
ἐκπεσὼν [00072]
ἐκτυποῦται [00037]
ἐλάττονος [00091]
ἐλεεινὸν [00055] [00080]
ἑλέσθαι [00008]
ἐλεύθερον [00018]
ἐλευθερῶν [00052]
ἐλθεῖν [00046] [00095]
Ἑλισσαίου [00066]
ἕλκουσι [00005]
ἐλπίδα [00064] [00073]
ἐλπίδος [00069]
ἔλυσε [00059]
ἐμπεπληκὼς [00093]
ἐν [00011] [00020] [00037] [00038] [00043] [00047] [00048] [00051] [00060] [00063] [00063] [00063] [00064] [00064] [00068] [00073] [00083] [00089] [00090]
ἐναντία [00054]
ἐνδείᾳ [00051]
ἔνδειαν [00052]
ἐνδυναστεῦσαι [00018]
ἕνεκα [00078]
ἔνθα [00031]
ἐνθένδε [00078]
ἑνὶ [00050]
ἐντὸς [00075]
ἐξ [00070]
ἐξαρπάσαι [00029]
ἕξει [00074] [00080] [00082]
ἐξετάζειν [00040] [00090]
ἐξετάσωμεν [00057]
ἐξήνεγκεν [00055]
ἐξιόντα [00096]
ἐξόδους [00096]
ἐπ [00060] [00096]
Ἔπειτα [00022]
ἐπὶ [00004] [00010] [00016] [00025] [00030] [00041] [00048] [00060] [00065] [00066] [00068] [00070] [00071]
ἐπιθυμήσαντες [00031]
ἐπιθυμήσειε [00006]
ἐπιθυμοῦσιν [00078]
ἐπικίνδυνον [00088]
ἐπισπάσεται [00079]
ἐπισταίη [00020]
ἐπισταμένων [00037]
ἐπιστήσας [00015] [00020]
ἐπιστήσεται [00022]
ἐπιστρέφουσι [00005]
ἐπιτρέπει [00048]
ἑπομένην [00074]
ἐρασταὶ [00085]
ἐρασταί [00007]
ἐραστὰς [00009] [00082]
ἐραστὴν [00080]
ἐραστήν [00083]
ἔργῳ [00093]
ἔρχεται [00025]
ἔρωτος [00030]
ἔσεσθαι [00067]
ἐσθῆτι [00096]
ἐσπουδακότα [00032]
ἔσται [00012] [00091]
ἐστεφάνωται [00021]
ἐστι [00047] [00075]
ἔστι [00071]
Ἔστι [00044]
ἐστιν [00052]
ἐσφαγμένον [00081]
ἕτεροι [00050]
ἑτέροις [00073]
ἕτερον [00034]
ἑτέρους [00023]
ἔτους [00050]
εὐθέως [00074]
εὖξαι [00098]
εὔπορόν [00008]
εὐπόρους [00049]
εὑρήσεις [00024] [00028]
Εὕροι [00034]
εὐσεβείας [00029] [00079] [00081]
εὐχαῖς [00040] [00086]
εὐχομένους [00082]
ἐφεστήκασιν [00085]
ἐφέστηκεν [00014]
ἐφεστηκότα [00041] [00065]
ἔχει [00021] [00073] [00088]
ἔχοι [00015] [00045]
ἔχων [00065]
ἐψεύσθη [00069]
ἐῶν [00018]


ζήλωσον [00098]
ζῇν [00078]
ζωὴν [00079]
ζωῆς [00065]
ζῶντας [00009]


[00009] [00043] [00055] [00055] [00101]
[00003] [00005] [00009] [00016] [00029] [00029] [00030] [00030] [00030] [00037] [00038] [00050] [00053] [00068]
[00032] [00075]
[00059]
ἡγεῖσθαι [00070]
ἡγεμόνα [00090]
ἡγούμενος [00084]
ἡγοῦντο [00067]
ἡδέως [00019]
ἤδη [00009]
ἥδιον [00050]
ἡδοναῖς [00021] [00037]
ἡδονῆς [00015] [00018] [00078]
ἡδονῶν [00018]
ἡδὺ [00081]
ἤθη [00037]
ἦθος [00036]
ἠλευθέρωσε [00059]
ἦλθε [00050]
Ἠλίου [00064]
ἡμεῖς [00063]
ἡμέραν [00033] [00048]
ἡμέρας [00037] [00043]
ἥμερον [00098]
ἡμερότητος [00020]
ἦρεν [00070]
ᾑρημένος [00015]
ᾑρημένων [00004]
Ἡσαΐαν [00034]
Ἡσαΐου [00068]
ἡσύχιον [00098]
ἡττώμενος [00047] [00048]


θαλάσσης [00019]
θαλάττης [00041]
θάνατον [00065]
θάνατος [00076]
θανάτου [00065] [00079]
θαυμάζειν [00094]
θαυμάζοντας [00003]
θαυμαστὸν [00050]
θέαμα [00080] [00081]
θείας [00025]
θείων [00020]
Θεὸν [00084]
Θεὸς [00070]
Θεοῦ [00008] [00010] [00015] [00018] [00029] [00032] [00040] [00067] [00083] [00092]
θεραπείας [00071]
θεράποντα [00067]
θεράποντας [00070]
Θεῷ [00015] [00040]
θεωρήσωμεν [00013]
θηρευτῇ [00061]
θηρευτὴν [00060]
θρόνου [00016]
θυμοῦ [00015] [00018]
θυμῷ [00021]


ἰατρὸς [00052]
ἰδεῖν [00024] [00071] [00081]
ἴδῃς [00096]
ἰδὼν [00098]
ἱκανῶς [00089]
ἱματίῳ [00050]
ἵνα [00003]
Ἰουδαίων [00064] [00066]
ἱππέας [00066]
ἱππέων [00072]
ἵππων [00072]
ἴσον [00028] [00092] [00092]
ἴσως [00045]
Ἰωάννην [00034]


καθ [00048]
καθάπερ [00068]
καθέδρᾳ [00048]
καθήμενον [00016]
καιόμενος [00093]
καίριον [00037]
καιροῖς [00063]
καίτοι [00007]
κἀκεῖνο [00057]
κἀκεῖνοι [00005]
κἀκείνοις [00050]
κἀκεῖνον [00071] [00079]
κακίας [00045]
κακοῖς [00049]
κακῶν [00015] [00048] [00093]
καλὰ [00003] [00100]
καλέσειεν [00016]
καλλωπίζεσθαι [00045]
καλλωπιζόμενον [00096]
καλλωπιζόμενός [00048]
καλλωπίζοντα [00034]
καλοκαγαθίας [00046]
καλὸν [00037] [00097]
Κἂν [00060]
κἂν [00046] [00071]
καρποὺς [00013]
καταγέλαστος [00021]
κατακεκλιμένης [00068]
κατακοιμίζει [00043]
καταμαθεῖν [00028]
καταμαθόντες [00013]
καταμάθωμεν [00011]
καταπεφρόνηται [00004]
καταῤῥαγέντος [00066]
καταφεύγει [00060]
καταφεύγομεν [00063]
καταφεύγουσιν [00063]
καταφεύγων [00060]
καταφρονεῖν [00003]
κατέλυσε [00070]
κατεῤῥᾳθυμημένα [00003]
κατέστησεν [00009]
κατευθύνειν [00023]
κατέφυγεν [00065]
κατέφυγον [00066]
κατέχων [00043]
κεκοσμημένον [00096]
κεκτημένους [00054]
κέκτηται [00016]
κελεύων [00053]
κηρύκων [00004]
κινδυνευούσης [00066]
κίνδυνον [00009] [00068]
κινδύνους [00079]
κινδύνων [00072]
κινοῦντος [00068]
κλίνῃ [00043]
κλίνης [00041]
κοινοί [00055]
κοινός [00052]
κοινοὺς [00070]
κομιδῇ [00005]
κομίζεσθαι [00051]
κομίζων [00050]
κορυφὴν [00013]
κοσμούμενον [00040]
κουφοτέρας [00053]
κράτος [00025] [00101]
κρατοῦντα [00024]
κρατῶν [00018] [00027]
κτήσασθαι [00007]
κτήσεως [00013]
κτῆσις [00009]
Κυρίου [00090]
κωμάζουσι [00055]
κώμας [00029] [00055]


λαβεῖν [00007]
λάμπεται [00021]
λαμπόμενον [00016]
λαμπρὰν [00045]
λαμπρὰς [00096]
λαμπρὸν [00090]
λαμπρότερος [00027]
λαμπροὺς [00010]
λαμπρῶν [00004]
λατρείᾳ [00008] [00032] [00040] [00092]
λατρείας [00029]
λέγω [00013]
λειπομένοις [00045]
λίθοις [00045]
λιθοκόλλητον [00021]
λιμῷ [00063] [00064]
λογιζομένους [00094]
λογισμὸν [00015] [00020]
λόγους [00003] [00083]
λόγῳ [00093]
λύκοις [00062]
λύκον [00060]
λυσιτελούσας [00051]
λύων [00052]


μαθητὰς [00082]
μαθόντες [00003]
μακαρίζειν [00038]
μακαρίζουσιν [00004]
μακαρίσῃς [00096]
μᾶλλον [00003] [00009] [00013] [00038] [00053]
μανθάνοντας [00094]
μαστιγούμενος [00093]
μάχεται [00030]
μάχην [00030]
μαχόμενον [00024] [00026]
μέγα [00048]
μεγάλην [00010]
μέγαν [00009]
μέγιστον [00068]
μειζόνων [00031]
μείζω [00051]
μέλλοντα [00090]
μέλλουσιν [00051]
μέλλων [00065]
μὲν [00003] [00004] [00005] [00006] [00007] [00009] [00013] [00014] [00016] [00021] [00021] [00021] [00021] [00024] [00029] [00032] [00034] [00034] [00037] [00040] [00041] [00042] [00044] [00045] [00048] [00049] [00050] [00051] [00052] [00055] [00057] [00058] [00059] [00060] [00071] [00071] [00072] [00073] [00076] [00079] [00082] [00084] [00086] [00088] [00089] [00090] [00091]
μεταβολῇ [00074]
μεταπηδῶντα [00034]
μετάστασιν [00078]
μεταχειρίσαιτο [00022]
μετρία [00044]
μέχρις [00043]
μηδὲ [00015]
μηδεὶς [00048]
μηδένα [00083]
μὴν [00050] [00066] [00076]
μικρὰ [00054]
μικρὰν [00051]
μικρὸν [00046] [00095]
μιμητὰς [00082]
μιμητὴς [00098]
μοι [00089]
μονάζοντι [00061]
μονάζοντος [00046]
μονάζων [00037]
ΜΟΝΑΧΟΝ [00001]
μοναχὸν [00040] [00042] [00081] [00098]
μοναχὸς [00016] [00050] [00057] [00092]
μοναχοῦ [00095]
μοναχοὺς [00063]
μοναχῷ [00044]
μοναχῶν [00060]
μονήρη [00004] [00008] [00015] [00038]
μονήρης [00010]
μόνιμα [00100]
μόνον [00063] [00071] [00098]
μυριάδων [00067]
μυριάσι [00068]
Μωσέως [00034]


νεύμασιν [00014]
νεφέλαις [00090]
νικῶν [00047] [00048]
νικῶντα [00024]
νικῶντος [00027]
νομίζω [00003]
νόμοις [00023]
νόμος [00048]
νόμους [00018]
νόμων [00020]
νοσῶν [00065]
νουθεσίαις [00070]
νουθεσίας [00052]
νοῦν [00018] [00045]
νυκτὸς [00040]
νῦν [00003] [00010]


ξειεν [00021]
ξίφος [00060] [00061] [00062]


[00004] [00010] [00013] [00013] [00014] [00015] [00016] [00016] [00018] [00023] [00027] [00030] [00037] [00037] [00043] [00049] [00057] [00057] [00058] [00058] [00059] [00059] [00060] [00064] [00068] [00070] [00070] [00071] [00073] [00074] [00076] [00079] [00082] [00083] [00086] [00086] [00087] [00088] [00088] [00091] [00095] [00097]
[00050]
[00020] [00021] [00029]
ὁδοιπορίαις [00047]
ὁδοιπόρους [00048]
οἱ [00004] [00007] [00010] [00027] [00032] [00063] [00063] [00066] [00078]
οἰκείων [00048] [00082]
οἰκίαν [00060]
οἰκίας [00048] [00055] [00063]
οἰκῶν [00047]
οἰμωγῆς [00055]
οἶνον [00037] [00050]
οἴνῳ [00037]
οἷς [00036]
ὀλίγα [00055]
ὀλίγων [00005]
ὅλον [00021]
ὅλως [00073]
ὁμιλεῖ [00036]
ὁμιλοῦντα [00020] [00034] [00035]
ὅμοιος [00006]
ὁμοίως [00008] [00050] [00052]
ὅπερ [00061]
ὁπλιτῶν [00072]
ὅπλοις [00025]
ὅπως [00015] [00022] [00070]
ὀρνίθων [00040]
ὀρφανία [00055]
ὁρῶν [00065]
ὅρων [00030]
Ὁρῶν [00003]
ὅσα [00042]
Ὅσῳ [00027]
ὅταν [00059]
Ὅταν [00096]
ὅτε [00010]
ὅτι [00021]
Οὐ [00050] [00062] [00063] [00071]
οὐ [00092]
οὐδὲ [00022] [00046] [00093] [00095]
οὐδεὶς [00006] [00084]
οὐδεμίαν [00051]
οὐδὲν [00037] [00049]
οὐδένα [00086]
οὐδενὸς [00003] [00005]
Οὐκ [00064]
οὐκ [00018] [00021] [00028] [00042] [00055] [00055] [00065] [00069] [00092]
Οὐκοῦν [00004] [00014] [00037] [00058]
οὖν [00016] [00032] [00089] [00096]
οὐρανίοις [00025]
οὐράνιον [00079]
οὐρανίων [00040]
οὐρανὸν [00070]
οὐρανοῦ [00070]
οὐρανῶν [00075]
οὔτε [00051] [00051] [00055] [00055] [00093]
οὗτοι [00005]
Οὕτω [00046] [00052]
οὕτω [00062]
Οὕτως [00038]
οὕτως [00050]
ὀφθαλμοὺς [00005]
ὀφθήσεται [00093]
ὀφθήσονται [00010]
ὀχημάτων [00004] [00096]
ὀψόμεθα [00040] [00090]


πάθεσι [00015] [00015] [00020]
παιδευθεῖεν [00070]
παιδευθῶμεν [00003]
παιδευτὴν [00090]
παιδεύων [00070]
παίδων [00055]
Παλαιστίνης [00066]
πάλιν [00071]
πάντα [00018] [00055] [00068] [00094]
πάντων [00015]
παρ [00033]
παρὰ [00003] [00051] [00070]
παραθεῖναι [00003]
παραθέντες [00011] [00013]
παρακαλούμενοι [00070]
παρακαλούσης [00030]
παράλληλα [00012]
παρανόμου [00048]
παραπλήσιος [00098]
παραπλησίους [00082]
παρασύρει [00055]
παρατίθεσθαι [00045]
παρέρχεται [00060]
παρέχουσι [00051]
παρέχων [00048]
παρόντα [00031]
παρόντι [00011] [00089]
πᾶσαν [00070]
πάσης [00020] [00090]
πᾶσιν [00008]
πάσχων [00093]
Πατρὸς [00010]
πατρὸς [00020]
Παύλου [00034]
πεζοὺς [00066]
πείθεσθαι [00070]
πενήτων [00048] [00050] [00052] [00055]
πένθους [00071]
πενίαν [00049] [00053] [00059]
Περὶ [00089]
περὶ [00003] [00003] [00068]
περίβλεπτον [00090]
Περσικὸν [00070]
Περσικοῦ [00068]
Περσῶν [00068]
πεφηνὼς [00095]
πεφραγμένος [00025]
πικρᾷ [00015]
πιμπλῶσα [00055]
πίνων [00050]
πλάνης [00029]
πλείους [00010]
πλέον [00037]
πλεονεξίαν [00088]
πλεονεξίας [00030]
πλούσιον [00049] [00055] [00096]
πλουσίους [00053]
πλουσίων [00050] [00051] [00052] [00063]
πλοῦτος [00004] [00097]
ΠΛΟΥΤΟΥ [00001]
πλούτου [00077]
πλουτοῦντας [00094]
πνεύματος [00058]
ποθῶν [00029]
ποιήσασθαι [00003]
ποιησώμεθα [00003]
ποιῶν [00054]
πόλεις [00029] [00048] [00086]
πολεμεῖ [00029]
πολέμιοι [00055]
πόλεμοι [00032]
πόλεμον [00024] [00025] [00070]
πολέμου [00028] [00066] [00068]
πολέμων [00047]
πόλεσι [00014]
πόλεσιν [00020]
πόλεων [00019]
πόλεως [00068]
πόλιν [00047]
πολιορκεῖν [00048]
πολλαῖς [00068]
πολλάκις [00031]
πολλάς [00051]
πολλῆς [00003] [00004] [00041] [00041]
πολλοὶ [00004] [00031] [00078] [00085]
πολλοῖς [00003] [00007] [00014] [00041]
πολλοῦ [00003]
πολλοὺς [00003] [00082] [00083]
πολλῶν [00007] [00010] [00067] [00072] [00072] [00093]
πολὺ [00028] [00040] [00045] [00091]
πονηρὸς [00093]
πορθεῖν [00048]
πότος [00043]
πότῳ [00037]
πραγματευόμενος [00079]
πραγμάτων [00089]
πράξεις [00033]
πρᾶξιν [00070]
πρᾶον [00098]
πρόνοιαν [00100]
πρὸς [00005] [00005] [00034] [00034] [00034] [00037] [00037] [00063] [00063] [00063]
ΠΡΟΣ [00001]
προσαπώλεσαν [00031]
προσδοκίᾳ [00068] [00087]
προσευχαὶ [00062]
προσευχαῖς [00059] [00064] [00083]
προσευχὰς [00066] [00068]
προσευχὴ [00061]
προσευχῆς [00071]
προσήκει [00038]
πρόσκαιρος [00097]
προτέραν [00071]
πρότερον [00040]
προφάσει [00048]
προφήταις [00034]
προφήτην [00065]
προφήτης [00070]
προφητῶν [00037]
πρῶτον [00021]
πτωχεύοντες [00063]
πτωχῶν [00071]
πυρὶ [00093]
πῶς [00023]


ῥᾴδιον [00008]
ῥᾳδίως [00020] [00071] [00071] [00078]
ῥέγχοντα [00041]
ῥητὰ [00093]
ῥοπῆς [00025]


σειομένων [00068]
σεισμοῦ [00068]
σιτίοις [00042]
σιτοδείᾳ [00064]
σκαιὸς [00093]
σκήπτροις [00038]
σκοπῶν [00015] [00033]
σοφίᾳ [00034]
σπάνιον [00091]
σπουδῇ [00074]
σπουδῆς [00003] [00003]
στερηθέντα [00071]
στέφανον [00021]
στεφανούμενον [00024]
στεφάνῳ [00016]
στρατεύματα [00047]
στρατηγοὺς [00014] [00066]
στρατηγῶν [00037]
στρατιὰν [00066]
στρατιώταις [00048] [00086]
στρατόπεδα [00014]
στρατοπέδοις [00041]
στρατοπέδων [00019]
στρεβλούμενος [00093]
ΣΥΓΚΡΙΣΙΣ [00001]
συγκροτῶν [00047]
συγχωρήσειε [00015]
συζῇ [00087]
συζῇν [00008] [00032]
συζῶν [00092]
ΣΥΖΩΝΤΑ [00001]
συλᾷν [00048]
συλλαλοῦντα [00040]
συμβαίη [00079]
συμβῇ [00060] [00071]
συμβιοτεύοντα [00040]
συμβουλίας [00070]
συμμάχων [00072]
συμφοραῖς [00060]
συμφορὰς [00093]
συνδιαφθείρεται [00009] [00097]
συνεχεῖς [00051]
συνεχόμενος [00093]
συνεχῶς [00034] [00035] [00036]
σύσσιτοι [00044]
συσσίτοις [00045]
συστάντος [00068]
σφαγέα [00080]
σφαγεῖς [00085]
σφαγὴν [00080]
σφαγῆναι [00079]
σφαγῆς [00087]
σῶμα [00021]
σωτῆρας [00070]
σωτήρια [00100]
σωτηρίαν [00074] [00088]
σωτηρίας [00003] [00064] [00073] [00091]
σωτήριον [00081]
σωτηρίου [00090]
σωφρονοίη [00045]
σωφροσύνῃ [00021]


τὰ [00003] [00003] [00003] [00031] [00037] [00037] [00054] [00060]
τά [00003] [00003] [00011] [00011]
ταῖς [00020] [00040] [00059] [00063] [00064] [00068] [00070] [00086]
τάξει [00020]
ταξιάρχοις [00035]
ταξιάρχους [00066]
ταπεινὸν [00098]
τὰς [00033] [00033] [00048] [00048] [00055] [00055] [00063] [00066] [00068] [00070] [00070] [00071] [00093]
τάς [00053]
Ταῦτα [00094] [00100]
ταῦτα [00055]
ταχέως [00071]
τε [00003] [00003] [00003] [00007] [00008] [00010] [00011] [00011] [00032] [00045] [00045] [00047] [00048] [00048] [00050] [00051] [00051] [00053] [00070] [00091] [00092]
τείχει [00068]
τειχίζει [00086]
τελευτᾷν [00065]
τελευτὴν [00010]
ΤΗ [00001]
τῇ [00008] [00013] [00015] [00018] [00032] [00034] [00040] [00043] [00048] [00060] [00074] [00074] [00074] [00092]
τὴν [00004] [00010] [00010] [00013] [00013] [00015] [00018] [00021] [00022] [00028] [00030] [00034] [00037] [00049] [00052] [00053] [00060] [00064] [00065] [00066] [00071] [00073] [00074] [00078] [00080] [00091] [00093] [00100]
τηρῶν [00018]
τῆς [00007] [00009] [00011] [00011] [00020] [00025] [00029] [00029] [00037] [00040] [00041] [00044] [00045] [00045] [00046] [00052] [00055] [00064] [00066] [00068] [00069] [00070] [00071] [00071] [00073] [00074] [00080] [00083] [00095] [00098]
τί [00057] [00057]
τιμῆς [00091]
τινὰ [00050]
τινα [00060]
τινας [00009]
τινες [00055]
τινὸς [00048]
τίνων [00013] [00013]
τίς [00093]
τις [00016] [00033] [00036]
Τὸ [00068]
τὸ [00003] [00008] [00010] [00011] [00021] [00025] [00028] [00036] [00037] [00062] [00071] [00097] [00101]
τοιαῦτα [00093]
τοιαύταις [00060]
Τοιαύτην [00016]
τοιαύτην [00016]
τοίνυν [00044] [00063] [00071]
τοιούτοις [00049]
τοιοῦτον [00019] [00084]
τοῖς [00007] [00014] [00015] [00015] [00020] [00020] [00021] [00023] [00029] [00047] [00048] [00048] [00049] [00051] [00051] [00052] [00055] [00057] [00062] [00062] [00070]
τολμήσειεν [00084]
Τὸν [00019] [00055]
τὸν [00005] [00015] [00015] [00015] [00016] [00018] [00020] [00024] [00024] [00025] [00026] [00032] [00033] [00034] [00035] [00037] [00038] [00038] [00040] [00040] [00041] [00042] [00043] [00045] [00049] [00055] [00060] [00065] [00065] [00067] [00070] [00070] [00071] [00071] [00077] [00084] [00084] [00084] [00090] [00090] [00090] [00090] [00096] [00098]
τόν [00032]
τοξότας [00066]
τόπων [00030]
τοσούτοις [00042]
τοσοῦτον [00032]
τοσούτῳ [00027]
τοῦ [00008] [00010] [00010] [00015] [00018] [00024] [00027] [00029] [00032] [00034] [00040] [00046] [00067] [00068] [00083] [00090] [00090] [00092] [00095] [00100]
τοὺς [00003] [00003] [00004] [00009] [00010] [00013] [00018] [00048] [00048] [00048] [00049] [00052] [00053] [00054] [00055] [00055] [00063] [00070] [00070] [00082] [00094] [00101]
τοῦτο [00038] [00061] [00068] [00091]
τούτοις [00036] [00050]
τοῦτον [00016] [00071] [00079]
τούτου [00025] [00034] [00034] [00090]
τούτους [00063]
τούτῳ [00009] [00097]
τούτων [00006] [00027] [00071] [00095]
τράπεζα [00044]
τράπεζάν [00045]
τρεμόντων [00068]
τρέφεται [00042]
τροπαίοις [00048]
τρυφὴ [00043]
τρυφῆς [00078]
τυγχάνοντα [00003]
τυραννίδι [00015]
τυραννίδος [00085]
τύραννον [00080]
τυραννουμένας [00059]
τῷ [00009] [00011] [00044] [00061] [00061] [00068] [00076] [00076] [00085] [00089] [00097] [00098]
τῶν [00003] [00003] [00004] [00004] [00004] [00010] [00010] [00011] [00013] [00015] [00018] [00020] [00027] [00031] [00037] [00037] [00040] [00040] [00048] [00048] [00051] [00051] [00055] [00055] [00060] [00062] [00063] [00064] [00066] [00068] [00068] [00068] [00070] [00075] [00082] [00089] [00101]


ὕδωρ [00050]
ὑμῖν [00099]
ὑμῶν [00075]
ὑπάρχοις [00035]
ὑπάρχους [00014]
ὑπασπιστῶν [00037]
ὑπὲρ [00029] [00030] [00051] [00051] [00079] [00081]
ὑπερορῶντα [00077]
ΥΠΕΡΟΧΗΣ [00001]
ὑπηκόοις [00047] [00057]
ὕπνον [00042]
ὑπὸ [00015] [00018] [00024] [00059]
ὑποδεξαμένους [00048]
ὑποφεύγων [00060]


φανείη [00091] [00093]
φανέντες [00005] [00005]
φανερώτερα [00012]
φάνηθι [00098]
φανῆναι [00082] [00083]
Φέρε [00011] [00057]
φέρειν [00078]
φερόμενον [00096]
φερομένους [00004]
φέροντα [00060]
φησὶ [00075] [00099]
φθόνου [00015] [00018]
φιλανθρωπίαν [00100]
φιλάνθρωπον [00070]
φιλανθρώπως [00091]
φιλαργυρίας [00015]
φιλαρχίᾳ [00021]
φιλοσοφῇ [00046]
ΦΙΛΟΣΟΦΙΑ [00001]
φιλοσοφίᾳ [00013]
φιλοσοφίας [00011] [00098]
φιλόσοφος [00013]
φιλοσοφοῦντι [00076]
φιλοσοφούντων [00004]
φοβεροῖς [00063]
φοβερὸν [00062]
φοβερὸς [00076]
φοβερώτεροι [00027]
φόβον [00015]
φόβῳ [00087]
φορεῖ [00021]
φορητά [00093]
φόρους [00047] [00055]
φροντίζων [00015]
φρονῶν [00048]
φρουρεῖται [00086]
φύσει [00003]


χαίροντας [00010]
χαλεπόν [00007]
χαλεπότης [00055]
χαρίζεται [00057]
χαριζομένων [00037]
χάριν [00050] [00051] [00058]
χειμάζεσθαι [00060]
χειμάῤῥους [00055]
χεῖρας [00070]
χειρὶ [00060]
χηρεία [00055]
χορηγόν [00065]
χρείαις [00063]
χρημάτων [00007] [00030] [00072]
χρῆσθαι [00045]
χρηστὰ [00003] [00011]
χρηστοῖς [00045]
χρηστὸς [00059] [00092]
ΧΡΙΣΤΟΝ [00001]
Χριστοῦ [00024] [00100]
χρόνον [00040] [00055]
χρυσὸν [00058]
χρυσοῦ [00016]
χρυσοῦν [00021]
χρυσῷ [00045] [00096]
χρώμενος [00050]
χώραις [00014]
χώρας [00055]


ψυχὰς [00059]
ψυχῇ [00015] [00018]
ψυχὴν [00021] [00034]
ψυχῆς [00020]


[00101]
ὧν [00078]
ὡς [00003] [00003] [00003] [00018] [00034] [00049] [00062] [00065] [00100]
ὥσπερ [00049] [00055] [00060] [00060] [00063]
ὥστε [00016] [00020] [00025]
ὠφέλησε [00053]
ὤφθη [00050]