0345-0407 - Iohannes Chrysostomus - De Lazaro et divite
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De Lazaro et divite

[00001]    Εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον, ὁμιλία ὰʹ.

59.591

[00002]    αʹ.

[00003]    Μέγιστόν ἐστι διδασκαλεῖον τὸ τῆς Ἐκκλησίας στάδιον, πλουσίων παιδευτήριον, πενήτων καταφύγιον.

[00004]    Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ' ἡμῶν ὀφειλομένας ψεκάδας

[00005]    [59.592] τοῦ λόγου δροσίσωμεν.

[00006]    Ἦν δὲ ἡμῖν τὸ ἀνάγνωσμα διηγούμενον πλουσίου καὶ πένητος πολιτείαν·

[00007]    πλουσίου μὲν τὸν βίον τῇ τρυφῇ βεβαπτισμένον, πένητος δὲ τὸν βίον τῇ πτωχείᾳ κατεστιγμένον.

[00008]    Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινό [59.593] μενος καθ' ἡμέραν λαμπρῶς.

[00009]    Πτωχὸς δέ τις ἦν Λάζαρος ὀνόματι, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἡλκωμένος, καὶ ἐπιθυμῶν ἀπὸ τῶν πιπτόντων ψιχίων τῆς τραπέζης τοῦ πλουσίου μεταλαβεῖν·

[00010]    καὶ οὐδεὶς ἐδίδου αὐτῷ, ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ.

[00011]    Ἀναγκαῖον τοίνυν διηγήσασθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν' ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας·

[00012]    ἵν' οἱ μὲν πλούσιοι ἐκ τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρονίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλίψεως διεκδράμωσιν.

[00013]    Ἄνθρωπός τις ἦν πλούσιος.

[00014]    Ἄνθρωπός τις.

[00015]    Οὐ τετίμηται τῇ τοῦ ὀνόματος προσηγορίᾳ, ὥσπερ ὁ δίκαιος Ἰώβ.

[00016]    Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.

[00017]    Τούτου δὲ παρασεσιώπηται τὸ ὄνομα·

[00018]    ὁ γὰρ ἄκαρπος ἐστέρηται καὶ τοῦ ὀνόματος δικαίων γὰρ καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἁμαρτωλῶν δὲ ἐξαλειφθήσεται, μόνον ἔχων τὸ κοινὸν τῆς φύσεως ὄνομα τὸ ἄνθρωπος·

[00019]    τοῦτο γὰρ πάντων κοινὸν τὸ ὄνομα.

[00020]    Ἀλλὰ κοινὸν μὲν εἶχε τὸ ὄνομα, ἰδιάζουσαν δὲ τῆς κακίας τὴν ὠμότητα.

[00021]    Ἄνθρωπός τις ἦν πλούσιος.

[00022]    Συγγενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν.

[00023]    Ἄνθρωπός τις ἦν.

[00024]    Ἄνθρωπος μὲν ἦν τῷ σχήματι, τῷ δὲ φρονήματι θηρίον μονοφάγον.

[00025]    Ἄνθρωπός τις ἦν πλούσιος.

[00026]    Πλούσιος ἐν κτήμασι, πλούσιος ἐν ἐγκλήμασι, πλούσιος ἐν χαλκῷ, πλούσιος ἐν ἰῷ ἁμαρτίας·

[00027]    ἀργύρῳ περιλαμπόμενος, ἀλλ' ἁμαρτίαις συσκοτιζόμενος·

[00028]    πλούσιος ἐν χρυσῷ, ἀλλὰ πτωχὸς ἐν Χριστῷ·

[00029]    ἐσθῆτα ἔχων πολλὴν, ἀλλὰ γυμνὴν ἔχων τὴν ψυχήν·

[00030]    πολυτελῆ ἐσθῆτα φυλάσσων, καὶ σῆτας ἐκτρέφων πολλούς.

[00031]    Ἄνθρωπός τις ἦν πλούσιος.

[00032]    Πλούτῳ κομῶν, ἄνθος δικαιοσύνης οὐκ ἔχων·

[00033]    δένδρον φθινοπωρινὸν, ἄκαρπον, δὶς ἀποθανόν.

[00034]    Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον.

[00035]    Πορφύραν μὲν εἶχε τὸ ἔνδυμα, τῆς βασιλείας δὲ τοῦ Θεοῦ ἀπέῤῥιπτο, πορφύραν εἶχεν, οὐ τῷ αἵματι τοῦ Χριστοῦ ἐῤῥαντισμένην, ἀλλ' ἐξ αἵματος κοχλίου θαλάσσης βεβαμμένην·

[00036]    οὐ βασιλείαν οὐρανῶν μνηστευομένην αὐτῷ, ἀλλὰ φοβερὰν φλόγα γεέννης αὐτῷ προλάμπουσαν.

[00037]    Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς.

[00038]    Εὐφραινόμενος, οὐχ ὡς οἱ δίκαιοι ἐν Κυρίῳ δικαίων γὰρ εὐφροσύνη μνήμη Θεοῦ, ὡς μαρτυρεῖ μοι ∆αυῒδ λέγων·

[00039]    Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ἀλλ' ἦν εὐφραινόμενος ἐν μέθαις, ἐν ἀσωτίαις, ἐν κραιπάλαις, ἐν ἀταξίαις, οὐδὲν ἀπεοικὼς χοίροις ἐν βορβόρῳ κυλινδουμένοις.

[00040]    Πτωχὸς δέ τις ἦν Λάζαρος.

[00041]    Εἶπε τοῦ πένητος τὸ ὄνομα, τιμῶν τὸν πτωχὸν διὰ τῆς τοῦ ὀνόματος προσηγορίας.

[00042]    Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, τῇ τρικυμίᾳ τῆς πτωχείας σφοδρῶς κλονούμενος, ἀλλὰ μετ' οὐ πολὺ εἰς τὸν εὔδιον κόλπον τοῦ Ἀβραὰμ ὑπ' ἀγγέλων δορυφορούμενος.

[00043]    Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἐβέβλητο ἡλκωμένος.

[00044]    Ὢ πόσοις κακοῖς ὁ πτωχὸς συνείχετο! ὑπὸ τῆς βαρυτάτης πενίας, ὥσπερ ὑπὸ χαλάζης βιαίας ἐκολαφίζετο·

[00045]    ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων διησθίετο·

[00046]    πανταχόθεν χείμαῤῥοι αὐτῷ θλίψεως προσηῤῥάσσοντο, τὸ σῶμα διαλύοντες, τὴν καρδίαν συνθρύπτοντες·

[00047]    οὐδεμία αὐτῷ ἄνεσις γαλήνης ηὑρίσκετο.

[00048]    Ἔξωθεν μάχαι ἔσωθεν φόβοι.

[00049]    Ἔξωθεν γὰρ τὸ σῶμα ὑπὸ τῶν φλυκταινῶν ἐδαμάζετο, καὶ ἔσωθεν ἡ καρδία ὑπὸ τῶν ἀπαραιτήτων φροντίδων διησθίετο.

[00050]    Οὐ χώρα αὐτῷ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ' ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν.

[00051]    Πῶς γὰρ, ᾧ οὐδὲ σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος εἰς κατοίκησιν, ἀλλ' αἴθριος ἐβέβλητο ἐπὶ τῆς κοπρίας;

[00052]    Κόπρος αὐτῷ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ περιβόλαιον ἦν, θάλπουσα μὲν ἐν τῷ χειμῶνι ἐκ μέρους, ἐν δὲ τῷ θέρει δεινῶς κατακαίουσα.

[00053]    Κατεστιγμένον εἶχε τὸ σῶμα τοῖς τραύμασιν, ἀδρανὲς πρὸς γεωργίαν, ἄχρηστον πρὸς ὁδοιπορίαν καὶ ἐμπορίαν, καὶ πρὸς τὰς ἄλλας [59.594] τῶν χρειῶν ἀφορμὰς ἀνεπιτήδειον.

[00054]    Πανταχόθεν αὐτῷ ἀπορία, πανταχόθεν στένωσις·

[00055]    στεναγμοὶ αὐτῷ πρὸ δακρύων ἐπὶ τῇ καρδίᾳ τριβόλων δίκην ἐφύοντο·

[00056]    ὀχετοὶ δακρύων ἐπὶ παρειῶν αὐτῷ ἐφέροντο τῇ συνεχεῖ τῶν δακρύων ῥύμῃ αὐλακιζόμεναι·

[00057]    θάνατον ἐν τοῖς ὕπνοις ἐμελέτα, θάνατον μετὰ τὸν ὕπνον περιεβλέπετο, καὶ οὐδαμοῦ εὕρισκεν.

[00058]    Πόνων γὰρ καὶ φροντίδων μακρῶν ὡς λυτήριον ἐπεζήτει τὸν θάνατον, οὐδὲν ἀπεοικὼς τῷ πολυάθλῳ Ἰώβ.

[00059]    Καὶ γὰρ ἐκεῖνος ἀπωλέσας τὰ χρήματα, τὰ βουκόλια, τὰ κτήματα, τελευταῖον γυμνὸς τὸ σῶμα τοῖς σκώληξι συνειλημμένος, ἐπὶ τῆς κοπρίας ἐβέβλητο, καὶ θάνατον ἐπεθύμει.

[00060]    Τί γὰρ ἔλεγε;

[00061]    Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;

[00062]    Οἱ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν·

[00063]    περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσι·

[00064]    θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις.

[00065]    Ἀλλὰ καὶ ἐπεθύμει, φησὶν, ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου χορτασθῆναι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.

[00066]    Ὢ βίου ἀλλοκότου! ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραίνετο.

[00067]    ∆ιὰ τί γὰρ αὐτοῖς εὔκρατος ὁ πλοῦς τοῦ βίου ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ οὐ γεγένηται;

[00068]    ∆ιὰ τί;

[00069]    Ἵνα ὁ μὲν πένης λαμπροὺς τοὺς στεφάνους τῆς ὑπομονῆς ὑποδέξηται, ὁ δὲ πλούσιος τῆς ἀποτεθηριωμένης ψυχῆς τοὺς ὄμφακας τοῖς οἰκείοις ὀδοῦσι μασήσηται.

[00070]    Ἀλλὰ καὶ οἱ κύνες, φησὶν, ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.

[00071]    Εὐγενέστεροι οἱ κύνες τοῦ πλουσίου, ἀγαθώτεροι τῆς ἐκείνου ἀπανθρωπίας.

[00072]    Ἐκείνου μηδέποτε ψεκάδα ἐλαίου δροσίσαντος τῷ πένητι, οἱ κύνες τὴν ἀκμὴν τῶν ὀδόντων τῇ φιλανθρωπίᾳ πραΰναντες, ἁπαλῇ τῇ γλώσσῃ αὐτὸν ἐθεράπευον, ὡς ἂν πᾶσαν ῥυπαρίαν καὶ πάντα ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποσμήχοντες·

[00073]    καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα.

[00074]    Ὁ δέ γε πλούσιος οὐδὲ ὄμμα ἱλαρὸν ἐχαρίσατο τῷ πένητι πώποτε, οὐδὲ λόγον κἂν ἄκαρπον, οὐ ῥάκος αὐτῷ ἐπέῤῥιψεν, οὐ σίτων λείψανον, οὐκ ὀβολὸν ἕνα ὑπὸ ἰοῦ δεδαπανημένον, οὐκ ἄρτον, οὐ κλάσμα ἄρτου ὑπ' εὐρῶτος διεφθαρμένον, ἀλλὰ πάντα ἐν τῇ αὐτοῦ γαστρὶ, ὥσπερ ἐν πανδοχείῳ, διὰ τῆς τοῦ φάρυγγος χώνης ἐνέῤῥιπτεν.

[00075]    βʹ.

[00076]    Ἀλλὰ τί;

[00077]    Οἷα ἑκάστου τὰ ὀψώνια, τοιαῦται καὶ αἱ ἀνταποδόσεις.

[00078]    Συνέβη δὲ, φησὶν, ἀποθανεῖν τὸν πένητα, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ.

[00079]    Μόλις ποτὲ ὁ πένης ἀπὸ τῆς ζαλώδους πενίας ῥυσθεὶς, εἰς τὸν εὔδιον λιμένα τοῦ Ἀβραὰμ ἀπέπλευσεν.

[00080]    Ἐγένετο γὰρ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ.

[00081]    Ὁρᾷς, πῶς ἡ πενία μετὰ τὴν ἐντεῦθεν ἔξοδον δορυφόρους ἀγγέλους ἔχει;

[00082]    Συνέβη δὲ καὶ τὸν πλούσιον ἀποθανεῖν καὶ ταφῆναι.

[00083]    Εὐθὺς ἐπὶ τοῦ πλουσίου τέτακται ἡ ταφὴ, κατὰ τὸ ὑπὸ τοῦ ∆αυῒδ λεγόμενον·

[00084]    Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα.

[00085]    ∆ιὰ τοῦτο λέγεταί σοι·

[00086]    Πτωχὲ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται ἑαυτῷ ἡ δόξα αὐτοῦ.

[00087]    Ἐνταῦθα γὰρ πάντα καταλιμπάνει, τοὺς δούλους, τοὺς ὑπασπιστὰς, τοὺς ὑπηρέτας, τοὺς παρασίτους, τοὺς κόλακας, τὰ ὀχήματα, τοὺς χρυσοχαλίνους ἵππους, τὰ βαλανεῖα, τὰ χωρία, τοὺς χρυσωρόφους οἴκους, τὰ ἐψηφωμένα ἐδάφη, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν δεσποτείαν, πάντα ἐνταῦθα καταλιμπάνει, καὶ γυμνὸς ἀπέρχεται.

[00088]    Καὶ ὑπάρχων ἐν τῷ ᾅδῃ, Ἐπάρας τοὺς ὀφθαλμούς.

[00089]    Ἐνθυμήθητι, εἰς ὅσον βάθος ὑπῆρχεν πλούσιος, εἰς δὲ οἷον ὕψος ὁ πένης.

[00090]    Καὶ ἐπάρας, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πλούσιος, εἶδε τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.

[00091]    ∆ιὰ τί γὰρ μὴ ὁ Λάζαρος εἶδε τὸν πλούσιον;

[00092]    Ἐπειδὴ ὁ ἐν τῷ φωτὶ τυγχάνων τὸν ἐν τῷ σκότει ὄντα οὐ βλέπει, ἀλλ' ὁ ἐν τῷ σκότει τὸν ἐν τῷ φωτὶ ὄντα ὁρᾷ.

[00093]    Καὶ εἶπε·

[00094]    Πάτερ Ἀβραὰμ, ἐλέησόν με.

[00095]    Ἄρτι λέγεις, Ἐλέησον,ὅτε καιρὸς ἐλέους οὐκ ἔστιν.

[00096]    Οὐκ ἤκουσας τοῦ λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος;

[00097]    Νῦν μετανοεῖς, ὅτε οὐκ ἔστιν ἐξομολόγησις.

[00098]    Οὐκ ἤκουσας τοῦ [59.595] ∆αυῒδ λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;

[00099]    Ἐλέησόν με, καὶ πέμψον Λάζαρον.

[00100]    Λάζαρον νῦν γνωρίζεις;

[00101]    νῦν ἐπιγινώσκεις τὸν ἐπὶ τῆς κοπρίας ὄντα, ὅν ποτε ἴσα τῶν κυνῶν τιμᾷν οὐκ ἠβούλου;

[00102]    Ἔκλεισας τά σου σπλάγχνα αὐτῷ ἐν τῷ βίῳ τῆς εὐπορίας·

[00103]    κλείω μου κἀγὼ νῦν τοὺς κόλπους τῆς ἀνέσεως ἐν τῷ καιρῷ τῆς τιμωρίας.

[00104]    Οὐκ ἤκουσας τοῦ Θεοῦ σοι βοῶντος διὰ τῶν προφητῶν πάντων καὶ λέγοντος·

[00105]    Ἔλεος καὶ κρῖμα φύλασσον, καὶ ἔγγιζε τῷ Θεῷ σου, διότι ἔλεος θέλω ὑπὲρ θυσίαν;

[00106]    καὶ, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται;

[00107]    καὶ πάλιν, Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ;

[00108]    Ὅπου οὖν ἔσπειρας, ἐκεῖ ζήτει καὶ θερίσαι·

[00109]    ὅπου ἐδάνεισας, ἐκεῖ καὶ ἀπαίτει.

[00110]    Σὺ δὲ ἐλεημοσύνης σπέρμα οὐκ ἔῤῥιψας πώποτε, οὔτε διὰ τῆς εἰς τὸν πένητα ἐλεημοσύνης Θεῷ ἐδάνεισας, ἀλλὰ πάντα τῇ ἑαυτοῦ γαστρὶ ἐθησαύρισας.

[00111]    Ὅπου ἔσχες τὸν θησαυρόν σου, ἐκεῖ ἔχε καὶ τὴν καρδίαν σου.

[00112]    Ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τὴν ἀκμὴν τοῦ δακτύλου αὐτῷ βάψῃ ὕδατος, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι δεινῶς ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.

[00113]    Τὴν γλῶσσαν κολάζεται, δι' ἧς τὴν τροφὴν ἐλάμβανε·

[00114]    ῥανίδα ἐζήτει ὕδατος, ἐπειδὴ κἂν ποτήριον ψυχροῦ ὕδατος εἰς ὄνομα [59.596] μαθητοῦ πώποτε διψῶντι οὐ μετέδωκεν.

[00115]    Εἰ κοινωνὸν ἐν τῷ βίῳ τῶν σῶν ἀγαθῶν ἐκτήσω τὸν Λάζαρον, νῦν ἂν τὴν βασιλείαν σὺν αὐτῷ ἐμερίσω·

[00116]    εἰ συνῆκας ἐπὶ τὸν πένητα, νῦν ἂν ἐῤῥύσθης τῆς πονηρᾶς κρίσεως.

[00117]    Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα·

[00118]    ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

[00119]    Ἐξομάλισον ἐκεῖνο τὸ χάος τὸ πολυφλεγὲς τῇ πλουσίᾳ τῶν χρημάτων σου εἰς τοὺς πένητας καταβολῇ·

[00120]    δρόσισον νῦν τὸ ἔλεος, καὶ ἔσβεσας τὴν κάμινον·

[00121]    θρέψον ὀρφανοὺς, καὶ ἀπέκτεινας τοὺς ἀκοιμήτους σκώληκας·

[00122]    στεῖλον δάκρυον χήρας, καὶ ἀπέσμηξάς σου τὴν ψυχὴν τοῦ πένθους τῶν ἁμαρτημάτων.

[00123]    ∆ιὰ τοῦτο γάρ σοι ταῦτα ἀνέγνωσται, ἵνα μὴ τοῖς αὐτοῖς ἴχνεσι τοῦ ἀνελεήμονος πλουσίου ἐπιβὰς, εἰς τὴν αὐτὴν τιμωρίαν τῆς γεέννης ἐμπέσῃς.

[00124]    Σὺ δὲ ὁ πένης μὴ ὀλιγώρει, μηδὲ ἀποκάμῃς ἐν τῇ τρικυμίᾳ τῆς πενίας κλονούμενος.

[00125]    Ἀπόβλεπε πρὸς τὸν

[00126]    Λάζαρον τὸν λαμπρότατον·

[00127]    ἐκεῖ ἔχε τεταμένον τὸ ὄμμα καὶ νύκτωρ καὶ μεθ' ἡμέραν·

[00128]    ἵνα τῷ οἴακι τῆς ὑπομονῆς κυβερνῶν σου τὴν ζωὴν εἰς τὸν αὐτὸν λιμένα τῆς ἀναπαύσεως φθάσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00129]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Lazaro et divite
Litterarum Omnium Conspectus: 113 Litterae, quae repetitae sunt in 8,392 occasionibus



α

0945 

573   

Α

0913 

1   

β

0946 

72   

Β

0914 

0   

γ

0947 

102   

Γ

0915 

0   

δ

0948 

158   

Δ

0916 

0   

ε

0949 

344   

Ε

0917 

6   

ζ

0950 

36   

Ζ

0918 

0   

η

0951 

116   

Η

0919 

0   

θ

0952 

98   

Θ

0920 

7   

ι

0953 

318   

Ι

0921 

0   

κ

0954 

235   

Κ

0922 

10   

λ

0955 

249   

Λ

0923 

15   

μ

0956 

226   

Μ

0924 

5   

ν

0957 

734   

Ν

0925 

1   

ξ

0958 

18   

Ξ

0926 

0   

ο

0959 

628   

Ο

0927 

7   

π

0960 

322   

Π

0928 

12   

ρ

0961 

310   

Ρ

0929 

0   

ς

0962 

407   

΢

0930 

0   

σ

0963 

270   

Σ

0931 

5   

τ

0964 

640   

Τ

0932 

3   

υ

0965 

171   

Υ

0933 

0   

φ

0966 

73   

Φ

0934 

1   

χ

0967 

86   

Χ

0935 

4   

ψ

0968 

24   

Ψ

0936 

0   

ω

0969 

123   

Ω

0937 

0   

8164 

9   

 

  

0   

8165 

16   

8172 

   



 ά 

 8049 

 95 

 έ 

 8051 

 123 

 ή 

 8053 

 42 

 ί 

 8055 

 145 

 ό 

 8057 

 85 

 ύ 

 8059 

 84 

 ώ 

 8061 

 23 

 ὰ 

 8048 

 70 

 ὲ 

 8050 

 41 

 ὴ 

 80852 

 40 

 ὶ 

 8054 

 89 

 ὸ 

 8056 

 96 

 ὺ 

 8058 

 27 

 ὼ 

 8060 

 4 

 ᾶ 

 8118 

 3 

   

   

 0 

 ῆ 

 8134 

 54 

 ῖ 

 8150 

 37 

   

   

 0 

 ῦ 

 8166 

 70 

 ῶ 

 8182 

 71 

 ἀ 

 7936 

 72 

 ἐ 

 7952 

 132 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 29 

 ὀ 

 8000 

 19 

 ὐ 

 8016 

 88 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 5 

 ἑ 

 7953 

 6 

 ἡ 

 7969 

 17 

 ἱ 

 7985 

 14 

 ὁ 

 8001 

 21 

 ὑ 

 8017 

 25 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 5 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 0 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 3 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 15 

 ἔ 

 7956 

 25 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 5 

 ὄ 

 8004 

 13 

 ὔ 

 8020 

 5 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 8 

 ὅ 

 8005 

 9 

 ὕ 

 8021 

 7 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 17 

 ἶ 

 7990 

 8 

   

   

 0 

 ὖ 

 8022 

 1 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 1 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 2 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 3 

 ᾳ 

 8115 

 12 

   

   

 0 

 ῃ 

 8131 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 12 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 19 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 53 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Lazaro et divite
Verborum Omnium Conspectus: 769Verba, quae repetita sunt in 1,037,892 occasionibus



[00001]
α [00002]
Ἀβραὰμ [00042] [00079] [00090] [00094]
Ἀβραάμ [00078] [00080]
ἀγαθῶν [00115]
ἀγαθώτεροι [00071]
ἀγαπητοὶ [00004] [00011]
ἀγγέλους [00081]
ἀγγέλων [00042] [00078] [00080]
ἄγρια [00073]
ᾅδῃ [00088] [00098]
ἀδρανὲς [00053]
αἱ [00077]
αἴθριος [00051]
αἵματι [00035]
αἵματος [00035]
αἰῶνα [00084]
αἰῶνας [00128]
αἰώνων [00128]
ἄκαρπον [00033] [00074]
ἄκαρπος [00018]
ἀκμὴν [00072] [00112]
ἀκοιμήτους [00121]
ἀλλ [00027] [00035] [00039] [00051] [00092]
ἀλλὰ [00010] [00028] [00029] [00036] [00042] [00074] [00110]
Ἀλλὰ [00020] [00065] [00070] [00076]
ἄλλας [00053]
ἀλλήλους [00067]
ἄλλο [00050]
ἀλλοκότου [00066]
ἁμαρτημάτων [00122]
ἁμαρτίαις [00027]
ἁμαρτίας [00026]
ἁμαρτωλῶν [00018]
Ἀμήν [00129]
ἄμπελος [00050]
ἂν [00072] [00115] [00116]
Ἀναγκαῖον [00011]
ἀνάγνωσμα [00006]
ἀναζεουσῶν [00045]
ἀναπαύσεως [00128]
ἀνάπαυσις [00064]
ἀνδρὶ [00064]
ἀνέγνωσται [00123]
ἀνελεήμονος [00123]
ἀνεπιτήδειον [00053]
ἀνέσεως [00103]
ἄνεσις [00047]
ἄνθος [00032]
ἀνθράκων [00045]
ἄνθρωπος [00018] [00086]
Ἄνθρωπός [00008] [00013] [00014] [00016] [00021] [00023] [00025] [00031] [00034] [00037]
Ἄνθρωπος [00024]
Ἀνίλεως [00096]
ἀνορύττοντες [00062]
ἀνταποδόσεις [00077]
ἀπαίτει [00109]
ἁπαλῇ [00072]
ἀπανθρωπίας [00071]
ἀπαραιτήτων [00049]
ἀπέκτεινας [00121]
ἀπέλειχον [00070]
ἀπενεχθῆναι [00078] [00080]
ἀπεοικὼς [00039] [00058]
ἀπέπλευσεν [00079]
ἀπέῤῥιπτο [00035]
ἀπέρχεται [00087]
ἀπέσμηξάς [00122]
Ἀπόβλεπε [00125]
ἀποθανεῖν [00078] [00080] [00082]
ἀποθανόν [00033]
ἀποθνήσκειν [00086]
ἀποκάμῃς [00124]
ἀπορία [00054]
ἀποσμήχοντες [00072]
ἀποτεθηριωμένης [00069]
ἀπωλέσας [00059]
ἀργύρῳ [00027]
ἀροσίμου [00051]
Ἄρτι [00095]
ἀρτίως [00004]
ἄρτον [00074]
ἄρτου [00050] [00074]
ἀσωτίαις [00039]
ἀταξίαις [00039]
αὐλακιζόμεναι [00056]
Αὐσίτιδι [00016]
αὐτὴν [00123]
αὐτοὶ [00106]
αὐτοῖς [00067] [00123]
αὐτὸν [00062] [00072] [00086] [00118] [00128]
αὐτοῦ [00010] [00042] [00070] [00072] [00073] [00074] [00086] [00090] [00090]
αὐτῷ [00010] [00036] [00036] [00046] [00047] [00050] [00050] [00050] [00052] [00054] [00055] [00056] [00065] [00074] [00102] [00112] [00115]
αὐτῶν [00084] [00084]
ἀφορμὰς [00053]
ἄχρηστον [00053]


β [00075]
βάθος [00089]
βαλανεῖα [00087]
βαρυτάτης [00044]
βασιλείαν [00036] [00087] [00115]
βασιλείας [00035]
βάψῃ [00112]
βεβαμμένην [00035]
βεβαπτισμένον [00007]
βιαίας [00044]
βίβλῳ [00018]
βίον [00007] [00007]
βίου [00066] [00067]
βίῳ [00102] [00115]
βλέπει [00092]
βορβόρῳ [00039]
βότρυν [00050]
βουκόλια [00059]
βοῶντος [00104]
βύσσον [00008] [00034] [00037]


γαλήνης [00047]
γὰρ [00018] [00018] [00019] [00038] [00049] [00051] [00058] [00059] [00060] [00064] [00067] [00080] [00087] [00091] [00117]
γάρ [00123]
γαστρὶ [00074] [00110]
γε [00074]
γεγένηται [00067]
γεέννης [00036] [00123]
γεηρῶν [00050]
γεωργίαν [00053]
γῆς [00051]
γλυκύῤῥωγον [00050]
γλῶσσαν [00112] [00113]
γλώσσῃ [00072]
γλώττης [00073]
γνωρίζεις [00100]
γυμνὴν [00029]
γυμνὸς [00059] [00087]


δάκρυον [00122]
δακρύων [00055] [00056] [00056]
δακτύλου [00112]
δανείζει [00107]
∆αυῒδ [00038] [00083] [00098]
δὲ [00006] [00007] [00012] [00017] [00018] [00020] [00022] [00024] [00035] [00052] [00061] [00063] [00066] [00069] [00078] [00082] [00089] [00098] [00110] [00124]
δέ [00009] [00040] [00042] [00043] [00074]
δεδαπανημένον [00074]
δέδοται [00061]
δεινῶς [00052] [00112]
δένδρον [00033] [00050]
δεσποτείαν [00087]
δι [00113]
∆ιὰ [00067] [00068] [00085] [00091] [00123]
διὰ [00022] [00041] [00074] [00104] [00110]
διαλύοντες [00046]
διδάγμασιν [00004]
διδασκαλεῖον [00003]
διδασκαλίας [00004]
διεκδράμωσιν [00012]
διεφθαρμένον [00074]
διηγήσασθαι [00011]
διηγούμενον [00006]
διησθίετο [00045] [00049]
δίκαιοι [00038]
δίκαιος [00015]
δικαιοσύνης [00032]
δικαίων [00018] [00038]
δίκην [00055]
διότι [00105]
δὶς [00033]
διψῶντι [00114]
δόξα [00086] [00128]
δορυφορούμενος [00042]
δορυφόρους [00081]
δούλους [00087]
δρόμον [00012]
δροσίσαντος [00072]
δρόσισον [00120]
δροσίσωμεν [00005]


ἐὰν [00063]
ἑαυτοῦ [00110]
ἑαυτοὺς [00012]
ἑαυτῷ [00086]
ἑαυτῶν [00012]
ἐβέβλητο [00009] [00042] [00043] [00051] [00059]
ἔγγιζε [00105]
Ἐγένετο [00080]
ἐγένοντο [00063]
ἐγεώργει [00050]
ἐγκλήμασι [00026]
ἐδαμάζετο [00049]
ἐδάνεισας [00109] [00110]
ἐδάφη [00087]
ἔδαφος [00051]
ἐδίδου [00010] [00065]
ἐζήτει [00114]
ἐθεράπευον [00072]
ἐθησαύρισας [00110]
Εἰ [00115]
εἰ [00116]
εἶδε [00090] [00091]
Εἶπε [00041]
εἶπε [00093]
εἰρημένα [00004]
Εἰς [00001]
εἰς [00001] [00042] [00051] [00078] [00079] [00080] [00084] [00089] [00089] [00110] [00114] [00119] [00123] [00128] [00128]
εἶχε [00020] [00035] [00053]
εἶχεν [00035]
ἐκ [00011] [00012] [00052]
ἑκάστου [00077]
ἐκεῖ [00108] [00109] [00111] [00127]
ἐκεῖνο [00119]
ἐκεῖνος [00059]
ἐκείνου [00071]
Ἐκείνου [00072]
Ἐκκλησίας [00003]
Ἔκλεισας [00102]
ἐκολαφίζετο [00044]
ἐκτήσω [00115]
ἐκτρέφων [00030]
ἐλαίου [00072]
ἐλάμβανε [00113]
ἔλεγε [00060]
ἐλεηθήσονται [00106]
ἐλεήμονες [00106]
ἐλεημοσύνης [00110] [00110]
ἐλέησόν [00094]
Ἐλέησόν [00099] [00112]
Ἐλέησον [00095]
ἔλειχον [00010]
ἔλεος [00096] [00105] [00120]
Ἔλεος [00105]
ἐλέους [00095]
ἐλεῶν [00107]
ἕλκη [00010] [00070] [00073]
ἐλπίδας [00012]
ἐμαραίνετο [00066]
ἐμέθυεν [00066]
ἐμελέτα [00057]
ἐμερίσω [00115]
Ἐμνήσθην [00039]
ἐμπέσῃς [00123]
ἐμπορίαν [00053]
ἐν [00004] [00004] [00012] [00016] [00018] [00022] [00026] [00026] [00026] [00026] [00028] [00028] [00038] [00039] [00039] [00039] [00039] [00039] [00052] [00052] [00052] [00052] [00057] [00061] [00061] [00066] [00067] [00074] [00074] [00086] [00088] [00090] [00092] [00092] [00092] [00092] [00102] [00103] [00112] [00115] [00118] [00124] [00128]
Ἐν [00098]
ἕνα [00074]
ἔνδυμα [00035]
ἐνεδιδύσκετο [00008] [00034] [00037]
ἐνέῤῥιπτεν [00074]
Ἐνθυμήθητι [00089]
ἐνταῦθα [00087]
Ἐνταῦθα [00087]
ἐντεῦθεν [00081]
ἐξ [00035]
ἐξακολουθήσαντες [00004]
ἐξαλειφθήσεται [00018]
ἔξοδον [00081]
Ἐξομάλισον [00119]
ἐξομολογήσεταί [00098]
ἐξομολόγησις [00097]
ἐξουσίαν [00087]
Ἔξωθεν [00048] [00049]
ἐπάρας [00090]
Ἐπάρας [00088]
ἐπεζήτει [00058]
ἐπεθύμει [00059] [00065]
ἐπειδὴ [00114]
Ἐπειδὴ [00092]
ἐπειδήπερ [00004]
ἐπέῤῥιψεν [00074]
ἐπὶ [00051] [00055] [00056] [00059] [00083] [00101] [00116] [00117]
ἐπιβὰς [00123]
ἐπιγινώσκεις [00101]
ἐπιθυμῶν [00009]
ἐῤῥαντισμένην [00035]
ἔῤῥιψας [00110]
ἐῤῥύσθης [00116]
ἐρχόμενοι [00010] [00070]
ἔσβεσας [00120]
ἐσθῆτα [00029] [00030]
ἔσπειρας [00108]
ἐστέρηται [00018]
ἑστήκαμεν [00004]
ἐστι [00003]
ἔστιν [00095] [00097]
ἔσχες [00111]
ἔσωθεν [00048] [00049]
Εὐγενέστεροι [00071]
εὔδιον [00042] [00079]
Εὐθὺς [00083]
εὔκρατος [00067]
εὐπορίας [00066] [00102]
εὕρισκεν [00057]
εὐρῶτος [00074]
εὐφραινό [00008]
Εὐφραινόμενος [00038]
εὐφραινόμενος [00037] [00039]
εὐφροσύνη [00038]
ἐφέροντο [00056]
ἐφύοντο [00055]
ἐχαρίσατο [00074]
ἔχε [00111] [00127]
ἔχει [00081]
ἔχων [00018] [00029] [00029] [00032] [00066]
ἐψηφωμένα [00087]


ζαλώδους [00079]
ζήτει [00108]
ζωὴ [00061]
ζωὴν [00128]
ζωῆς [00018]


[00049] [00081] [00083] [00086] [00096] [00128]
ἠβούλου [00101]
ἥδιστον [00050]
ἤκουσας [00096] [00098] [00104]
ἡλκωμένος [00009] [00043]
ἡμεῖς [00011]
ἡμέρᾳ [00052] [00118]
ἡμέραν [00008] [00037] [00127]
ἡμῖν [00006]
ἡμῶν [00004] [00128]
ἦν [00008] [00009] [00013] [00016] [00021] [00023] [00024] [00025] [00031] [00034] [00037] [00039] [00040] [00042] [00043] [00050] [00052]
Ἦν [00006]
ἠρέμα [00073]
ἧς [00113]
ηὑρίσκετο [00047]
ηὐφράνθην [00039]


θαλάσσης [00035]
θάλπουσα [00052]
θάνατον [00057] [00057] [00058] [00059]
θάνατος [00064]
θανάτου [00062]
θέλω [00105]
Θεοῦ [00035] [00038] [00039] [00104]
θέρει [00052]
θερίσαι [00108]
Θεῷ [00105] [00107] [00110]
θηρίον [00024]
θησαυρόν [00062] [00111]
θλίψεως [00012] [00046]
θρέψον [00121]
θυσίαν [00105]


ἰδιάζουσαν [00020]
Ἰησοῦ [00128]
ἰκμάδα [00066]
ἱλαρὸν [00074]
ἱμείρονται [00062]
ἵν [00011] [00012]
ἵνα [00112] [00123] [00128]
Ἵνα [00061] [00069]
ἰοῦ [00074]
ἵππους [00087]
ἴσα [00101]
ἴχνεσι [00123]
ἰχῶρα [00072]
ἰῷ [00026]
Ἰώβ [00015] [00016] [00058]


κἀγὼ [00103]
καθ [00008] [00037]
καιρὸς [00095]
καιρῷ [00103]
κακίας [00020]
κακοῖς [00044]
κάμινον [00120]
κἂν [00074] [00114]
καρδίᾳ [00055]
καρδία [00049]
καρδίαν [00046] [00111]
καρπὸν [00050]
καταβολῇ [00119]
κατακαίουσα [00052]
καταλιμπάνει [00087] [00087]
καταρδευόμενος [00066]
κατατύχωσι [00063]
καταφύγιον [00003]
καταψύξῃ [00112]
Κατεστιγμένον [00053]
κατεστιγμένον [00007]
κατοίκησιν [00051]
καύσωνι [00066]
κλάσμα [00074]
κλείω [00103]
κληρονομίας [00022]
κλονούμενος [00042] [00124]
κοινὸν [00018] [00019] [00020]
κοινωνίᾳ [00067]
κοινωνὸν [00115]
κολάζεται [00113]
κόλακας [00087]
κόλποις [00090]
κόλπον [00042]
κόλπους [00078] [00080] [00103]
κομῶν [00032]
κοπρίας [00051] [00059] [00101]
Κόπρος [00052]
κοχλίου [00035]
κραιπάλαις [00039]
κρῖμα [00105]
κρίσεως [00116]
κρίσις [00096]
κτήμασι [00026]
κτήματα [00059]
κυβερνῶν [00128]
κυλινδουμένοις [00039]
κύνες [00010] [00070] [00071] [00072]
κυνῶν [00101]
Κύριος [00118]
Κυρίῳ [00038] [00128]


λαβόντες [00004]
Λάζαρον [00001] [00080] [00090] [00099] [00100] [00112] [00115] [00126]
Λάζαρος [00009] [00040] [00042] [00043] [00091]
Λαζάρου [00022]
Λαζάρῳ [00012]
λαμπρότατον [00126]
λαμπροὺς [00069]
λαμπρῶς [00008] [00037]
λέγεις [00095]
λέγεταί [00085]
λεγόμενον [00083]
λέγοντος [00096] [00098] [00104]
λέγων [00038]
λειότητι [00073]
λείψανον [00074]
λήψεται [00086]
λιμένα [00079] [00128]
λόγον [00074]
λόγου [00005]
λυτήριον [00058]


μαθητοῦ [00114]
Μακάριοι [00106]
Μακάριος [00117]
μακρῶν [00058]
μαρτυρεῖ [00038]
μασήσηται [00069]
μάχαι [00048]
με [00094] [00099] [00112]
Μέγιστόν [00003]
μεθ [00127]
μέθαις [00039]
μὲν [00007] [00012] [00020] [00022] [00024] [00035] [00052] [00066] [00069]
μενος [00008]
μέρος [00011]
μέρους [00052]
μετ [00042]
μεταλαβεῖν [00009]
μετανοεῖς [00097]
μετέδωκεν [00114]
μηδὲ [00124]
μηδεμίαν [00066]
μηδέποτε [00072]
μνήμη [00038]
μνηστευομένην [00036]
μοι [00038]
Μόλις [00079]
μόνον [00018]
μονοφάγον [00024]
μου [00103] [00112]
μοχθηρίαν [00022]


ναυαγίων [00011]
νυκτὶ [00052]
νύκτωρ [00127]
Νῦν [00097]
νῦν [00100] [00101] [00103] [00115] [00116] [00120]


ξένος [00022]


[00015] [00018] [00044] [00066] [00066] [00067] [00069] [00069] [00079] [00089] [00090] [00091] [00092] [00092] [00117] [00118] [00124]
[00074] [00107]
ὀβολὸν [00074]
ὁδοιπορίαν [00053]
ὀδόντων [00072]
ὀδοῦσι [00069]
ὀδύναις [00061]
ὀδυνῶμαι [00112]
Οἱ [00062]
οἱ [00010] [00011] [00012] [00012] [00038] [00070] [00071] [00072] [00084] [00106]
Οἷα [00077]
οἴακι [00128]
οἰκείοις [00069]
οἰκίαι [00084]
οἴκους [00087]
οἷον [00089]
ὀλιγώρει [00124]
ὁμιλία [00001]
ὄμμα [00074] [00127]
ὄμφακας [00069]
ὅν [00101]
ὄνομα [00016] [00017] [00018] [00019] [00020] [00041] [00114]
ὀνόματα [00018]
ὀνόματι [00009]
ὀνόματος [00015] [00018] [00041]
ὄντα [00092] [00092] [00101]
ὅπου [00109]
Ὅπου [00108] [00111]
ὀπώρας [00050]
ὁρᾷ [00092]
Ὁρᾷς [00081]
ὀρφανοὺς [00121]
ὁρῶντες [00012]
ὃς [00009] [00042] [00043]
ὅσον [00089]
ὅταν [00086]
ὅτε [00095] [00097]
ὅτι [00086] [00106] [00112]
Οὐ [00015] [00050]
οὐ [00035] [00036] [00042] [00050] [00062] [00067] [00074] [00074] [00074] [00092] [00114]
οὐδ [00050]
οὐδαμοῦ [00057]
οὐδὲ [00051] [00074] [00074] [00086]
οὐδεὶς [00010] [00065]
οὐδεμία [00047]
οὐδὲν [00039] [00058]
Οὐκ [00096] [00098] [00104]
οὐκ [00032] [00050] [00074] [00074] [00086] [00095] [00097] [00101] [00110]
οὖν [00108]
οὐρανῶν [00036]
οὔτε [00051] [00110]
οὐχ [00038]
ὀφειλομένας [00004]
ὀφθαλμοὺς [00090]
ὀφθαλμούς [00088]
ὀχετοὶ [00056]
ὀχήματα [00087]
ὀψώνια [00077]


παιδευτήριον [00003]
πάλιν [00107]
πανδοχείῳ [00074]
πάντα [00072] [00074] [00086] [00087] [00087] [00110]
Πανταχόθεν [00054]
πανταχόθεν [00046] [00054]
πάντων [00019] [00104]
παρ [00004]
παραμυθίαν [00050]
παρασεσιώπηται [00017]
παρασίτους [00087]
παρειῶν [00056]
πᾶσαν [00072]
πᾶσιν [00004]
Πάτερ [00094]
πείρας [00011]
πέμψον [00099] [00112]
πένης [00066] [00069] [00079] [00089] [00124]
πένητα [00078] [00110] [00116] [00117]
πένητας [00119]
πένητες [00012]
πένητι [00072] [00074]
πένητος [00006] [00007] [00022] [00041]
πενήτων [00003]
πένθους [00122]
πενία [00081]
πενίας [00044] [00050] [00066] [00079] [00124]
περιβόλαιον [00052]
περιεβλέπετο [00057]
περιλαμπόμενος [00027]
περιχαρεῖς [00063]
πέτρας [00011]
πηχυαῖον [00051]
πικρίᾳ [00061]
πιπτόντων [00009] [00065]
πλοῦς [00067]
πλουσίᾳ [00119]
πλούσιοι [00012]
πλούσιον [00001] [00082] [00091]
Πλούσιος [00026]
πλούσιος [00008] [00013] [00021] [00025] [00026] [00026] [00026] [00028] [00031] [00034] [00037] [00066] [00069] [00074] [00089] [00090]
πλουσίου [00006] [00007] [00009] [00009] [00012] [00043] [00065] [00071] [00083] [00123]
πλουσίων [00003]
πλουτήσῃ [00086]
Πλούτῳ [00032]
πλωτῆρες [00011]
ποιήσαντι [00096]
πολιτείαν [00006]
πολλὴν [00029]
πολλούς [00030]
πολὺ [00042]
πολυάθλῳ [00058]
πολυτελῆ [00030]
πολυφλεγὲς [00119]
πολυφόρτῳ [00066]
πονηρᾷ [00118]
πονηρᾶς [00116]
πόνους [00073]
Πόνων [00058]
Πορφύραν [00035]
πορφύραν [00008] [00034] [00035] [00037]
πόσοις [00044]
ποτὲ [00079]
ποτε [00101]
ποτήριον [00114]
πραΰναντες [00072]
πρὸ [00055]
προαιρέσεως [00022]
προθύμως [00012]
προλαβόντος [00004] [00012]
προλάμπουσαν [00036]
προλαμπούσας [00012]
προπλεόντων [00011]
πρὸς [00009] [00042] [00043] [00050] [00053] [00053] [00053] [00067] [00125]
προσεκόμιζεν [00050]
προσέφερεν [00050]
προσηγορίᾳ [00015]
προσηγορίας [00041]
προσηῤῥάσσοντο [00046]
προφητῶν [00104]
Πτωχὲ [00086]
πτωχείᾳ [00007]
πτωχείας [00042]
πτωχὸν [00041] [00107] [00117]
Πτωχὸς [00009] [00040] [00042] [00043]
πτωχὸς [00028] [00044]
πυλῶνα [00009] [00042] [00043]
πώποτε [00074] [00110] [00114]
Πῶς [00051]
πῶς [00081]


ῥάκος [00074]
ῥανίδα [00114]
ῥεύματι [00066]
ῥύμῃ [00056]
ῥυπαρίαν [00072]
ῥύσεται [00118]
ῥυσθεὶς [00079]


σῆτας [00030]
σιτοφόρος [00050]
σίτων [00074]
σκάμματι [00004]
σκότει [00092] [00092]
σκώληκας [00121]
σκώληξι [00059]
σοι [00085] [00098] [00104] [00123]
σου [00102] [00105] [00111] [00111] [00119] [00122] [00128]
σπέρμα [00050] [00110]
σπιθαμὴ [00051]
σπινθηροβόλων [00045]
σπλάγχνα [00102]
στάδιον [00003]
στεῖλον [00122]
στεναγμοὶ [00055]
στένωσις [00054]
στεφάνους [00069]
Σὺ [00110] [00124]
Συγγενὴς [00022]
συγκαταβήσεται [00086]
σὺν [00115]
Συνέβη [00078] [00082]
συνειλημμένος [00059]
συνείχετο [00044]
συνεχεῖ [00056]
συνῆκας [00116]
συνθρύπτοντες [00046]
συνιὼν [00117]
συσκοτιζόμενος [00027]
σφοδρῶς [00042]
σχήματι [00024]
σῶμα [00046] [00049] [00053] [00059]
σώματος [00022]
σῶν [00115]
σωφρονίσωσιν [00012]


τὰ [00004] [00010] [00011] [00018] [00059] [00059] [00059] [00070] [00073] [00077] [00086] [00087] [00087] [00087] [00087]
τά [00102]
ταῖς [00061]
τὰς [00004] [00011] [00012] [00053]
ταῦτα [00123]
ταύτῃ [00112]
ταφὴ [00083]
ταφῆναι [00082]
τάφοι [00084]
τελευταῖον [00059]
τέτακται [00083]
τεταμένον [00127]
τετίμηται [00015]
τῇ [00007] [00007] [00015] [00016] [00042] [00055] [00056] [00067] [00072] [00072] [00073] [00074] [00110] [00112] [00119] [00124]
Τὴν [00113]
τὴν [00020] [00022] [00022] [00029] [00046] [00050] [00072] [00081] [00087] [00087] [00087] [00111] [00112] [00112] [00113] [00115] [00120] [00122] [00123] [00128]
τῆς [00003] [00004] [00009] [00011] [00012] [00012] [00018] [00020] [00022] [00022] [00035] [00041] [00042] [00044] [00050] [00051] [00059] [00065] [00066] [00066] [00069] [00069] [00071] [00073] [00074] [00079] [00101] [00102] [00103] [00103] [00110] [00116] [00123] [00124] [00128] [00128]
Τί [00060]
τί [00061] [00067] [00068] [00076] [00091]
τι [00050]
τιθασσεύοντες [00073]
τιμᾷν [00101]
τιμῶν [00041]
τιμωρίαν [00123]
τιμωρίας [00012] [00103]
τίς [00098]
τις [00008] [00009] [00013] [00014] [00016] [00021] [00023] [00025] [00031] [00034] [00037] [00040] [00042] [00043]
τὸ [00003] [00006] [00017] [00018] [00018] [00019] [00020] [00035] [00041] [00046] [00049] [00053] [00059] [00083] [00119] [00119] [00120] [00127]
τοιαῦται [00077]
τοίνυν [00004] [00011]
τοῖς [00004] [00053] [00057] [00059] [00061] [00069] [00090] [00123]
τὸν [00001] [00001] [00007] [00007] [00009] [00012] [00041] [00042] [00042] [00043] [00057] [00058] [00078] [00079] [00080] [00082] [00084] [00090] [00091] [00092] [00092] [00101] [00110] [00111] [00115] [00116] [00125] [00126] [00128]
τόπος [00051]
τοῦ [00004] [00005] [00009] [00009] [00012] [00015] [00018] [00022] [00022] [00035] [00035] [00039] [00041] [00041] [00042] [00043] [00062] [00065] [00067] [00071] [00074] [00078] [00079] [00080] [00083] [00083] [00096] [00098] [00104] [00112] [00122] [00123]
τοὺς [00069] [00069] [00073] [00078] [00080] [00087] [00087] [00087] [00087] [00087] [00087] [00087] [00088] [00090] [00103] [00119] [00121] [00128]
τοῦτο [00019] [00085] [00123]
Τούτου [00017]
τραπέζης [00009] [00065]
τραύμασιν [00053]
τραυμάτων [00072] [00073]
τριβόλων [00055]
τρικυμίᾳ [00042] [00124]
τροφὴν [00113]
τρυφῇ [00007]
τρυφῆς [00066]
τυγχάνουσιν [00062]
τυγχάνων [00092]
τῷ [00004] [00024] [00024] [00035] [00052] [00052] [00058] [00066] [00066] [00072] [00074] [00086] [00088] [00092] [00092] [00092] [00092] [00096] [00098] [00102] [00103] [00105] [00115] [00128] [00128]
τῶν [00009] [00011] [00011] [00045] [00049] [00049] [00050] [00053] [00056] [00065] [00065] [00072] [00072] [00073] [00078] [00080] [00101] [00104] [00115] [00119] [00122] [00128]


ὕδατος [00112] [00114] [00114]
ὑμῖν [00004]
ὑπ [00042] [00074]
ὑπάρχων [00088]
ὑπασπιστὰς [00087]
ὑπέκλεπτον [00073]
ὑπὲρ [00105]
ὑπηρέτας [00087]
ὑπῆρχεν [00051] [00089]
ὕπνοις [00057]
ὕπνον [00057]
ὑπὸ [00044] [00044] [00045] [00045] [00049] [00049] [00074] [00078] [00080] [00083]
ὑποδέξηται [00069]
ὑπομονῆς [00069] [00128]
ὑφάλους [00011]
ὕψος [00089]


φάρυγγος [00074]
Φέρε [00004]
φησὶ [00090]
φησὶν [00065] [00070] [00078] [00080]
φθάσῃς [00128]
φθινοπωρινὸν [00033]
φιλανθρωπίᾳ [00072]
φλόγα [00036]
φλογὶ [00112]
φλυκταινῶν [00045] [00049]
φοβερὰν [00036]
φόβοι [00048]
φοβοῦ [00086]
φρονήματι [00024]
φροντίδων [00049] [00058]
φύγωμεν [00011]
φύλασσον [00105]
φυλάσσων [00030]
φύσεως [00018]
φύσιν [00022]
φῶς [00061]
φωτὶ [00092] [00092]


χαλάζης [00044]
χαλκῷ [00026]
χάος [00119]
χείμαῤῥοι [00046]
χειμῶνι [00052]
χερσὶ [00004]
χήρας [00122]
χοίροις [00039]
χορτασθῆναι [00065]
χρειῶν [00053]
χρήματα [00059]
χρημάτων [00119]
Χριστοῦ [00035]
Χριστῷ [00022] [00028] [00128]
χρυσοχαλίνους [00087]
χρυσῷ [00028]
χρυσωρόφους [00087]
χώνης [00074]
χώρᾳ [00016]
χώρα [00050]
χωρία [00087]


ψεκάδα [00072]
ψεκάδας [00004]
ψιχίων [00009] [00065]
ψυχαῖς [00061]
ψυχὴν [00122]
ψυχήν [00029]
ψυχῆς [00069]
ψυχροῦ [00114]


[00044] [00066]
[00016] [00051] [00128]
ὠμότητα [00020]
ὡς [00038] [00038] [00058] [00072]
ὥσπερ [00011] [00015] [00044] [00045] [00062] [00074]