0345-0407 - Iohannes Chrysostomus - In principium jejuniorum
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn principium jejuniorumὰ

[00002]    Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

62.745

[00003]    Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν·

[00004]    οἱ δὲ τῆς Ἐκκλησίας ναῦται πρὸς τὴν οὐράνιον ἡμᾶς ἐμπορίαν καλοῦσι, καὶ τὸν πλοῦν τῆς δικαιοσύνης ἡμῖν εὐτρεπίζουσι, τὰς προφητικὰς ἡμῖν ἀναπετάζοντες διφθέρας, καὶ τοὺς οἴακας τοῦ νόμου μεταχειρίζονται·

[00005]    τοῦ τιμίου σταυροῦ τὸν ἱστὸν ἐξαρτῶσι, καὶ τὴν ἄγκυραν τῆς πίστεως περισφίγγουσι·

[00006]    τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὁλκάδα ταύτην μηνύει, καὶ ὁ τοῦ παντὸς ποιητὴς αὐτὴν περιέπει.

[00007]    ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·

[00008]    ∆εῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς·

[00009]    ἀπόκλεισον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ τῆς ἀπανθρωπίας θηροτρόφον συμπόδισον ἐργαστήριον, ἐπιτίμησον ἀνέμοις τῶν πονηρῶν πνευμάτων, μεταῤῥύθμισον εἰς τὴν τῶν ἀσωμάτων διαγωγὴν τοὺς νηστεύοντας, δεῖξον αἰδέσιμον πολιὰν πρεσβύτου, τῷ τῆς ἐγκρατείας ἕλκυσον ἀρότρῳ, φαίδρυνον ἄνδρας ἐν ἀσωτίᾳ διημερεύοντας, κόσμησον γύναια τὸ τῆς σεμνότητος στάδιον διερχόμενα, τὴν νεότητα πρὸς τὸν ἀγγελικὸν μεταῤῥύθμισον βίον·

[00010]    ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον·

[00011]    σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον.

[00012]    Νῦν γὰρ αἱ ὑπερκόσμιοι δυνάμεις ἀγάλλονται, τὰ τῶν ἀγγέλων τάγματα πνευματικῶς πανηγυρίζει·

[00013]    Θρόνοι, Κυριότητες, Ἀρχαὶ καὶ Ἐξουσίαι τῇ τῶν ἀνθρώπων εὐφραίνονται σωτηρίᾳ·

[00014]    μόνος ὁ ἐκ τῶν οὐρανῶν ἐκπεσὼν διάβολος ἐπιστυγνάζων λέγει·

[00015]    Ποῦ μοι νῦν ἡ κατὰ τῶν ἐξ ἀδδηφαγίας ἐκτραχηλισθέντων μεγαλαυχία;

[00016]    ποῦ μοι τὸ διὰ τῆς βρώσεως κατὰ τῶν ἀνθρώπων ψυχοφθόρον μηχάνημα;

[00017]    ποῦ μοι νῦν ἡ λιχνὴ τοῦ ξύλου γεῦσις, δι' ἧς τὸν Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατήσας ἐγύμνωσα;

[00018]    Οἴχεται νῦν μοι τὰ τῆς πονηρίας μηχανήματα τῆς νηστείας φανείσης.

[00019]    Πόθεν ἡ λεγομένη μοι νηστεία κατεφάνη;

[00020]    τίς ταύτην νῦν κατ' ἐμοῦ ἐστράτευσεν;

[00021]    Οὐκέτι Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατηθεὶς Θεοῦ γυμνοῦται, οὐκέτι συμβουλῇ πείθεται ψυχοφθόρῳ, οὐκέτι λαιμαργεῖ, οὐκέτι τῷ τῆς γαστριμαργίας συνέχεται βρόχῳ.

[00022]    Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παράδεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐναβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται κάλλος·

[00023]    καὶ τὸ δὴ τούτου δεινότερον, ὅτι παράδεισον διὰ παραβάσεως ἀπολέσας, τῷ τῆς νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν.

[00024]    Ἐγὼ τῶν ἐκεῖθεν ἐῤῥίφην, καὶ ὁ ἀπεῤῥιμμένος πάλιν ταῖς οὐρανίαις ἐποχεῖται δυνάμεσι.

[00025]    Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ νηστευτῶν καταβαλλόμενος, ὑπὸ φύσεως ἀνθρωπίνης ἐλαυνόμενος.

[00026]    Ἀλλὰ τούτας μὲν ὁ πονηρὸς τὰς ἑαυτοῦ ἀποτυχίας θρηνωδείτω βαλλόμενος·

[00027]    ἡμεῖς δὲ ἀπὸ τῆς ἀποστολικῆς φαρέτρας εὔστοχον ἐπὶ τοῦ παρόντος ἁρπάσαντες βέλος, αὐτῷ τῆς πλεονεξίας τὰς ἡδονὰς κατατρώσωμεν, μετὰ Παύλου τὰ τοῦ Παύλου βοῶντες·

[00028]    Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον·

[00029]    δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.

[00030]    Ἀλλ' εἴθε

[00031]    Επιτρέπετα

[00032]    ἡμῶν ἡ εἴσοδος μιμεῖται τὴν ἔξοδον·

[00033]    εἴθε γυμνός τις ἀπῄει καὶ τιμωρίας ἐλεύθερος·

[00034]    εἴθε πένης τὴν φύσιν, καὶ τὴν ψυχὴν ἀκατάκριτος·

[00035]    εἴθε πτωχὸς καὶ ἀνέγκλητος, εἴθε ἄπορος καὶ ἀνώδυνος.

[00036]    Ἀλλὰ καὶ τὸ πάνυ δεινὸν, ἐνταῦθα καταλιμπάνων τις ἃ συνήγαγε, τὴν ἐξ ἐκείνων ἁμαρτίαν βαστάζων ἀπέρχεται·

[00037]    καὶ τοῦ μὲν κέρδους ἐστέρηται, τῆς δὲ δι' αὐτὰ καταδίκης οὐκ ἠλλοτρίωται·

[00038]    ἀλλ' ἕτερος μὲν τῶν ἐκείνου διαδέχεται τὴν ἀπόλαυσιν, ἐκεῖνος δὲ μόνος τὴν κόλασιν ὑπομένει·

[00039]    καὶ ὁ μὴ κτησάμενος, ἔχων τρυφᾷ, ὁ κτησάμενος δὲ οὐδὲν ἔχων βασανίζεται, ἓν μόνον, τὸ δοῦναι δίκην ἀπὸ τοῦ πλουτῆσαι κερδάνας.

[00040]    Ἀνάνηψον τῆς βιω [62.746] τικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς·

[00041]    μὴ τοῦτον καταλείψῃς ἐχθροῖς·

[00042]    πρόλαβε τῶν εἰς σὲ κεχηνότων τὰ στόματα·

[00043]    μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας.

[00044]    Τέκνων ὑπάρχεις πατήρ;

[00045]    τούτων τὴν ψυχὴν ἀδελφὴν καταρίθμησον, μέρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον.

[00046]    Φιλόπαις εἶ;

[00047]    γενοῦ καὶ φιλόθεος, δι' οὗ τὸ φιλόπαις ἐκτήσω.

[00048]    Ἀλλ' ἀπαιδίαν ἐνόσησας;

[00049]    μὴ ἐμπέσῃς εἰς υἱοὺς οὓς ἡ φύσις οὐ δέδωκέ σοι·

[00050]    σαυτὸν εὖ ποιῶν κληρονόμησον·

[00051]    μὴ γυμνὸς ἐλεημοσύνης ὀφθῇς τῷ Κριτῇ·

[00052]    φεῦγε τὴν ἀπειλουμένην πυράν·

[00053]    πρὸς τὴν κοινὴν τοῦ γένους ἔξοδον εὐτρεπίσθητι·

[00054]    ἐκείνην σου τὴν τελευταίαν ἡμέραν τῆς ζωῆς περισκόπησον.

[00055]    Ὅταν σου τὴν ψυχὴν οἱ παριόντες ἄγγελοι ἀθρόον ἐφιστῶνται λαβεῖν, τί δράσεις ὑπὸ τοῦ κλέπτου θανάτου ἑλκόμενος;

[00056]    ὅταν μέλλῃς ἀθυμεῖν ἐκ τοῦ συνέχοντός σε κινδύνου, ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρανὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ καταγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;

[00057]    ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας;

[00058]    Οὐδαμῶς·

[00059]    ἀλλὰ πικρὸν στενάξεις κατὰ ψυχὴν καὶ ἐρεῖς ἄφωνος, Οἴμοι, οἴμοι ὁ τάλας ἐγώ·

[00060]    ὠθοῦμαι πρὸς ἔξοδον ὁ ταλαίπωρος, ἕλκομαι πρὸς βίαν καταλῦσαι τὸν βίον, ἄγομαι δέσμιος ὅθεν ὑποστρέφειν οὐκ ἔστι.

[00061]    Λοιπὸν οὐ βοηθοῦσιν οἰκέται, οὐ παραφαίνονται φίλοι, οἱ κόλακες ἀνεχώρησαν, οἱ δορυφόροι οὐ παρίστανται·

[00062]    οὐ συμπράττει μοι ζώνη, οὐ συμβάλλεταί μοι χρυσὸς, οὐκ ἐξαιρεῖταί με στρατὸς, οὐ λυτροῦταί με χρήματα, περιφανεῖς οὐ διασώζουσιν·

[00063]    οἴκους μάτην ᾠκοδόμουν, ἐδαπάνησα ἀκαίρως τοσαῦτα χρήματα, ἐσώρευσα τάλαντα.

[00064]    Ἐμοὶ τὰ τῆς δόξης ἐκπίπτει·

[00065]    οὐκέτι κελεύω, καὶ παρίστανται παῖδες·

[00066]    οὐ προστάττω, καὶ κυκλοῖ με στρατός·

[00067]    οὐκ ἐπιτάττω, καὶ πόλεις πᾶσαι τὸ κελευσθὲν ἐκπληροῦσι.

[00068]    Τί δράσω ὁ δείλαιος ἐγώ;

[00069]    τί πράξω τῶν ἀνενδότων ἐπικειμένων;

[00070]    ∆υσωπήσω, ἱκετεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει.

[00071]    Ἐξαιτῶ σε, ὦ θάνατε, ὀλίγον μοι καιρὸν ζωῆς φιλοτίμησαι.

[00072]    Οὐ φοβῇ βασιλικὸν ἀξίωμα;

[00073]    οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα;

[00074]    αἰδέσθητι παρακαλοῦσαν εὐγένειαν, ἐντράπηθι πολιὰν δυσωποῦσαν, φεῖσαι δακρυούσης νεότητος.

[00075]    Οὐκ ἀφέσεως, ὦ θάνατε, ὁλοτελοῦς, ἀλλ' ὑπερθέσεως χρῄζω μικρᾶς.

[00076]    Ἔτι μου περιλέλοιπα τὸν οἶκον ἀτέλεστον, ἔτι μερίσαι κληρονόμοις ὡς ὤφειλον, τὸν κλῆρον οὐκ ἔφθασα.

[00077]    Λήθη με μέχρι τοῦ παρόντος μὴ νῆψαι πεποίηκε, βιωτικαῖς φροντίσιν ἀπασχολούμενον·

[00078]    τὸν νοῦν εἴασά μου τὸ καιριώτερον ἀπρονόητον.

[00079]    Ἄφνω πρὸς δίκην ἕλκεις με·

[00080]    ποίοις εἰσαγόμενος χρήσομαι ῥήμασι;

[00081]    ποίαν καλέσω συνεργὸν εὐπραξίαν;

[00082]    ποῖόν μοι συνηγορήσει κρινομένῳ κατόρθωμα;

[00083]    τί πράξας ἀπολογήσομαι τῷ Κριτῇ;

[00084]    τί εἴπω, ἢ τί φθέγξωμαι, κάτω νεύειν ὑπὸ τοῦ βάρους τῶν πταισμάτων ἀναγκαζόμενος;

[00085]    Μακροθύμησον ἐπ' ἐμοὶ μικρὸν, παρακαλῶ.

[00086]    Ποῦ με ἀνέτοιμον

[00087]    Επιτρέπετα

[00088]    ἕλκεις;

[00089]    τί με γυμνὸν τῷ Κριτῇ παραστῆσαι σπουδάζεις;

[00090]    ἔασον, παρακαλῶ, εἴπω τι·

[00091]    λογίσομαι τὸ πλημμέλημα, ἐξομολογήσεως ἀφήσω φωνὴν, θρηνήσω μικρὸν, στενάξω βραχὺ, δακρύσω πρὸς ὀλίγον, ἀσπάσομαι φίλους, περιπτύξομαι γαμετήν·

[00092]    κἂν ἑνὶ περιβολαίῳ μετανοίας σκεπάσω μου τὴν ψυχήν.

[00093]    Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περινοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης ὑπερθέσεως δίδωμι.

[00094]    Καὶ τούτων, ὦ ἄνθρωπε, λέγων σοφώτερα, τοῦ παρεστῶτος θανάτου οὐ κωλύσεις τὴν βίαν.

[00095]    Θάνατος γὰρ ἀκολάκευτος δήμιος, θάνατος ἀνυπόκριτον διάταγμα, θάνατος ἐκβιβαστὴς τοῦ γένους ἀπροσωπόληπτος, θάνατος φονεὺς ἀνυπόκριτος, θάνατος ὁδοιπόρος τῆς φύσεως, θάνατος ἀμηνυτὶ πρὸς βασιλεῖς εἰσιὼν παρίσταται, θάνατος κλέπτης καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὴν ὁμοίαν τῆς κλοπῆς ἐργαζόμενος τέχνην, θάνατος ἁρπάζων, δικαιότητος ἅρπαξ, θάνατος δικαίοις μόνοις περιπόθητον κτῆ [62.747] μα.

[00096]    Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαντες·

[00097]    μὴ πάλιν ὕπνῳ ἁμαρτίας καθεύδωμεν·

[00098]    ἐξιλασώμεθα τοῖς δευτέροις τὰ φθάσαντα.

[00099]    Ἀδίκως συνέλεξας;

[00100]    δικαίως ἀνάλωσον·

[00101]    ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα.

[00102]    Ἠδίκησάς ποτε;

[00103]    πρῶτον ὧν ἠδίκησας φεῖσαι·

[00104]    πρῶτον δίκαιος.

[00105]    καὶ τότε φιλάνθρωπος·

[00106]    πρῶτον ἀπόδος, εἶθ' οὕτω μετάδος·

[00107]    πρῶτον ἔκκλινον τοῦ κακοῦ, εἶθ' οὕτω ποίησον ἀγαθόν.

[00108]    Μὴ φαίνου φιλόδωρος ἀφ' ὧν οὐκ ἐγένου φιλάδελφος.

[00109]    Ὅταν ἐλεήσῃς οὓς ἐποίησας πένητας, τότε πένησιν ἄλλοις ἀφ' ὧν οὐχ ἥρπασας χάρισαι·

[00110]    ὅτε στήσεις τῶν ὑπὸ σοῦ ἀδικηθέντων τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμπάθησον κλαίουσι.

[00111]    Τίμα τὸν Κύριον, εἶπεν ἡ Γραφὴ, ἀπὸ σῶν δικαίων πόνων.

[00112]    Μὴ γὰρ ἀπατᾶσθε, Θεὸς οὐ μυκτηρίζεται.

[00113]    Οὐ δέχεται δωρεὰν ἑτέρου στενάζοντος·

[00114]    οὐκ ἀνέχεται τὴν ἁρπαγὴν ὁ πλάστης μετὰ σοῦ μερίσασθαι.

[00115]    Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι τὸ δίκαιον, οὐκ ἔνι [62.748] τὸν ἐλεγχόμενον ἐκφυγεῖν·

[00116]    ἀλλ' εἴ τι σύνοιδας σαυτῷ, ἄνθρωπε, ἄτοπον πεπραχὼς, μετανόησον.

[00117]    Ἐξεκυλίσθης ποτὲ, ὦ ἄνθρωπε, πρὸς ἀλόγους ὀρέξεις, τῇ ἀθεμίτῳ δουλεύσας ἀνάγκῃ;

[00118]    ὑπόχρεως γέγονας πολλῶν ἀνομημάτων;

[00119]    μὴ φοβηθῇς τὸν Κριτὴν, καὶ ἀπογνῷς τῆς σεαυτοῦ σωτηρίας·

[00120]    ἐλέῳ οἶδεν ἐξαγοράζεσθαι, εὐποιίαις πενήτων πέφυκε δυσωπεῖσθαι, δωροδοκεῖται πτωχῶν παραμυθίαις.

[00121]    Ἄκουσον αὐτοῦ ἐν Εὐαγγελίοις βοῶντος·

[00122]    ∆ότε ἐλεημοσύνην, καὶ πάντα πεπλήρωται.

[00123]    ∆ότε μοι, κράζει ὁ πάντας πλουτίζων·

[00124]    δότε μοι, κράζει ὁ πᾶσι δεδωκὼς εἰς ἀπόλαυσιν.

[00125]    Ἀνέχεται καὶ δύο ὀβολοὺς παρὰ χήρας δεχόμενος·

[00126]    οὐκ ἐρυθριᾷ καὶ εἰς ποτήριον ψυχροῦ ὕδατος κατερχόμενος·

[00127]    οἶδε καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ἀποδέξασθαι·

[00128]    αὐτὸς γὰρ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ·

[00129]    ᾧ πρέπει δόξα καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00130]    Ἀμήν.

[00131]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In principium jejuniorum
Litterarum Omnium Conspectus: 116 Litterae, quae repetitae sunt in 7,811 occasionibus



α

0945 

555   

Α

0913 

0   

β

0946 

40   

Β

0914 

0   

γ

0947 

108   

Γ

0915 

2   

δ

0948 

143   

Δ

0916 

0   

ε

0949 

418   

Ε

0917 

7   

ζ

0950 

25   

Ζ

0918 

0   

η

0951 

131   

Η

0919 

0   

θ

0952 

107   

Θ

0920 

5   

ι

0953 

351   

Ι

0921 

1   

κ

0954 

243   

Κ

0922 

7   

λ

0955 

193   

Λ

0923 

2   

μ

0956 

244   

Μ

0924 

4   

ν

0957 

659   

Ν

0925 

1   

ξ

0958 

39   

Ξ

0926 

0   

ο

0959 

533   

Ο

0927 

9   

π

0960 

283   

Π

0928 

7   

ρ

0961 

296   

Ρ

0929 

0   

ς

0962 

364   

΢

0930 

0   

σ

0963 

284   

Σ

0931 

0   

τ

0964 

615   

Τ

0932 

6   

υ

0965 

154   

Υ

0933 

0   

φ

0966 

69   

Φ

0934 

1   

χ

0967 

75   

Χ

0935 

0   

ψ

0968 

18   

Ψ

0936 

0   

ω

0969 

126   

Ω

0937 

0   

8164 

6   

 

  

0   

8165 

8   

8172 

   



 ά 

 8049 

 109 

 έ 

 8051 

 96 

 ή 

 8053 

 44 

 ί 

 8055 

 144 

 ό 

 8057 

 95 

 ύ 

 8059 

 58 

 ώ 

 8061 

 22 

 ὰ 

 8048 

 44 

 ὲ 

 8050 

 18 

 ὴ 

 80852 

 54 

 ὶ 

 8054 

 56 

 ὸ 

 8056 

 90 

 ὺ 

 8058 

 12 

 ὼ 

 8060 

 6 

 ᾶ 

 8118 

 8 

   

   

 0 

 ῆ 

 8134 

 57 

 ῖ 

 8150 

 42 

   

   

 0 

 ῦ 

 8166 

 70 

 ῶ 

 8182 

 64 

 ἀ 

 7936 

 101 

 ἐ 

 7952 

 88 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 22 

 ὀ 

 8000 

 6 

 ὐ 

 8016 

 69 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 7 

 ἑ 

 7953 

 7 

 ἡ 

 7969 

 25 

 ἱ 

 7985 

 10 

 ὁ 

 8001 

 16 

 ὑ 

 8017 

 17 

 ὡ 

 8033 

 1 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 2 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 2 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 16 

 ἔ 

 7956 

 19 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 17 

 ὄ 

 8004 

 1 

 ὔ 

 8020 

 3 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 6 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 0 

 ὅ 

 8005 

 17 

 ὕ 

 8021 

 4 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 1 

   

   

 0 

 ἦ 

 7974 

 0 

 ἶ 

 7990 

 9 

   

   

 0 

 ὖ 

 8022 

 1 

 ὦ 

 8038 

 6 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 1 

 ὧ 

 8039 

 3 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 1 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 4 

   

   

 0 

 ῃ 

 8131 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 8 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 15 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 14 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In principium jejuniorum
Verborum Omnium Conspectus: 866Verba, quae repetita sunt in 3,522,290 occasionibus



[00036]
ἀγαθόν [00107]
ἀγαθῶν [00008]
ἀγάλλονται [00012]
ἀγαπητοὶ [00003] [00007] [00096]
ἀγγελικὸν [00009]
ἄγγελοι [00055]
ἀγγέλων [00012]
ἅγιον [00006]
ἄγκυραν [00005]
ἁγνείαν [00007]
ἅγνισον [00008]
ἄγομαι [00060]
Ἀδὰμ [00017] [00021] [00022]
ἀδδηφαγίας [00015]
ἀδελφὴν [00045]
ἀδελφὸς [00056]
ἀδικηθέντων [00110]
Ἀδίκως [00099]
ἀδρανὲς [00056]
ἀεὶ [00129]
ἀθεμίτῳ [00117]
ἀθόλωτον [00008]
ἀθρόον [00055]
ἀθυμεῖν [00056]
ἀθυμίας [00008]
αἱ [00012]
αἰδέσθητι [00074]
αἰδέσιμον [00009]
αἰῶνας [00129]
αἰώνων [00129]
ἀκαίρως [00063]
ἀκατάκριτος [00034]
ἀκολάκευτος [00095]
ἀκούοντες [00096]
Ἄκουσον [00121]
ἀλλ [00038] [00075] [00116]
Ἀλλ [00030] [00048]
ἀλλὰ [00011] [00059]
Ἀλλὰ [00026] [00036]
ἄλλοις [00109]
ἀλλοτρίας [00043]
ἀλόγους [00117]
ἁμαρτίαις [00010]
ἁμαρτίαν [00036]
ἁμαρτίας [00097]
Ἀμήν [00130]
ἀμηνυτὶ [00095]
ἀμυδρὸν [00056]
ἀναγκαζόμενος [00084]
ἀνάγκῃ [00117]
ἀνάλωσον [00100]
Ἀνάνηψον [00040]
ἀναπετάζοντες [00004]
ἀναπνεύσωσι [00010]
ἄνδρας [00009]
ἀνέγκλητος [00035]
ἄνελε [00009]
ἀνέμοις [00009]
ἀνενδότων [00069]
ἀνεπήδησεν [00023]
ἀνέτοιμον [00086]
ἀνέχεται [00114]
Ἀνέχεται [00125]
ἀνεχώρησαν [00061]
ἄνθρωπε [00040] [00094] [00116] [00117]
ἀνθρωπίνης [00025]
ἄνθρωπος [00056]
ἀνθρώπων [00013] [00016] [00025]
ἀνιχνευόντων [00043]
ἄνοιξον [00008]
ἀνομημάτων [00118]
ἀνυπόκριτον [00095]
ἀνυπόκριτος [00095]
ἀνώδυνος [00035]
ἀξίωμα [00072]
ἀπαιδίαν [00048]
ἀπανθρωπίας [00009]
ἀπαντήσῃς [00057]
ἀπασχολούμενον [00077]
ἀπατᾶσθε [00112]
ἀπατηθεὶς [00021]
ἀπατήσας [00017]
ἀπειλουμένην [00052]
ἀπεῤῥιμμένος [00024]
ἀπέρχεται [00036]
ἀπῄει [00033]
ἀπογνῷς [00119]
ἀποδέξασθαι [00127]
ἀπόδος [00106]
ἀπόκλεισον [00009]
ἀπόλαυσιν [00038] [00124]
ἀπολαύσωμεν [00008]
ἀπολέσας [00023]
ἀπολογήσομαι [00083]
ἀπορίας [00057]
ἄπορος [00035]
ἀπόρου [00127]
ἀποῤῥέει [00057]
ἀποῤῥίψωνται [00010]
ἀποστολικῆς [00027]
ἀποτειχίζεται [00057]
ἀποτυχίας [00026]
ἀπρονόητον [00078]
ἀπροσωπόληπτος [00095]
ἆρα [00057]
ἀρετῶν [00008]
ἅρματι [00023]
ἀρότρῳ [00009]
ἁρπαγὴν [00114]
ἁρπάζων [00095]
ἅρπαξ [00095]
ἁρπάσαντες [00027]
Ἀρχαὶ [00013]
ἀρχέτυπον [00022]
ἀρχὴν [00002]
ἄσημα [00056]
ἀσπασμοῖς [00007]
ἀσπάσομαι [00091]
ἀσωμάτων [00009]
ἀσωτίᾳ [00009]
ἀτέλεστον [00076]
ἄτοπον [00116]
αὐτὰ [00037]
αὐτῇ [00045]
αὐτὴν [00006]
αὐτήν [00007]
αὐτὸν [00011]
αὐτὸς [00128]
αὐτοῦ [00121]
αὐτῷ [00027]
αὐτῶν [00101]
ἀφ [00108] [00109]
ἀφέσεως [00075]
ἀφήσω [00091]
Ἄφνω [00079]
ἀφόρισον [00045]
ἀφορμῶν [00101]
ἄφωνος [00059]


βάθους [00057]
βαλλόμενος [00026]
βάρους [00084]
βασανίζεται [00039]
βασιλεῖς [00095]
βασιλικὸν [00072]
βαστάζων [00036]
βέλος [00027]
βίαν [00060] [00094]
βίον [00008] [00009] [00060]
βιω [00040]
βιωτικαῖς [00077]
βοηθοῦσιν [00061]
βοήσωμεν [00007]
βοῶντες [00027]
βοῶντος [00121]
βραχὺ [00091]
βρόχῳ [00021]
βρώσεως [00016]


γαμετήν [00091]
γὰρ [00011] [00012] [00095] [00112] [00128]
γαστριμαργίας [00021]
γέγονα [00025]
γέγονας [00118]
Γέλως [00025]
γένῃ [00043]
γενήσῃ [00057]
γενοῦ [00047]
γένους [00053] [00095]
γεῦσις [00017]
γῆν [00011]
γνώμην [00070]
Γραφὴ [00111]
γυμνὸν [00089]
γυμνὸς [00051]
γυμνός [00033]
γυμνοῦται [00021]
γύναια [00009]


δάκρυον [00110]
δακρυούσης [00074]
δακρύσω [00091]
δανείζει [00128]
δὲ [00004] [00027] [00037] [00038] [00039] [00057]
δέδωκέ [00049]
δεδωκὼς [00124]
δείλαιος [00068]
δεινὸν [00036]
δεινότερον [00023]
δεινοῦ [00056]
δεῖξον [00009]
δέσμιος [00060]
∆εῦρο [00008]
∆εῦτε [00007]
δευτέροις [00098]
δέχεται [00113]
δεχόμενος [00125]
δὴ [00023]
δῆλον [00029]
δήμιος [00095]
δι [00017] [00037] [00047]
διὰ [00016] [00022] [00023]
διάβολος [00014]
διαβόλου [00009]
διαγωγὴν [00009]
διαγωγῆς [00008]
διαδέχεται [00038]
διαδήματι [00008]
διαναστῶμεν [00096]
διασώζουσιν [00062]
διάταγμα [00095]
δίδωμι [00093]
διερχόμενα [00009]
διημερεύοντας [00009]
δικαίοις [00095]
δίκαιον [00115]
δίκαιος [00104]
δικαιοσύνης [00004]
δικαιότητος [00095]
δικαίων [00111]
δικαίως [00100]
δικαστήριον [00057]
δίκην [00039] [00079]
δικολόγους [00093]
διφθέρας [00004]
δόξα [00129]
δόξης [00064]
δορυφόροι [00061]
∆ότε [00122] [00123]
δότε [00124]
δουλεύσας [00117]
δοῦναι [00039]
δράσεις [00055]
δράσω [00068]
δυνάμεθα [00029]
δυνάμεις [00012]
δυνάμεσι [00024]
δύο [00125]
δυσωπεῖσθαι [00120]
∆υσωπήσω [00070]
δυσωποῦσαν [00074]
δωρεὰν [00113]
δωροδοκεῖται [00120]


ἔαρ [00003]
ἔασον [00090]
ἑαυτοῦ [00026]
ἐγένου [00108]
ἐγκρατείας [00003] [00008] [00009]
ἐγύμνωσα [00017]
ἐγώ [00059] [00068]
Ἐγὼ [00024]
ἐδαπάνησα [00063]
εἰ [00070]
εἴ [00116]
εἶ [00046]
εἴασά [00078]
εἶδές [00073]
εἶθ [00106] [00107]
εἴθε [00030] [00033] [00034] [00035] [00035]
εἰκόνι [00022]
εἶπεν [00111] [00128]
εἴπω [00084] [00090]
Εἰς [00002]
εἰς [00009] [00022] [00023] [00028] [00042] [00049] [00057] [00124] [00126] [00129]
εἰσαγόμενος [00080]
εἰσηνέγκαμεν [00028]
εἰσιὼν [00095]
εἴσοδος [00032] [00057]
ἐκ [00008] [00008] [00008] [00014] [00056] [00057]
ἐκβιβαστὴς [00095]
ἐκεῖ [00115]
ἐκεῖθεν [00024]
ἐκείνην [00054]
ἐκεῖνο [00057]
ἐκεῖνος [00038]
ἐκείνου [00038]
ἐκείνων [00036]
Ἐκκλησίας [00004]
ἔκκλινον [00107]
ἐκνήψαντες [00096]
ἐκπεσὼν [00014]
ἐκπίπτει [00064]
ἐκπληροῦσι [00067]
ἐκτήσω [00047]
ἐκτραχηλισθέντων [00015]
ἐκφυγεῖν [00115]
ἑκὼν [00040]
ἔλαμψεν [00003]
ἐλαυνόμενος [00025]
ἐλεγχόμενον [00115]
ἐλεήμονος [00127]
ἐλεημοσύνην [00122]
ἐλεημοσύνης [00051]
ἐλεήσῃς [00109]
ἐλέου [00070]
ἐλεύθερος [00033]
ἐλέῳ [00120]
ἐλεῶν [00128]
ἕλκεις [00079] [00088]
ἕλκομαι [00060]
ἑλκόμενος [00055]
ἕλκοντα [00070]
ἕλκυσον [00009]
ἐμοὶ [00085]
Ἐμοὶ [00064]
ἐμοῦ [00020]
ἐμπέσῃς [00049]
ἐμπορίαν [00004]
ἐμπόροις [00003]
ἐν [00009] [00095] [00095] [00121]
ἓν [00039]
ἐναβρύνεται [00022]
ἔνδοθεν [00056]
ἑνὶ [00092]
ἔνι [00115]
ἐνόσησας [00048]
ἐνταῦθα [00036]
ἐντεῦθεν [00093]
ἐντράπηθι [00074]
ἐξ [00015] [00036] [00101]
ἐξαγοράζεσθαι [00120]
ἐξαιρεῖταί [00062]
ἐξαιρούμενον [00057]
Ἐξαιτῶ [00071]
ἐξαρτῶσι [00005]
Ἐξεκυλίσθης [00117]
ἐξενεγκεῖν [00029]
ἐξιλασώμεθα [00098]
ἔξοδον [00032] [00053] [00060]
ἐξόδου [00093]
ἐξομολογήσεως [00091]
Ἐξουσίαι [00013]
ἐπ [00085]
ἐπανάγεται [00022]
ἐπὶ [00027]
ἐπικέηται [00056]
ἐπικειμένων [00069]
ἐπιστυγνάζων [00014]
ἐπιτάττω [00067]
ἐπιτίμησον [00009]
Επιτρέπετα [00031] [00087] [00131]
ἐπιχορήγησον [00008]
ἐποίησας [00109]
ἐπουρανίου [00008]
ἐποχεῖται [00024]
ἔπραξας [00057]
ἐργαζόμενος [00095]
ἐργαστήριον [00009]
ἐρεῖς [00059]
ἐῤῥίφην [00024]
ἐρυθριᾷ [00126]
ἐστέρηται [00037]
ἔστι [00060]
ἔστιν [00115]
ἐστράτευσεν [00020]
ἑστῶσαν [00007]
ἐσώρευσα [00063]
ἑτέροις [00110]
ἕτερος [00038]
ἑτέρου [00113]
ἔτι [00076]
Ἔτι [00076]
ἔτους [00010]
εὖ [00050]
εὐαγγελικῆς [00008]
Εὐαγγελίοις [00121]
Εὔας [00017] [00021]
εὐγένειαν [00074]
εὐποιίαις [00120]
εὐπραξίαν [00081]
εὑρήσῃς [00057]
εὐσεβείας [00003]
εὔστοχον [00027]
εὐτρεπίζουσι [00004]
εὐτρεπίσθητι [00053]
εὐφραίνονται [00013]
εὐωδίας [00008]
ἐφ [00057]
ἔφθασα [00076]
ἐφιστῶνται [00055]
ἔχει [00070]
ἐχθροῖς [00041]
ἐχούσης [00057]
ἔχω [00093]
ἔχων [00039] [00039]


ζωῆς [00054] [00071]
ζώνη [00062]


[00015] [00017] [00019] [00032] [00049] [00057] [00057] [00057] [00111]
[00084]
ἤδη [00011]
ἠδίκησας [00103]
Ἠδίκησάς [00102]
ἡδονὰς [00027]
ἠλλοτρίωται [00037]
ἡμᾶς [00004] [00008] [00008]
ἡμεῖς [00007] [00027]
ἡμέρᾳ [00095]
ἡμέραν [00054]
ἡμερῶν [00010]
ἡμῖν [00003] [00004] [00004] [00008] [00008]
ἡμῶν [00032]
ἢν [00093]
ἠνεῴχθησαν [00003]
ἥρπασας [00109]
ἧς [00017]
ἡττώμενος [00025]
ηὐτρεπισμένον [00073]


θαλάσσης [00040]
θάνατε [00071] [00075]
θάνατον [00070]
Θάνατος [00095]
θάνατος [00095] [00095] [00095] [00095] [00095] [00095] [00095] [00095]
θανάτου [00055] [00094]
θέατρα [00009]
θείᾳ [00022]
Θεὸς [00112]
Θεοῦ [00021]
θεράπευσον [00008]
Θεῷ [00128]
θήρα [00043]
θηροτρόφον [00009]
θρηνήσω [00091]
θρηνωδείτω [00026]
Θρόνοι [00013]
θύρα [00057]
θυρῶν [00007] [00073]


ἴασιν [00093]
ἱκετεύσω [00070]
ἱστὸν [00005]
Ιn [00001]


καθεύδωμεν [00097]
καιριώτερον [00078]
καιρὸν [00071]
κακοῦ [00107]
καλέσω [00081]
κάλλος [00022]
καλοῦσι [00004]
κἂν [00092]
καρδίας [00057]
καρπῶν [00008]
κατ [00020]
καταβαλλόμενος [00025]
καταγωνιζομένη [00056]
καταδίκης [00037]
καταλείψῃς [00041]
καταλιμπάνων [00036]
καταλῦσαι [00060]
καταρίθμησον [00045]
κατάσβεσον [00008]
κατάστησον [00101]
κατατρώσωμεν [00027]
κατεπείγοντος [00056]
κατερχόμενος [00126]
κατεφάνη [00019]
κατόρθωμα [00082]
κάτω [00084]
κεκμηκότες [00010]
κελευσθὲν [00067]
κελεύω [00065]
κερδάνας [00039]
κέρδους [00037]
κεχηνότων [00042]
κινδύνου [00056]
κλαίουσι [00110]
κλείεται [00057]
κλέπτης [00095]
κλέπτου [00055]
κλῆρον [00076]
κληρονόμησον [00050]
κληρονόμοις [00076]
κλοπῆς [00095]
κοινὴν [00053]
κόλακες [00061]
κόλασιν [00038]
κόσμησον [00009]
κόσμον [00028]
κράζει [00123] [00124]
κράτος [00129]
κρινομένῳ [00082]
Κριτῇ [00051] [00083] [00089]
Κριτὴν [00119]
κτῆ [00095]
κτησάμενος [00039] [00039]
κυκλοῖ [00066]
Κύριον [00111]
κύριος [00057]
Κυριότητες [00013]
κωλύσεις [00094]


λαβεῖν [00055]
λαιμαργεῖ [00021]
λέγει [00014]
λεγομένη [00019]
λέγων [00094]
λειμῶνες [00003]
Λήθη [00077]
λιχνὴ [00017]
λογισμούς [00008]
λογισμῷ [00057]
λογίσομαι [00091]
Λοιπὸν [00061]
λοιπὸν [00057]
λύσσαν [00009]
λυτροῦταί [00062]
λυτροῦται [00056]
λυτρώσεται [00056]


μα [00095]
Μακροθύμησον [00085]
ματαίων [00010]
μάτην [00063]
με [00062] [00062] [00066] [00077] [00079] [00086] [00089]
μεγαλαυχεῖ [00022]
μεγαλαυχία [00015]
μέλλῃς [00056]
μὲν [00026] [00037] [00038] [00057]
μερίσαι [00076]
μερίσασθαι [00114]
μέρισον [00040]
μέρος [00045]
μετάδος [00106]
μεταμελείας [00057]
μεταμεληθῇς [00057]
μετανόησον [00116]
μετανοίας [00057] [00092]
μεταῤῥύθμισον [00009] [00009]
μεταχειρίζονται [00004]
μέχρι [00077]
μηνύει [00006]
μῆτερ [00008]
μηχάνημα [00016]
μηχανήματα [00018]
μικρᾶς [00075]
μικρὸν [00085] [00091]
μιμεῖται [00032]
Μισθώσομαι [00093]
μοι [00015] [00016] [00017] [00018] [00019] [00062] [00062] [00071] [00082] [00123] [00124]
μόνοις [00095]
μόνον [00011] [00039]
μόνος [00014] [00038]
μου [00073] [00076] [00078] [00092] [00093]
μυκτηρίζεται [00112]


ναῦται [00004]
νεότητα [00009]
νεότητος [00074]
νεύειν [00084]
νηστεία [00019]
νηστείας [00002] [00003] [00007] [00010] [00018] [00022] [00023]
νηστειῶν [00002]
νηστεύοντας [00009]
νηστευτῶν [00025]
νῆψαι [00077]
νόμου [00004]
νοσηροὺς [00008]
νοῦν [00078]
νυκτὶ [00095]
Νῦν [00012]
νῦν [00015] [00017] [00018] [00020] [00129]


ξύλου [00017]


[00006] [00014] [00024] [00026] [00039] [00039] [00059] [00060] [00068] [00114] [00123] [00124]
[00128]
ὀβολοὺς [00125]
ὁδοιπόρος [00095]
ὅθεν [00060]
οἱ [00003] [00004] [00010] [00055] [00061] [00061]
οἴακας [00004]
οἶδε [00127]
οἶδεν [00120]
οἰκέται [00061]
οἶκον [00076]
οἴκους [00063]
Οἴμοι [00059]
οἴμοι [00059]
οἰνοφλυγίας [00008]
οἷς [00057]
Οἴχεται [00018]
ὀλίγης [00093]
ὀλίγον [00071] [00091]
ὁλκάδα [00006]
ὁλοτελοῦς [00075]
ὁμοίαν [00095]
ὀρέξεις [00117]
ὅταν [00056] [00056] [00056] [00056] [00056] [00057] [00057]
Ὅταν [00055] [00109]
ὅτε [00056] [00056] [00057] [00057] [00057] [00057] [00110]
ὅτι [00023] [00029]
Οὐ [00072] [00113]
οὐ [00011] [00049] [00056] [00057] [00061] [00061] [00061] [00062] [00062] [00062] [00062] [00066] [00094] [00112]
οὗ [00047]
Οὐδαμῶς [00058]
οὐδὲ [00029]
οὐδεὶς [00056]
Οὐδὲν [00028]
οὐδὲν [00039]
Οὐκ [00075] [00115]
οὐκ [00037] [00057] [00060] [00062] [00067] [00070] [00073] [00076] [00108] [00114] [00115] [00126]
Οὐκέτι [00021]
οὐκέτι [00021] [00021] [00021] [00057] [00065]
οὐρανίαις [00024]
οὐράνιον [00004]
οὐρανοὺς [00023]
οὐρανῶν [00014]
οὓς [00049] [00109]
οὐσίας [00043] [00045]
οὕτω [00106] [00107]
οὐχ [00057] [00109]
ὀφθῇς [00051]
ὄχημα [00073]


πάθει [00101]
πάθους [00101]
παῖδες [00065]
Πάλιν [00022]
πάλιν [00022] [00022] [00022] [00024] [00070] [00097]
πανηγυρίζει [00012]
πάντα [00122]
πάντας [00123]
παντὸς [00006] [00010]
πάντοτε [00129]
πάνυ [00036]
παρὰ [00125]
παραβάσεως [00023]
παράδεισον [00008] [00011] [00022] [00023]
παραδείσου [00057]
παρακαλοῦσαν [00074]
παρακαλῶ [00085] [00090]
παραμυθίαις [00120]
παραστῆσαι [00089]
παραφαίνονται [00061]
παρεστῶτος [00094]
παριόντες [00055]
παρίστανται [00061] [00065]
παρίσταται [00056] [00095]
παρόντος [00027] [00077]
παροφθῆναι [00115]
πᾶσαι [00067]
πᾶσαν [00093]
πᾶσι [00124]
πατήρ [00044]
Παύλου [00027] [00027]
πείθεται [00021]
πένης [00034]
πένησιν [00109] [00110]
πένητας [00093] [00109]
πενήτων [00120]
πεπλήρωται [00122]
πεποίηκε [00077]
πεπραχὼς [00116]
περὶ [00002]
περιβολαίῳ [00092]
περιέπει [00006]
περιλέλοιπα [00076]
περινοήσω [00093]
περιουσίαν [00093]
περιπόθητον [00095]
περιπτύξομαι [00091]
περισκόπησον [00054]
περισφίγγουσι [00005]
περιφανεῖς [00062]
πέφυκε [00120]
πικρὸν [00059]
πίστεως [00005]
πλάστης [00114]
πλεονεξίας [00027]
πλημμέλημα [00091]
πληροῖς [00011]
πλήρωσον [00008]
πλοῦν [00004]
πλουτῆσαι [00039]
πλουτίζων [00123]
πλοῦτον [00040]
Πνεῦμα [00006]
πνευματικὸν [00003]
πνευματικῶν [00008]
πνευματικῶς [00012]
πνευμάτων [00009]
πνῇς [00056]
Πόθεν [00019]
ποίαν [00081]
ποίησον [00107]
ποιητὴς [00006]
ποίοις [00080]
ποῖόν [00082]
ποιῶν [00050]
πόλεις [00067]
πολιὰν [00009] [00074]
πολλῶν [00118]
πονηρίας [00018]
πονηρὸς [00026]
πονηρῶν [00009]
πόνων [00010] [00111]
ποτὲ [00117]
ποτε [00102]
ποτήριον [00126]
Ποῦ [00015] [00086]
ποῦ [00016] [00017]
πράξας [00083]
πράξω [00069]
πρέπει [00129]
πρεσβύτου [00009]
πρὸ [00007] [00073] [00093]
πρόθεσιν [00127]
πρόλαβε [00042]
πρὸς [00004] [00007] [00009] [00022] [00053] [00057] [00060] [00060] [00079] [00091] [00095] [00117]
προστάττω [00066]
προφητικὰς [00004]
πρῶτον [00103] [00104] [00106] [00107]
πταισμάτων [00084]
πτωχοῖς [00040]
πτωχὸν [00128]
πτωχὸς [00035]
πτωχῶν [00120]
πυκνὸν [00056]
πυράν [00052]
πυρέττοντας [00008]


ῥήμασι [00080]
ῥύπον [00010]


σαυτὸν [00050] [00057]
σαυτοῦ [00057]
σαυτῷ [00116]
σὲ [00042]
σε [00056] [00071]
σεαυτοῦ [00119]
σεμνότητος [00009]
σήμερον [00003] [00007]
σκεπάσω [00092]
σοι [00049]
σοῦ [00110] [00114]
σου [00054] [00055]
σοφώτερα [00094]
σπουδάζεις [00089]
στάδιον [00009]
σταυροῦ [00005]
στενάζοντος [00113]
στενάξεις [00059]
στενάξῃς [00057]
στενάξω [00091]
στήσεις [00110]
στόματα [00042]
στρατὸς [00062]
στρατός [00066]
σὺ [00011]
συμβάλλεταί [00062]
συμβουλῇ [00021]
σύμμαχος [00056]
συμπάθησον [00110]
συμπόδισον [00009]
συμπράττει [00062]
συνελαύνεται [00057]
συνέλεξας [00099]
συνεργὸν [00081]
συνέχεται [00021]
συνέχοντός [00056]
συνήγαγε [00036]
συνηγορήσει [00082]
σύνοιδας [00116]
σῶν [00111]
σωτηρίᾳ [00013]
σωτηρίας [00119]
σωφροσύνης [00008]


τὰ [00008] [00008] [00009] [00012] [00018] [00027] [00042] [00064] [00098]
τάγματα [00012]
ταῖς [00010] [00024]
ταλαίπωρος [00060]
τάλαντα [00063]
τάλας [00059]
τὰς [00004] [00026] [00027] [00043]
Ταῦτα [00096]
ταύτην [00006] [00020]
Τέκνων [00044]
τελευταίαν [00054]
Τεσσαρακοστῇ [00010]
τέχνην [00095]
τῇ [00010] [00013] [00022] [00117]
τὴν [00002] [00004] [00005] [00006] [00007] [00009] [00009] [00009] [00011] [00032] [00034] [00034] [00036] [00038] [00038] [00045] [00052] [00053] [00054] [00055] [00092] [00093] [00094] [00095] [00114]
τῆς [00003] [00003] [00003] [00004] [00004] [00005] [00007] [00008] [00008] [00008] [00008] [00008] [00008] [00008] [00009] [00009] [00009] [00010] [00016] [00017] [00018] [00018] [00021] [00021] [00023] [00027] [00027] [00037] [00040] [00045] [00054] [00056] [00057] [00057] [00064] [00093] [00095] [00095] [00119]
Τί [00068]
τί [00055] [00069] [00083] [00084] [00084] [00089]
τι [00029] [00090] [00116]
τικῆς [00040]
Τίμα [00111]
τιμίου [00005]
τιμωρίας [00033]
τίς [00020]
τις [00033] [00036]
Τὸ [00003]
τὸ [00006] [00006] [00009] [00009] [00016] [00022] [00023] [00036] [00039] [00047] [00057] [00067] [00078] [00091] [00110] [00115]
τοιαύτας [00057]
τοίνυν [00007]
τοῖς [00003] [00007] [00093] [00098]
τὸν [00004] [00005] [00008] [00009] [00010] [00011] [00017] [00028] [00040] [00057] [00060] [00070] [00076] [00076] [00078] [00111] [00115] [00119]
τοσαῦτα [00063]
τότε [00105] [00109] [00110]
τοῦ [00004] [00005] [00006] [00009] [00010] [00017] [00027] [00027] [00037] [00039] [00053] [00055] [00056] [00056] [00057] [00077] [00084] [00094] [00095] [00101] [00107]
τοὺς [00004] [00008] [00009] [00093] [00129]
τούτας [00026]
τοῦτον [00041]
τούτου [00023]
τούτων [00045] [00094]
τραύμασι [00093]
τραύματα [00008]
τρυφᾷ [00039]
τρυφῆς [00008]
τῷ [00008] [00009] [00021] [00023] [00051] [00057] [00083] [00089] [00101]
τῶν [00002] [00007] [00008] [00008] [00008] [00008] [00009] [00009] [00010] [00010] [00012] [00013] [00014] [00015] [00016] [00024] [00038] [00042] [00043] [00057] [00069] [00073] [00084] [00101] [00110] [00129]


ὕδατος [00126]
υἱοὺς [00049]
ὑπάρχεις [00044]
ὑπεκκαύματα [00008]
ὑπὲρ [00093]
ὑπερθέσεως [00075] [00093]
ὑπερκόσμιοι [00012]
ὕπνῳ [00097]
ὑπὸ [00025] [00025] [00025] [00055] [00084] [00110]
ὑποδεξώμεθα [00007]
ὑπομένει [00038]
ὑποστρέφειν [00060]
ὑπόχρεως [00118]


φαίδρυνον [00009]
φαίνου [00108]
φανείσης [00018]
φαρέτρας [00027]
φάρμακα [00101]
φεῖσαι [00074] [00103]
φεῦγε [00052]
φθάσαντα [00098]
φθέγγῃ [00056]
φθέγξωμαι [00084]
φιλάδελφος [00108]
φιλάνθρωπος [00105]
φιλόδωρος [00108]
φιλόθεος [00047]
φίλοι [00061]
Φιλόπαις [00046]
φιλόπαις [00047]
φιλοτίμησαι [00071]
φίλους [00091]
φλὸξ [00056]
φοβῇ [00072]
φοβηθῇς [00119]
φονεὺς [00095]
φρικτὸν [00057]
φροντίσιν [00077]
φύσεως [00025] [00095]
φύσιν [00034]
φύσις [00049]
φωνὴν [00091]


χαίροντες [00007]
χάρισαι [00109]
χήρας [00125]
χρῄζω [00075]
χρήματα [00057] [00062] [00063]
χρήσομαι [00080]
χρυσὸς [00062]
χώραν [00057]


ψυχὴ [00057]
ψυχὴν [00007] [00034] [00045] [00055] [00059]
ψυχήν [00092]
ψυχῆς [00056]
ψυχοφθόρον [00016]
ψυχοφθόρῳ [00021]
ψυχροῦ [00126]
ψυχῶν [00008]


[00008] [00040] [00071] [00075] [00094] [00117]
[00129]
ὠθοῦμαι [00060]
ᾠκοδόμουν [00063]
ὧν [00103] [00108] [00109]
ὡς [00076]
ὤφειλον [00076]