Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παθῶν [274]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παθῶν


000-00-00 Serial Number=0666404128
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00767]  τοὺς γὰρ τὰ ἄνω φρονοῦντας καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, οὐ θυμοῦ μόνον καὶ ἐπιθυμίας καὶ τῶν ἄλλων παθῶν, ἀλλὰ καὶ ἀθυμίας κρατεῖν δεῖ.
 [01073]  Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰὼβ, ἐβουλόμην μὲν καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς, καὶ τῶν παθῶν τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ·
 [01540]  οὕτω καὶ τότε, καὶ ἀθυμίας καὶ φόβου τὴν τοῦ δικαίου διακοπτόντων ψυχὴν, πολλὴ ἦν ἡ ζάλη καὶ ὁ θόρυβος, τῶν παθῶν τούτων ἐπαλλήλων κρατούντων καὶ κρατουμένων συνεχῶς.
 [01779]  Ἵνα δὲ μὴ καθ' ἕκαστον τοὺς τὰ τοιαῦτα δεδυστυχηκότας ἀπαριθμῶν δόξω τοὺς ἀκούοντας ἀποκναίειν, ἄπιθι πρὸς τὸν ἐπιτραπέντα τὴν τοῦ ξενῶνος ἐπιστασίαν, καὶ κέλευσον εἰσαγαγεῖν σε πρὸς τοὺς κατακειμένους ἐκεῖ, ἵνα πᾶσαν ῥίζαν ἴδῃς παθῶν, καὶ ξένους νοσημάτων τρόπους, καὶ παντοδαπὰς ἀθυμίας ὑποθέσεις.
 [01799]  οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν·
 [01834]  Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς·
000-00-00 Serial Number=0145177901
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00073]  Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν·
000-00-00 Serial Number=0448785782
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00299]  πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα εἰρήνη ἔσται καὶ εὐφροσύνη καὶ χαρά, πάντα εὔδια καὶ γαληνά, πάντα ἡμέρα καὶ λαμπρότης καὶ φῶς, καὶ οὐ τοῦτο τὸ νῦν, ἀλλ' ἕτερον τούτου τοσοῦτον λαμπρότερον ὅσον τοῦ λυχναίου τοῦτο φαιδρότερον·
 [00496]  ἐπὶ δὲ τῶν ψυχῶν ἔνθα οὐδέν ἐστιν ἀνίατον νόσημα, οὐ γὰρ ὑπὸ τὴν τῆς φύσεως ἀνάγκην ἐστίν, ἐνταῦθα ὡς ἀλλοτρίων ὄντων παθῶν οὕτως ἀμελοῦμεν καὶ ἀπογινώσκομεν·
 [00507]  Ἆρά σε πείθομεν ὅτι οὐδέποτε τῶν τῆς ψυχῆς ὡς ἀνιάτων ἀπογινώσκειν δεῖ παθῶν ἢ λογισμοὺς καὶ ἑτέρους πάλιν ἀνακινῆσαι χρή;
000-00-00 Serial Number=0005674541
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00019]  Τοιαύτη γὰρ καὶ ἡ τοῦ φαρμάκου τούτου φύσις ἐστὶν ὡς καὶ τὸ παρὸν θεραπεῦσαι καὶ τῶν ἄλλων γενέσθαι προφυλακτικὸν παθῶν.
 [01200]  [24.5] Οἱ δὲ παρ' ἐκείνων παθόντες ἅπερ ἔπαθον, μετὰ τῶν μαρτύρων, μετὰ τῶν ἀποστόλων, μετὰ τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παρρησίας.
000-00-00 Serial Number=0869371057
Ad populum Antiochenum Ante [Go Back]  
 [00137]  Τῆς γὰρ [49.22] ὑδροποσίας τῆς ἀφάτου οὐκ ἐλάττονα, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ χαλεπώτερα ἡ ἄμετρος οἰνοποσία τίκτει νοσήματα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν πόλεμον τῶν παθῶν, καὶ τὸν χειμῶνα τῶν ἀτόπων λογισμῶν ἐπεισάγουσα τῇ διανοίᾳ, καὶ τοῦ σώματος τὴν ἰσχὺν χαυνοτέραν καὶ πλαδαρωτέραν ἐργαζομένη.
 [00286]  ἡ γὰρ κοινωνία τῶν παθῶν φέρει τινὰ παραμυθίαν τοῖς ἐκπεπτωκόσιν.
 [00304]  Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς.
 [02540]  οὐ παθῶν δὲ σωματικῶν μόνον, ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀναπαύουσα τὰς ὀδυνωμένας ψυχάς.
 [02592]  καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς.
 [03240]  Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν·
 [03267]  εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας;
 [04083]  οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι βουλόμεθα, ἀλλ' ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν·
 [04222]  καὶ καθάπερ ἐν οἰκίᾳ στρατιώτου διηνεκῶς ὡπλισμένου οὐ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ ἄλλος τις τῶν τὰ τοιαῦτα κακουργούντων τολμήσει φανῆναι πλησίον, οὕτω καὶ φόβου τὰς ἡμετέρας κατέχοντος ψυχὰς, οὐδὲν τῶν ἀνελευθέρων παθῶν ἐπεισέρχεται ῥᾳδίως ἡμῖν·
 [05698]  Ἀλλὰ μηδὲν τούτων πάθῃς, ὦ ἄνθρωπε, τῶν παραλόγων παθῶν, μηδὲ αἰσχυνθῇς καὶ ἐρυθριάσῃς, μηδὲ εἴπῃς πρὸς σεαυτὸν, Πρὸ μικροῦ τοσαῦτα ἀλλήλους ἐλοιδορήσαμεν, μυρία ῥητὰ καὶ ἄῤῥητα εἴπομεν, καὶ νῦν δραμοῦμαι ἐπὶ τὰς καταλλαγάς;
 [05831]  Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐτῶν διώρθωσαν τὴν πονηρίαν.
000-00-00 Serial Number=0862693131
Admonitiones spirituales Ante [Go Back]  
 [00125]  ∆ῶμεν τόπον τῇ ἐνεργείᾳ τῶν παθῶν, καὶ τῇ ἐν ἡμῖν οἰκούσῃ ἁμαρτίᾳ κατὰ τὸν Ἀπόστολον·
000-00-00 Serial Number=0566992044
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00032]  Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ.
000-00-00 Serial Number=0088799894
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00917]  Τὰ γὰρ πρὸς ἐκείνους εἰρημένα οὐχ ἧττον καὶ πρὸς ἡμᾶς εἴρηται, καὶ οὐχὶ τῷ Ἠλεὶ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἁμαρτάνουσιν ἐκείνῳ δι' ἐκείνου καὶ τῶν ἐκείνου διαλέγεται παθῶν.
 [01019]  τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ' ἑαυτὸ, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κακῶν.
 [01172]  οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες;
 [01649]  Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ' ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ' ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ' αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος.
000-00-00 Serial Number=0556762576
Catecheses ad illuminandos Ante [Go Back]  
 [00633]  Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ.
 [00696]  «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», ὡς ἂν εἴποι τις ἀνενέργητον αὐτὴν πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἀπέδειξαν, ἄπρακτον αὐτὴν κατέστησαν, οὕτως αὐτὴν κατηγωνίσαντο ὡς ἀνωτέραν εἶναι καὶ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.
 [00698]  Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος, οὐκ ἂν δυνηθείη ποτὲ ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύεται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρεχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀναθέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.
 [00755]  καὶ γὰρ ὀργὴ ποιεῖ μέθην καὶ κενοδοξία καὶ ἀπόνοια καὶ ἕκαστον τῶν ὀλεθρίων παθῶν τῶν ἐν ἡμῖν τικτομένων, ὥσπερ μέθην τινὰ καὶ κόρον ἐν ἡμῖν ἐργάζεται καὶ σκοτοῖ τὸν λογισμὸν τὸν ἡμέτερον.
 [00764]  Καὶ γὰρ καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν τούτων σπαραττόμενος οὐκ αἰσθάνεται μέχρις ἂν εἰς αὐτὸν τὸν βυθὸν τῆς κακίας κατενεχθείς, ἀνιάτοις ἑαυτὸν περιβάλῃ κακοῖς.
 [00765]  Φύγωμεν τοίνυν, παρακαλῶ, καὶ τὴν ἀπὸ τοῦ οἴνου μέθην καὶ τὴν ἀπὸ τῶν παθῶν τῶν ἀτόπων ἐγγινομένην ἡμῖν σκότωσιν τῶν λογισμῶν καὶ ἀκούωμεν τοῦ κοινοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος·
 [00780]  [5.9] Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ἀλλ' ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων παθῶν σπαραττομένη.
 [00782]  Μέθη αὐθαίρετός ἐστι δαίμων, μέθη σκότωσις λογισμῶν, μέθη συνέσεως ἐρημία, μέθη τῶν ἐκ σαρκὸς παθῶν ὑπέκκαυμα.
 [01029]  [7.6] Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι.
 [01034]  Καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθῶν πολλάκις ἐνίκησε τοῦ ἰατροῦ τὴν τέχνην ἡ δυσκολία τῆς νόσου.
 [01043]  Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.
 [01125]  Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμετέρα, τοῦτο τὸ φάρμακον τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων.
 [01155]  [7.33] Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώτερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνησόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν·
000-00-00 Serial Number=0240215838
Commentarius in Job Ante [Go Back]  
 [03370]  τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, [150] δαιμόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι.
000-00-00 Serial Number=0365332127
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00231]  Εἰσὶ γὰρ γυναῖκες, αἳ μὲν ὑπὸ γήρως παραλελυμέναι, αἳ δὲ τὰς χεῖρας ἐκκεκομμέναι, αἳ δὲ τοὺς ὀφθαλμοὺς πεπηρωμέναι, αἳ δὲ ἄλλα πάθη ποικίλα καὶ παντοδαπὰ πάσχουσαι καὶ τὴν τῶν παθῶν χαλεπωτέραν πενίαν.
 [00244]  Καὶ γὰρ τῶν ἰσχυρῶν αἱ ἀσθενέστεραι δικαιότερον ἂν βοηθοῖντο, καὶ τῶν νέων αἱ γεγηρακυῖαι, καὶ τῶν ὅλως μέτρια κεκτημένων αἱ μηδὲ τῆς ἀναγκαίας εὐποροῦσαι τροφῆς, καὶ τῶν παρὰ πολλοῖς ἐπεράστων αἱ βδελυκταὶ παρὰ πολλοῖς διὰ τὸ τῶν παθῶν δυσανάσχετον, καὶ τῶν ὕβριν προστριβομένων αἱ καὶ τὴν γεγενημένην ἀποτρῖψαι δυνάμεναι καὶ εὐφημίαν προσθεῖναι.
 [00435]  Τῶν γὰρ σωματικῶν λοιπὸν λυθέντων παθῶν, καὶ τῆς τυραννικῆς σβεσθείσης ἐπιθυμίας, οὐδὲν τὸ κώλυμα ἄνδρας τε ὁμοῦ καὶ γυναῖκας εἶναι ἐκεῖ, πάσης μὲν ἐκποδὼν πονηρᾶς οὔσης ὑποψίας, τὴν δὲ τῶν ἀγγέλων πολιτείαν καὶ τὴν τῶν νοερῶν δυνάμεων ἐκείνων δυναμένων διασῴζειν τῶν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσαγομένων ἁπάντων.
000-00-00 Serial Number=0151055038
Contra ludos et theatra Ante [Go Back]  
 [00039]  Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες, οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες, ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας, σκιρτᾷς καὶ βοᾷς, τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν;
000-00-00 Serial Number=0248170972
De Anna i Ante [Go Back]  
 [00025]  Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλ' εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς.
 [00064]  πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐχ ὁλόκληρον διαλύεται τὸ ζῶον, ἀλλὰ τὸ κυριώτερον αὐτοῦ καὶ ἀναγκαιότερον, ἡ ψυχὴ, μένει διηνεκῶς ἀθάνατος, οὐδενὶ τούτων εἴκουσα τῶν παθῶν, καὶ ἡ φθορὰ περὶ τὸ ἔλαττον γίνεται·
 [00068]  χρησίμως δὲ, ἵνα τὴν ἐκ τῆς ῥᾳθυμίας ἐγγινομένην ἡμῖν ἀπόνοιαν διὰ τῆς ἐνδείας ταύτης καὶ τῶν παθῶν διορθώσωμεν.
 [00077]  Ἡμῖν δὲ τοῖς λόγῳ καὶ ψυχῇ τετιμημένοις ἀναγκαίως γέγονεν ἡ διὰ τῶν παθῶν τούτων ἐγγενομένη σωφροσύνη, καὶ ταπεινοφροσύνη, ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀπόνοιαν ἀπεσκίρτησεν ὁ πρῶτος γενόμενος ἄνθρωπος.
 [00750]  Λῃστῶν γὰρ χαλεπώτεροι οἱ τοιοῦτοι λογισμοὶ, τὴν ἐλευθερίαν τῶν παίδων ἐξανδραποδίσαντες, καὶ δούλους τῶν ἀλόγων ποιοῦσι παθῶν, κατακεντοῦντες αὐτοὺς πάντοθεν, καὶ πολλῶν τραυμάτων πληροῦντες αὐτῶν τὴν διάνοιαν.
 [00988]  Ὁ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται·
000-00-00 Serial Number=0781469166
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00175]  [37] Οὐ καθάπερ οἱ παρ' Ἕλλησι σοφοὶ οἳ συμμέτρως μὲν οὐδέποτε πανταχοῦ δὲ ὡς εἰπεῖν ἢ πλέον ἢ ἔλαττον τοῦ δέοντος παρρησιάζονται ἵνα ἀνδρείας μὲν οὐδαμοῦ, παθῶν δὲ ἀλογίστων ἀλόγιστον δόξαν λάβωσι πανταχοῦ ἐν οἷς μὲν ὑστέρησαν δειλίας ἐν οἷς δὲ ὑπερέβησαν ἀλαζονείας καὶ φιλοδοξίας παρὰ πᾶσιν ἁλισκόμενοι ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, οὐ γὰρ ἁπλῶς τὸ ἐπελθὸν ἔπραττεν ἀλλὰ πάντα βασανίζων ἀκριβῶς καὶ πρὸς τοὺς θείους νόμους τοὺς λογισμοὺς ἁρμόζων τοὺς ἑαυτοῦ οὕτως ἐπὶ τὸ πράττειν ἐξήγαγεν αὐτούς.
 [00477]  Ἔθος γὰρ τοῖς πολλοῖς τῶν ἀνθρώπων ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης κἂν μὴ τοὺς αἰτίους λάβωσι τῶν παθῶν εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ὑπόπτους ἀφιέναι τὴν ὀργήν.
000-00-00 Serial Number=0145136595
De Davide et Saule Ante [Go Back]  
 [00173]  Μέγα μὲν γὰρ τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν·
 [00756]  Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν, πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας δακρύων ἐμπλῆσαι θερμῶν.
000-00-00 Serial Number=0850948274
De Lazaro Ante [Go Back]  
 [01844]  Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν.
 [02627]  ∆ιὰ τοῦτο ἡ τοῦ Πνεύματος χάρις γραφῇ τοὺς τοῦ Κυρίου λόγους παραδοθῆναι πεποίηκεν, ἵνα προφυλακτικὰ τῶν παθῶν τῶν ἡμετέρων φάρμακα ἐντεῦθεν λαμβάνοντες, τὴν ἐπηρτημένην κόλασιν διαφυγεῖν δυνηθῶμεν.
000-00-00 Serial Number=0280571342
De Maccabeis Ante [Go Back]  
 [00231]  ∆υνησόμεθα δὲ ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ἡμῖν κρατοῦντες παθῶν, τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες σκιρτήματα, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες τὸ σῶμα.
000-00-00 Serial Number=0538027823
De Melchisedech Ante [Go Back]  
 [00015]  Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν.
 [00017]  ὁρᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν·
 [00019]  καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
000-00-00 Serial Number=0564181328
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00011]  Εὐφραίνου τοιγαροῦν καὶ ἀγάλλου, ἡ Χριστοῦ Ἐκκλησία, καὶ προσάγαγε τὰ σὰ τέκνα, τῇ ἐγκρατείᾳ τῶν παθῶν, τῇ νηστείᾳ κεκαθαρμένα,
 [00076]  Τοῦτο καὶ τοὺς νηστεύοντας οὐχὶ βρωμάτων μόνον, ἀλλὰ καὶ παθῶν ἀνδρείους ἀπειργάσατο.
 [00083]  Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν.
000-00-00 Serial Number=0777651966
De diabolo tentatore Ante [Go Back]  
 [00890]  Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [00973]  Γενέσθω τοίνυν ἐκείνου τὰ πάθη φάρμακα τῶν ἡμετέρων κακῶν, καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον τῶν ἡμετέρων παθῶν λιμὴν, καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν ἀναλογιζώμεθα τὸν ἅγιον·
000-00-00 Serial Number=0198946595
De fato et providentia Ante [Go Back]  
 [00049]  τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν μὴ δύνηται περιγενέσθαι;
000-00-00 Serial Number=0937443078
De futurae vitae deliciis Ante [Go Back]  
 [00015]  μὴ ἐντεῦθέν μοι τὸν ἄρχοντα χαρακτηρίσῃς, ἀλλ' ἀπὸ τῆς καταστάσεως τῆς κατὰ ψυχὴν, εἰ τῶν ἑαυτοῦ παθῶν ἄρχει, εἰ τῶν νοσημάτων περιγίνεται·
 [00020]  οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ·
 [00063]  Ἐπειδὴ γὰρ ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε, καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας, καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι.
000-00-00 Serial Number=0152312517
De jejunio sermones 1 Ante [Go Back]  
 [00094]  Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς.
 [00186]  πάντας δὲ, ὡς εἰπεῖν, ἐν ἐπιθυμίαις πνεύματος εἰς τὸν τῶν παθῶν ὤθησε βυθόν.
 [00188]  ἀνώτερος δὲ τῶν παθῶν, ὡς κυμάτων γενόμενος, πλέε τοῦ βίου τὴν θάλασσαν, σωτηρίῳ ξύλῳ ἐμπιστεύσας τῆς ψυχῆς τὸ ἐφόλκιον.
 [00288]  μετάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός·
000-00-00 Serial Number=0904127538
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00558]  Οὐδὲν γὰρ αὐτοῦ τὴν δόξαν συσκιάσαι ἴσχυσεν, οὐ τὸ τῶν αὐτῶν κοινωνῆσαι παθῶν, οὐ τὸ τοῖς αὐτοῖς χρόνοις συνδραμεῖν.
000-00-00 Serial Number=0396912456
De paenitentia [1] Ante [Go Back]  
 [00937]  Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν τὸ πρὸς τοὺς πάσχοντας ἀφορᾷν ἐπιτείνει τὴν νόσον τοῦ ἀῤῥωστοῦντος, πολλάκις δὲ καὶ οὐκ οὖσαν ἐργάζεται·
 [00944]  Ἡ δὲ κοινωνία τῶν παθῶν τοῖς ὀδυνωμένοις παρέχει παραμυθίαν·
 [01123]  Ἐκείνη μὲν γὰρ ὀπίσω τὰς χεῖρας ἡμῶν δήσασα, τῇ τυραννίδι τῶν παθῶν, καθάπερ τινὶ δεσποίνῃ χαλεπῇ, δούλους καὶ αἰχμαλώτους ἐκδίδωσιν·
 [01297]  ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι;
000-00-00 Serial Number=0861367762
De paenitentia [3] Ante [Go Back]  
 [00017]  Ὢ μετάνοια τῶν παθῶν ἰατρὲ, ἡ τὰς ἀπειλὰς πραΰνουσα, καὶ τὸ πῦρ κατασβεννύουσα τοῦ θυμοῦ, καὶ τὰς ὀργὰς κοιμίζουσα, καὶ φιλίας λαμπάδας ἀσβέστους πρυτανεύουσα.
000-00-00 Serial Number=0077071667
De paenitentia sermo 1 Ante [Go Back]  
 [00457]  Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ὑπετάγησαν.
 [00461]  Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ ∆εσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν;
 [00631]  ∆ιὰ τοῦτο παραινεῖ ὁ αὐτὸς ἀπόστολος μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, μηδὲ δούλους παθῶν·
 [00684]  καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε·
000-00-00 Serial Number=0290250480
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00082]  Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν.
 [00136]  ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν·
 [00159]  ὦ ἡσυχία, δεσμωτήριον παθῶν·
000-00-00 Serial Number=0007342458
De precatione [2] Ante [Go Back]  
 [00023]  Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξιφάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ περὶ γῆν στρεφομένη, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα.
000-00-00 Serial Number=0973681271
De prophetiarum obscuritate Ante [Go Back]  
 [00015]  καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν τῶν θαλαττίων ἀγριώτερα, οἷον ζάλη θυμοῦ κάτωθεν στρέφουσα τὴν καρδίαν, [56.165] πνεύματα ἐπιθυμίας πονηρᾶς πολλὴν ἐμποιοῦντα τῇ διανοίᾳ τὴν σύγχυσιν.
 [00016]  Ἀλλ' ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν·
 [00017]  ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς τὰ τοιαῦτα φέρειν γενναίως, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
000-00-00 Serial Number=0159320593
De resurrectione mortuorum Ante [Go Back]  
 [00082]  Καὶ οὐ ταύτῃ προτρέπει μόνον καὶ ἀλείφει τοὺς ἀθλητὰς, ἀλλὰ καὶ τῇ διηγήσει τῶν οἰκείων παθῶν.
 [00153]  Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται τούτων·
000-00-00 Serial Number=0035935342
De sacerdotio Ante [Go Back]  
 [00470]  ὥσπερ γὰρ εἰς οὐρανοὺς ἤδη μετατεθέντες καὶ τὴν ἀνθρωπείαν ὑπερβάντες φύσιν καὶ τῶν ἡμετέρων ἀπαλλαγέντες παθῶν, οὕτως εἰς τοσαύτην ἤχθησαν τὴν ἀρχήν.
 [01249]  Ταῦτα γὰρ εἰ καὶ μικρά σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπείρατον, ἀλλ' ἱκανά γέ ἐστι προθυμίαν σβέσαι καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἢν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοιούτῳ θηρῶνται νοσήματι.
 [01251]  ταύτης δὲ οὐκ ἀπηλλαγμένος πόλεμόν τινα πολυειδῆ καὶ θόρυβον συνεχῆ καὶ ἀθυμίας καὶ τῶν λοιπῶν παθῶν τὸν ὄχλον κατασκεδάζει τῆς ἑαυτοῦ ψυχῆς.
 [01451]  Πρὸς γὰρ τοῖς εἰρημένοις, νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ' ὅμως ἀνέχομαι τὸν πόνον καὶ οὐ φεύγω τὸν ἀγῶνα.
 [01462]  ἀλλ' ὥσπερ οἱ κατὰ κρημνῶν ὑπό τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι, τὴν μὲν ἀπώλειαν εἰς ἣν τελευτῶσι προορᾶν δύνανται, βοήθειαν δέ τινα ἐπινοεῖν οὐκ ἔχουσιν, οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ' ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾶν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ νῦν καὶ ἐπιτιμῆσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις οὐκέτι ὁμοίως εὔπορον ἐμοὶ καθάπερ καὶ πρότερον.
000-00-00 Serial Number=0042992949
De sanctis martyribus [1] Ante [Go Back]  
 [00093]  καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν ναμάτων τὰ πεπονηκότα καὶ καταφλεχθέντα ἀνακτῶνται σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα, καὶ θυμὸν ζέοντα, καὶ εἴ τι τοιοῦτον ἕτερον διενοχλήσειεν, ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν.
000-00-00 Serial Number=0298614562
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00132]  ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν.
000-00-00 Serial Number=0138866425
De studio praesentium Ante [Go Back]  
 [00070]  Τὸν γὰρ ἄνδρα μή μοι ἀπὸ τῆς χλανίδος δείξῃς, μηδὲ ἀπὸ τῆς ζώνης, μηδὲ ἀπὸ τοῦ σοβεῖν κατὰ τὴν οἰκίαν καὶ φοβερὸν εἶναι καὶ ἀπειλεῖν, ἀλλ' ἀπὸ τῆς κατὰ διάνοιαν φιλοσοφίας, ὅταν τῶν παθῶν κατέχῃ, ὅταν τῶν νοσημάτων τῆς ψυχῆς περιγίνηται, ὅταν ἄρχῃ τῆς οἰκίας αὐτοῦ τῆς ἔνδον, τῆς κατὰ ψυχὴν λέγω, καὶ μὴ ὑπὸ τῶν ἀτόπων λογισμῶν παρασύρηται·
000-00-00 Serial Number=0484260738
De virginitate Ante [Go Back]  
 [00376]  Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς.
 [00383]  Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει τῆς φύσεως μαινομένης καὶ τὸν τῶν παθῶν οἶστρον μὴ δυναμένης ἐνεγκεῖν οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ.
000-00-00 Serial Number=0787128091
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00467]  Ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς, πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται.
 [00563]  Ἂν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστὼς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ' ἐργαστη [63.586] ρίῳ ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.
 [00982]  Εἰ γὰρ οἱ τῶν βιωτικῶν μετέχοντες πραγμάτων, οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν, τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν.
 [01010]  Πολλάκις γὰρ ἡμῶν τὴν διάνοιαν κύματα καταλαμβάνει παθῶν, τῶν θαλαττίων ἀγριώτερα, καὶ πολλὴν αὐτῇ ἐμποιοῦντα τὴν σύγχυσιν·
 [01011]  ἀλλ' ὁ μὲν ῥᾴθυμος καὶ κατημελημένος, ἀρχομένου τοῦ χειμῶνος, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν·
 [01012]  ὁ δὲ καρτερὸς καὶ νεανικὸς, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
 [03384]  καὶ τί τούτου τὸ ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχῃς, τῶν δὲ παθῶν αἰχμάλωτος ᾖς καὶ δοῦλος;
 [03386]  Πάντων παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις;
 [04370]  Ὥσπερ οὖν ἡ ἀργίας καὶ ἀδείας ἀπολαύουσα ψυχὴ, εὐκόλως ὑπὸ τῶν παθῶν ἁλίσκεται, οὕτω καὶ ἡ διηνεκῶς τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ἐσχολακυῖα, οὐδὲ σχολὴν ἄγει ταῦτα ἐννοῆσαί ποτε, τῆς περὶ τὰ παλαίσματα μερίμνης πάντων αὐτὴν ἀπαγούσης ἐκείνων.
 [04642]  Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος ἀνὴρ, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [06086]  Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν·
 [06199]  Ἄρχων εἶ τῶν ἀλόγων, καὶ γέγονας τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος;
 [06244]  τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ παθῶν περιγενέσθαι μὴ δύνηται;
 [06282]  ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῶν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγενομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δύνανται μετὰ τὴν ἄνωθεν χάριν·
 [06316]  καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον, καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς·
 [06433]  οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, κἂν αὐτὸ περικέηται τὸ διάδημα, ἀράχνης πάσης ἐστὶν εὐτελέστερος.
 [06994]  Μέγα μὲν οὖν τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν·
 [07071]  Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας, δακρύων ἐμπλῆσαι θερμῶν.
 [07591]  καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρίας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τὴν τῶν ἀρετῶν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται.
 [08161]  καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἀφορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον·
 [09717]  Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά·
 [09999]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν παθῶν.
 [09999]  ἀλλ' ἕτερος πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν παθῶν.
000-00-00 Serial Number=0048875153
Epistula ad Cyriacum Ante [Go Back]  
 [00656]  ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν, ὅτε σφοδροτέρα τῆς φύσεως ἡ φλὸξ ἐγείρεται, ὅτε πολλὴ τῆς ἐπιθυμίας ἡ ζάλη, ὅτε ἀσθενέστερος μὲν ὁ λογισμὸς τῶν νεωτέρων, αἱ δὲ ψυχαὶ οὐ σφόδρα φράττονται τῇ συνέσει, οὐδὲ πολλὴν τῆς ἀρετῆς ποιοῦνται σπουδήν, ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0190086603
Epistula ad abbatem Ante [Go Back]  
 [00054]  Καὶ λοιπὸν κατὰ μέρος ὑπὸ Κυρίου βοηθουμένη καὶ δυναμουμένη ἀνωτέρα γίνεται τῶν παθῶν καὶ οὕτω κομίζεται τὸν μισθὸν παρὰ τοῦ Κυρίου καὶ εὑρίσκεται ὁ διάβολος, ὡς οὐ θέλει, εὐεργέτης γινόμενος αὐτῆς ἕως θανάτου ἀνταγωνιζομένης τῆς καρδίας.
000-00-00 Serial Number=0674594343
Epistula ad monachos Ante [Go Back]  
 [00060]  Ἐὰν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσει τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.
 [00126]  οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν.
000-00-00 Serial Number=0434144855
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01014]  ἀλλ' ὁ μὲν χειμὼν τῶν παθῶν χαλεπώτερος, ὁ δὲ τὰ πάθη κυβερνῶν λογισμὸς ἀσθενέστερος.
000-00-00 Serial Number=0703772128
Expositiones in Psalmos Ante [Go Back]  
 [00123]  οἷον ὅταν ὑπὸ τῶν πειρασμῶν ἡ ψυχὴ θλιβομένη τῶν παθῶν ἀπαλλάττηται, καὶ τῶν νοσημάτων τῶν πολλῶν·
 [00135]  Ἢ οὐχὶ ἐκεῖνα φιλοσοφούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν παθῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν ῥοπήν;
 [00139]  Οὐδὲν γὰρ οὕτω ποιεῖ θλίψιν, ὡς τὸ πολιορκεῖσθαι τὴν ψυχὴν ὑπὸ τῶν παθῶν.
 [00426]  οὐχ ἵνα πάθος καὶ νόσημα γένηται, ἀλλ' ἵνα παθῶν φάρμακον.
 [00625]  Οὐδὲν γὰρ οὕτως εἰρήνην ποιεῖν εἴωθεν, ὡς ἡ τοῦ Θεοῦ γνῶσις, καὶ ἡ τῆς ἀρετῆς κτῆσις, τὸν ἔνδοθεν τῶν παθῶν ἐξοικίζουσα πόλεμον, καὶ οὐκ ἀφιεῖσα αὐτὸν πρὸς ἑαυτὸν διαστασιάζειν τὸν ἄνθρωπον.
 [00647]  Ἀλλ' οὐχ ὁ τούτων ἀπηλλαγμένος τῶν παθῶν οὕτω διάκειται, ἀλλ' ἐν γαληνῷ κάθηται λιμένι, ἐντρυφῶν τῇ φιλοσοφίᾳ, καὶ [55.59] οὐδεμίαν ὑπομένων ἀηδίαν τοιαύτην.
 [01177]  Εἰ δὲ μὴ πᾶσιν ἐπεξῆλθε, τῷ συνετωτέρῳ ἔδωκε νοῆσαι ἀπὸ τῶν εἰρημένων, ὅτι ὁ τῶν τυραννικῶν παθῶν ἀπηλλαγμένος καὶ ὧν ἄνευ ζῇν οὐκ ἔστι, πολλῷ μᾶλλον τῶν ἄλλων ἠλευθέρωται.
 [02414]  Τοῦτο μεγίστης ἰσχύος, τοῦτο ὑπομονὴν ἐργάζεται, τοῦτο ἰσχυρὰν τὴν ψυχὴν κατασκευάζει, τοῦτο τῶν παθῶν ἀνώτερον ποιεῖ.
000-00-00 Serial Number=0687553883
Fragmenta in Job Ante [Go Back]  
 [01146]  Ὥσπερ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ γενναῖος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν.
 [01287]  καὶ ταῦτα, μηδὲν διάλειμμα ἔχων ἐν ταῖς συμφοραῖς, ἀλλὰ καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, ὑπὸ τῶν παθῶν ταραττόμενος.
 [01561]  Αὐτὸς, φησὶν, ἔπληξεν, αὐτὸς καὶ ἰάσεται, καὶ ὁ τοῖς δεινοῖς περιβαλὼν, αὐτὸς καὶ καθαρὸν τῶν παθῶν ἀναδείξει καὶ τουτὶ τὸ δύστηνον σῶμα·
000-00-00 Serial Number=0045717895
Fragmenta in Proverbia Ante [Go Back]  
 [01247]  Τουτέστιν ἐν γαλήνῃ διαναπαύσονται παθῶν, ἐν ἀταραξίᾳ βιώσουσιν.
 [01286]  Ἢ κρείσσων ὁ μετ' ὀλίγης γνώσεως κρατῶν τῶν παθῶν, ἢ ὃς οἶδε διαιρεῖν λόγους μετὰ κακῶν καὶ ὑπερηφάνων λογισμῶν.
 [01358]  Καίτοι νομίζουσί τινες ἐν πολέμοις, ὀργῆς δεῖν, τότε δὲ μάλιστα δεῖ κρατεῖν τῶν παθῶν.
 [01362]  ὁ δὲ τῶν παθῶν ἡνίοχος, ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν ζωῇ.
000-00-00 Serial Number=0980198026
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00075]  καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν κόνιν ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων τὴν προσβολὴν ἀποσοβεῖν εἴωθεν.
000-00-00 Serial Number=0337341130
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00031]  οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν.
 [00111]  διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ·
000-00-00 Serial Number=0221661329
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
 [00117]  οὕτω δὴ καὶ ὁ Θεὸς ἐπὶ τῶν παθῶν τῆς ψυχῆς ἐποίησεν.
000-00-00 Serial Number=0388952196
In Acta apostolorum Ante [Go Back]  
 [01783]  Φόβος, σωφροσύνη, λογισμὸς συνεσταλμένος, ψυχῆς ἐπιείκεια, ῥᾳθυμίας ἀναίρεσις, χαλινὸς τῶν ἔνδον ὄντων παθῶν, τεῖχος τῶν ἔξωθεν ἐπιόντων.
 [02544]  Οἱ γὰρ χρονίων ἀπαλλαγέντες παθῶν, μόλις πιστεύουσι καὶ αὐτῇ τῇ ὄψει.
 [04318]  Ὁ γὰρ τῶν παθῶν δι' ἀρετῆς ἀνώτερος γινόμενος, καὶ ὥσπερ σκιὰν τὰ παρόντα παρατρέχων πράγματα, πῶς ὑπό τινος πείσεται δεινόν;
 [08236]  Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν;
 [09690]  Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ' ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα.
 [09739]  Πόσης οὐκ ἂν εἴη νωθείας, μηδὲ διῃρημένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ' ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις τοῖς οὐκ ἐκ τῆς ἡμετέρας σπουδῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ἡλικίας κοιμιζομένοις;
 [09999]  Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν.
 [09999]  τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς.
 [09999]  Οὐ γὰρ χρημάτων ἐστὶ τοῦτο καταφρονεῖν, ἀλλ' ὑφ' ἑτέρων ἐπιτάττεσθαι παθῶν·
 [09999]  Εἰ γὰρ ἐκεῖνα τῶν παθῶν ἠρεμούντων αὐτοῖς θάλλει, πολλῷ μᾶλλον ἡμεῖς, καὶ μάλιστα τοσούτοις συνεχόμενοι.
 [09999]  Ὁ γὰρ ὑπὸ μυρίων ἁλισκόμενος παθῶν, πῶς ἂν εἴη μέγας τὴν ψυχήν;
 [09999]  Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν·
 [09999]  ὁ μυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει;
 [09999]  Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνήσεως, εἰκότως ἄν τις ἡμῖν ἐνεκάλεσε φιλοτιμίαν καὶ ἐπίδειξιν·
 [09999]  καὶ ἡμεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώμεθα ἐξομόσασθαι, μὴ ἡττώμεθα.
 [09999]  ὅσῳ γὰρ ἂν μειζόνως ἀναλίσκῃ, τοσούτῳ δηλοῖ τὴν τυραννίδα τῶν παθῶν ἐκείνων·
 [09999]  ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν·
000-00-00 Serial Number=0363825202
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
000-00-00 Serial Number=0196469367
In Genesim sermones Ante [Go Back]  
 [00011]  Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας.
000-00-00 Serial Number=0864247322
In Isaiam Ante [Go Back]  
 [01207]  ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκολάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος.
000-00-00 Serial Number=0051282108
In Joannem Ante [Go Back]  
 [00072]  Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος.
 [00091]  ∆ιὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα ἕκαστος πάντα ἀποθέμενος ἀῤῥωστίας τρόπον, ὥσπερ εἰς αὐτὸν εἰσιὼν τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν ἄλλων ἀπηλλαγμένος παθῶν.
 [01209]  Ὅταν πάντων ἐκκαθάρωμεν τῶν παθῶν τὴν ψυχήν.
 [05063]  ἀλλ' εἰπὲ τὸν πολλὴν ἀπὸ τῶν παθῶν ὑπομένοντα βίαν καὶ φιλοσοφοῦντα.
 [05090]  Ἀλλ' εἰπέ μοί τινα πάντων ἀπηλλαγμένον τῶν παθῶν, καὶ πάσης κακίας ἐλεύθερον, καὶ μένοντα παρ' Ἕλλησιν.
000-00-00 Serial Number=0856571794
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00210]  Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμε νον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθο νούμενον λαμπρότερον κατασκευάζει.
000-00-00 Serial Number=0529020607
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00715]  ∆ιὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὴν κατὰ τῶν παθῶν ἀπολαβεῖν ἐξουσίαν.
000-00-00 Serial Number=0684220552
In Psalmum 118 Ante [Go Back]  
 [00872]  Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκό μενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο.
000-00-00 Serial Number=0388481557
In Romanum martyrem Ante [Go Back]  
 [00007]  [50.612] θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς τεταμένον προθεῖσαι δίαυλον.
000-00-00 Serial Number=0703616023
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00116]  ∆έσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα,
000-00-00 Serial Number=0661960185
In catenas sancti Petri Ante [Go Back]  
 [00141]  [26] Πρὸς οἷσπερ ἐκδειματωθέντες καὶ τῷ παραδόξῳ τοῦ διηγήματος καταπλαγέντες ἐφ' ἑαυτῶν μένειν οὐκ ἐδύναντο, τῆς χαρᾶς συγκραθείσης τῷ θαύματι καὶ ὑπὸ δύο τούτων παθῶν πολιορκουμένων.
 [00223]  [40] Ἔπρεπε δ' αὖ πάλιν καὶ τῇ περὶ ἡμᾶς αὐτοῦ προνοίᾳ καὶ φιλανθρώπῳ σχέσει δι' οὓς κεκοπίακε, δι' οὓς καθ' ἑκάστην ἤθλει καὶ ἠγωνίζετο, δι' οὓς καὶ τὰς τῶν ἁλύσεων βαρύτητας περιέκειτο, καὶ τὸν διὰ σταυροῦ θάνατον ἡδέως καθυπεδέξατο, ἑαυτὸν τοῖς δι' αὐτοῦ πιστεύσασι τῷ Χριστῷ διανεῖμαι καὶ συμμετρήσασθαι, καὶ Ῥώμῃ μὲν τῇ παλαιᾷ τὴν τοῦ πανσέπτου σώματος δωρήσασθαι κατάθεσιν καὶ ταφὴν, τῇ δὲ βασιλευούσῃ καὶ νέᾳ τὰ τῶν παθῶν αὐτοῦ σύμβολά τε καὶ σήμαντρα, καὶ ἀντὶ τοῦ πανιέρου σώματος αὐτοῦ δῶρον ἐναποθέσθαι ταῦτα ποθούμενον, ἃ οὐκ ἄν τις πιστεύσειεν ἀθεεὶ καὶ κατὰ τήνδε πεφοιτηκέναι τὴν μεγαλόπολιν.
 [00305]  [54] Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ.
000-00-00 Serial Number=0513185024
In centurionem Ante [Go Back]  
 [00191]  Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος·
000-00-00 Serial Number=0468238533
In decem virgines Ante [Go Back]  
 [00096]  δι' αὐτὴν γὰρ τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, [59.530] δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατεκράτησαν, ἡδονῶν κατηγωνίσαντο·
000-00-00 Serial Number=0014393926
In diem natalem Ante [Go Back]  
 [00280]  Τίς οὖν ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων;
000-00-00 Serial Number=0329479992
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01754]  Μὴ τοίνυν μηδὲ σὺ τῶν δουλικῶν καὶ ἀνελευθέρων παθῶν ἀφῇς τινά σοι παρεῖναι·
 [02085]  Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσημάτων.
 [02087]  οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινομένων αὐτῇ παθῶν.
000-00-00 Serial Number=0961065054
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02209]  Ὥσπερ οὖν οὐκ ἔστιν ἐν πλάνῃ ὄντα καὶ ὀρθῶς βιοῦντα μεῖναι ἐν πλάνῃ ποτὲ, οὕτως οὐ ῥᾴδιον πονηρίᾳ συντρεφόμενον ἀναβλέψαι ταχέως πρὸς τὸ τῶν παρ' ἡμῖν δογμάτων ὕψος, ἀλλὰ χρὴ πάντων καθαρεύειν τῶν παθῶν τὸν μέλλοντα θηρᾷν τὴν ἀλήθειαν.
 [02224]  Τοὺς μὲν γὰρ καὶ πεπλανημένους ἕλκει, ἐπειδὰν παθῶν καθαρεύωσι·
 [05387]  Τίς γὰρ οὐκ ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς μετέχων φύσεως, καὶ ἐν μέσοις στρεφόμενος ἀνθρώποις, καθάπερ ἀδάμας, μὴ ἐπικάμπτηται πρὸς τὸν τῶν παθῶν ἐσμόν;
 [05733]  Ὅταν παθῶν ἀπηλλαγμένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσημάτων, ὅταν χρημάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν.
 [07024]  Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν.
000-00-00 Serial Number=0023280084
In epistulam I ad Timotheum Ante [Go Back]  
 [04235]  Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν;
 [04236]  Ποία δὲ βλάβη μηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι;
 [04240]  Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς.
000-00-00 Serial Number=0903224349
In epistulam ad Colossenses Ante [Go Back]  
 [02630]  Οὕτω δὴ καὶ ἐπὶ τῶν παθῶν·
 [03759]  Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν.
000-00-00 Serial Number=0251123488
In epistulam ad Ephesios Ante [Go Back]  
 [00761]  καὶ μετὰ ταῦτα χρημάτων φροντίζουσί τινες, ἕτεροι ὑπὸ τῶν παθῶν ἁλίσκονται.
 [01123]  Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά·
 [02029]  Τὸ δὲ ἀποθανεῖν ἐδεδοίκει διὰ τὸ ἔτι βούλεσθαι αὐτὸν τὴν ζωὴν εἶναι ὑπόθεσιν τῶν παθῶν.
 [04842]  Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν·
 [05355]  Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶμεν τῶν [62.135] παθῶν, ἵνα τῷ Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλήλους ἀγάπην διασώζωμεν·
 [06040]  τῇ δὲ ἀνοίᾳ προσθήκη γίνεται καὶ τὰ παρὰ τῶν ἔξωθεν λόγων, ὅταν μάθωσιν ἐκεῖ τοὺς παρ' αὐτοῖς θαυμαζομένους ἥρωας, παθῶν δούλους ὄντας καὶ δειλοὺς πρὸς θάνατον·
000-00-00 Serial Number=0681730270
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01197]  Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σημείων ἀνάμνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑπομονὴ τῶν διὰ Χριστόν.
 [02096]  καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης καὶ περὶ αὐτῆς·
000-00-00 Serial Number=0654497325
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00662]  τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡμῖν ἔστιν ὅπου χρήσιμά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίμη·
 [01842]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ, καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν παθῶν.
 [01844]  ἀλλ' ἕτερος πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν ἄλλων παθῶν.
 [02400]  Βασιλεὺς γάρ ἐστιν ὁ γέρων, ἐὰν ἐθέλῃ, καὶ τοῦ τὴν ἁλουργίδα ἔχοντος βασιλικώτερος, τῶν παθῶν κρατῶν, καὶ ἐν τάξει δορυφόρων ὑποτάττων τὰ πάθη·
 [06371]  Ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξατο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν καὶ τῶν θλίψεων, ὠλιγοψύχουν λοιπὸν καὶ ἐμικροψύχουν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν ἑαυτῶν παρεκάλεσεν, εἰπὼν, Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας·
 [06564]  οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγμάτων κατορύττωμεν ἑαυτοὺς, μόλις διαβλέπομεν, μόλις ἀνακύπτομεν.
 [08443]  ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς·
 [09584]  Κοινωνῶμεν αὐτῷ τῶν παθῶν, φέρωμεν αὐτοῦ τὸν ὀνειδισμόν·
 [09904]  ἀλλ' ὥσπερ ἐκτὸς ὢν τῆς οἰκουμένης καὶ τῶν τοῦ σώματος ἀπηλλαγμένος παθῶν, οὕτως ἁπάντων καταγελάσεται.
000-00-00 Serial Number=0879933953
In epistulam ad Philippenses Ante [Go Back]  
 [03676]  Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων.
000-00-00 Serial Number=0959910691
In epistulam ad Romanos Ante [Go Back]  
 [02324]  ἐνοχλουμένων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, πάντων ὑλακτούντων περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παθῶν ἀνελευθέρων, γαστριμαργίας, μέθης, κολακείας, ἀσελγείας ἁπάσης.
 [03704]  Μετὰ γὰρ τὸν θάνατον καὶ πολὺς παθῶν ἐπεισῆλθεν [60.488] ἐσμός·
 [04436]  Μετὰ γὰρ τοῦ θανάτου, φησὶ, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος.
 [04791]  Ἃ γὰρ μηδενὶ πρότερον ἐδόκει εἶναι δυνατὰ, παρθενία, καὶ θανάτου ὑπεροψία, καὶ τῶν ἄλλων τῶν πλειόνων παθῶν, ταῦτα πανταχοῦ τῆς οἰκουμένης κατώρθωται νῦν.
 [04814]  καὶ ἐπήγαγεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, οὐχ ἁπλῶς σάρκα λέγων πάλιν, ἀλλὰ τὴν τοιαύτην σάρκα, τὴν συρομένην ὑπὸ τῶν παθῶν, τὴν τυραννουμένην.
 [04921]  Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν.
 [05232]  Οὐδὲ γάρ ἐστιν ἴσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ὑπενεγκεῖν, τὰς μάστιγας, τὸν λιμὸν, τὰς λεηλασίας, τὰ δεσμὰ, τὰς ἁλύσεις, τὰς ἀπαγωγάς·
 [05353]  Τότε οὖν βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου, καὶ τῶν μυρίων παθῶν.
 [05627]  Ἀλλ' ὅμως, ἂν ἐθέλωμεν, δυνατὸν καίτοι χαλεπὴν οὖσαν τὴν νόσον ἀποκρούσασθαι, καὶ οὐ δυνατὸν μόνον, ἀλλὰ καὶ ῥᾴδιον, καὶ οὐδὲ ῥᾴδιον ἁπλῶς, ἀλλὰ καὶ πολλῷ ῥᾷον ταύτης ἀπαλλαγῆναι τῆς λύμης, ἢ τῶν σωματικῶν παθῶν, ὅσῳ καὶ μείζων ὁ ἰατρός.
 [07731]  Πάντων ἀπηλλαγμένον τῶν παθῶν, ἐπιείκειαν ἐπιδεικνύμενον περὶ τοὺς ὑβρίζοντας καὶ ἀδικοῦντας·
 [08813]  ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν·
 [08896]  Τὰ γὰρ καίρια τῶν παθῶν σβέννυσι τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν.
 [09999]  Ἀλλὰ τέως καὶ ἐκ τῶν εἰρημένων δυνατὸν καθαίρεσθαι τῶν ἐπικειμένων παθῶν.
 [09999]  ὅταν γὰρ μήτε φθονεῖν ἐᾷ, μήτε λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον μήτε θλῖψιν μήτε πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν.
000-00-00 Serial Number=0888620615
In epistulam ad Titum Ante [Go Back]  
 [01010]  Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, σωφροσύνη οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι;
 [01405]  σὺ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὔξεις τὴν κάμινον τῶν παθῶν, καὶ ἕτερα περιβάλλεις.
000-00-00 Serial Number=0284070432
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00241]  Πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ πολέμου διεγείρει τῶν νέων καὶ ἀγωνιστῶν τὴν προθυμίαν κατὰ τῶν ἀντιδίκων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθὸν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν.
 [00248]  Εἰ δὲ καὶ ἐν τούτοις μὴ δυνηθῇ αὐτὸν ἐπηρεάσαι, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν, καὶ ὑψώνει αὐτὸν καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ τὴν δεινοτέραν καὶ χείρονα πάντων τῶν παθῶν.
000-00-00 Serial Number=0490482211
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00031]  [8] Ἄκουσον πῶς καὶ ἀφροσύνη ἐστὶν καὶ ἀλόγων τροφὴ παθῶν·
000-00-00 Serial Number=0880463183
In illud Messis quidem multa Ante [Go Back]  
 [00059]  τίνος δὲ οὐκ ἂν εἴη κολάσεως ἑκάτερος ὑμῶν ἄξιος, τῆς μὲν ἑαυτοῦ ψυχῆς καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν παρασυρομένης οὐδένα ποιούμενος λό γον, ὑπὲρ δὲ ἀλόγων ζώων καὶ ἀνθρώπων ἑτέρων ἀλόγων χαίρων, ἢ ὀδυνώμενος;
 [00078]  Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκου μένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσ εκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινο μένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώ πινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων.
000-00-00 Serial Number=0120371342
In illud Ne timueritis Ante [Go Back]  
 [00074]  Ἄρχων εἶ τῶν ἀλόγων, καὶ τῶν ἐν σοὶ ἀλόγων παθῶν δοῦλος ἐγένου;
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0858593643
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00151]  Σταυρὸς τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸ ὅπλον τὸ ἀχείρωτον, τῶν πλουτούντων ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπορία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμουμένων τὸ ὅπλον, τῶν παθῶν ἡ ἀναίρεσις, τῆς ἀρετῆς ἡ κτῆσις, τὸ σημεῖον τὸ θαυμαστὸν καὶ παράδοξον.
 [00229]  Εἰ οὖν τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ [51.38] Πέρσου, καὶ ἑτέρων πλειόνων αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης·
000-00-00 Serial Number=0207586408
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00096]  Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές;
 [00154]  Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου καθήμενος τοῦ βασιλικοῦ, καὶ διάδημα περικείμενος, ὡς ἄνθρωπος τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν παθῶν [51.178] ἀναβιβάσας, καὶ τῇ κατ' ἐκείνων δεσποτείᾳ, καθάπερ τινὶ διαδήματι λαμπρῷ, τὴν κεφαλὴν ἀναδήσας.
 [00155]  Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν παθῶν αἰχμάλωτος ᾖ;
 [00158]  οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομένης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθέδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραννίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπαναστάσεις αὐτῶν.
000-00-00 Serial Number=0657129109
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00006]  Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς.
000-00-00 Serial Number=0256438017
In omnes sanctos Ante [Go Back]  
 [00045]  Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος.
000-00-00 Serial Number=0302200258
In parabolam de ficu Ante [Go Back]  
 [00169]  [59.590] Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα.
000-00-00 Serial Number=0571346641
In principium Actorum Ante [Go Back]  
 [00068]  Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος;
 [00070]  οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις;
 [00794]  οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνεκῶς, ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύματος ἐν ἑαυτῇ συνάγουσα, πρὸς πᾶσαν πραγμάτων περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως ἱκανὴν παράκλησιν ἔχουσα.
000-00-00 Serial Number=0732108176
In principium indictionis [1] Ante [Go Back]  
 [00026]  αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη·
 [00061]  Εἶδεν ἡ ἀπολλυμένη τὸν σώζοντα, εἶδεν ἡ δεδεμένη τὸν λυτρωτὴν, εἶδεν ἡ χειμαζομένη τοῦ κόσμου τὴν ἄγκυραν, εἶδε τὸν ἄνωθεν ἐλθόντα τῶν παθῶν βασιλέα, εἶδεν ἐλπίδα χαρᾶς ἀπροσδόκητον, εἶδε θεραπείαις ἀκαταγώνιστον δύναμιν, εἶδε πηγὴν ἰαμάτων ἀμισθὶ μερίζουσαν νάματα, εἶδε ζωὴν νεκρουμένοις ἐνδημήσασαν·
000-00-00 Serial Number=0782721519
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00010]  οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρω [50.643] πότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄν ισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαί ρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαρά κοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος·
000-00-00 Serial Number=0719687641
In ramos palmarum [1] Ante [Go Back]  
 [00009]  Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμέ νην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου Ἐκ κλησίας ἐφαίδρυναν καὶ κατέστεψαν, καὶ ἐκ τοῦ σκάμ ματος τῶν ἁγίων νηστειῶν καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα τῆς εἰρήνης ᾄδειν τῷ νικο ποιῷ Χριστῷ ἐδίδαξαν.
000-00-00 Serial Number=0579870820
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00192]  Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεὺς, τοὺς ἁμαρτά νοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄν θρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμο φύλοις.
000-00-00 Serial Number=0173576653
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00045]  Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν παθῶν πυρὸς σφοδρότερον καίειν εἴωθε τὴν διάνοιαν, εἰ μή τις γενναίως μεθ' ὑπομο νῆς καὶ πίστεως ἀνταγωνίζοιτο πρὸς ἕκαστον τῶν παθῶν·
000-00-00 Serial Number=0307193041
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00024]  ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις·
000-00-00 Serial Number=0849642217
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00012]  Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει.
000-00-00 Serial Number=0329899669
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00032]  οὕτω γὰρ οὔτε διὰ τῶν ἀλόγων παθῶν οὔτε διὰ τῶν ἀφρόνων λογισμῶν ἐπίησιν ἡμῖν ἡ ἁμαρτία οὔτε καταδυναστεύει ἡμῖν ὁ θάνατος.
000-00-00 Serial Number=0753812373
In synaxim archangelorum Ante [Go Back]  
 [00011]  Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν εἰσιν, οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσιν.
000-00-00 Serial Number=0325519085
In synaxim incorporalium Ante [Go Back]  
 [00050]  εἰσὶ δὲ οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσι·
 [00114]  ∆ανιὴλ γάρ, φησίν, ἀνὴρ ἐπιθυμιῶν, ἐπιθυμιῶν οὐ σαρκὸς οὐδὲ ψυχῆς παθῶν, ἀλλὰ σοφίας ἐνθέου καὶ συνέσεως·
000-00-00 Serial Number=0767564476
Prooemia in Psalmos Ante [Go Back]  
 [00165]  Ὅταν γὰρ μὴ φθονεῖν ἐᾷ, μὴ λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον, μὴ θλίψιν, μὴ πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν.
000-00-00 Serial Number=0907431722
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00247]  ἀλλ' ὥσπερ χρυσίον τῇ σφοδροτέρᾳ πυρώσει μειζόνως καθαιρόμενον λαμπρότερον γίνεται, οὕτως ὑπὸ τῶν παθημάτων τούτων ἐνοχλούμενος, πάντων ὑψηλότερος ἦν καὶ τῶν παθῶν καὶ τῶν ἐντεῦθεν πολλοῖς τικτομένων θορύβων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»