0345-0407 - Iohannes Chrysostomus - De sancto hieromartyre Babyla
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De sancto hieromartyre Babyla

[00001]    ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΒΑΒΥΛΑΝ

50.527

[00002]    αʹ.

[00003]    Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον, ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν·

[00004]    ἀλλὰ [50.528] τί πάθω;

[00005]    Μεταξὺ φανεὶς ὁ μακάριος Βαβύλας, πρὸς ἑαυτὸν ἡμᾶς ἐκάλεσεν, οὐ φωνὴν ἀφεὶς, ἀλλὰ τῇ [50.529] λαμπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς.

[00006]    Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως·

[00007]    πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται.

[00008]    Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούμεθα·

[00009]    ἐπειδὴ καὶ ὁ παρακαταθέμενος αὐτὸ ∆εσπότης οὕτως ἐκέλευσε.

[00010]    Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων.

[00011]    Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν·

[00012]    ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ τῷ ἡμῶν ἀφήσομεν εἰπεῖν.

[00013]    Τὰ γὰρ ἀρχαιότερα τῶν πραγμάτων οἱ γεγηρακότες ὑμῖν δύνανται διηγεῖσθαι καλῶς·

[00014]    ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε.

[00015]    Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες, εἰ μετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούμεθα λέγειν ἀνδραγαθήματα·

[00016]    οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν.

[00017]    Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν·

[00018]    μάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης, ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω.

[00019]    Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρημον·

[00020]    ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται μείζων αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπολογουμένη, δι' ὧν θαυματοποιεῖ.

[00021]    Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν ζώντων ἁπάντων δύναμιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν.

[00022]    Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα;

[00023]    Ἀλλὰ μὴ θορυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν.

[00024]    Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς.

[00025]    Ἀνάσχεσθε τοίνυν καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡμῶν.

[00026]    Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ [50.530] τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁμοίως καταβοῶσι·

[00027]    μᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν ἐμάνη μανίαν.

[00028]    Οἱ μὲν γὰρ καὶ τοὺς οἰκείους καὶ τοὺς ἀλλοτρίους ὁμοίως ἀποστρέφονται καὶ μισοῦσιν·

[00029]    οὗτος δὲ τοὺς μὲν ἀλλοτρίους τῆς αὐτοῦ σωτηρίας δαίμονας ἔσαινε, καὶ παντὶ θεραπείας ἐθεράπευε τρόπῳ·

[00030]    τὸν δὲ εὐεργέτην, καὶ σωτῆρα, καὶ μηδὲ τοῦ Μονογενοῦς φεισάμενον δι' αὐτὸν, ἀπεστράφη, καὶ ἐμίσει, καὶ τὸν σταυρὸν διέσυρε, πρᾶγμα, ὃ τὴν οἰκουμένην ἐπ' ὄψιν κειμένην ἀνέστησε, καὶ τὸ σκότος πάντοθεν ἀπήλασε, καὶ τῶν ἀκτίνων ἡμῖν λαμπρότερον εἰσήγαγε φῶς.

[00031]    Καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἵστατο, ἀλλ' ἐκ μέσης ἀναρπάσεσθαι τῆς οἰκουμένης τὸ τῶν Γαλιλαίων ἔθνος ἐπηγγέλλετο·

[00032]    καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν.

[00033]    Καίτοι εἰ τὸ ὄνομα τῶν Χριστιανῶν μύσος εἶναι ἐνόμιζε, καὶ πολλῆς τὸ πρᾶγμα γέμειν αἰσχύνης, τίνος ἕνεκεν οὐκ ἐντεῦθεν ἡμᾶς, ἀλλ' ὀνόματι ξένῳ καταισχύνειν ἐπεθύμει;

[00034]    Ἀλλὰ γὰρ ᾔδει σαφῶς, ὅτι τὸ καλεῖσθαι ἀπὸ τῆς πρὸς τὸν Χριστὸν οἰκειώσεως, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ ταῖς ἀνωτέρω δυνάμεσι μέγας κόσμος ἐστί.

[00035]    ∆ιὰ τοῦτο πάντα ἐκίνει, ὥστε τοῦτον ἡμᾶς ἀποσυλῆσαι τὸν κόσμον, καὶ καταλῦσαι τὸ κήρυγμα.

[00036]    Ἀλλὰ τοῦτο ἀμήχανον ἦν, ἄθλιε καὶ ταλαίπωρε, ὥσπερ ἀμήχανον ἦν κατασκάψαι τὸν οὐρανὸν, καὶ σβέσαι τὸν ἥλιον, καὶ τὰ θεμέλια τῆς γῆς διασεῖσαι καὶ καταβαλεῖν.

[00037]    Καὶ ταῦτα προανεφώνησεν ὁ Χριστὸς οὕτως εἰπών·

[00038]    Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται·

[00039]    οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.

[00040]    Ἀλλ' οὐκ ἀνέχῃ τοῦ Χριστοῦ λέγοντος·

[00041]    οὐκοῦν δέχου τὴν ἀπὸ τῶν πραγμάτων φωνήν.

[00042]    Ἐγὼ μὲν γὰρ καταξιωθεὶς εἰδέναι, τί ποτέ ἐστιν ἀπόφασις Θεοῦ, πῶς ἰσχυρὸν, καὶ ἄμαχον πρᾶγμα, καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων πείρας πάντων ἀξιοπιστοτέραν ταύτην εἶναι πεπίστευκα·

[00043]    σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν·

[00044]    οὐδὲν ἀντιλέγω, οὐδὲ φιλονεικῶ.

[00045]    βʹ.

[00046]    Τί οὖν λέγει τὰ πράγματα;

[00047]    Εἶπεν ὁ Χριστὸς, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπολέσθαι εὐκολώτερον, ἢ τῶν αὐτοῦ διαπεσεῖν τινα λόγων·

[00048]    ἀντεφθέγξατο τούτοις ὁ βασιλεὺς, καὶ ἠπείλησεν ἀναιρήσειν τὰ δόγματα.

[00049]    Ποῦ οὖν ὁ βασιλεὺς ὁ ταῦτα ἀπειλήσας;

[00050]    Ἀπόλωλε, καὶ διέφθαρται, καὶ νῦν ἐστιν εἰς ᾅδου τὴν ἀπαραίτητον ἀναμένων κόλασιν.

[00051]    Ποῦ δὲ ὁ Χριστὸς, ὁ ἐκεῖνα ἀποφηνάμενος;

[00052]    Ἐν οὐρανοῖς, ἐν δεξιᾷ τοῦ Πατρὸς τὸν ὑψηλότατον τῆς δόξης κατέχων θρόνον.

[00053]    Ποῦ τοῦ βασιλέως τὰ βλάσφημα ῥήματα, καὶ ἡ ἀκόλαστος γλῶττα;

[00054]    Τέφρα γέγονε, καὶ κόνις, καὶ σκωλήκων τροφή.

[00055]    Ποῦ τοῦ Χριστοῦ ἡ ἀπόφασις;

[00056]    Ἀπ' αὐτῆς τῶν πραγμάτων λάμπει τῆς ἀληθείας, ὥσπερ ἀπὸ στήλης χρυσῆς τῆς τῶν ἔργων ἐκβάσεως ἀπαστράπτουσα.

[00057]    Καίτοι οὐδὲν τότε παρέλιπεν ὁ βασιλεὺς, τὸν πρὸς ἡμᾶς μέλλων αἴρεσθαι πόλεμον·

[00058]    ἀλλὰ καὶ μάντεις ἐκάλει, καὶ γόητας συνεκρότει, καὶ πάντα ἦν δαιμόνων μεστὰ καὶ πνευμάτων πονηρῶν.

[00059]    Τίνες οὖν αἱ τῆς θεραπείας ταύτης ἀμοιβαί;

[00060]    Πόλεων ἀνατροπαὶ, καὶ λιμὸς ἁπάντων λιμῶν ὁ πικρότατος.

[00061]    Ἴστε γὰρ δήπου καὶ μέμνησθε, πῶς κενὴ μὲν ἦν ὠνίων ἡ ἀγορὰ, μεστὰ δὲ θορύβων τὰ ἐργαστήρια, ἑκάστου φιλονεικοῦντος τὸ φανὲν προαρπάσαι, καὶ ἀπελθεῖν.

[00062]    Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι;

[00063]    Ἀλλ' ἐπειδὴ πηγῶν ἐμνήσθην, δεῦρο λοιπὸν ἐπὶ τὴν ∆άφνην ἀνέλθωμεν, καὶ τὸν λόγον πρὸς τὰ τοῦ μάρτυρος κατορθώματα συνελάσωμεν.

[00064]    Καίτοι γε ἐπιθυμεῖτε τὰς Ἑλληνικὰς ἐκπομπεύειν ἀσχημοσύνας ἔτι·

[00065]    ἀλλ' ὅμως, καὶ οὕτως αὐτὸς ὢν, ἀπάγωμεν·

[00066]    πάντως γὰρ, ὅπου μαρτύρων μνήμη, ἐκεῖ καὶ Ἑλλήνων αἰσχύνη.

[00067]    Οὗτος τοίνυν ὁ βασιλεὺς ἀνιὼν εἰς τὴν ∆άφνην, συχνῶς ἠνώχλει τὸν Ἀπόλλωνα δεόμενος, ἱκετεύων, ἀντιβολῶν, ὥστε μαντεύσασθαί τι περὶ τῶν μελλόντων αὐτῷ.

[00068]    Τί οὖν ὁ μάντις, ὁ μέγας τῶν Ἑλλήνων θεός;

[00069]    Νεκροί με κωλύουσι φθέγγεσθαι, φησίν·

[00070]    ἀλλὰ ἀνάῤῥηξον τὰς θήκας, ἀνόρυξον τὰ ὀστᾶ, μετάστησον τοὺς νεκρούς.

[00071]    Τί τούτων ἀνοσιώτερον γένοιτ' ἂν τῶν ἐπιταγμάτων;

[00072]    Ξένους ὁ δαίμων τυμβωρυχίας εἰσάγει νόμους, καὶ καινοὺς ξενηλασίας ἐπινοεῖ τρόπους.

[00073]    Τίς ἤκουσε νεκροὺς ἐλαυνομένους ποτέ;

[00074]    τίς εἶδε σώματα ἄψυχα κελευόμενα μετανίστασθαι, καθάπερ οὗτος ἐπέταττε, τοὺς κοινοὺς τῆς φύσεως ἐκ βάθρων ἀνατρέπων νόμους;

[00075]    Κοινοὶ γάρ εἰσι τῆς φύσεως νόμοι παρὰ πᾶσιν ἀνθρώποις, τὸν ἀπελθόντα τῇ γῇ κρύπτεσθαι, καὶ ταφῇ παραδίδοσθαι, καὶ τοῖς κόλποις τῆς πάντων μητρὸς περιστέλλεσθαι γῆς.

[00076]    Καὶ τούτους οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ Σκύθης, οὐκ εἴ τις ἐκείνων ἀγριώτερος ἐκίνησε τοὺς νόμους ποτὲ, ἀλλ' αἰδοῦνται, καὶ φυλάττουσιν ἅπαντες, καὶ οὕτως εἰσὶν ἱεροὶ, καὶ πᾶσιν αἰδέσιμοι.

[00077]    Ἀλλ' ὁ δαίμων ἐπάρας τὸ προσωπεῖον, γυμνῇ τῇ κεφαλῇ πρὸς τὰ κοινὰ τῆς φύσεως ἵσταται δόγματα·

[00078]    Μίασμα γὰρ, φησὶν, εἰσὶν οἱ νεκροί.

[00079]    Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν.

[00080]    Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τὰ τῶν ζώντων μᾶλλον μεστὰ κακίας, ἢ τὰ τῶν τετελευτηκότων, εἰσὶ σώματα μιαρά·

[00081]    τὰ μὲν γὰρ διακονεῖται τοῖς τῆς ψυχῆς ἐπιτάγμασι·

[00082]    τὰ δὲ κεῖνται ἀκίνητα·

[00083]    τὸ δὲ ἀκίνητον καὶ πάσης αἰσθήσεως ἔρημον, καὶ κατηγορίας ἂν εἴη πάσης ἐλεύθερον.

[00084]    Πλὴν ἀλλ' οὐδὲ τὰ τῶν ζώντων εἴποιμι ἂν ἔγωγε σώματα εἶναι τῇ φύσει μιαρὰ, ἀλλὰ πανταχοῦ τὴν πονηρὰν καὶ διεστραμμένην προαίρεσιν ταῖς παρὰ πάντων κατηγορίαις εἶναι ὑπεύθυνον.

[00085]    Οὐκ ἔστι σῶμα νεκρὸν μίασμα, Ἄπολλον, ἀλλὰ τὸ κόρην διώκειν σωφρονεῖν βουλομένην, καὶ σεμνότητα διορύττειν παρθένου, καὶ τῆς ἀναισχύντου πράξεως ἀποτυχόντα θρηνεῖν, τοῦτο καὶ κατηγορίας καὶ κολάσεως ἄξιον.

[00086]    Πολλοὶ γοῦν παρ' ἡμῖν ἐγένοντο προφῆται θαυμαστοὶ καὶ μεγάλοι, καὶ πολλὰ περὶ τῶν μελλόντων προειπόντες, καὶ οὐδαμοῦ τοὺς ἐρωτῶντας ἐκέλευον τὰ τῶν ἀπελθόντων ἀνορύττειν ὀστᾶ·

[00087]    ἀλλ' ὁ μὲν Ἰεζεκιὴλ αὐτῶν τῶν ὀστῶν πλησίον ἑστὼς, οὐ μόνον οὐδὲν ἐνεποδίζετο παρ' ἐκείνων, ἀλλὰ καὶ σάρκας αὐτοῖς καὶ νεῦρα καὶ δέρματα περιθεὶς, εἰς ζωὴν ἐπανήγαγεν αὐτὰ πάλιν.

[00088]    Ὁ δὲ μέγας Μωϋσῆς οὐ

[00089]    [50.532] πλησίον ὀστῶν εἱστήκει νεκρῶν, ἀλλ' αὐτὸν ὅλον νεκρὸν ἐπιφερόμενος τὸν Ἰωσὴφ, οὕτω τὰ μέλλοντα προὔλεγε·

[00090]    καὶ μάλα εἰκότως.

[00091]    Τὰ μὲν γὰρ ἐκείνων ῥήματα Πνεύματος ἁγίου χάρις ἦν·

[00092]    τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον.

[00093]    Ὅτι γὰρ σκῆψις ταῦτα, καὶ πρόφασις ἦν, καὶ τὸν μακάριον ἐδεδοίκει Βαβύλαν, δῆλον ἐξ ὧν ὁ βασιλεὺς ἔπραξε·

[00094]    τοὺς γὰρ ἄλλους ἅπαντας νεκροὺς ἀφεὶς, ἐκεῖνον τὸν μάρτυρα μόνον ἐκίνει.

[00095]    Καίτοι γε εἰ βδελυττόμενος αὐτὸν, ἀλλὰ μὴ φοβούμενος ταῦτα ἔπραττεν, ἐχρῆν κελεῦσαι συντριβῆναι τὴν λάρνακα, καταποντισθῆναι, εἰς ἐρημίαν ἀπαχθῆναι, ἑτέρῳ τινὶ ἀπωλείας ἀφανισθῆναι τρόπῳ.

[00096]    Τοῦτο γὰρ ἦν βδελυττομένου.

[00097]    Οὕτως ὁ Θεὸς ἐποίησεν, ὅτε περὶ τῶν βδελυγμάτων τῶν ἐθνῶν τοῖς Ἑβραίοις διελέγετο·

[00098]    συντριβῆναι τὰς στήλας αὐτῶν ἐκέλευσεν, οὐκ ἀπὸ τῶν προαστείων ἐπὶ τὰς πόλεις ἄγειν τὰ μιάσματα.

[00099]    γʹ.

[00100]    Ὁ μὲν οὖν μάρτυς ἐκινεῖτο, ὁ δὲ δαίμων οὐδὲ οὕτως ἀδείας ἀπέλαυεν·

[00101]    ἀλλ' εὐθέως ἐμάνθανεν, ὅτι ὀστᾶ μὲν μάρτυρος μετακινῆσαι δυνατόν ἐστιν, χεῖρας δὲ μάρτυρος διαφυγεῖν ἀδύνατον.

[00102]    Ὁμοῦ τε γὰρ ἡ λάρναξ ἐπὶ τὴν πόλιν εἵλκετο, καὶ κεραυνὸς ἄνωθεν ἐπὶ τὴν κεφαλὴν ἤρχετο τοῦ ξοάνου, καὶ τὰ πάντα κατέφλεγε.

[00103]    Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος·

[00104]    ἀλλ' οὐδὲ τότε ἐτόλμησε·

[00105]    τοσοῦτος αὐτὸν κατεῖχε φόβος·

[00106]    ἀλλὰ καίτοι τὸν ἐμπρησμὸν ὁρῶν ἀφόρητον ὄντα, καὶ τὴν αἰτίαν εἰδὼς ἀκριβῶς, ἡσύχαζε.

[00107]    Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τὸ μαρτύριον οὐ κατέσκαψεν, ἀλλ' ὅτι μηδὲ τὴν στέγην ἐπιθεῖναι πάλιν τῷ ναῷ οὐκ ἐτόλμησεν.

[00108]    Ἤδει γὰρ, ᾔδει θεήλατον οὖσαν τὴν πληγὴν, καὶ ἐδεδοίκει μὴ περαιτέρω τι διανοηθεὶς, ἐπὶ τὴν οἰκείαν ἐκεῖνο καλέσῃ τὸ πῦρ κεφαλήν.

[00109]    ∆ιὰ τοῦτο ἠνείχετο εἰς τοσαύτην ἐρημίαν κατενεχθέντα τὸν ναὸν τοῦ Ἀπόλλωνος ὁρῶν.

[00110]    Οὐδὲ γὰρ ἄλλη τις ἦν αἰτία, δι' ἣν οὐ διώρθωσε τὸ γεγενημένον, ἀλλ' ἢ φόβος μόνον δι' ὃν ἄκων ἡσύχαζε, καὶ ταῦτα εἰδὼς, ὅσον μὲν ὄνειδος καταλείπει τῷ δαίμονι, ὅσον δὲ κόσμον τῷ μάρτυρι.

[00111]    Καὶ γὰρ ἑστήκασιν οἱ τοῖχοι νῦν ἀντὶ τροπαίων, σάλπιγγος λαμπροτέραν ἀφιέντες φωνὴν, τοῖς ἐν τῇ ∆άφνῃ, τοῖς ἐν τῇ πόλει, τοῖς πόῤῥωθεν ἀφικνουμένοις, τοῖς συνοῦσι, τοῖς αὖθις ἐσομένοις ἀνθρώποις ἅπαντα διηγοῦνται διὰ τῆς ὄψεως, τὴν πάλην, τὴν συμπλοκὴν, τὴν νίκην τοῦ μάρτυρος.

[00112]    Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφηρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν·

[00113]    εἶτα πᾶσαν μαθόντα τὴν ἱστορίαν, οὕτως ἀπελθεῖν ἐκεῖθεν.

[00114]    Τοιαῦτα τοῦ μάρτυρος τὰ κατορθώματα, τὰ μετὰ τὴν τελευτήν.

[00115]    ∆ιὸ καὶ τὴν ὑμετέραν μακαρίζω πόλιν, ὅτι πολλὴν περὶ τὸν ἅγιον τοῦτον ἐπεδείξασθε τὴν σπουδήν.

[00116]    Καὶ γὰρ τότε, ἡνίκα ἀπὸ τῆς ∆άφνης ἐπανῄει, πᾶσα μὲν ἡμῖν ἡ πόλις εἰς τὴν ὁδὸν ἐξεχύθη, καὶ κεναὶ μὲν αἱ ἀγοραὶ ἀνδρῶν, κεναὶ δὲ γυναικῶν ἦσαν αἱ οἰκίαι, ἔρημοι δὲ παρθένων οἱ θάλαμοι.

[00117]    Οὕτω καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα [50.533] τῆς πόλεως ἐξεπήδησαν, ὥσπερ πατέρα ἀποληψόμενοι χρόνιον, ἐκ μακρᾶς ἐπανιόντα τῆς ἀποδημίας, Καὶ ὑμεῖς μὲν αὐτὸν τῷ τῶν ὁμοζήλων ἀπεδώκατε χορῷ·

[00118]    ἡ δὲ τοῦ Θεοῦ χάρις οὐκ εἴασεν ἐκεῖ διηνεκῶς μεῖναι, ἀλλὰ πάλιν αὐτὸν τοῦ ποταμοῦ πέραν μετέστησεν, ὥστε πολλὰ τῶν χωρίων τῆς εὐωδίας ἐμπλησθῆναι τοῦ μάρτυρος.

[00119]    Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν.

[00120]    ∆ιὸ καὶ τὴν σκηνὴν ἔλαχεν αὐτῷ τὴν αὐτὴν, οὐ μάτην, ὡς ἔοικεν, ὁ θαυμαστὸς οὗτος τοῦ μάρτυρος ζηλωτής.

[00121]    Τοσοῦτον γὰρ ἐπόνει τὸν χρόνον ἐκεῖ, βασιλεῖ συνεχῶς ἐπιστέλλων, ἄρχοντας ἐνοχλῶν, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰσφέρων τῷ μάρτυρι.

[00122]    Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος.

[00123]    Καὶ γὰρ λίθου συνεφήψατο πολλάκις, καὶ σχοῖνον [50.534] εἵλκυσε, καὶ οἰκοδομίας δεομένῳ τινὸς, πρὸ τῶν ὑπουργούντων ὑπήκουσεν·

[00124]    ᾔδει γὰρ, ᾔδει πόσοι τούτων αὐτῷ κείσονται οἱ μισθοί.

[00125]    Καὶ διὰ τοῦτο διετέλει θεραπεύων τοὺς μάρτυρας, οὐκ οἰκοδομαῖς μόνον λαμπραῖς, οὐδὲ ἐπαλλήλοις ἑορταῖς, ἀλλὰ τῷ βελτίονι τούτων τρόπῳ.

[00126]    Τίς δέ ἐστιν οὗτος;

[00127]    Μιμεῖται τὸν βίον αὐτῶν, ζηλοῖ τὴν ἀνδρείαν, διὰ πάντων κατὰ δύναμιν τὴν εἰκόνα διασώζει τῶν μαρτύρων ἐν ἑαυτῷ·

[00128]    ὅρα γάρ·

[00129]    Ἐπέδωκαν ἐκεῖνοι τὰ σώματα τῇ σφαγῇ·

[00130]    ἐνέκρωσεν οὗτος τὰ μέλη τῆς σαρκὸς τὰ ἐπὶ τῆς γῆς·

[00131]    ἔστησαν ἐκεῖνοι πρὸς φλόγα πυρὸς, ἔσβεσεν οὗτος τῆς ἐπιθυμίας τὴν φλόγα·

[00132]    ἐμαχήσαντο πρὸς ὀδόντας θηρίων ἐκεῖνοι, ἀλλὰ καὶ οὗτος τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν παθῶν, τὴν ὀργὴν ἐκοίμισεν.

[00133]    Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι καὶ μάρτυρας οὕτω γενναίους ἡμῖν ἐχαρίσατο, καὶ ποιμένας μαρτύρων ἀξίους, εἰς καταρτισμὸν τῶν ἁγίων, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00134]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De sancto hieromartyre Babyla
Litterarum Omnium Conspectus: 124 Litterae, quae repetitae sunt in 10,956 occasionibus



α

0945 

826   

Α

0913 

5   

β

0946 

58   

Β

0914 

5   

γ

0947 

175   

Γ

0915 

2   

δ

0948 

170   

Δ

0916 

0   

ε

0949 

580   

Ε

0917 

5   

ζ

0950 

21   

Ζ

0918 

0   

η

0951 

141   

Η

0919 

0   

θ

0952 

126   

Θ

0920 

7   

ι

0953 

421   

Ι

0921 

3   

κ

0954 

369   

Κ

0922 

20   

λ

0955 

339   

Λ

0923 

1   

μ

0956 

358   

Μ

0924 

9   

ν

0957 

1,021   

Ν

0925 

4   

ξ

0958 

30   

Ξ

0926 

1   

ο

0959 

668   

Ο

0927 

10   

π

0960 

331   

Π

0928 

12   

ρ

0961 

409   

Ρ

0929 

3   

ς

0962 

432   

΢

0930 

0   

σ

0963 

353   

Σ

0931 

2   

τ

0964 

929   

Τ

0932 

16   

υ

0965 

153   

Υ

0933 

2   

φ

0966 

75   

Φ

0934 

0   

χ

0967 

73   

Χ

0935 

8   

ψ

0968 

19   

Ψ

0936 

0   

ω

0969 

193   

Ω

0937 

0   

8164 

6   

 

  

0   

8165 

9   

8172 

   



 ά 

 8049 

 131 

 έ 

 8051 

 140 

 ή 

 8053 

 54 

 ί 

 8055 

 159 

 ό 

 8057 

 134 

 ύ 

 8059 

 72 

 ώ 

 8061 

 34 

 ὰ 

 8048 

 126 

 ὲ 

 8050 

 60 

 ὴ 

 80852 

 82 

 ὶ 

 8054 

 178 

 ὸ 

 8056 

 132 

 ὺ 

 8058 

 26 

 ὼ 

 8060 

 8 

 ᾶ 

 8118 

 23 

   

   

 0 

 ῆ 

 8134 

 79 

 ῖ 

 8150 

 82 

   

   

 0 

 ῦ 

 8166 

 99 

 ῶ 

 8182 

 92 

 ἀ 

 7936 

 143 

 ἐ 

 7952 

 134 

 ἠ 

 7968 

 4 

 ἰ 

 7984 

 59 

 ὀ 

 8000 

 10 

 ὐ 

 8016 

 89 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 11 

 ἡ 

 7969 

 31 

 ἱ 

 7985 

 18 

 ὁ 

 8001 

 37 

 ὑ 

 8017 

 21 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 6 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 3 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 1 

 ὃ 

 8003 

 3 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 11 

 ἔ 

 7956 

 22 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 7 

 ὄ 

 8004 

 7 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 7 

 ὅ 

 8005 

 23 

 ὕ 

 8021 

 12 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 10 

 ἶ 

 7990 

 8 

   

   

 0 

 ὖ 

 8022 

 10 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 9 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 4 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 2 

   

   

 0 

 ῃ 

 8131 

 5 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 10 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 1 

   

   

 0 

 ῇ 

 8135 

 13 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 27 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De sancto hieromartyre Babyla
Verborum Omnium Conspectus: 1,052Verba, quae repetita sunt in 1,433,419 occasionibus



α [00002]
ἀγάγωμεν [00023]
ἀγγέλοις [00034]
ἄγειν [00098]
ἅγιον [00115]
ΑΓΙΟΝ [00001]
ἁγίου [00020] [00091] [00112]
ἁγίῳ [00133]
ἁγίων [00133]
ἀγορὰ [00061]
ἀγοραὶ [00116]
ἀγριωτέραν [00027]
ἀγριώτερος [00076]
ἀδείας [00100]
ᾅδου [00050]
ἀδύνατον [00101]
ἀεὶ [00133]
ἄθλιε [00036]
αἱ [00059] [00062] [00116] [00116]
αἰδέσιμοι [00076]
αἰδοῦνται [00076]
αἴρεσθαι [00057]
αἰσθήσεως [00083]
αἰσχύνη [00066]
αἰσχύνης [00033]
αἰτία [00110]
αἰτίαν [00106] [00112]
αἰῶνας [00133]
αἰώνων [00133]
ἀκίνητα [00082]
ἀκίνητον [00083]
ἀκόλαστος [00053]
ἀκολουθίας [00042]
ἀκριβῶς [00106]
ἀκτῖνος [00122]
ἀκτίνων [00030]
ἄκων [00110]
ἀληθείας [00056]
ἀληθῶς [00016]
ἀλλ [00018] [00020] [00031] [00033] [00065] [00076] [00084] [00087] [00089] [00101] [00104] [00107] [00110]
Ἀλλ [00040] [00063] [00077]
ἀλλὰ [00004] [00005] [00010] [00016] [00018] [00034] [00058] [00070] [00079] [00084] [00085] [00087] [00095] [00106] [00118] [00119] [00122] [00125] [00132]
Ἀλλὰ [00023] [00034] [00036]
ἄλλη [00110]
ἀλλοτρίους [00028] [00029]
ἄλλους [00094]
ἄμαχον [00042]
Ἀμήν [00134]
ἀμήχανον [00036] [00036]
ἀμοιβαί [00059]
ἂν [00017] [00018] [00023] [00071] [00083] [00084]
ἀναιρήσειν [00048]
ἀναισχύντου [00085]
ἀναμένων [00050]
ἀναρπάσεσθαι [00031]
ἀνάῤῥηξον [00070]
ἀναστάσεως [00020]
Ἀνάσχεσθε [00025]
ἀνατρέπων [00074]
ἀνατροπαὶ [00060]
ἀνδραγαθήματα [00015]
ἀνδρείαν [00127]
ἀνδρῶν [00116]
ἀνέβη [00026]
ἀνέλθωμεν [00063]
ἀνελκόντων [00025]
ἀνέστησε [00030]
ἀνέχῃ [00040]
ἀνθρωπίνων [00043]
ἀνθρώποις [00034] [00075] [00111]
Ἀνθρώπου [00017]
ἀνιὼν [00067]
ἀνόρυξον [00070]
ἀνορύττειν [00086]
ἀνοσιώτερον [00071]
ἀντεφθέγξατο [00048]
ἀντῆρε [00026]
ἀντὶ [00111]
ἀντιβολῶν [00067]
ἀντιλέγω [00044]
ἄνωθεν [00102]
ἀνωτέρω [00023] [00034]
ἄξιον [00085]
ἀξιοπιστοτέραν [00042]
ἀξίους [00133]
Ἀπ [00056]
ἀπάγωμεν [00065]
ἅπαντα [00111]
ἅπαντας [00094]
ἅπαντες [00076]
ἁπάντων [00021] [00060] [00133]
ἀπαραίτητον [00050]
ἀπαστράπτουσα [00056]
ἀπάτη [00092]
ἀπαχθῆναι [00095]
ἀπεδώκατε [00117]
ἀπειλήσας [00049]
ἀπέλαυεν [00100]
ἀπελθεῖν [00061] [00113]
ἀπελθόντα [00075]
ἀπελθόντων [00086]
ἀπεστράφη [00030]
ἀπήλασε [00030]
ἄπιστος [00018]
ἁπλῶς [00017]
ἀποδημίας [00117]
ἀποδόσεως [00006]
ἀποδοῦναι [00003]
ἀποκρύπτουσαι [00062]
ἀπολέσθαι [00047]
ἀποληψόμενοι [00117]
Ἄπολλον [00085]
Ἀπόλλωνα [00067]
Ἀπόλλωνος [00109] [00112]
ἀπολογουμένη [00020]
Ἀπόλωλε [00050]
ἀποστήσαντες [00024]
ἀποστρέφονται [00028]
ἀποσυλῆσαι [00035]
ἀποτυχόντα [00085]
ἀπόφασις [00042] [00055]
ἀποφηνάμενος [00051]
ἀπωλείας [00095]
ἀργύριον [00008]
ἀρχαιότερα [00013]
ἀρχὴ [00018]
ἀρχῆς [00119]
ἄρχοντας [00121]
ἀσεβείᾳ [00026]
ἀσεβῆ [00103]
ἀσχημοσύνας [00064]
αὖθις [00111]
αὔξεται [00007]
αὐτὰ [00087]
αὐταὶ [00062]
αὐτὰς [00024]
αὐτὴν [00120]
αὐτῆς [00020] [00056] [00119]
αὐτὸ [00009] [00016]
αὐτοῖς [00021] [00024] [00087]
αὐτὸν [00026] [00030] [00089] [00095] [00105] [00117] [00118]
αὐτὸς [00065]
αὐτοῦ [00022] [00029] [00047]
αὐτῷ [00018] [00020] [00067] [00119] [00120] [00122] [00124]
αὐτῶν [00087] [00098] [00127]
ἀφανισθῆναι [00095]
ἀφεῖναι [00103]
ἀφεὶς [00005] [00094]
ἀφηρημένον [00112]
ἀφήσομεν [00012]
ἀφιέντες [00111]
ἀφικνουμένοις [00111]
ἀφιστάμενον [00112]
ἀφόρητον [00106]
ἄψυχα [00074]


β [00045]
Βαβύλα [00010]
ΒΑΒΥΛΑΝ [00001]
Βαβύλαν [00093]
Βαβύλας [00005]
βάθρων [00074]
βάρβαρος [00076]
βασιλέα [00011] [00103]
βασιλεῖ [00121]
βασιλεὺς [00048] [00049] [00057] [00067] [00093]
βασιλέως [00053]
βασιλικὸν [00026]
βδελυγμάτων [00097]
βδελυττόμενος [00095]
βδελυττομένου [00096]
βελτίονι [00125]
βελτίονος [00018]
βελτίω [00018] [00021]
βίον [00127]
βλάσφημα [00053]
βλέπων [00026]
βουλομένην [00085]
βουλόμενοι [00024]


γ [00099]
Γαλιλαίων [00031]
γὰρ [00008] [00013] [00017] [00018] [00019] [00021] [00024] [00026] [00028] [00032] [00034] [00042] [00061] [00066] [00078] [00081] [00091] [00093] [00094] [00096] [00102] [00108] [00110] [00111] [00112] [00116] [00119] [00121] [00122] [00123] [00124]
γάρ [00075] [00128]
γε [00062] [00064] [00095] [00103]
γεγενημένον [00110]
γεγηρακότες [00013]
γέγονε [00014] [00054]
γείτονα [00119]
γελάσονται [00015]
γέλωτα [00016]
γέμειν [00033]
γένηται [00018]
γενναίους [00133]
γένοιτ [00018] [00071]
γένοιτο [00017]
γενόμενος [00003]
γῆ [00038]
γῇ [00075]
γῆν [00047]
γῆς [00026] [00036] [00075] [00130]
γίνεται [00007]
γινομένων [00122]
γλῶττα [00053]
γόητας [00058]
γοῦν [00086] [00103]
γυμνῇ [00077]
γυμνὸν [00019]
γυναικῶν [00116]


δαῖμον [00079]
δαίμονας [00029]
δαίμονι [00110]
δαιμόνων [00058]
δαίμων [00072] [00077] [00100]
∆άφνῃ [00111]
∆άφνην [00063] [00067]
∆άφνης [00116]
δαψιλείᾳ [00062]
δὲ [00014] [00018] [00027] [00029] [00030] [00039] [00043] [00051] [00061] [00080] [00082] [00083] [00088] [00092] [00100] [00101] [00110] [00112] [00116] [00116] [00118]
δέ [00126]
δεδανεισμένων [00010]
δεῖ [00018]
δείξαντες [00016]
δεξιᾷ [00052]
δεόμενος [00067]
δεομένῳ [00123]
δέρματα [00087]
∆εσπότης [00009]
δεσποτικῶν [00026]
δεῦρο [00063]
δέχου [00041] [00043]
δὴ [00019] [00133]
δῆλον [00093]
δήπου [00061] [00122]
δι [00016] [00020] [00030] [00110] [00110]
∆ιὰ [00035] [00109]
διὰ [00016] [00111] [00125] [00127]
διακονεῖται [00081]
διαλυθεῖσιν [00021]
διαλυθέντος [00015]
διανοηθεὶς [00108]
διαπεσεῖν [00047]
διασεῖσαι [00036]
διαστήματι [00024]
διασώζει [00127]
διαφυγεῖν [00101]
διδασκάλων [00012]
διελέγετο [00097]
διεστραμμένην [00084]
διέσυρε [00030]
διέσωσε [00011]
διετέλει [00125]
διέτριβε [00014]
διέφθαρται [00050]
διηγεῖσθαι [00013]
διηγήσομαι [00014]
διηγοῦνται [00111]
διηνεκῶς [00118]
∆ιὸ [00115] [00120]
διορύττειν [00085]
διώκειν [00085]
διώρθωσε [00110]
δόγματα [00048] [00077]
δόξα [00133]
δόξης [00018] [00052]
δυνάμενον [00092]
δυνάμεσι [00034]
δύναμιν [00021] [00127]
δύναμις [00020]
δύνανται [00013]
δυνατόν [00101]
δυσχεράνητε [00006]


ἑαυτὸν [00005]
ἑαυτῷ [00127]
ἐβάδιζεν [00122]
ἐβουλόμην [00003]
Ἑβραίοις [00097]
ἐγένοντο [00086]
ἐγὼ [00014]
Ἐγὼ [00003] [00042]
ἔγωγε [00084]
ἐδεδοίκει [00093] [00108]
ἐδέξατο [00011]
ἐθεράπευε [00029]
ἔθηκεν [00011]
ἔθνος [00031]
ἐθνῶν [00097]
Εἰ [00021] [00080]
εἰ [00015] [00033] [00095] [00103]
εἴ [00076]
εἴασεν [00118]
εἶδε [00074]
εἰδέναι [00042]
εἰδὼς [00106] [00110]
εἴη [00083]
εἰκόνα [00127]
εἰκόνας [00024]
εἰκὸς [00103] [00112]
εἰκότως [00090]
εἵλκετο [00102]
εἵλκυσε [00123]
εἶναι [00033] [00042] [00084] [00084]
εἰπεῖν [00012] [00080]
Εἶπεν [00047]
εἴποιμι [00084]
εἰπών [00037]
εἰς [00015] [00016] [00021] [00025] [00050] [00067] [00087] [00095] [00103] [00109] [00116] [00133] [00133] [00133]
ΕΙΣ [00001]
εἰσάγει [00072]
εἰσήγαγε [00030]
εἰσὶ [00080]
εἰσι [00075]
εἰσὶν [00076] [00078]
εἱστήκει [00089]
εἰσφέρων [00121]
εἶτα [00113]
εἰώθει [00032]
ἐκ [00031] [00074] [00117]
ἐκάλει [00058]
ἐκάλεσεν [00005]
ἑκάστην [00122]
ἑκάστου [00061]
ἑκατέρα [00117]
ἑκατέρων [00112]
ἐκβάσεως [00056]
ἐκεῖ [00066] [00118] [00121] [00122]
ἐκεῖθεν [00113]
ἐκεῖνα [00051]
ἐκείνην [00011]
ἐκεῖνο [00020] [00108]
ἐκεῖνοι [00129] [00131] [00132]
ἐκεῖνον [00094]
ἐκεῖνος [00018]
ἐκείνων [00016] [00027] [00076] [00087] [00091]
ἐκέλευον [00086]
ἐκέλευσε [00009]
ἐκέλευσεν [00098]
ἐκίνει [00035] [00094]
ἐκινεῖτο [00100]
ἐκίνησε [00076]
ἐκκαλύπτουσι [00024]
Ἐκκλησίας [00011]
ἐκοίμισεν [00132]
ἐκοινώνησεν [00119]
ἐκπομπεύειν [00064]
ἔλαβε [00119]
ἐλαττόνων [00018]
ἐλαυνομένους [00073]
ἔλαχεν [00120]
ἐλεύθερον [00083]
ἐλθὼν [00119]
Ἕλλην [00076]
Ἕλληνες [00015]
Ἑλληνικὰς [00064]
Ἑλλήνων [00066] [00068]
ἐμάνη [00027]
ἐμάνθανεν [00101]
ἐμαχήσαντο [00132]
ἔμελλεν [00119]
ἐμίσει [00030]
ἐμνήσθην [00063]
ἐμπλησθῆναι [00118]
ἐμπρησμὸν [00106]
ἐν [00011] [00014] [00052] [00111] [00111] [00127] [00132]
Ἐν [00052]
ἕνεκεν [00033] [00119]
ἐνέκρωσεν [00130]
ἐνεποδίζετο [00087]
ἐνεργείας [00019]
ἐνόμιζε [00033]
ἐνοχλῶν [00121]
ἐνταῦθα [00003] [00031] [00119]
ἐντεῦθεν [00033]
ἐξ [00093]
ἐξεπήδησαν [00117]
ἐξέτασιν [00043]
ἐξεχύθη [00116]
ἔοικεν [00120]
ἑορταῖς [00125]
ἐπ [00030]
ἐπαλλήλοις [00125]
ἐπανήγαγεν [00087]
ἐπανῄει [00116]
ἐπανιόντα [00117]
ἐπάρας [00077]
ἐπεδείξασθε [00115]
ἐπεδείξατο [00011] [00119]
Ἐπέδωκαν [00129]
ἐπεθύμει [00033]
ἐπειδὴ [00009] [00063]
Ἐπειδὴ [00026]
ἐπελάβετο [00026]
ἐπέταττε [00074]
ἐπηγγέλλετο [00031]
ἐπὶ [00014] [00026] [00063] [00098] [00102] [00102] [00108] [00130]
ἐπιδεῖξαι [00024]
ἐπιθεῖναι [00107]
ἐπιθυμεῖτε [00064]
ἐπιθυμίας [00131]
ἐπιλειπόμεναι [00062]
ἐπινοεῖ [00072]
ἐπιστέλλων [00121]
ἐπιστρέψας [00005]
ἐπιτάγμασι [00081]
ἐπιταγμάτων [00071]
ἐπιφερόμενος [00089]
ἐποίησεν [00097]
ἐπόνει [00121]
ἔπραξε [00093]
ἔπραττεν [00095]
ἐπτοημένος [00043]
ἐργασίας [00010]
ἐργαστήρια [00061]
ἔργων [00056]
ἐρημίαν [00095] [00109]
ἔρημοι [00116]
ἔρημον [00019] [00083] [00112]
ἐροῦμεν [00016]
ἐρωτῶντας [00086]
ἔσαινε [00029]
ἔσβεσεν [00131]
ἔσεσθαι [00119]
ἐσομένοις [00111]
ἐσόμενος [00122]
ἑστήκασιν [00111]
ἔστησαν [00131]
ἐστὶ [00107]
ἐστί [00034]
ἔστι [00018] [00085]
ἐστίν [00079]
ἐστιν [00022] [00042] [00050] [00101] [00126]
ἑστὼς [00087]
ἑτέρα [00020]
ἑτέρῳ [00095]
ἔτι [00043] [00064]
ἐτόλμησε [00104]
ἐτόλμησεν [00107]
εὐεργέτην [00026] [00030]
εὐθέως [00026] [00101]
εὐκολώτερον [00047]
εὐσεβείας [00119]
εὐχαριστήσωμεν [00133]
εὐωδίας [00118]
ἐχαρίσατο [00021] [00133]
ἐχρῆν [00095]


ζηλοῖ [00127]
ζηλωτής [00120]
ζητεῖν [00112]
ζωὴν [00021] [00087]
ζωῆς [00018]
ζώντων [00021] [00080] [00084]
ζωοποιῷ [00133]


[00020] [00038] [00053] [00055] [00061] [00102] [00116] [00118]
[00047] [00080] [00110]
ἠγνόησε [00026]
Ἤδει [00108]
ᾔδει [00034] [00108] [00124] [00124]
ἤκουσε [00073]
ἡλικία [00117]
ἡλικίας [00014]
ἥλιον [00036]
ἡμᾶς [00005] [00005] [00032] [00033] [00035] [00057]
ἡμέραν [00122]
ἡμετέρας [00014]
ἡμῖν [00011] [00030] [00086] [00116] [00132] [00133]
ἡμῶν [00012] [00015] [00025]
ἣν [00110]
ἦν [00036] [00036] [00058] [00061] [00091] [00093] [00096] [00103] [00110]
ἠνείχετο [00109]
ἡνίκα [00014] [00116]
ἠνώχλει [00067]
ἠπείλησεν [00048]
ἤρχετο [00102]
ἦσαν [00116]
ἡσύχαζε [00106] [00110]


θάλαμοι [00116]
θάνατος [00018] [00018]
Θαῤῥοῦντες [00010]
θαυμαστοὶ [00086]
θαυμαστὸν [00080] [00107]
θαυμαστὸς [00120]
θαυματοποιεῖ [00020]
θεατὴς [00122]
θεήλατον [00108]
θεμέλια [00036]
Θεὸς [00021] [00097]
θεός [00068]
Θεοῦ [00026] [00042] [00118]
θεραπείας [00029] [00059]
θεραπεύων [00125]
θέρους [00122]
Θεῷ [00133]
θεωμένους [00024]
θήκας [00070]
θηρίων [00132]
θορυβηθῆτε [00023]
θορύβων [00061]
θρηνεῖν [00085]
θρόνον [00026] [00052]


ἴδῃς [00019]
Ἰεζεκιὴλ [00087]
ἱερὰν [00011]
ἱεροὶ [00076]
ΙΕΡΟΜΑΡΤΥΡΑ [00001]
ἱκετεύων [00067]
ἵνα [00016] [00018] [00018]
Ἰουλιανὸς [00026]
ἴσην [00119]
ἵσταται [00077]
ἵστατο [00031]
Ἴστε [00061] [00122]
ἱστορίαν [00113]
ἰσχυρὸν [00042]
Ἰωσὴφ [00089]


καθ [00122]
καθάπερ [00074]
καινοὺς [00072]
καιρόν [00021]
Καίτοι [00033] [00057] [00064] [00095] [00103]
καίτοι [00106]
κακίας [00080]
καλεῖν [00032]
καλεῖσθαι [00034]
καλέσῃ [00108]
καλῶς [00013] [00024]
καταβαλεῖν [00036]
καταβαλούμεθα [00008]
καταβοῶσι [00026]
καταισχύνειν [00033]
καταλείπει [00110]
καταλῦσαι [00035]
καταξιωθεὶς [00042]
καταποντισθῆναι [00095]
καταρτισμὸν [00133]
κατασκάψαι [00036]
κατατρυφήσωμεν [00010]
κατεῖχε [00105]
κατενεχθέντα [00109]
κατέσκαψεν [00107]
κατέφλεγε [00102]
κατεχούσης [00122]
κατέχων [00052]
κατηγορίαις [00084]
κατηγορίας [00083] [00085]
κατορθώματα [00017] [00022] [00063] [00114]
κατορθωμάτων [00010]
κάτωθεν [00026]
κειμένην [00030]
κεῖνται [00082]
κείσονται [00124]
κελευόμενα [00074]
κελεῦσαι [00095]
κεναὶ [00116] [00116]
κενὴ [00061]
κεραυνὸς [00102]
κέρδος [00010]
κεφαλαίου [00010]
κεφαλῇ [00077]
κεφαλὴν [00102]
κεφαλήν [00016] [00108]
κήρυγμα [00035]
κλύδωνι [00011]
κοινὰ [00077]
Κοινοὶ [00075]
κοινοὺς [00074]
κοινῷ [00012]
κοινωνὸς [00122]
κολάσεως [00085]
κόλασιν [00050]
κόλποις [00075]
κόνιν [00015] [00021]
κόνις [00054]
κόρην [00085]
κόσμον [00035] [00110]
κόσμος [00034]
κράτος [00133]
κρύπτεσθαι [00075]
κύμασι [00011]
κυνῶν [00026]
κωλύουσι [00069]


λάμπει [00056]
λαμπηδόνι [00005]
λαμπραῖς [00125]
λαμπροτέραν [00111]
λαμπρότερον [00030]
λαμπρότερος [00018]
λάρνακα [00095]
λάρνακος [00112]
λάρναξ [00102]
λέγει [00046]
λέγειν [00015]
λέγοντος [00040]
λέγω [00014] [00062]
λειτουργίαν [00121]
λίθου [00123]
λιμὸν [00062]
λιμὸς [00060]
λιμῶν [00060]
λογισμῶν [00043]
λόγοι [00039]
λόγον [00023] [00025] [00063]
λόγων [00047]
λοιπὸν [00063]


μάθῃς [00018]
μαθόντα [00113]
μαινομένους [00026]
μακαρίαν [00011]
μακαρίζω [00115]
μακάριον [00093]
μακάριος [00005]
μακαρίου [00010]
μακαριωτέραν [00021]
μακρᾶς [00117]
μάλα [00090]
μάλιστα [00016]
μᾶλλον [00021] [00027] [00080]
μανίαν [00027]
μανίας [00031]
μάντεις [00058]
μαντεύσασθαί [00067]
μάντις [00068]
μάρτυρα [00094]
μάρτυρας [00125] [00133]
μάρτυρι [00110] [00121]
μαρτυρίαν [00043]
μαρτύριον [00103] [00107] [00112]
μάρτυρος [00014] [00018] [00019] [00063] [00101] [00101] [00103] [00111] [00114] [00118] [00120]
μαρτύρων [00018] [00066] [00127] [00133]
μάρτυς [00100]
μάτην [00120]
με [00069]
μεγάλα [00018]
μεγάλοι [00086]
μέγας [00034] [00068] [00088]
μεθ [00133]
μείζονα [00021]
μείζων [00020]
μεῖναι [00118]
μέλη [00130]
μέλλοντα [00089]
μελλόντων [00067] [00086]
μέλλων [00057]
μέμνησθε [00061] [00122]
μὲν [00003] [00011] [00015] [00017] [00028] [00029] [00042] [00061] [00081] [00087] [00091] [00100] [00101] [00110] [00112] [00116] [00116] [00117] [00122]
μενόντων [00010]
μέσης [00031] [00122]
μεστὰ [00058] [00061] [00080]
μετακινῆσαι [00101]
μετανίστασθαι [00074]
Μεταξὺ [00005]
μετάστασις [00018]
μετάστησον [00070]
μετέστησεν [00118]
μηδὲ [00030] [00107]
μὴν [00016]
μητρὸς [00075]
μιαρὰ [00084]
μιαρά [00080]
Μίασμα [00078]
μίασμα [00079] [00085]
μιάσματα [00098]
μικρὸν [00023] [00024]
Μιμεῖται [00127]
μισθοί [00124]
μισοῦσιν [00028]
μνήμη [00066]
Μονογενοῦς [00030]
μόνον [00034] [00087] [00094] [00107] [00110] [00122] [00125]
μόνος [00119]
μου [00039]
μύσος [00033] [00079]
Μωϋσῆς [00088]


ναὸν [00109] [00112]
ναῦν [00011]
ναῷ [00107]
Νεκροί [00069]
νεκροὶ [00079]
νεκροί [00078]
νεκροῖς [00021]
νεκρὸν [00085] [00089]
νεκροὺς [00073] [00094]
νεκρούς [00070]
νεκρῶν [00089]
νέος [00014]
νεῦρα [00087]
νεωστὶ [00014]
νίκην [00111]
νικήσας [00026]
νόμοι [00075]
νόμους [00072] [00074] [00076]
νῦν [00050] [00111] [00133]


ξενηλασίας [00072]
Ξένους [00072]
ξένῳ [00033]
ξοάνου [00102]


[00005] [00007] [00007] [00009] [00014] [00018] [00021] [00026] [00037] [00043] [00047] [00048] [00049] [00049] [00051] [00051] [00057] [00060] [00067] [00068] [00068] [00072] [00077] [00087] [00093] [00097] [00100] [00120]
[00003] [00030]
[00038] [00088] [00100]
ὁδὸν [00116]
ὀδόντας [00132]
Οἱ [00028]
οἱ [00013] [00024] [00039] [00078] [00079] [00111] [00116] [00124]
οἳ [00026]
οἶδα [00015]
οἰκείαν [00108]
οἰκείους [00028]
οἰκειώσεως [00034]
οἰκίαι [00116]
οἰκοδομαῖς [00125]
οἰκοδομὴν [00133]
οἰκοδομίας [00123]
οἰκουμένην [00030]
οἰκουμένης [00031]
ὅλον [00089]
ὁμοζήλων [00117]
ὁμοίως [00026] [00028]
ὁμόσκηνον [00119]
ὁμότροπον [00119]
Ὁμοῦ [00102]
ὅμως [00065]
ὃν [00110]
ὄνειδος [00110]
ὄνομα [00033]
ὀνόματι [00033]
ὄντα [00106]
ὅπου [00062] [00066]
Ὅπως [00011]
ὅρα [00128]
ὀργὴν [00103] [00132]
ὀργισθῆναι [00103]
ὁρῶν [00106] [00109]
ὁρῶντα [00112]
ὅσα [00014]
ὅσην [00011]
ὅσον [00110] [00110]
ὀστᾶ [00070] [00086] [00101]
ὀστῶν [00087] [00089]
ὅσῳ [00007]
ὅτε [00097]
ὅτι [00015] [00018] [00019] [00020] [00034] [00047] [00101] [00107] [00107] [00115] [00122] [00133]
Ὅτι [00093]
οὐ [00005] [00016] [00039] [00076] [00076] [00087] [00088] [00107] [00107] [00110] [00120]
οὗ [00133]
οὐδαμόθεν [00092]
οὐδαμοῦ [00086]
Οὐδὲ [00110]
οὐδὲ [00031] [00044] [00084] [00100] [00104] [00119] [00125]
οὐδὲν [00018] [00044] [00057] [00087]
Οὐκ [00085]
οὐκ [00017] [00018] [00033] [00034] [00040] [00076] [00098] [00107] [00118] [00125]
οὐκοῦν [00041]
οὖν [00010] [00011] [00022] [00046] [00049] [00059] [00068] [00100]
οὐρανοῖς [00052]
οὐρανὸν [00026] [00036] [00047] [00122]
οὐρανὸς [00038]
οὖσαν [00108]
Οὗτος [00067]
οὗτος [00029] [00074] [00120] [00126] [00130] [00131] [00132]
Οὕτω [00117]
οὕτω [00089] [00133]
Οὕτως [00097]
οὕτως [00009] [00024] [00032] [00037] [00065] [00076] [00100] [00113]
Οὐχ [00079]
οὐχ [00018] [00076] [00122]
ὄψεως [00005] [00111]
ὄψιν [00024] [00030]


πάθω [00004]
παθῶν [00132]
πάλην [00111]
πάλιν [00087] [00107] [00118]
πάντα [00035] [00058] [00102]
πάντας [00026]
πανταχοῦ [00084]
παντὶ [00029]
πάντοθεν [00030]
πάντων [00042] [00075] [00084] [00127]
πάντως [00007] [00066]
παρ [00011] [00086] [00087]
παρὰ [00018] [00075] [00084]
παραδίδοσθαι [00075]
παράδοξον [00016]
παραδράμωμεν [00010]
παρακάθηται [00020]
παρακαταθέμενος [00009]
παρελεύσονται [00038]
παρέλθωσιν [00039]
παρέλιπεν [00057]
παρεμπεσὸν [00010]
παρθένου [00085]
παρθένων [00116]
παῤῥησίαν [00011] [00119]
πᾶσα [00116] [00117]
πᾶσαν [00113]
πάσης [00083] [00083]
πᾶσιν [00020] [00075] [00076]
πατέρα [00117]
Πατρὶ [00133]
πατρὶ [00012]
Πατρὸς [00052]
πείρας [00042]
πεπίστευκα [00042]
πεποιηκότος [00026]
περαιτέρω [00108]
πέραν [00118]
περὶ [00067] [00086] [00097] [00115]
περιθεὶς [00087]
περιστέλλεσθαι [00075]
περιτρέψωμεν [00016]
πηγαὶ [00062] [00062]
πηγῶν [00063]
πικρότατος [00060]
πινακίσκου [00024]
πλείων [00007]
πληγὴν [00108]
Πλὴν [00084]
πλησίον [00087] [00089]
Πνεύματι [00133]
πνευματικωτέρας [00018]
Πνεύματος [00020] [00091]
πνευμάτων [00058]
ποιμένας [00133]
ποιοῦντες [00024]
πόλει [00111]
πόλεις [00098]
πόλεμον [00057]
Πόλεων [00060]
πόλεως [00117]
πόλιν [00102] [00115]
πόλις [00116]
πολιτείας [00018]
πολλὰ [00018] [00086] [00118]
πολλάκις [00123]
πολλὴν [00115]
πολλῆς [00033]
Πολλοὶ [00086]
πολλῷ [00021]
πολλῶν [00018]
πονηρὰ [00079]
πονηρὰν [00084]
πονηρότατε [00079]
πονηρῶν [00058]
πόῤῥωθεν [00111] [00112]
πόσοι [00124]
ποταμοῦ [00118]
ποταμοὺς [00062]
ποτὲ [00076]
ποτέ [00042] [00073]
Ποῦ [00049] [00051] [00053] [00055]
πρᾶγμα [00030] [00033] [00042]
πράγματα [00046]
πραγμάτων [00013] [00041] [00042] [00043] [00056]
πράξεως [00085]
πρεσβυτέροις [00012]
πρὸ [00123]
προαίρεσιν [00084]
προαίρεσις [00079]
προανεφώνησεν [00037]
προαρπάσαι [00061]
προαστείου [00112]
προαστείῳ [00014]
προαστείων [00098]
προβάτων [00011]
προειπόντες [00086]
προέστη [00011]
πρόκειται [00019]
προοίμια [00018]
πρὸς [00005] [00006] [00011] [00014] [00018] [00026] [00034] [00043] [00057] [00063] [00077] [00131] [00132]
προσεδρευόντων [00122]
προσωπεῖον [00077]
προτέρας [00021]
πρότερον [00103]
προὔλεγε [00089]
πρόφασις [00093]
προφῆται [00086]
πρώην [00003]
πῦρ [00108]
πυρὸς [00131]
πῶς [00011] [00042] [00061]


ῥεύματος [00062]
ῥήματα [00053] [00091]


σάλπιγγος [00111]
σάρκας [00087]
σαρκὸς [00130]
σαφεστέραν [00024]
σαφῶς [00034]
σβέσαι [00036]
σεμνότητα [00085]
σήμερον [00010]
σιγήσομεν [00016]
σκηνὴν [00120]
σκήπτρων [00026]
σκῆψις [00093]
σκόπει [00020]
σκότος [00030]
Σκύθης [00076]
σκωλήκων [00054]
σπουδήν [00115]
σταυρὸν [00030]
στέγην [00107] [00112]
στεφάνων [00021]
στήλας [00098]
στήλης [00056]
σὺ [00018] [00043]
συμπλοκὴν [00111]
σὺν [00133]
συνεκρότει [00058]
συνελάσωμεν [00063]
συνεφήψατο [00123]
συνεχῶς [00121]
συνοῦσι [00111]
συντριβῆναι [00095] [00098]
συρόμενος [00043]
συσκιασθῆναι [00092]
συχνῶς [00067]
σφαγῇ [00129]
σφαγήν [00011]
σχοῖνον [00123]
σῶμα [00019] [00085]
σώμασι [00021]
σώματα [00074] [00080] [00084] [00129]
σώματος [00121] [00133]
σωτῆρα [00030]
σωτηρίας [00029]
σωφρονεῖν [00085]


Τὰ [00013] [00091]
τὰ [00012] [00014] [00014] [00014] [00015] [00018] [00022] [00036] [00046] [00048] [00053] [00061] [00063] [00070] [00077] [00080] [00080] [00081] [00082] [00084] [00086] [00089] [00092] [00098] [00102] [00114] [00114] [00129] [00130] [00130]
ταῖς [00034] [00084]
ταλαίπωρε [00036]
τὰς [00024] [00026] [00064] [00070] [00098] [00098]
ταῦτα [00012] [00014] [00037] [00049] [00093] [00095] [00110]
ταύτην [00011] [00042]
ταύτης [00059]
ταφέντος [00015]
ταφῇ [00075]
ταφὴν [00014] [00015]
ταχέως [00119]
τε [00102]
τελευτὴν [00014] [00015]
τελευτήν [00017] [00114]
τετελευτηκότων [00080]
Τέφρα [00054]
τῇ [00005] [00062] [00075] [00077] [00084] [00111] [00111] [00129]
τήμερον [00003]
τὴν [00006] [00011] [00011] [00011] [00014] [00015] [00016] [00024] [00030] [00041] [00043] [00047] [00050] [00063] [00067] [00084] [00095] [00102] [00102] [00103] [00106] [00107] [00108] [00108] [00111] [00111] [00111] [00112] [00112] [00113] [00114] [00115] [00115] [00116] [00120] [00120] [00121] [00122] [00127] [00127] [00131] [00132]
τῆς [00005] [00006] [00010] [00011] [00011] [00014] [00014] [00018] [00019] [00020] [00020] [00021] [00026] [00029] [00031] [00031] [00034] [00036] [00042] [00042] [00052] [00056] [00056] [00059] [00074] [00075] [00075] [00077] [00081] [00085] [00111] [00112] [00116] [00117] [00117] [00118] [00119] [00119] [00119] [00122] [00130] [00130] [00131]
Τί [00046] [00068] [00071]
τί [00004] [00042] [00062]
τι [00067] [00080] [00108]
τιμὴ [00133]
Τίνα [00022]
τινα [00047]
Τίνες [00059]
τινὶ [00095]
τίνος [00033]
τινὸς [00123]
Τίς [00073] [00126]
τίς [00074]
τις [00076] [00110]
τὸ [00003] [00008] [00010] [00016] [00019] [00030] [00031] [00033] [00033] [00034] [00035] [00061] [00077] [00083] [00085] [00103] [00107] [00107] [00108] [00110] [00112] [00132]
Τοιαῦτα [00114]
τοιαῦτα [00012]
τοίνυν [00006] [00025] [00067]
τοῖς [00012] [00075] [00081] [00097] [00111] [00111] [00111] [00111] [00111]
τοῖχοι [00111]
τόκος [00007]
τόκου [00008]
Τὸν [00112]
ΤΟΝ [00001]
τὸν [00016] [00021] [00023] [00025] [00026] [00026] [00026] [00026] [00030] [00030] [00034] [00035] [00036] [00036] [00047] [00052] [00057] [00063] [00067] [00075] [00089] [00093] [00094] [00103] [00106] [00109] [00112] [00115] [00119] [00121] [00122] [00127]
τοσαύτην [00109]
Τοσοῦτον [00121]
τοσοῦτος [00105]
τοσούτῳ [00007]
τότε [00057] [00103] [00104] [00116]
τοῦ [00010] [00010] [00014] [00015] [00019] [00020] [00024] [00026] [00030] [00040] [00052] [00053] [00055] [00062] [00063] [00102] [00103] [00109] [00111] [00112] [00112] [00112] [00114] [00118] [00118] [00118] [00120] [00121] [00133] [00133]
τοὐπίσω [00025]
τοὺς [00024] [00026] [00028] [00028] [00029] [00070] [00074] [00076] [00086] [00094] [00125] [00133]
Τοῦτο [00096]
τοῦτο [00008] [00016] [00016] [00016] [00019] [00035] [00036] [00085] [00107] [00109] [00125]
τούτοις [00048]
τοῦτον [00035] [00115]
τούτους [00076]
τούτων [00071] [00092] [00112] [00124] [00125] [00133]
τρεφόντων [00026] [00026]
τροπαίων [00111]
τρόπους [00072]
τρόπῳ [00029] [00095] [00125]
τροφή [00054]
τυμβωρυχίας [00072]
τῷ [00012] [00012] [00014] [00024] [00107] [00110] [00110] [00117] [00121] [00125] [00133] [00133] [00133]
τῶν [00010] [00010] [00011] [00012] [00013] [00018] [00018] [00021] [00021] [00026] [00026] [00026] [00026] [00026] [00030] [00031] [00033] [00041] [00042] [00043] [00047] [00056] [00056] [00062] [00067] [00068] [00071] [00080] [00080] [00084] [00086] [00086] [00087] [00097] [00097] [00098] [00117] [00118] [00122] [00122] [00123] [00127] [00132] [00133] [00133]


ὑδάτων [00062]
ὑλάκτει [00026]
ὑμᾶς [00014]
ὑμεῖς [00025] [00117]
ὑμετέραν [00115]
ὑμῖν [00003] [00007] [00010] [00013]
ὑπὲρ [00010] [00011] [00020]
Ὑπὲρ [00133]
ὑπέρθεσιν [00006]
ὑπεσχόμην [00003]
ὑπεύθυνον [00084]
ὑπήκουσεν [00123]
ὑπισχνούμεθα [00015]
ὑπόσχεσιν [00015]
ὑπουργούντων [00123]
ὑψηλότατον [00052]


φανεὶς [00005]
φανὲν [00061]
φεισάμενον [00030]
φησὶν [00078]
φησίν [00069]
φθέγγεσθαι [00069]
φιλονεικοῦντος [00061]
φιλονεικῶ [00044]
φλόγα [00131] [00131]
φόβος [00105] [00110]
φοβούμενος [00095]
φυλάττουσιν [00076]
φύσει [00084]
φύσεως [00074] [00075] [00077]
φυσικῆς [00042]
φύσις [00117]
φωνὴν [00005] [00111]
φωνήν [00041]
φῶς [00030]


χαλεπώτατον [00132]
χαμαὶ [00043]
χαριεῖται [00021]
χάρις [00020] [00091] [00118]
χειμῶνι [00011]
χεῖρας [00026] [00101]
χορῷ [00117]
χρέος [00003]
χρή [00080]
Χριστιανῶν [00033]
Χριστὸν [00034]
Χριστὸς [00037] [00047] [00051]
Χριστοῦ [00040] [00055] [00133]
χρόνιον [00117]
χρόνον [00121]
χρόνος [00007]
χρυσῆς [00056]
χωρίων [00118]


ψεῦδος [00092]
ψυχὴν [00011]
ψυχῆς [00020] [00081]
ψυχικῆς [00019]


ὢν [00065]
ὧν [00020] [00093]
ὠνίων [00061]
ὡς [00010] [00120] [00122] [00122]
ὥσπερ [00036] [00056] [00117]
ὥστε [00035] [00067] [00118]