0345-0407 - Iohannes Chrysostomus - De futurae vitae deliciis
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De futurae vitae deliciis

[00001]    ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ Ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων εὐτελείας.

51.347

[00002]    αʹ.

[00003]    Σφοδρὸν τὸ καῦμα, καὶ βαρὺς ὁ αὐχμός·

[00004]    ἀλλὰ τὴν προθυμίαν ὑμῶν οὐκ ἐξέλυσεν, οὐδὲ τὸν πόθον τῆς ἀκροάσεως ἐμάρανε.

[00005]    Τοιοῦτον γὰρ ἀκροατὴς θερμὸς καὶ διεγηγερμένος·

[00006]    τῷ τῆς ἀκροάσεως ἔρωτι νευρούμενος, πάντα ῥᾳδίως ἂν ἐνέγκαι, ὥστε τὴν ἐπιθυμίαν ἐμπλῆσαι ταύτην τὴν καλὴν καὶ πνευματικήν·

[00007]    καὶ οὔτε κρυμὸς, οὔτε αὐχμὸς, οὐ πραγμάτων ὄχλος, οὐ φροντίδων πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ὑποσκελίσαι δύναιτ' ἄν·

[00008]    ὥσπερ οὖν τὸν ὕπτιον καὶ ἀναπεπτωκότα οὐκ ἀέρων εὐκρασίαι, οὐ σχολὴ καὶ ἄδεια, οὐ ῥᾳστώνη καὶ ἄνεσις διεγείρειεν ἂν, ἀλλὰ μένει καθεύδων ὕπνον τινὰ πολλῆς κατηγορίας ἄξιον.

[00009]    Ἀλλ' οὐχ ὑμεῖς τοιοῦτοι, ἀλλὰ παρὰ τῶν τὴν πόλιν οἰκούντων ἡμῖν ἀμείνους.

[00010]    Καὶ γὰρ τὸ κεφάλαιον τῆς πόλεως ὑμεῖς, οὕτω συντεταμένοι καὶ νήφοντες, καὶ τοῖς λεγομένοις μετὰ ἀκριβείας παρακολουθοῦντες ἀεί.

[00011]    Τοῦτο ἐμοὶ τὸ θέατρον τῶν βασιλικῶν αὐλῶν σεμνότερον.

[00012]    Ἐκεῖ μὲν γὰρ τὰ διδόμενα, οἷα ἂν ᾖ, τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ θορύβου γέμει καὶ ταραχῆς ἐμπέπλησται·

[00013]    ἐνταῦθα δὲ τοιοῦτον οὐδὲν, ἀλλὰ καὶ ἀσφάλεια πᾶσα, καὶ τιμὴ ταραχῆς ἀπηλλαγμένη, καὶ ἀρχαὶ τέλος οὐκ ἔχουσαι, οὐδὲ αὐτῷ τῷ θανάτῳ διακοπτόμεναι, ἀλλὰ τότε ἀσφαλέστεραι γινόμεναι.

[00014]    Μὴ γάρ μοι τὸν ἐπ' ὀχήματος εἴπῃς καθήμενον, καὶ τὰς ὀφρῦς ἀνασπῶντα, καὶ πολλοὺς ἔχοντα δορυφόρους, μήτε τὴν ζώνην καὶ τὴν τοῦ κήρυκος φωνήν·

[00015]    μὴ ἐντεῦθέν μοι τὸν ἄρχοντα χαρακτηρίσῃς, ἀλλ' ἀπὸ τῆς καταστάσεως τῆς κατὰ ψυχὴν, εἰ τῶν ἑαυτοῦ παθῶν ἄρχει, εἰ τῶν νοσημάτων περιγίνεται·

[00016]    οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ.

[00017]    Τοιοῦτόν μοι δεῖξον τὸν ἄρχοντα·

[00018]    τοῦτο γὰρ ἀρχή.

[00019]    Εἰ δὲ κρατεῖ μὲν ἀνθρώπων, [51.348] δουλεύει δὲ πάθεσι, πάντων ἀνθρώπων δουλικώτερον τὸν τοιοῦτον εἴποιμι ἂν ἔγωγε Καὶ καθάπερ τὸν ἐν τῷ βάθει τὸν πυρετὸν ἔχοντα κατακλειόμενον, κἂν μηδὲν τοιοῦτον ἡ ἐπιφάνεια τοῦ σώματος ἐνδείκνυται, πάντως μάλιστα φαῖεν ἂν πυρέττειν οἱ τῶν ἰατρῶν παῖδες, κἂν οἱ ἰδιῶται ἀγνοῶσιν·

[00020]    οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ·

[00021]    ἄρχοντα δὲ καὶ ἐλεύθερον, καὶ βασιλέων βασιλικώτερον, κἂν ῥάκια περιβεβλημένος ᾖ, κἂν δεσμωτήριον οἰκῇ, κἂν ἅλυσιν περικέηται, τὸν ταύτην ἀποδυσάμενον τὴν τυραννίδα, καὶ οὔτε ταῖς πονηραῖς ἐπιθυμίαις κατεχόμενον, οὔτε ἄλογον δέος πενίας καὶ ἀτιμίας, αὐτῶν τῶν δοκούντων εἶναι λυπηρῶν ἐν τῷ παρόντι βίῳ, δεδοικότα καὶ τρέμοντα.

[00022]    βʹ.

[00023]    Αὗται αἱ ἀρχαὶ οὐκ εἰσὶ χρημάτων ὠνηταὶ, οὐδὲ τοὺς φθονοῦντας ἔχουσι·

[00024]    ταύτην οὐκ οἶδε κατηγόρου γλῶττα, οὔτε βασκάνων ὀφθαλμὸς, οὐδὲ ἐπιβούλων μηχανήματα, ἀλλ' ὥσπερ ἐν ἀσύλῳ χωρίῳ τινὶ τῷ τῆς φιλοσοφίας ἐνδιαιτωμένη, μένει διηνεκῶς ἀχείρωτος, οὐ μόνον ταῖς ἄλλαις τῶν πραγμάτων περιστάσεσιν, ἀλλ' οὐδὲ αὐτῇ εἴκουσα τῇ τελευτῇ.

[00025]    Καὶ δεικνύουσι ταῦτα οἱ μάρτυρες, ὧν τὰ σώματα μὲν διελύθη καὶ κόνις γέγονε καὶ τέφρα, ἡ δὲ ἀρχὴ καθ' ἑκάστην ζῇ τὴν ἡμέραν καὶ ἐνεργεῖ, δαίμονας ἀπελαύνουσα, καὶ νοσήματα δραπετεύειν παρασκευάζουσα, καὶ πόλεις ὁλοκλήρους ἀναπτεροῦσα, καὶ δήμους ἐνταῦθα ἄγουσα.

[00026]    Τοσαύτη τῆς ἀρχῆς ταύτης ἡ δύναμις, οὐχὶ ζώντων τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ τελευτησάντων, ὡς ἀνάγκῃ μὲν μηδένα, γνώμῃ δὲ καὶ πόθῳ πάντας ἐνταῦθα ἐλθεῖν, καὶ [51.349] μηδενὶ μαραίνεσθαι χρόνῳ.

[00027]    Ὁρᾶτε ὡς οὐ μάτην τουτὶ τὸ θέατρον σεμνότερον ἔφην εἶναι τῶν βασιλικῶν αὐλῶν;

[00028]    Τὰ μὲν γὰρ ἐκεῖ φύλλοις ἔοικε μαραινομένοις, καὶ σκιαῖς παρατρεχούσαις·

[00029]    τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας.

[00030]    Τὰ μὲν γὰρ βιωτικὰ πολλοὺς ἔχει τοὺς φθονοῦντας·

[00031]    τὰ δὲ πνευματικὰ, ὅσον ἂν εἰς πλείονας ἔλθῃ, τοσοῦτον μᾶλλον τὴν εὐπορίαν ἐνδείκνυται τὴν ἑαυτῶν.

[00032]    Καὶ τοῦτο ἔξεστιν ὑμῖν ἐκ τοῦ λόγου τούτου μαθεῖν.

[00033]    Τὸν γὰρ λόγον, ὃν εἰς πάντας ἐκχέω, ἂν μὲν οἴκοι κατάσχω παρ' ἐμαυτῷ, ἀπορώτερος γίνομαι·

[00034]    ἂν δὲ εἰς πάντας ἐκχέω, ὥσπερ εἰς ἄρουραν καθαρὰν βάλλων τὰ σπέρματα, ἐπιτείνω μου τὴν εὐπορίαν, πλείονα ποιῶ τὸν πλοῦτον, ἅπαντας ὑμᾶς εὐπορωτέρους ἐργαζόμενος, αὐτὸς δὲ οὐδὲν ἐν ταύτῃ πενέστερος γινόμενος, ἀλλὰ καὶ πλουσιώτερος μειζόνως·

[00035]    ὅπερ ἐπὶ χρημάτων οὐκ ἔνι, ἀλλὰ τοὐναντίον ἅπαν.

[00036]    Εἰ γὰρ ἔχων χρυσίον ἀποκείμενον, εἰς πάντας αὐτὸ διανεῖμαι ἑλοίμην, οὐκέτι ἂν δυναίμην ἔχειν τὴν προτέραν εὐπορίαν, τῇ διαιρέσει ταύτης ἐλαττουμένης.

[00037]    γʹ.

[00038]    Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν, τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες.

[00039]    Καὶ γὰρ ἵνα τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν.

[00040]    Οἷόν τι λέγω·

[00041]    οὐχ ὅταν ὁ κεκτημένος ταῦτα τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα καταλύοντα.

[00042]    Οἷον ὡς ἐπὶ παραδείγματος·

[00043]    ὁ πλοῦτος οὐχὶ τοῦ πλουτοῦντος μόνον τελευτῶντος καταλύεται, ἀλλὰ καὶ ζῶντος μᾶλλον ἀπέστη.

[00044]    Ἡ νεότης τὸν ἔχοντα οὐχὶ τελευτήσαντα μόνον, ἀλλὰ καὶ ἐμπνέοντα ἔτι ἀπολιποῦσα οἴχεται, ἐν τῇ τῆς ἡλικίας ὁδῷ καταλύουσα, καὶ τῷ γήρᾳ παραχωροῦσα.

[00045]    Τὸ κάλλος ὁμοῦ καὶ ἡ εὐμορφία, ἔτι ζώσης τῆς γυναικὸς, ἐτελεύτησε, καὶ πρὸς ἀμορφίαν μετέστη·

[00046]    αἱ δόξαι, αἱ δυναστεῖαι πάλιν ὁμοίως·

[00047]    αἱ τιμαὶ, αἱ ἀρχαὶ, ἐφήμεροι καὶ πρόσκαιροι, καὶ τῶν ἐχόντων αὐτὰ ἀνθρώπων θνητότεραι·

[00048]    καὶ ὥσπερ σωμάτων θανάτους ἔστι καθημερινοὺς ὁρᾷν, οὕτω καὶ πραγμάτων.

[00049]    Τοῦτο δὲ γέγονεν, ἵνα τῶν παρόντων ὑπερορῶντες, τῶν μελλόντων ἐχώμεθα, καὶ τῆς ἐκείνων ἐκκρεμώμεθα ἀπολαύσεως, καὶ ἐν τῇ γῇ βαδίζοντες, τῷ πόθῳ ἐν οὐρανοῖς διατρίβωμεν.

[00050]    Καὶ γὰρ δύο τούτους αἰῶνας ἐποίησεν ὁ Θεὸς, τὸν μὲν παρόντα, τὸν δὲ μέλλοντα·

[00051]    τὸν μὲν ὁρατὸν, τὸν δὲ ἀόρατον·

[00052]    τὸν μὲν αἰσθητὸν, τὸν δὲ νοητόν·

[00053]    τὸν μὲν σωματικὴν ἔχοντα ἀνάπαυσιν, τὸν δὲ ἀσώματον·

[00054]    τὸν μὲν ἐν πείρᾳ, τὸν δὲ ἐν πίστει·

[00055]    τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι·

[00056]    καὶ τὸν μὲν εἶναι στάδιον ἐκέλευσε, τὸν δὲ βραβεῖον·

[00057]    καὶ [51.350] τούτῳ μὲν σκάμματα καὶ πόνους καὶ ἱδρῶτας συνεκλήρωσεν, ἐκείνῳ δὲ στεφάνους καὶ ἔπαθλα καὶ ἀμοιβάς·

[00058]    τὸν μὲν πέλαγος, τὸν δὲ λιμένα κατεσκεύασε·

[00059]    καὶ τὸν μὲν βραχὺν, τὸν δὲ ἀγήρω καὶ ἀθάνατον.

[00060]    Ἐπεὶ οὖν πολλοὶ τῶν ἀνθρώπων τῶν νοητῶν ἐκείνων τὰ αἰσθητὰ προετίμων, συνεκλήρωσε τούτοις τὸ ἐπίκηρον καὶ τὸ πρόσκαιρον, ἵνα ταύτῃ τῶν παρόντων ἀπαγαγὼν, τῷ ἔρωτι τῶν μελλόντων μετὰ πολλῆς αὐτοὺς προσδήσῃ τῆς ἀκριβείας.

[00061]    Εἶτα ἐπειδὴ ἀόρατα ἦν ἐκεῖνα καὶ νοερὰ, καὶ ἐν πίστει καὶ ἐν ἐλπίσιν, ὅρα τί ποιεῖ.

[00062]    Παραγενόμενος ἐνταῦθα, καὶ τὴν σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ' ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας.

[00063]    Ἐπειδὴ γὰρ ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε, καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας, καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι.

[00064]    δʹ.

[00065]    Ἐπειδὴ ταῦτα ἐπέταξεν, ὅρα τί ποιεῖ, πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται.

[00066]    Μᾶλλον δὲ, εἰ δοκεῖ, πρότερον εἴπωμεν τῶν ἐπιταγμάτων τὸ μέγεθος, καὶ πῶς ὑψηλὸν τὸ πτερὸν κατεσκεύαζε, καὶ τῆς ἀνθρωπίνης σχεδὸν ἐξοικίζων φύσεως, πρὸς οὐρανὸν μεθωρμίσθαι πάντας ἐκέλευσε.

[00067]    Τοῦ γὰρ νόμου κελεύοντος ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτός φησιν·

[00068]    Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.

[00069]    Οὐκ εἶπε, φέρε γενναίως μόνον καὶ πράως τὴν παροινίαν, ἀλλὰ καὶ πρόϊθι περαιτέρω τὴν φιλοσοφίαν, καὶ μείζονα παρασκευάζου πάσχειν, ἢ ἐκεῖνος ποιῆσαι ἐπιθυμεῖ·

[00070]    τῇ δαψιλείᾳ τῆς φιλοσοφίας νίκησον αὐτοῦ τὸ προπετὲς τῆς παροινίας, ἵνα αἰδεσθείς σου τὴν ὑπερβάλλουσαν ἐπιείκειαν, ἀναχωρήσῃ.

[00071]    Καὶ πάλιν φησίν·

[00072]    Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς·

[00073]    εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν·

[00074]    καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.

[00075]    Τὴν περὶ τῆς παρθενίας πάλιν εἰσήγαγε συμβουλὴν λέγων·

[00076]    Ὁ δυνάμενος χωρεῖν, χωρείτω.

[00077]    Ἐπειδὴ γὰρ ἐκ παραδείσου τὸ πρᾶγμα ἀπέπτη, καὶ μετὰ τὴν παρακοὴν ἀνεχώρησε κατιὼν ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτὴν ἐπανήγαγε, καθάπερ φυγάδα πρὸς τὴν ἀρχαίαν ἐπαναγαγὼν πατρίδα, καὶ τῆς μακρᾶς ἐξορίας ἀπαλλάττων·

[00078]    καὶ ἐλθὼν πρῶτον ἐκ παρθένου ἐτίκτετο, καὶ τοὺς τῆς φύσεως ἐκίνει νόμους, ἐκ προοιμίων τιμῶν αὐτὴν, καὶ μητέρα τὴν παρθένον ἀποφαίνων.

[00079]    Ἐπειδὴ τοίνυν παραγενόμενος τοιαῦτα ἐπέταττε, καὶ ὑψηλὴν τὴν πολιτείαν εἰργάζετο, ἄξια καὶ τὰ ἔπαθλα τῶν πόνων ἐδίδου, μᾶλλον δὲ πολλῷ μείζονα καὶ ὑψηλότερα.

[00080]    Ἀλλ' ἦν καὶ ταῦτα ἀόρατα, καὶ ἐν ἐλπίσι καὶ ἐν πίστει καὶ ἐν προσδοκίᾳ τῇ τῶν μελλόντων.

[00081]    Ἐπεὶ οὖν τὰ μὲν ἐπιτάγματα ἐπίπονα καὶ ὑψηλὰ, τὰ δὲ ἔπαθλα καὶ τὰ βραβεῖα ἐν πίστει, ὅρα [51.351] τί ποιεῖ·

[00082]    πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται·

[00083]    πῶς ῥᾴδια τὰ σκάμματα.

[00084]    Πῶς καὶ τίνι τρόπῳ;

[00085]    ∆ύο δὴ ταύταις ὁδοῖς·

[00086]    μιᾷ μὲν, τὸ αὐτὸν αὐτὰ μετελθεῖν·

[00087]    ἑτέρᾳ δὲ, τὸ αὐτὸν δεῖξαι τὰ βραβεῖα καὶ ὑπ' ὄψιν ἀγαγεῖν.

[00088]    Τῶν γὰρ ἀπ' αὐτοῦ λεγομένων τὰ μὲν ἐντολὴ ἦν, τὰ δὲ ἔπαθλα·

[00089]    ἐντολὴ μὲν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων·

[00090]    ἔπαθλον δὲ, Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

[00091]    Πάλιν, Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι.

[00092]    Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

[00093]    Εἶδες τὸ μὲν, ἐντολὴν, τὸ δὲ, ἔπαθλον;

[00094]    Πάλιν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ.

[00095]    Εἶδες ἄλλην ἐντολὴν, καὶ ἔπαθλον;

[00096]    Τὸ μὲν γὰρ αὐτοὺς ἐκέλευσε ποιεῖν, τὸ δὲ αὐτὸς ἡτοίμασεν, ὅπερ ἦν μισθὸς καὶ ἀντίδοσις.

[00097]    Καὶ πάλιν, Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀδελφοὺς, καὶ ἀδελφάς·

[00098]    τοῦτο ἐντολή·

[00099]    Ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει·

[00100]    τοῦτο βραβεῖον καὶ στέφανος.

[00101]    εʹ.

[00102]    Ἐπεὶ οὖν καὶ τὰ ἐπιτάγματα μεγάλα ἦν, καὶ τὰ ἔπαθλα αὐτῶν οὐ φαινόμενα, ὅρα τί ποιεῖ·

[00103]    αὐτὸς αὐτὰ διὰ τῶν ἔργων ἐπιδείκνυται, καὶ τοὺς στεφάνους ἐπ' ὄψιν ἄγει.

[00104]    Ὥσπερ γὰρ ὁ κελευόμενος ἀτριβῆ βαδίζειν ὁδὸν, ἐὰν ἴδῃ πρότερόν τινα βαδίσαντα, εὐκολώτερον ἅπτεται, καὶ πλείονα λαμβάνει τὴν προθυμίαν·

[00105]    οὕτω καὶ ἐν ταῖς ἐντολαῖς, οἱ τοὺς προηγουμένους ὁρῶντες, ῥᾳδίως ἕπονται.

[00106]    Ἵν' οὖν εὐκολώτερον ἡ ἡμετέρα φύσις ἀκολουθήσῃ, ταύτην λαβὼν τὴν σάρκα, καὶ τὴν φύσιν τὴν ἡμετέραν, οὕτως αὐτὴν ἐβάδισε, καὶ τὰς ἐντολὰς διὰ τῶν ἔργων ἐπεδείξατο.

[00107]    Τὸ γὰρ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, αὐτὸς ἐποίησεν, ὅταν αὐτὸν ἐῤῥάπισεν ὁ δοῦλος τοῦ ἀρχιερέως.

[00108]    Οὐ γὰρ ἠμύνατο αὐτὸν, ἀλλὰ τοσαύτην ἐπιείκειαν ἐπεδείξατο, ὡς εἰπεῖν·

[00109]    Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ·

[00110]    εἰ δὲ καλῶς, τί με δέρεις;

[00111]    Εἶδες πραότητα φρίκης γέμουσαν;

[00112]    εἶδες ταπεινοφροσύνην ἔκπληξιν ἔχουσαν;

[00113]    Ἐτύπτετο, οὐ παρ' ἐλευθέρου τινὸς, ἀλλὰ παρ' οἰκέτου, μαστιγίου, καὶ οἰκοτρίβου, καὶ μετὰ τοσαύτης ἀποκρίνεται τῆς ἐπιεικείας ταῦτα.

[00114]    Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ τοῖς Ἰουδαίοις ἔλεγε·

[00115]    Λαός μου, τί ἐποίησά σοι;

[00116]    ἢ τί σε ἐλύπησα;

[00117]    ἢ τί παρηνόχλησά σοι;

[00118]    ἀποκρίθητι.

[00119]    Ὥσπερ αὐτός φησι, Μαρτύρησον περὶ τοῦ κακοῦ, οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ, Ἀποκρίθητί μοι·

[00120]    καὶ ὥσπερ αὐτός φησι, Τί με δέρεις, οὕτω καὶ ὁ Πατὴρ, Τί ἐλύπησά σε, ἢ τί παρηνόχλησα;

[00121]    Πάλιν ἀκτημοσύνην παιδεύων, ὅρα πῶς διὰ τῶν ἔργων αὐτὴν ἐπιδείκνυται λέγων·

[00122]    Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι.

[00123]    Εἶδες ἀκτημοσύνης ἐπίτασιν;

[00124]    Οὐ τράπεζα ἦν αὐτῷ, οὐ λυχνία, οὐκ οἶκος, οὐ δίφρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.

[00125]    Ἐδίδασκε περὶ τοῦ κακῶς ἀκούοντας φέρειν γενναίως, ὅπερ διὰ τῶν ἔργων ἐπεδείξατο.

[00126]    Ὅτε γὰρ δαιμονῶντα αὐτὸν ἐκάλουν καὶ Σαμαρείτην, δυνάμενος αὐτοὺς πάλιν ἀπολέσαι, καὶ τῆς ὕβρεως αὐτῶν ἀποτῖσαι δίκην, οὐδὲν ἐποίει τοιοῦτον,

[00127]    [51.352] ἀλλὰ καὶ εὐηργέτει, καὶ τοὺς δαίμονας αὐτῶν ἀπήλαυνε.

[00128]    Καὶ εἰπὼν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, εἰς τὸν σταυρὸν τοῦτο ἀναβὰς ἐποίησεν.

[00129]    Ἐπειδὴ γὰρ αὐτὸν ἐσταύρωσαν καὶ προσήλωσαν, κρεμάμενος ἔλεγεν, Ἄφες αὐτοῖς·

[00130]    οὐ γὰρ οἴδασι τί ποιοῦσι.

[00131]    Ταῦτα ἔλεγεν οὐκ ἀτονῶν αὐτὸς ἀφιέναι, ἀλλ' ἡμᾶς παιδεύων εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.

[00132]    Ἐπειδὴ γὰρ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ τὴν διδασκαλίαν ἐπεδείκνυτο, διὰ τοῦτο καὶ τὴν εὐχὴν προσέθηκε.

[00133]    Μηδεὶς τοίνυν τῶν αἱρετικῶν, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ἀσθένειαν καταγινωσκέτω τῶν εἰρημένων·

[00134]    αὐτὸς γάρ ἐστιν ὁ λέγων, Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας.

[00135]    Ἀλλ' ἐπειδὴ παιδεύειν ἐβούλετο (ὁ δὲ παιδεύων οὐ δι' ὧν λέγει μόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ τὴν διδασκαλίαν προάγει), τούτου χάριν καὶ τὴν εὐχὴν προσέθηκεν·

[00136]    ἐπεὶ καὶ τῶν μαθητῶν τοὺς πόδας ἔνιπτεν, οὐχ ὡς ἐλάττων ὢν, ἀλλὰ Θεὸς ὢν καὶ ∆εσπότης εἰς τοσοῦτο κατέβη ταπεινοφροσύνης.

[00137]    ὰʹ.

[00138]    ∆ιὰ δὴ τοῦτο ἔλεγε·

[00139]    Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00140]    Ἑτέρως πάλιν τὸ τὰ βραβεῖα αὐτὰ καὶ τὰ ἔπαθλα εἰς μέσον ἀγαγεῖν, καὶ ὑπὸ ὀφθαλμοὺς δεικνύναι, ἄκουσον.

[00141]    Ὑπέσχετο σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν·

[00142]    ταῦτα διὰ τῶν πραγμάτων ἔδειξε.

[00143]    Πῶς καὶ τίνι τρόπῳ;

[00144]    Ἀποθανὼν ἀνέστη·

[00145]    διὸ καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνῆν, ἵνα αὐτοὺς πληροφορήσῃ καὶ δείξῃ ἡλίκα ἡμῶν εἶναι μέλλει τὰ σώματα μετὰ τὴν ἀνάστασιν.

[00146]    Πάλιν λέγων διὰ τοῦ Παύλου, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα, καὶ τοῦτο ἔδειξεν ἔργοις.

[00147]    Μετὰ γὰρ τὴν ἀνάστασιν, ἡνίκα ἔμελλεν ἀνιέναι εἰς οὐρανοὺς, παρόντων αὐτῶν Ἐπήρθη, φησὶ, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν·

[00148]    καὶ ὡς ἀτενίζοντες ἦσαν, πορευομένου αὐτοῦ.

[00149]    Οὕτως οὖν καὶ τὸ ἡμέτερον σῶμα ὁμοούσιον ἔσται ἐκείνῳ τῷ σώματι, ἅτε ἐκ τοῦ φυράματος ὄν·

[00150]    ὥσπερ γὰρ ἡ κεφαλὴ, οὕτω καὶ τὸ σῶμα·

[00151]    ὥσπερ ἡ ἀρχὴ, οὕτω καὶ τὸ τέλος.

[00152]    Καὶ τοῦτο σαφέστερον ὁ Παῦλος δηλῶν ἔλεγεν·

[00153]    Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.

[00154]    Εἰ τοίνυν σύμμορφον γίνεται, καὶ τὴν αὐτὴν ὁδὸν βαδιεῖται, καὶ ὁμοίως ἐπὶ νεφελῶν ἀρθήσεται.

[00155]    Ταῦτα προσδόκα καὶ αὐτὸς ἐν τῇ ἀναστάσει.

[00156]    Ἐπειδὴ γὰρ ἄδηλον ἦν τοῖς ἀκούουσι τέως τὸ ῥῆμα τῆς βασιλείας, διὰ τοῦτο ἀνελθὼν ἐν τῷ ὄρει μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ, παρανοίγων αὐτοῖς τῶν μελλόντων τὴν δόξαν, καὶ ὡς ἐν αἰνίγματι καὶ ἀμυδρῶς ἐπιδεικνὺς οἷον ἔσται τὸ σῶμα τὸ ἡμέτερον.

[00157]    Ἀλλὰ τότε μὲν μετὰ ἱματίων ἐφάνη, ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως.

[00158]    Οὐ γὰρ δεῖται τὸ σῶμα ἡμῶν ἱματίων, οὐδὲ στέγης, οὐδὲ ὀρόφου, οὐδὲ ἄλλου τῶν τοιούτων οὐδενός.

[00159]    Εἰ γὰρ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως γυμνὸς ὢν οὐκ ᾐσχύνετο, δόξῃ ἠμφιεσμένος, πολλῷ μᾶλλον τὰ σώματα τὰ ἡμέτερα, ὅσα ἐπὶ μείζονα καὶ ἀμείνω λῆξιν βαδιεῖται, οὐδενὸς τούτων δεηθήσεται.

[00160]    ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἀνιστάμενος, τὰ ἱμάτια ἐπὶ τοῦ τάφου καὶ τῆς σοροῦ κεῖσθαι εἴασε, γυμνὸν ἀναστήσας [51.353] τὸ σῶμα, δόξης ἀφάτου καὶ μακαριότητος ἐμπεπλησμένον.

[00161]    Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι' ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ' αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενοι [51.354] καὶ τῇ αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν·

[00162]    ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00163]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De futurae vitae deliciis
Litterarum Omnium Conspectus: 123 Litterae, quae repetitae sunt in 12,456 occasionibus



α

0945 

1,053   

Α

0913 

2   

β

0946 

60   

Β

0914 

0   

γ

0947 

160   

Γ

0915 

0   

δ

0948 

254   

Δ

0916 

0   

ε

0949 

686   

Ε

0917 

16   

ζ

0950 

30   

Ζ

0918 

0   

η

0951 

156   

Η

0919 

1   

θ

0952 

144   

Θ

0920 

3   

ι

0953 

484   

Ι

0921 

1   

κ

0954 

435   

Κ

0922 

11   

λ

0955 

367   

Λ

0923 

3   

μ

0956 

359   

Μ

0924 

8   

ν

0957 

1,139   

Ν

0925 

3   

ξ

0958 

35   

Ξ

0926 

0   

ο

0959 

764   

Ο

0927 

9   

π

0960 

411   

Π

0928 

16   

ρ

0961 

440   

Ρ

0929 

1   

ς

0962 

415   

΢

0930 

0   

σ

0963 

345   

Σ

0931 

3   

τ

0964 

1,056   

Τ

0932 

22   

υ

0965 

170   

Υ

0933 

2   

φ

0966 

89   

Φ

0934 

0   

χ

0967 

100   

Χ

0935 

2   

ψ

0968 

18   

Ψ

0936 

0   

ω

0969 

176   

Ω

0937 

2   

8164 

2   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 143 

 έ 

 8051 

 140 

 ή 

 8053 

 41 

 ί 

 8055 

 207 

 ό 

 8057 

 122 

 ύ 

 8059 

 95 

 ώ 

 8061 

 41 

 ὰ 

 8048 

 131 

 ὲ 

 8050 

 80 

 ὴ 

 80852 

 107 

 ὶ 

 8054 

 234 

 ὸ 

 8056 

 137 

 ὺ 

 8058 

 29 

 ὼ 

 8060 

 10 

 ᾶ 

 8118 

 24 

   

   

 0 

 ῆ 

 8134 

 49 

 ῖ 

 8150 

 72 

   

   

 0 

 ῦ 

 8166 

 104 

 ῶ 

 8182 

 137 

 ἀ 

 7936 

 159 

 ἐ 

 7952 

 182 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 58 

 ὀ 

 8000 

 10 

 ὐ 

 8016 

 149 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 5 

 ἡ 

 7969 

 27 

 ἱ 

 7985 

 19 

 ὁ 

 8001 

 29 

 ὑ 

 8017 

 33 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 16 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 3 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 24 

 ἔ 

 7956 

 61 

 ἤ 

 7972 

 0 

 ἴ 

 7988 

 11 

 ὄ 

 8004 

 8 

 ὔ 

 8020 

 12 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 10 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 8 

 ὅ 

 8005 

 18 

 ὕ 

 8021 

 15 

 ὥ 

 8037 

 8 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 9 

 ἶ 

 7990 

 14 

   

   

 0 

 ὖ 

 8022 

 8 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 5 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 4 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 21 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 20 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 19 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 29 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De futurae vitae deliciis
Verborum Omnium Conspectus: 1,134Verba, quae repetita sunt in 1,131,120 occasionibus



[00063]
[00137]
α [00002]
ἀγαγεῖν [00087] [00140]
ἀγαθῶν [00161]
ἀγαλλιᾶσθε [00092]
ἀγαπητοὶ [00161]
ἀγγελικὴν [00063]
ἀγγέλους [00063]
ἄγει [00062] [00103]
ἀγήρω [00059]
ἁγίῳ [00162]
ἀγνοῶσιν [00019]
ἄγουσα [00025]
ἀγῶνα [00065] [00082]
Ἀδὰμ [00159]
ἀδάμαντα [00029]
ἄδεια [00008]
ἀδελφάς [00097]
ἀδελφοὺς [00097]
ἀδεῶς [00029]
ἄδηλον [00156]
ἀδρανέστερα [00041]
ἀεὶ [00161] [00162]
ἀεί [00010]
ἀέρα [00141] [00146]
ἀέρων [00008]
ἀθάνατα [00029]
ἀθάνατον [00059]
Αἱ [00122]
αἱ [00023] [00046] [00046] [00047] [00047]
αἰδεσθείς [00070]
αἰνίγματι [00156]
αἱρετικῶν [00133]
αἰσθητὰ [00060]
αἰσθητὸν [00052]
αἰχμάλωτον [00020]
αἰῶνας [00050] [00162]
αἰώνιον [00099]
αἰώνων [00162]
ἀκίνητα [00029]
ἀκολούθει [00094]
ἀκολουθήσῃ [00106]
ἀκόρεστον [00016]
ἀκούοντας [00125]
ἀκούουσι [00156]
ἄκουσον [00140]
ἀκριβείας [00010] [00060]
ἀκροάσεως [00004] [00006]
ἀκροατὴς [00005]
ἀκτημοσύνην [00121]
ἀκτημοσύνης [00123]
ἀλλ [00015] [00024] [00024] [00131]
Ἀλλ [00009] [00080] [00135]
ἀλλὰ [00004] [00008] [00009] [00013] [00013] [00020] [00026] [00034] [00035] [00041] [00043] [00044] [00069] [00108] [00113] [00127] [00132] [00135] [00136]
Ἀλλὰ [00157]
ἄλλαις [00024]
ἄλλην [00068] [00095] [00107]
ἄλλο [00007] [00124]
ἄλλου [00158]
ἄλογον [00021]
ἅλυσιν [00021]
ἀλώπεκες [00122]
ἅμα [00162]
ἁμαρτίας [00134]
ἀμείνους [00009]
ἀμείνω [00159]
Ἀμήν [00163]
ἅμιλλαν [00063]
ἀμοιβάς [00057]
ἀμορφίαν [00045]
ἀμυδρῶς [00156]
ἂν [00006] [00008] [00012] [00019] [00019] [00020] [00031] [00033] [00034] [00036]
ἄν [00007]
ἀναβαίνειν [00063]
ἀναβὰς [00128]
ἀνάγκῃ [00026]
ἀνάπαυσιν [00053]
ἀναπεπτωκότα [00008]
ἀναπτεροῦσα [00025]
ἀνασπῶντα [00014]
ἀναστάσει [00155] [00157]
ἀνάστασιν [00141] [00145] [00147]
ἀναστήσας [00160]
ἀναχωρήσῃ [00070]
ἀνελθὼν [00156]
ἄνεσις [00008]
ἀνέστη [00144]
ἀνεχώρησε [00077]
ἀνθρωπίνης [00066]
ἀνθρώπου [00039] [00122] [00134]
ἀνθρώπους [00063]
ἀνθρώπων [00019] [00019] [00047] [00060]
ἀνιέναι [00147]
ἀνιστάμενος [00160]
ἀντὶ [00067]
ἀντίδοσις [00096]
ἄνω [00063]
ἄξια [00079]
ἄξιον [00008]
ἀόρατα [00061] [00080]
ἀόρατον [00051]
ἀπ [00088] [00139]
ἀπαγάγῃ [00041]
ἀπαγαγὼν [00060]
ἀπαλλάττων [00077]
ἅπαν [00035]
ἅπαντας [00034]
ἀπάντησιν [00141] [00146]
ἁπάντων [00020]
ἅπασαν [00063]
ἀπελαύνουσα [00025]
ἀπέπτη [00077]
ἀπέστη [00043]
ἀπήλαυνε [00127]
ἀπηλλαγμένα [00029]
ἀπηλλαγμένη [00013]
ἁπλῶς [00063]
ἀποδύεσθαι [00063]
ἀποδυσάμενον [00021]
Ἀποθανὼν [00144]
ἀποθνήσκει [00041]
ἀποκείμενον [00036]
ἀποκρίθητι [00118]
Ἀποκρίθητί [00119]
ἀποκρίνεται [00113]
ἀπολαύοντες [00161]
ἀπολαύσεως [00049]
Ἀπολαύσεως [00001]
ἀπολέσαι [00126]
ἀπολιποῦσα [00044]
ἀπορώτερος [00033]
ἀποτέθνηκε [00016]
ἀποτῖσαι [00126]
ἀποφαίνων [00078]
ἅπτεται [00104]
ἀρθήσεται [00154]
ἄρουραν [00034]
ἁρπαγέντες [00161]
ἁρπαγήν [00141]
ἁρπαγησόμεθα [00146]
ἀρχαὶ [00013] [00023] [00047]
ἀρχαίαν [00077]
ἄρχει [00015]
ἀρχὴ [00025] [00151]
ἀρχή [00018]
ἀρχῆς [00026]
ἀρχιερέως [00107]
ἄρχοντα [00015] [00017] [00021]
ἀρχόντων [00026]
ἀσθένειαν [00133]
ἀσύλῳ [00024]
ἀσφάλεια [00013]
ἀσφαλέστεραι [00013]
ἀσωμάτοις [00063]
ἀσώματον [00053]
ἀσωμάτους [00063]
ἅτε [00029] [00038] [00149]
ἀτενίζοντες [00148]
ἀτιμίας [00021]
ἀτονῶν [00131]
ἀτριβῆ [00104]
αὐλῶν [00011] [00027]
αὐτὰ [00041] [00041] [00047] [00086] [00103] [00140]
Αὗται [00023]
αὐτὰς [00063]
αὐτῇ [00020] [00024]
αὐτὴν [00077] [00078] [00106] [00121] [00154]
αὐτὸ [00036] [00153]
αὐτοῖς [00039] [00129] [00145] [00156]
αὐτὸν [00086] [00087] [00107] [00108] [00126] [00129] [00147]
αὐτὸς [00034] [00096] [00103] [00107] [00131] [00134] [00155] [00160]
αὐτός [00067] [00119] [00120]
αὐτοῦ [00070] [00088] [00114] [00119] [00133] [00146] [00148] [00153] [00156] [00161] [00161]
αὐτοὺς [00060] [00096] [00126] [00145]
αὐτῷ [00013] [00068] [00107] [00124]
αὐτῶν [00021] [00029] [00041] [00041] [00041] [00102] [00126] [00127] [00147] [00147]
αὐχμὸς [00007]
αὐχμός [00003]
ἀφάτου [00160]
ἀφέντες [00038]
Ἄφες [00129]
ἀφῆκεν [00097]
ἀφθαρσίαν [00141]
ἀφιέναι [00131] [00134]
ἀχείρωτος [00024]
ἁψῖδας [00063]


β [00022]
βαδιεῖται [00154] [00159]
βαδίζειν [00104]
βαδίζοντες [00049]
βαδίσαντα [00104]
βάθει [00019] [00020]
βάλλων [00034]
βαρὺς [00003]
βασιλείας [00156]
βασιλέων [00021]
βασιλικῶν [00011] [00027]
βασιλικώτερον [00021]
βασκάνων [00024]
βίῳ [00012] [00021]
βιωτικὰ [00030]
βουλομένοις [00038]
βραβεῖα [00081] [00087] [00140]
βραβεῖον [00056] [00100]
βραχὺν [00059]


γ [00037]
γὰρ [00005] [00010] [00012] [00018] [00028] [00030] [00033] [00036] [00039] [00050] [00063] [00067] [00077] [00088] [00096] [00104] [00107] [00108] [00126] [00129] [00130] [00132] [00147] [00150] [00156] [00158] [00159]
γάρ [00014] [00134]
γέγονε [00025]
γέγονεν [00049]
γέμει [00012]
γέμουσαν [00111]
γενέσθαι [00153]
γένησθε [00090]
γενναίως [00069] [00125]
γένοιτο [00162]
γῇ [00049]
γῆν [00063]
γήρᾳ [00044]
γῆς [00134]
γίνεται [00154]
γίνομαι [00033]
γινόμεναι [00013]
γινόμενος [00034]
γλῶττα [00024]
γνώμῃ [00026]
γυμνὸν [00160]
γυμνὸς [00159]
γυναικὸς [00045]


δ [00064]
δαίμονας [00025] [00063] [00127]
δαιμονῶντα [00126]
δαψιλείᾳ [00070]
δὲ [00013] [00019] [00019] [00021] [00025] [00026] [00029] [00029] [00031] [00034] [00034] [00049] [00050] [00051] [00052] [00053] [00054] [00055] [00056] [00057] [00058] [00059] [00063] [00066] [00079] [00081] [00087] [00088] [00090] [00093] [00096] [00110] [00122] [00134] [00135] [00157]
δέδοικε [00016]
δεδοικότα [00021]
δέει [00016]
δεηθήσεται [00159]
δεικνύναι [00140]
δεικνύουσι [00025]
δεῖξαι [00087]
δείξῃ [00145]
δεῖξον [00017]
δεῖται [00158]
δεξιὰν [00068] [00107]
δέος [00021]
δέρεις [00110] [00120]
δεσμωτήριον [00021]
∆εσπότης [00136]
δεῦρο [00094]
δὴ [00020] [00085] [00138] [00160]
δηλῶν [00152]
δήμους [00025]
δι [00135] [00135] [00161]
∆ιὰ [00138] [00160]
διὰ [00041] [00103] [00106] [00121] [00125] [00132] [00133] [00142] [00146] [00156] [00161]
διαβόλου [00063]
διαιρέσει [00036]
διακοπτόμεναι [00013]
διανεῖμαι [00036]
διανοίας [00062]
διατρίβοντες [00161]
διατρίβωμεν [00049]
διδασκαλίαν [00132] [00135]
διδάσκοντα [00041]
διδαχθέντες [00161]
διδόμενα [00012] [00029]
διεγείρειεν [00008]
διεγηγερμένος [00005]
διελύθη [00025]
διέτεινε [00063]
διηνεκῶς [00024]
δικαστηρίων [00029]
δίκην [00126]
διὸ [00145]
δίφρος [00124]
διώκοντες [00038]
διωκόντων [00089]
διώξωσι [00091]
δοκεῖ [00066]
δοκούντων [00021]
δόξα [00162]
δόξαι [00046]
δόξαν [00156]
δόξῃ [00159]
δόξης [00153] [00160]
δορυφόρους [00014]
δὸς [00094]
δουλεύει [00019]
δούλην [00020]
δουλικώτερον [00019] [00020]
δοῦλος [00107]
δραπετεύειν [00025]
δυναίμην [00036]
δύναιτ [00007]
δυνάμεις [00063]
δυνάμενος [00076] [00126]
δυνάμεσι [00063]
δύναμις [00026]
δυναστεῖαι [00046]
∆ύο [00085]
δύο [00050]
δωρεὰν [00038]


ε [00101]
ἐὰν [00104]
Ἐάν [00068] [00107]
ἑαυτοῦ [00015]
ἑαυτῶν [00031]
ἐβάδισε [00106]
ἐβούλετο [00135]
ἔγωγε [00019]
ἔδειξε [00142]
ἔδειξεν [00146]
Ἐδίδασκε [00125]
ἐδίδου [00079]
Εἰ [00019] [00036] [00094] [00109] [00154] [00159]
εἰ [00015] [00015] [00016] [00016] [00016] [00016] [00016] [00016] [00016] [00066] [00110]
εἴασε [00160]
Εἶδες [00093] [00095] [00111] [00123]
εἶδες [00112]
εἰδῆτε [00134]
εἰδότες [00161]
εἴκοντά [00029]
εἴκουσα [00024]
εἰμι [00139]
εἶναι [00021] [00027] [00056] [00094] [00145]
εἶπε [00069]
εἰπεῖν [00108]
εἴπῃς [00014]
εἴποιμι [00019]
εἴπωμεν [00066]
εἰπὼν [00128]
εἴπωσι [00091]
εἰργάζετο [00079]
εἰρημένων [00133]
εἰς [00031] [00033] [00034] [00034] [00036] [00068] [00128] [00136] [00140] [00141] [00146] [00146] [00147] [00153] [00162]
εἰσήγαγε [00075]
εἰσὶ [00023]
Εἶτα [00061]
ἐκ [00032] [00077] [00077] [00078] [00078] [00149]
ἐκάλει [00063]
ἐκάλουν [00126]
ἑκάστην [00025]
Ἑκατονταπλασίονα [00099]
ἐκεῖ [00028]
Ἐκεῖ [00012]
ἐκεῖνα [00061]
ἐκείνην [00062]
ἐκεῖνος [00069]
ἐκείνῳ [00057] [00149]
ἐκείνων [00049] [00060]
ἐκέλευσε [00056] [00063] [00066] [00096]
ἐκίνει [00078]
ἐκκρεμώμεθα [00049]
ἔκπληξιν [00112]
ἐκχέω [00033] [00034]
ἐλάλησα [00109]
ἐλαττουμένης [00036]
ἐλάττων [00136]
ἔλεγε [00114] [00138]
ἔλεγεν [00129] [00131] [00152]
ἐλεύθερον [00021]
ἐλευθέρου [00113]
ἐλθεῖν [00026]
ἔλθῃ [00031]
ἐλθὼν [00078]
ἑλοίμην [00036]
ἐλπίδας [00063]
ἐλπίσι [00055] [00080]
ἐλπίσιν [00061]
ἐλύπησά [00120]
ἐλύπησα [00116]
ἐμάρανε [00004]
ἐμαυτῷ [00033]
ἔμελλεν [00147]
ἐμοὶ [00011]
ἐμοῦ [00139]
ἐμπεπλησμένον [00160]
ἐμπέπλησται [00012]
ἐμπλῆσαι [00006]
ἐμπνέοντα [00044]
ἔμπροσθεν [00156]
ἐν [00019] [00020] [00020] [00021] [00024] [00034] [00044] [00049] [00049] [00054] [00054] [00055] [00055] [00061] [00061] [00080] [00080] [00080] [00081] [00090] [00092] [00094] [00105] [00141] [00155] [00156] [00156] [00157] [00161] [00162]
Ἐν [00146]
ἐνδείκνυται [00019] [00031]
ἐνδιαιτωμένη [00024]
ἐνέγκαι [00006]
ἐνεργεῖ [00025]
ἔνι [00035]
ἔνιπτεν [00136]
ἐνταῦθα [00013] [00025] [00026] [00029] [00062]
ἐντεῦθέν [00015]
ἐντολαῖς [00105]
ἐντολὰς [00106]
ἐντολὴ [00088] [00089]
ἐντολή [00098]
ἐντολὴν [00093] [00095]
ἐξαίρετα [00038]
ἕξεις [00094]
ἐξέλυσεν [00004]
ἔξεστιν [00032]
ἐξοικίζων [00066]
ἐξορίας [00077]
ἐξορίζειν [00063]
ἐξουσίαν [00134]
ἔξωθεν [00020]
ἐξωμοίουν [00063]
ἔοικε [00028]
ἐπ [00014] [00103]
ἔπαθλα [00057] [00079] [00081] [00088] [00102] [00140]
ἔπαθλον [00090] [00093] [00095]
ἐπαναγαγὼν [00077]
ἐπανήγαγε [00077]
ἐπεδείκνυτο [00132]
ἐπεδείξατο [00106] [00108] [00125]
ἐπεὶ [00136]
Ἐπεὶ [00038] [00060] [00081] [00102]
ἐπειδὴ [00061] [00135]
Ἐπειδὴ [00063] [00065] [00077] [00079] [00129] [00132] [00156]
ἐπέταξεν [00065]
ἐπέταττε [00079]
ἐπηρεαζόντων [00072] [00089] [00128]
Ἐπήρθη [00147]
ἐπὶ [00016] [00035] [00042] [00107] [00134] [00154] [00159] [00160]
ἐπιβούλων [00024] [00029]
ἐπιδεικνὺς [00156]
ἐπιδείκνυται [00020] [00103] [00121]
ἐπιδειξώμεθα [00161]
ἐπιείκειαν [00070] [00108]
ἐπιεικείας [00113]
ἐπιθυμεῖ [00069]
ἐπιθυμίαις [00021]
ἐπιθυμίαν [00006]
ἐπιθυμίας [00016]
ἐπίκηρον [00041] [00060]
ἐπιόντα [00029]
ἐπίπονα [00081]
ἐπιτάγματα [00081] [00102]
ἐπιταγμάτων [00066]
ἐπίτασιν [00123]
ἐπιτάττων [00063]
ἐπιτείνῃ [00039]
ἐπιτείνω [00034]
ἐπιτυχεῖν [00162]
ἐπιφάνεια [00019]
ἐποίει [00126]
ἐποίησά [00115]
ἐποίησε [00063]
ἐποίησεν [00050] [00107] [00128]
ἕπονται [00105]
ἐργάζεται [00065] [00082]
ἐργαζόμενος [00034] [00063]
ἐργασάμενος [00062]
ἔργοις [00146]
ἔργῳ [00132]
ἔργων [00103] [00106] [00121] [00125]
ἐῤῥάπισεν [00107]
ἐρῶμεν [00038]
ἐρῶντας [00041]
ἐρῶσιν [00029]
ἔρωτα [00016] [00039] [00041]
ἔρωτι [00006] [00060]
ἔσται [00149] [00156]
ἐσταύρωσαν [00129]
ἐστε [00091]
ἔστι [00048]
ἐστιν [00041] [00134]
ἐτελεύτησε [00045]
ἑτέρᾳ [00087]
Ἑτέρως [00140]
ἔτι [00041] [00044] [00045]
ἐτίκτετο [00078]
Ἐτύπτετο [00113]
εὐηργέτει [00127]
εὐκολίαν [00038]
εὔκολον [00065] [00082]
εὐκολώτερον [00104] [00106]
εὐκρασίαι [00008]
εὐμορφία [00045]
εὐπορίαν [00031] [00034] [00036]
εὐπορωτέρους [00034]
εὐτελείας [00001]
εὔχεσθαι [00131]
Εὔχεσθε [00072] [00089] [00128]
εὔχεσθε [00073]
εὐχὴν [00132] [00135]
ἐφάνη [00157]
ἐφήμεροι [00047]
ἔφην [00027]
ἔχει [00030] [00038] [00122] [00134]
ἔχειν [00036]
ἐχθρῶν [00073] [00131]
ἔχοντα [00014] [00019] [00020] [00020] [00044] [00053]
ἔχοντας [00063]
ἐχόντων [00047]
ἔχουσαι [00013]
ἔχουσαν [00112]
ἔχουσι [00023] [00122]
ἐχώμεθα [00049]
ἔχων [00036]


ζῇ [00025]
ζωὴν [00099]
ζώνην [00014]
ζῶντος [00041] [00043]
ζώντων [00026]
ζώσης [00045]


[00019] [00020] [00025] [00026] [00045] [00106] [00150] [00151]
[00069] [00116] [00117] [00120]
[00044]
[00012] [00021]
ἦλθε [00063]
ἡλίκα [00145]
ἡλικίας [00044]
ἡμᾶς [00131] [00162]
ἡμέραν [00025]
ἡμέρας [00145]
ἡμέτερα [00159]
ἡμετέρα [00106]
ἡμετέραν [00062] [00106]
ἡμέτερον [00149] [00156]
ἡμῖν [00009]
ἠμύνατο [00108]
ἠμφιεσμένος [00159]
ἡμῶν [00145] [00153] [00158] [00162]
ἦν [00061] [00080] [00088] [00096] [00102] [00124] [00156]
ἡνίκα [00147]
ἦσαν [00148]
ᾐσχύνετο [00159]
ἡτοίμασεν [00096]


θάνατον [00039]
θανάτους [00048]
θανάτῳ [00013]
θαυμαστὴν [00062]
θέατρον [00011] [00027]
θέλεις [00094]
Θεὸς [00039] [00050] [00136]
θερμὸς [00005]
θησαυρὸν [00094]
θνητότεραι [00047]
θόρυβον [00063]
θορύβου [00012]


ἰατρῶν [00019]
ἴδῃ [00104]
ἰδιῶται [00019]
ἱδρυμένην [00020]
ἱδρῶτας [00057]
Ἰησοῦ [00162]
ἱμάτια [00160]
ἱματίων [00157] [00158]
Ἵν [00106]
ἵνα [00039] [00041] [00049] [00060] [00070] [00145] [00161]
Ἵνα [00134]
Ἰουδαίοις [00114]
ἵπτασθαι [00063]


κἀγὼ [00020]
καθ [00025] [00091]
καθάπερ [00019] [00077]
καθαρὰν [00034]
καθεύδων [00008]
καθήμενον [00014]
καθημερινοὺς [00048]
κἀκείνου [00029]
κακοῦ [00109] [00119]
κακῶν [00020]
κακῶς [00109] [00125]
καλὴν [00006]
κάλλος [00045]
καλῶς [00074] [00110]
κἂν [00019] [00019] [00020] [00021] [00021] [00021]
καρδίᾳ [00139]
καταγινωσκέτω [00133]
κατακλειόμενον [00019]
καταλύεται [00043]
καταλύοντα [00041]
καταλύουσα [00044]
κατασκηνώσεις [00122]
καταστάσεως [00015]
κατάσχω [00033]
κατέβη [00136]
κατεσκεύαζε [00066]
κατεσκεύασε [00058]
κατεχόμενον [00021]
κατηγορίας [00008]
κατηγόρου [00024]
κατιὼν [00077]
καῦμα [00003]
κεῖσθαι [00160]
κεκτημένος [00041]
κεκτημένου [00039]
κελευόμενος [00104]
κελεύοντος [00067]
κενοδοξίας [00016]
κεφάλαιον [00010]
κεφαλὴ [00150]
κεφαλὴν [00122]
κήρυκος [00014]
κληρονομήσει [00099]
κλῖναι [00122]
κομίζων [00063]
κόνις [00025]
κρατεῖ [00016] [00019]
κράτος [00162]
κρεμάμενος [00129]
κρημνοὺς [00038]
κρυμὸς [00007]
Κυρίῳ [00162]


λαβὼν [00062] [00106]
λαμβάνει [00104]
Λαός [00115]
λέγει [00135]
λεγομένοις [00010]
λεγομένων [00088]
λέγω [00040]
λέγων [00075] [00121] [00134] [00146]
λῆξιν [00159]
λήψεται [00099]
λιμένα [00058]
λόγον [00033]
λόγου [00032]
λόγῳ [00132]
λόγων [00161]
λυπηρῶν [00021]
λύττης [00041]
λυχνία [00124]


μαθεῖν [00032]
Μάθετε [00139]
μαθητῶν [00136] [00156]
Μακάριοί [00091]
μακαριότητος [00160]
μακρᾶς [00077]
μάλιστα [00019]
Μᾶλλον [00066]
μᾶλλον [00029] [00031] [00038] [00043] [00079] [00159]
μαραίνεσθαι [00026]
μαραίνεται [00041]
μαραινομένοις [00028]
μάρτυρες [00025]
Μαρτύρησον [00119]
μαρτύρησον [00109]
μαστιγίου [00113]
μάτην [00027]
μάχης [00029]
με [00110] [00120]
μεγάλα [00102]
μέγεθος [00066]
μεθ [00162]
μεθωρμίσθαι [00066]
μείζονα [00069] [00079] [00159]
μειζόνως [00034]
μέλλει [00145]
μέλλοντα [00050] [00062]
ΜΕΛΛΟΝΤΩΝ [00001]
μελλόντων [00049] [00060] [00080] [00156] [00161]
μεμηνότας [00041]
μὲν [00012] [00019] [00025] [00026] [00028] [00030] [00033] [00050] [00051] [00052] [00053] [00054] [00055] [00056] [00057] [00058] [00059] [00081] [00086] [00088] [00089] [00093] [00096] [00109] [00157]
μένει [00008] [00024]
μέσον [00140]
μετ [00161]
μεταβολῇ [00029]
μεταβολὴν [00016]
μετασχηματίσει [00153]
μετελθεῖν [00086]
μετεμορφώθη [00156]
μετέστη [00045]
μετιόντας [00063]
Μηδεὶς [00133]
μηδὲν [00019]
μηδένα [00026]
μηδενὶ [00026]
μήτε [00014]
μητέρα [00078]
μηχανήματα [00024]
μιᾷ [00086]
μικρὰ [00063]
μιμεῖται [00029]
μισθὸς [00092] [00096]
μισοῦσιν [00074]
μοι [00014] [00015] [00017] [00094] [00119]
μόνον [00024] [00026] [00043] [00044] [00069] [00135]
μόνῳ [00132]
μου [00034] [00115]


νεκροῦν [00063]
νεότης [00044]
νευρούμενος [00006]
νεφέλαις [00141] [00146] [00161]
νεφέλη [00147]
νεφελῶν [00154]
νήφοντες [00010]
νίκησον [00070]
νοερὰ [00061]
νοητόν [00052]
νοητῶν [00060]
νόμου [00067]
νόμους [00078]
νοσήματα [00025]
νοσημάτων [00015]
νῦν [00162]


[00003] [00039] [00041] [00043] [00050] [00092] [00104] [00107] [00114] [00119] [00120] [00122] [00134] [00134] [00135] [00152] [00159]
[00076]
ὁδοῖς [00085]
ὁδὸν [00104] [00154]
ὁδῷ [00044]
οἱ [00019] [00019] [00025] [00105]
οἷα [00012]
οἴδασι [00130]
οἶδε [00024]
οἰκέτου [00113]
οἰκῇ [00021]
οἰκίας [00097]
οἴκοι [00033]
οἰκονομίαν [00062]
οἶκος [00124]
οἰκοτρίβου [00113]
οἰκούντων [00009]
Οἷόν [00040]
Οἷον [00042]
οἷον [00016] [00156]
οἴχεται [00044]
ὁλοκλήρους [00025]
ὁμοίως [00046] [00154]
ὁμοούσιον [00149]
ὁμοῦ [00045]
ὃν [00033]
ὄν [00149]
ὀνειδίσωσιν [00091]
ὄντα [00029]
ὅπερ [00035] [00096] [00125]
Ὅπως [00090]
ὅρα [00061] [00065] [00081] [00102] [00121]
ὁρᾷν [00048]
Ὁρᾶτε [00027]
ὁρατὸν [00051]
ὄρει [00156]
ὀρόφου [00158]
ὁρῶντες [00105]
Ὃς [00153]
ὅσα [00159]
ὅσον [00031]
Ὅστις [00097]
ὅταν [00041] [00091] [00107]
Ὅτε [00126]
ὅτι [00041] [00092] [00134] [00139] [00146]
Οὐ [00108] [00124] [00158]
οὐ [00007] [00007] [00008] [00008] [00024] [00027] [00102] [00113] [00124] [00124] [00130] [00132] [00135]
οὗ [00162]
οὐδὲ [00004] [00013] [00023] [00024] [00024] [00158] [00158] [00158]
οὐδεμιᾷ [00029]
οὐδὲν [00007] [00013] [00034] [00126]
οὐδέν [00124]
οὐδενὸς [00159]
οὐδενός [00158]
Οὐκ [00069]
οὐκ [00004] [00007] [00008] [00013] [00023] [00024] [00035] [00122] [00124] [00124] [00131] [00159]
οὐκέτι [00036]
οὖν [00008] [00038] [00060] [00081] [00102] [00106] [00149] [00161]
οὐρανοῖς [00049] [00090] [00092]
οὐρανὸν [00063] [00066]
οὐρανοῦ [00077] [00122]
οὐρανοὺς [00147]
οὐρανῷ [00094]
οὐρανῶν [00063]
οὔτε [00007] [00007] [00021] [00021] [00024]
Οὕτω [00114]
οὕτω [00010] [00020] [00048] [00105] [00119] [00120] [00150] [00151]
Οὕτως [00149]
οὕτως [00106] [00157]
οὐχ [00009] [00041] [00136] [00157]
οὐχὶ [00026] [00043] [00044]
ὀφθαλμὸν [00067]
ὀφθαλμὸς [00024]
ὀφθαλμοῦ [00067]
ὀφθαλμοὺς [00140]
ὀφθαλμῶν [00147] [00161]
ὀφρῦς [00014]
ὀχήματος [00014]
ὄχλος [00007]
ὄψιν [00062] [00087] [00103]
ὄψις [00020]


πάθει [00016]
πάθεσι [00019]
παθῶν [00015] [00020] [00020] [00063]
παῖδες [00019]
παιδεύειν [00135]
παιδευθέντες [00161]
παιδεύοντα [00041]
παιδεύων [00121] [00131] [00135]
Πάλιν [00091] [00094] [00121] [00146]
πάλιν [00046] [00071] [00075] [00077] [00097] [00126] [00140]
πᾶν [00091]
πάντα [00006]
πάντας [00026] [00033] [00034] [00036] [00066] [00162]
πάντων [00019]
πάντως [00019]
παρ [00033] [00113] [00113]
παρὰ [00009]
παραβάσεως [00159]
Παραγενόμενος [00062]
παραγενόμενος [00079]
παραγινόμενα [00038]
παραδείγματος [00042]
παραδείσου [00077]
παρακοὴν [00077]
παρακολουθοῦντες [00010]
παρανοίγων [00156]
παρασκευάζου [00069]
παρασκευάζουσα [00025]
παρατάττεσθαι [00063]
παρατρεχούσαις [00028]
παραχωροῦσα [00044]
παρηνόχλησά [00117]
παρηνόχλησα [00120]
παρθενίας [00075]
παρθένον [00078]
παρθένου [00078]
παροινίαν [00069]
παροινίας [00070]
παρόντα [00050]
παρόντι [00012] [00021]
παρόντων [00001] [00049] [00060] [00147]
πᾶσα [00013]
πᾶσι [00038]
πάσχειν [00069]
Πατὴρ [00114] [00119] [00120]
Πατρὶ [00162]
πατρίδα [00077]
Πατρὸς [00090]
Παῦλος [00152]
Παύλου [00146]
παχυτέρας [00062]
πείρᾳ [00054]
πείρας [00041]
πέλαγος [00058]
πενέστερος [00034]
πενίαν [00016]
πενίας [00021]
περαιτέρω [00069]
ΠΕΡΙ [00001]
περὶ [00041] [00075] [00109] [00119] [00125]
περιβεβλημένος [00021]
περιγίνεται [00015]
περικέηται [00021]
περικεῖσθαι [00063]
περιστάσεσιν [00024]
πετεινὰ [00122]
πίστει [00054] [00061] [00080] [00081]
πλείονα [00034] [00104]
πλείονας [00031]
πλῆθος [00007]
πληροφορήσῃ [00145]
πληροφορῶν [00062]
πλουσιώτερος [00034]
πλοῦτον [00034]
πλοῦτος [00043]
πλουτοῦντος [00043]
Πνεύματι [00162]
πνευματικὰ [00031]
πνευματικήν [00006]
πνευματικῶν [00038]
πόδας [00136]
πόθον [00004]
πόθῳ [00026] [00049]
ποιεῖ [00061] [00065] [00081] [00102] [00135]
ποιεῖν [00096]
ποιεῖτε [00074]
ποιῆσαι [00069]
ποιοῦσι [00130]
ποιῶ [00034]
πόλεις [00025]
πόλεως [00010]
πόλιν [00009]
πολιτείαν [00063] [00079] [00161]
πολλὴν [00038] [00133]
πολλῆς [00008] [00060]
πολλοὶ [00060]
πολλοὺς [00014] [00030]
πολλῷ [00079] [00159]
πολὺς [00092]
πονηραῖς [00021]
πονηρὸν [00091]
πόνους [00057]
πόνων [00079]
πορευομένου [00148]
ποτε [00029]
ποῦ [00122]
πρᾶγμα [00077]
πραγμάτων [00007] [00024] [00048] [00142]
πρᾶός [00139]
πραότητα [00111]
πράως [00069]
πρὸ [00039] [00159]
προάγει [00135]
προετίμων [00060]
προηγουμένους [00105]
προθυμίαν [00004] [00104]
προοιμίων [00078]
προπετὲς [00070]
πρὸς [00045] [00063] [00063] [00063] [00063] [00063] [00066] [00077]
προσδήσῃ [00060]
προσδόκα [00155]
προσδοκίᾳ [00080]
προσέθηκε [00132]
προσέθηκεν [00135]
προσήλωσαν [00129]
πρόσκαιροι [00047]
πρόσκαιρον [00060]
προσκύνησις [00162]
προτέραν [00036]
πρότερόν [00104]
πρότερον [00066]
πρόϊθι [00069]
πρῶτον [00078]
πτερὸν [00066]
πτωχοῖς [00094]
πυρετὸν [00019] [00020]
πυρέττειν [00019]
πώλησόν [00094]
Πῶς [00084] [00143]
πῶς [00065] [00066] [00082] [00083] [00121]


ῥᾴδια [00083]
ῥᾳδίως [00006] [00105]
ῥάκια [00021]
ῥαπίσῃ [00068] [00107]
ῥᾳστώνη [00008]
ῥῆμα [00091] [00156]


Σαμαρείτην [00126]
σάρκα [00062] [00063] [00106]
σαρκὶ [00063]
σαφέστερον [00152]
σε [00068] [00107] [00116] [00120]
σεμνότερον [00011] [00027]
σιαγόνα [00068] [00107]
σκάμματα [00057] [00063] [00083]
σκιαῖς [00028]
σκιὰς [00038]
σκιᾶς [00041]
σκοπέλους [00038]
σκυθρωπότερον [00016]
σοι [00115] [00117]
σοροῦ [00160]
σου [00070] [00094]
σπέρματα [00034]
στάδιον [00056]
σταυρὸν [00128]
στέγης [00158]
στεῤῥότερα [00029]
στέφανος [00100]
στεφάνους [00057] [00103]
στρέψον [00068] [00107]
συγκαταλύεται [00012]
συκοφαντίας [00029]
συμβουλὴν [00075]
σύμμορφον [00153] [00154]
συμπεπλεγμένους [00063]
συνεκλήρωσε [00060]
συνεκλήρωσεν [00039] [00057]
συνῆν [00145]
συντεταμένοι [00010]
σύρεται [00016]
σφόδρα [00041]
Σφοδρὸν [00003]
σχεδὸν [00066]
σχολὴ [00008]
σωζόμενοι [00161]
σῶμα [00063] [00149] [00150] [00153] [00156] [00158] [00160]
σώματα [00025] [00063] [00145] [00159]
σώματι [00149] [00153]
σωματικὴν [00053]
σώματος [00019]
σωμάτων [00016] [00048] [00141]


Τὰ [00028] [00030]
τὰ [00012] [00025] [00029] [00031] [00034] [00038] [00060] [00062] [00063] [00079] [00081] [00081] [00081] [00083] [00087] [00088] [00088] [00094] [00102] [00102] [00122] [00140] [00140] [00145] [00159] [00159] [00160]
ταῖς [00021] [00024] [00105]
ταπεινὸς [00139]
ταπεινοφροσύνην [00112]
ταπεινοφροσύνης [00136]
ταπεινώσεως [00153]
ταραχῆς [00012] [00013]
τὰς [00014] [00038] [00062] [00063] [00063] [00063] [00063] [00106]
Ταῦτα [00131] [00155] [00161]
ταῦτα [00025] [00039] [00041] [00041] [00063] [00065] [00080] [00113] [00142]
ταύταις [00085]
ταύτῃ [00034] [00041] [00060] [00062]
ταύτην [00006] [00021] [00024] [00106]
ταύτης [00026] [00036] [00041]
τάφου [00160]
τείνασθαι [00063]
τέλειος [00094]
τελευτᾷ [00041]
τελευτῇ [00024]
τελευτῆς [00039]
τελευτήσαντα [00044]
τελευτησάντων [00026]
τελευτήσῃ [00041]
τελευτῶντος [00043]
τέλος [00013] [00151]
τεσσαράκοντα [00145]
τέφρα [00025]
τέως [00156]
τῇ [00020] [00024] [00036] [00044] [00049] [00070] [00080] [00139] [00155] [00157] [00161]
τήκεται [00016]
Τὴν [00075]
τὴν [00004] [00006] [00006] [00009] [00014] [00014] [00016] [00020] [00021] [00025] [00031] [00031] [00034] [00036] [00038] [00041] [00062] [00062] [00062] [00063] [00063] [00063] [00063] [00068] [00068] [00069] [00069] [00070] [00077] [00077] [00078] [00079] [00104] [00106] [00106] [00106] [00107] [00107] [00122] [00132] [00132] [00133] [00135] [00135] [00141] [00141] [00145] [00147] [00154] [00156]
τῆς [00001] [00004] [00006] [00010] [00015] [00015] [00016] [00024] [00026] [00039] [00041] [00041] [00044] [00045] [00049] [00060] [00066] [00070] [00070] [00075] [00077] [00078] [00113] [00126] [00134] [00153] [00153] [00156] [00159] [00160]
ΤΗΣ [00001]
Τί [00120] [00120]
τί [00061] [00065] [00081] [00102] [00110] [00115] [00116] [00117] [00120] [00130]
τι [00020] [00040]
τιμαὶ [00047]
τιμὴ [00013] [00162]
τιμῶν [00078]
τινὰ [00008]
τινα [00104]
τίνι [00084] [00143]
τινὶ [00024]
τινὸς [00113]
τίς [00068] [00107]
Τὸ [00045] [00096] [00107]
τὸ [00003] [00010] [00011] [00016] [00027] [00041] [00060] [00060] [00066] [00066] [00070] [00077] [00086] [00087] [00093] [00093] [00096] [00140] [00149] [00150] [00151] [00153] [00153] [00156] [00156] [00156] [00158] [00160]
τοιαῦτα [00079]
τοιαύτην [00161]
τοίνυν [00079] [00133] [00154]
τοιοῦτοι [00009]
Τοιοῦτόν [00017]
Τοιοῦτον [00005]
τοιοῦτον [00013] [00019] [00019] [00020] [00126]
τοιούτων [00007] [00124] [00158]
τοῖς [00010] [00029] [00038] [00063] [00074] [00090] [00092] [00114] [00156]
Τὸν [00033]
τὸν [00004] [00008] [00014] [00015] [00017] [00019] [00019] [00019] [00020] [00020] [00020] [00021] [00029] [00034] [00039] [00041] [00044] [00050] [00050] [00051] [00051] [00052] [00052] [00053] [00053] [00054] [00054] [00055] [00055] [00056] [00056] [00058] [00058] [00059] [00059] [00063] [00065] [00082] [00128]
τοσαῦτα [00038]
Τοσαύτη [00026]
τοσαύτην [00108]
τοσαύτης [00113]
τοσοῦτο [00136]
τοσοῦτον [00031]
τότε [00013] [00041] [00157]
Τοῦ [00067]
τοῦ [00014] [00019] [00032] [00039] [00043] [00063] [00077] [00090] [00090] [00107] [00109] [00119] [00122] [00122] [00125] [00134] [00146] [00149] [00160]
τοὐναντίον [00020] [00035]
τοὺς [00023] [00030] [00038] [00038] [00041] [00063] [00063] [00078] [00103] [00105] [00127] [00136] [00162]
τουτὶ [00027]
Τοῦτο [00011] [00049]
τοῦτο [00018] [00032] [00098] [00100] [00128] [00132] [00138] [00146] [00152] [00156] [00160]
τούτοις [00060]
τοῦτον [00039]
τούτου [00032] [00135]
τούτους [00050]
τούτῳ [00016] [00057]
τούτων [00038] [00159]
τράπεζα [00124]
τρέμει [00016]
τρέμοντα [00021]
τρόπῳ [00084] [00143]
τυραννίδα [00020] [00021]
τῷ [00006] [00012] [00013] [00016] [00016] [00019] [00020] [00021] [00024] [00044] [00049] [00060] [00149] [00153] [00156] [00162] [00162] [00162]
Τῶν [00088]
ΤΩΝ [00001]
τῶν [00001] [00007] [00009] [00011] [00015] [00015] [00019] [00020] [00020] [00020] [00021] [00024] [00026] [00027] [00038] [00047] [00049] [00049] [00060] [00060] [00060] [00060] [00063] [00063] [00066] [00072] [00073] [00079] [00080] [00089] [00103] [00106] [00121] [00124] [00125] [00128] [00131] [00133] [00133] [00136] [00142] [00147] [00156] [00156] [00158] [00161] [00162]


ὕβρεως [00126]
υἱοὶ [00090]
Υἱὸς [00122] [00134]
ὑμᾶς [00034] [00072] [00074] [00089] [00091] [00128]
ὑμεῖς [00009] [00010]
ὑμῖν [00032]
ὑμῶν [00004] [00073] [00090] [00091] [00092]
ὑπ [00062] [00087]
ὑπάρχοντα [00094]
ὑπέλαβεν [00147]
ὑπὲρ [00072] [00073] [00089] [00128] [00131]
ὑπερβάλλουσαν [00070]
ὑπερορῶντες [00049]
Ὑπέσχετο [00141]
ὑπέταξεν [00016]
ὕπνον [00008]
ὑπὸ [00140]
ὑποσκελίσαι [00007]
ὕπτιον [00008]
ὑψηλὰ [00081]
ὑψηλὴν [00079]
ὑψηλὸν [00066]
ὑψηλότερα [00063] [00079]


φαῖεν [00019]
φαίην [00020]
φαινόμενα [00102]
φάλαγγα [00063]
φέρε [00069]
φέρειν [00125]
φησὶ [00147]
φησι [00119] [00120]
φησίν [00071]
φησιν [00067]
φθόνου [00029]
φθονοῦντας [00023] [00030]
φθόνῳ [00016]
φιλανθρωπίαν [00133]
φιλονεικίας [00029]
φιλοσοφίαν [00069]
φιλοσοφίας [00024] [00070]
φρίκης [00111]
φροντίδων [00007]
φυγάδα [00077]
φύλλοις [00028]
φυράματος [00149]
φύσεως [00066] [00078]
φύσιν [00041] [00106]
φύσις [00106]
φωλεοὺς [00122]
φωνήν [00014]


Χαίρετε [00092]
χαλεπῆς [00041]
χαλεπῷ [00016]
χαρακτηρίσῃς [00015]
χάριν [00135]
χάριτι [00161]
χερσὶ [00055]
χρημάτων [00016] [00023] [00035]
Χριστῷ [00162]
χρόνῳ [00026]
χρυσίον [00036]
χωρεῖν [00076]
χωρείτω [00076]
χωρίῳ [00024]


ψευδόμενοι [00091]
ψυχῇ [00020]
ψυχὴν [00015] [00020]


ὦμεν [00161]
ὢν [00136] [00136] [00159]
ὧν [00025] [00135] [00135] [00162]
ὠνηταὶ [00023]
ὡς [00026] [00027] [00042] [00108] [00136] [00148] [00156]
ὥσπερ [00008] [00024] [00034] [00048] [00120] [00150] [00151]
Ὥσπερ [00104] [00119]
ὥστε [00006]