Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλάνθρωπος [192]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλάνθρωπος


000-00-00 Serial Number=0341359794
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01397]  ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς.
000-00-00 Serial Number=0064952016
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00107]  ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησεν καὶ παραδοξότερον.
000-00-00 Serial Number=0168040097
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01206]  Τοιοῦτος γὰρ ὁ φιλάνθρωπος Θεός·
000-00-00 Serial Number=0474681616
Ad populum Antiochenum Ante [Go Back]  
 [00358]  Τότε φιλάνθρωπος ἦν, νῦν ἐγένετο φιλόσοφος·
 [00945]  κἀκεῖνος φιλάνθρωπος, καὶ οὗτος πιστὸς, ὥστε ἀμφοτέρωθεν χρηστὰς ἔχομεν τὰς ἐλπίδας.
 [01180]  Ὥσπερ γὰρ ὁ φιλάνθρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν πλείονα τῶν ἁμαρτημάτων ὄγκον·
 [01930]  ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι.
 [04989]  καὶ γὰρ φιλάνθρωπος ὁ βασιλεὺς καὶ θεοφιλής·
 [05908]  ὁ δὲ φιλάνθρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν ἀεὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τὸν πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε.
000-00-00 Serial Number=0394539773
Adversus Judaeos Ante [Go Back]  
 [02564]  Ἀλλ' οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν·
 [02649]  Ἀλλ' ἐκεῖνος οὐδὲν τούτων ἔδεισεν ὁ ἥμερος καὶ φιλάνθρωπος, ἀλλὰ ταῦτα πάντα ὑπεριδὼν ἐπέθηκεν ἐπὶ τὸν ὄνον, καὶ εἰς πανδοχεῖον ἤγαγεν·
 [02651]  Εἰ δὲ ὁ Σαμαρείτης οὕτω φιλάνθρωπος καὶ ἥμερος γέγονε περὶ ἄνθρωπον ἄγνωστον, τίνα ἂν ἔχοιμεν συγγνώμην ἡμεῖς, τῶν ἀδελφῶν τῶν οἰκείων ἀμελοῦντες ἐπὶ μείζοσι κακοῖς;
000-00-00 Serial Number=0053117156
Catecheses ad illuminandos Ante [Go Back]  
 [00097]  Ἀλλ' ὁ φιλάνθρωπος δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγαθότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κηδεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν.
 [00295]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν ἐδωρήσατο.
 [00827]  διὸ καὶ ὁ φιλάνθρωπος δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν τῆς σωτηρίας ἡμῶν τὴν πρόνοιαν ποιούμενος.
 [01016]  [7.1] Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπιδεικνύμενος τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών, «δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν ἵνα παρὰ τοὺς τάφους τῶν ἁγίων τούτων γινόμενοι, εἰς ζῆλον καὶ μίμησιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων καὶ τῶν ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῶν τῶν ἀποκειμένων.
 [01037]  ὁ γὰρ φιλάνθρωπος δεσπότης, ἐπειδὴ δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν ὁμολογίαν ἅπαντα ὑπέμειναν καὶ μέχρις αἵματος ἀντικατέστησαν πρὸς τὴν ἁμαρτίαν ἀποδυσάμενοι, βουλόμενος αὐτοὺς καὶ διὰ τούτου λαμπροτέρους ἀποφῆναι καὶ τὴν δόξαν αὐτῶν ἐπὶ πλέον αὐξῆσαι καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ, εἰς τιμὴν αὐτῶν τοῖς μετὰ πίστεως προσιοῦσι τὰς δωρεὰς φιλοτιμεῖται.
000-00-00 Serial Number=0010429442
Commentarius in Job Ante [Go Back]  
 [03863]  μισοπόνηρός ἐστι καὶ φιλάνθρωπος, οὐ καθάπερ ἡμεῖς·
000-00-00 Serial Number=0776859283
Contra Anomoeos Ante [Go Back]  
 [00074]  Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἑλκύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ.
000-00-00 Serial Number=0249969661
Contra theatra Ante [Go Back]  
 [00349]  φιλάνθρωπος γὰρ ὢν, ἄνθρωπον εἰς θυσίαν οὐ δέχεται.
000-00-00 Serial Number=0450938821
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00136]  Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν οὐδὲ ἐνέλιπε τὰ παρ' αὐτοῦ ποιῶν ἀλλ' αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν, ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν.
 [00309]  Ἀλλ' ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν τὰ τῶν ἁγίων λείψανα παρ' ἡμῖν τέως ἀφείς.
 [00604]  Καὶ εἰ μὴ φιλάνθρωπος ἦν ὁ Κῦρος οὐδὲν ἂν αὐτὸν ὤνησεν ὁ Ζεύς.
000-00-00 Serial Number=0174630463
De Chananaea Ante [Go Back]  
 [00241]  καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται·
000-00-00 Serial Number=0461258173
De Christi divinitate Ante [Go Back]  
 [00063]  τὴν δὲ φιλανθρωπίαν, ὅτι τὸν μάλιστα ἄξιον ὄντα ἐλέους καὶ εὐεργεσίας, τοῦτον πρὸ τῶν ἄλλων εἶδεν ὁ κηδεμὼν καὶ φιλάνθρωπος.
000-00-00 Serial Number=0915767133
De Lazaro Ante [Go Back]  
 [01342]  Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως.
000-00-00 Serial Number=0546563983
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00100]  Ὁ μέντοι περὶ τοὺς πλησίον ἥμερος καὶ φιλάνθρωπος, καὶ τοὺς εἰς αὐτὸν πλημμελοῦντας οὐκ ἀμυνόμενος, ἀλλ' εὐεργεσίαις τὰς ἀδικίας ἀμειβόμενος, οὐ κατακρίνεται Πατέρα καλῶν τὸν Θεόν.
000-00-00 Serial Number=0858702242
De beato Philogonio Ante [Go Back]  
 [00163]  Μὴ γὰρ ὅτι βραχὺς ὁ χρόνος ἴδῃς, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι φιλάνθρωπος ὁ ∆εσπότης·
000-00-00 Serial Number=0746201038
De corruptoribus virginum Ante [Go Back]  
 [00046]  Παρέστηκε γάρ σοι ὁ ἀγαθὸς καὶ φιλάνθρωπος ∆εσπότης ὁ ἀτιμασθεὶς ὑπὸ σοῦ οὐκ ἀποβάλλει σου τὴν συνοίκησιν·
 [00089]  Ὁ φιλάνθρωπος ∆εσπότης λέγει·
000-00-00 Serial Number=0299463928
De cruce et latrone ii Ante [Go Back]  
 [00113]  ὁ δὲ φιλάνθρωπος ∆εσπότης τοῦτο ἐποίησεν.
000-00-00 Serial Number=0929897428
De diabolo tentatore Ante [Go Back]  
 [00192]  Τοῦτον δή μοι διατηρεῖτε τὸν λόγον, καὶ πεπηγὼς ἀεὶ παρ' ὑμῖν ἔστω καὶ ἀκίνητος, ὅτι οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός·
000-00-00 Serial Number=0355430424
De jejunio [3] Ante [Go Back]  
 [00022]  [62.758] Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος·
000-00-00 Serial Number=0565830946
De jejunio de Davide Ante [Go Back]  
 [00144]  Ἀλλ' ὁ φιλάνθρωπος ∆εσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ τινα τῶν τῆς Ἐκκλησίας ἀρχόντων μὴ ἐξουδενώσῃς μηδὲ κρίνῃς.
000-00-00 Serial Number=0161130846
De jejunio et eleemosyna Ante [Go Back]  
 [00013]  Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος.
000-00-00 Serial Number=0633226752
De meretrice Ante [Go Back]  
 [00037]  Ἀλλὰ τί πρὸς αὐτὸν ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος καὶ τῶν ἀγαθῶν χορηγός;
000-00-00 Serial Number=0630452216
De paenitentia [1] Ante [Go Back]  
 [00485]  σὺ φιλάνθρωπος ὢν μεταμέλῃ, ἐγὼ δὲ ὡς ψευδοπροφήτης ἀναιροῦμαι.
 [00498]  Ἵνα δὲ μάθῃς ὅτι τοῦτο ἔχων ἐν διανοίᾳ εἰς φυγὴν ἔδωκεν ἑαυτὸν, ὅτι ὁ Θεὸς φιλάνθρωπος ὢν μετανοεῖ ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε περὶ αὐτῶν, καὶ ἔμελλεν αὐτὸς ὡς ψευδοπροφήτης εἶναι, αὐτὸς ἑαυτῷ δείκνυσι.
 [00690]  οὐχ ὅτι εὔωνος ὁ οὐρανὸς, ἀλλ' ὅτι φιλάνθρωπος ὁ ∆εσπότης.
 [00801]  Ὁ Θεός σοι ἔδωκε τέκνα, καρπὸν κοιλίας ἔλαβες, ἵνα φιλάνθρωπος γένῃ, οὐχ ἵνα ἀπάνθρωπος·
 [00889]  φιλάνθρωπος γάρ ἐστιν·
 [01785]  καὶ τὴν τοσούτοις κεχωσμένην ἁμαρτήμασι διανίστησιν ὁ φιλάνθρωπος, λέγων·
 [01803]  Οὐκ ἀνέμεινε τὴν ἀπόδοσιν ὁ φιλάνθρωπος, ἀλλὰ τὴν ἐξομολόγησιν λύσιν ἐποίησε τοῦ ὀφλήματος·
 [01893]  καί μοι πρῶτον ἐννόησον, ὅπως τὸν ἔλεγχον ὁ φιλάνθρωπος μετὰ πολλοὺς προσήγαγε χρόνους.
 [02070]  μᾶλλον δὲ, εἰ χρὴ τἀληθῆ λέγειν, πείθεται καὶ χρήμασιν ὁ φιλάνθρωπος, οὐκ αὐτὸς δεχόμενος, ἀλλὰ διὰ τῶν πενήτων.
000-00-00 Serial Number=0835736275
De paenitentia [2] Ante [Go Back]  
 [00480]  Ἐπεὶ ὅτι φιλάνθρωπος ὁ κριτὴς, οὐ μόνον ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἀποδεῖξαί μοι ῥᾴδιον.
000-00-00 Serial Number=0316502750
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00140]  ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει.
000-00-00 Serial Number=0521847367
De paenitentia sermo 1 Ante [Go Back]  
 [00454]  Οὐδεὶς φιλόχρυσος γέγονέ ποτε φιλάνθρωπος, ὁ δὲ μὴ φιλάνθρωπος οὐδὲ φιλόχριστος.
000-00-00 Serial Number=0150381386
De patientia sermo 1 Ante [Go Back]  
 [00048]  ἀλλ' ἢ μόνον τοῦτο οἴδαμεν, ὅτι ἐκεῖ, ὅπου ὁ μόνος αἰώνιος καὶ μόνος ἀθάνατος, ὅπου ὁ μόνος ἀγαθὸς καὶ μόνος φιλάνθρωπος, ὁ ποιητὴς τῶν ψυχῶν καὶ τῶν σωμάτων.
000-00-00 Serial Number=0968575716
De perfecta caritate Ante [Go Back]  
 [00067]  Ἔμελλεν ὁ φιλάνθρωπος ∆εσπότης τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν·
 [00166]  Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
000-00-00 Serial Number=0090103567
De proditione Judae Ante [Go Back]  
 [00415]  ∆ιὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ∆εσπότης ὁρῶν τοῦ μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος.
 [00764]  Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0934687495
De prophetiarum obscuritate Ante [Go Back]  
 [00194]  Ὅρα τί φιλάνθρωπος ὁ Θεὸς καὶ κηδεμονικός.
 [00515]  Ὅτι γὰρ ἐφίλει, καὶ φιλάνθρωπος ἦν, καὶ ἐβούλετο χαρίσασθαι, ἔδειξεν, οὐδενὸς δὲ ἀναγκάζοντος, οὐδὲ βίαν ἐπιτιθέντος, οὐ τὰ κατορθώματά σου θαυμάσας, οὐκ ἔχων σοι πόνων ἀμοιβὴν ἀποδοῦναι·
000-00-00 Serial Number=0960933268
De pseudoprophetis Ante [Go Back]  
 [00291]  Καὶ τί ὁ φιλάνθρωπος Θεὸς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ;
 [00733]  Ἠκούσατε, ὅτι καθ' ἑαυτοῦ ὤμοσεν ὁ φιλάνθρωπος.
000-00-00 Serial Number=0639703274
De remissione peccatorum Ante [Go Back]  
 [00104]  ἐπεργάσεται τὴν ἐπαγγελίαν τοῦ Κυρίου, βουλόμενος ἅμα μαθεῖν, καὶ πόση ἐστὶν ἡ τοιαύτη τοῦ Κυρίου φιλάνθρωπος χάρις.
000-00-00 Serial Number=0018371284
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00084]  Ὁ γὰρ φιλάνθρωπος Θεὸς κατελεήσας ἡμᾶς τῆς ὀδύνης, ταχέως ἡμῖν ἕτερον ποιμένα ἀνέδειξε, μετὰ πολλῆς ἀκριβείας τοὺς ἐκείνου διατηροῦντα χαρακτῆρας, καὶ τὴν εἰκόνα τῆς ἀρετῆς διασώζοντα πάσης·
000-00-00 Serial Number=0574933171
De siccitate Ante [Go Back]  
 [00065]  ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ, μᾶλλον δὲ καταπολὺ τῆς δικαίας ὀργῆς ὁ φιλάνθρωπος ∆εσπότης τὴν τιμωρίαν ἐκούφισεν, οὐχ ὅσον, ὧν ἐσμεν ἄξιοι, πεῖραν λαβεῖν, ἀλλ' ὅσον αἴσθησιν λαβεῖν, ὧν ἡμάρτομεν.
000-00-00 Serial Number=0015049756
De virginitate Ante [Go Back]  
 [00640]  Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ' ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως.
000-00-00 Serial Number=0802793264
De virtute animi Ante [Go Back]  
 [00020]  Καὶ φοβερὰ τῆς εἰκόνος ἡ τιμὴ, καὶ φιλάνθρωπος·
 [00023]  φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώτων, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν.
000-00-00 Serial Number=0802782953
Deprecatio Ante [Go Back]  
 [00002]  Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεός, ἐλέησον ἡμᾶς.
000-00-00 Serial Number=0650653243
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00004]  Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν συνδῆσαι πάντας ἀλλήλοις, ἀγαπητοὶ, τοιαύτην τοῖς πράγμασιν ἐνέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι.
 [00733]  Πολὺ γὰρ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τοσοῦτον φιλάνθρωπος, ὡς οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας.
 [00912]  φιλάνθρωπος γὰρ ὁ Θεός.
 [00914]  ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους, ὥσπερ εἶπον, ἀνήρπασε.
 [00988]  Ἀλλ' ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ τρυφῇ καὶ τῇ ἀνέσει μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος, τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος ∆εσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν.
 [02969]  Τί οὖν ὁ φιλάνθρωπος ∆εσπότης;
 [03519]  ∆ιὰ τοῦτο χώραν αὐτῷ κατὰ πάντων ὁ ∆εσπότης οὐ δίδωσιν, ὡς φιλάνθρωπος·
 [04026]  πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος;
 [04365]  ἀλλ' ὅμως, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος Θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν, ὅτι Ἵνα δίκαιος ἀναφανῇς, ταῦτα συνεχωρήθη, οὕτως ἀνέπνευσεν, ὡς μηδὲν δόξαι πεπονθέναι τῶν λυπηρῶν ἐκείνων.
 [04375]  Τότε φιλάνθρωπος ἦν, νῦν ἐγένετο φιλόσοφος·
 [05410]  Ποίαν οὖν ἀπολογίαν ἕξεις, ὅταν καὶ ταύτην παρ' αὐτοῦ λαβὼν τὴν χάριν, προδῷς τὴν εὐεργεσίαν, καὶ μηδὲ ὑπὸ τῆς ἀνάγκης ἕλῃ γενέσθαι φιλάνθρωπος;
 [05826]  Εἰ δὲ κολάσει, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος;
 [05866]  Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν, διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
 [06031]  Οὐ τοίνυν εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός.
 [06126]  Ναὶ, φησὶν, ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται.
 [06216]  ∆ιὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς
 [06281]  Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο τὸ πονηροὺς εἶναι καὶ ἀγαθοὺς, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος κατεσκεύασεν, ἐχρῆν ἅπαντας εἶναι κακοὺς τοὺς τῆς φύσεως κοινωνοῦντας, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους·
 [09020]  ἐπιστάξει γὰρ τὸ ἔλαιον ὁ φιλάνθρωπος, [63.839] ὁ εἰπὼν, ὅτι Ἐὰν ἐπιστρέψῃ ὁ ἄνομος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, οὐ μνησθήσομαι τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν.
000-00-00 Serial Number=0751024306
Epistula ad Cyriacum Ante [Go Back]  
 [00171]  τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός.
 [00307]  τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος.
 [00601]  ∆ιὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεὸς πολλάκις τοῦ Παύλου παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι οὐκ ἐπένευσεν.
000-00-00 Serial Number=0955465317
Epistulae Ante [Go Back]  
 [01283]  τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός.
 [02241]  τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός.
 [02619]  Εἰ δὲ τῆς σωματικῆς ὑμῶν ἀπεστερήμεθα παρουσίας, μὴ διαλίπητε εὐχόμενοι, καὶ δώσει ταῦτα ὁ φιλάνθρωπος Θεός.
 [02645]  Ὅ τε φιλάνθρωπος Θεὸς, ὁ μείζονας ἐκ πολλοῦ τοῦ περιόντος τιθεὶς ἀεὶ τῶν πόνων τὰς ἀμοιβὰς, τοσούτοις ἀμείψεται ἀγαθοῖς, ὅσοις ἀμείβεσθαι Θεῷ πρέπον τοὺς οὕτω γενναίως ἀγωνιζομένους ὑπὲρ τῆς κατὰ τὴν οἰκουμένην ἅπασαν εἰρήνης.
000-00-00 Serial Number=0512979686
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00439]  Καὶ ἵνα μάθῃς ὅτι ταῦθ' οὕτως ἔχει, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν ὅτι «Ἵνα δίκαιος ἀναφανῇς ταῦτα συνεχωρήθη», οὕτως ἀνέπνευσεν ὡς μηδὲ πεπονθώς τι τῶν λυπηρῶν ἐκείνων καὶ τοῦτο ἐξ ὧν τότε ἐφθέγξατο δῆλον.
 [00956]  ∆ιὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεός, τοῦ Παύλου πολλάκις παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι, οὐκ ἐπένευσεν.
000-00-00 Serial Number=0265424371
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04437]  Τὰ ἑβδομήκοντα ἔτη φιλάνθρωπος ὢν, οὐχὶ μετὰ τὴν τοῦ ναοῦ καθαίρεσιν ἀριθμεῖ μόνον ἕως τῆς ἐπανόδου, ἀλλὰ καὶ μέχρι τῆς κατασκευῆς τοῦ ναοῦ.
 [05892]  Ὅρα πῶς αὐτὸς φιλάνθρωπος ἄνωθεν εἰωθὼς αὐτοὺς εὐεργετεῖν, οἱ δὲ ἄδικοι.
000-00-00 Serial Number=0920626938
Fragmenta in Job Ante [Go Back]  
 [00089]  φιλόθεος, Οἱ γὰρ εὐσεβεῖς, φησὶν, δίκαια ἐβουλεύσαντο, ἤπιος, φιλάνθρωπος, εὐεργετικός·
 [00568]  Πάλιν ὁ φιλάνθρωπος Θεὸς, ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο, ὥστε μαθεῖν ἡμᾶς, ὅτι ὅσα δύναται ὁ Πονηρὸς, κατὰ συγχώρησιν δύναται·
 [01586]  «Ἢ λόγον σου ποιούμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;» Οὕτως ἐστὶ φιλάνθρωπος, ὥστε καὶ κρίνων ἡμᾶς ἐπιτρέπει λέγειν πρὸς αὐτὸν, ὡς μεθ' ἡμῶν κρινόμενον, περὶ ὧν βουλόμεθα.
000-00-00 Serial Number=0654909372
In Acta apostolorum Ante [Go Back]  
 [00325]  φιλάνθρωπος γάρ ἐστι καὶ βοηθεῖ.
 [05873]  Ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι' ὧν ἐπεβουλεύοντο ἐκεῖνοι, δι' αὐτῶν ἐβούλετο αὐτοὺς ἐκκαλέσασθαι, εἰ καὶ μηδὲν πλέον ἐγένετο, Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν.
 [09999]  καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα.
000-00-00 Serial Number=0039891660
In Bassum martyrem Ante [Go Back]  
 [00008]  Ἄφθονα γὰρ, [50.720] κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ τοῦ ∆εσπότου χαρίσματα, καὶ πάλαι τοῖς ἐπικαλουμένοις γνησίως αὐτὸν τὰς τῶν μαρτύρων δωρεὰς πρυτανεύων, καὶ μάλιστα νῦν, ὅταν ἡμᾶς ἡ δι' ἐνιαυτοῦ μετὰ μικρὸν τῶν φόβων περιμένῃ ἀνάμνησις, καὶ τῆς φοβερᾶς ἐκείνης ἀπειλῆς ἡ φιλάνθρωπος ὀργὴ πρὸς δοξολογίαν καλῇ.
 [00031]  Ἐκίνησε τοίνυν τὴν ἄψυχον γῆν ὁ φιλάνθρωπος, ἵνα στήσῃ τὴν ἔμψυχον ἀτάκτου κινήσεως·
 [00038]  αὐτός ἐστι καὶ νῦν ὁ πρᾶος καὶ φιλάνθρωπος ἡμῶν ∆εσπότης, ὁ τῆς ἡμετέρας συνήθως κηδόμενος σωτηρίας, ὃς ἐν τοῖς Εὐαγγελίοις διαῤῥήδην βοᾷ, ὡς ἀρτίως ἡμῖν ἀνεγινώσκετο·
 [00104]  νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι.
000-00-00 Serial Number=0058956027
In Ecclesiasten Ante [Go Back]  
 [00680]  εἰ δὲ φιλάνθρωπος εἶ καὶ ἐλεήμων, τὸ ὄνομα αἰδέσθητι τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0667229235
In Eutropium Ante [Go Back]  
 [00142]  Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσομεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς.
000-00-00 Serial Number=0283510685
In Genesim sermo 3 Ante [Go Back]  
 [00197]  Ἀλλ' ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο.
000-00-00 Serial Number=0798863113
In Genesim sermones Ante [Go Back]  
 [00393]  Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσάγει ταῖς μάστιξιν·
000-00-00 Serial Number=0097715497
In Isaiam Ante [Go Back]  
 [00950]  οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεός, ποικίλαις καὶ διαφόροις τιμωρίαις τὸ διαρρέον καὶ ἀναπεπτωκὸς τῶν Ἰουδαίων ἐπισφίγγων νῦν μὲν τῇ τῶν βαρβάρων ἐφόδῳ φοβεῖ τοὺς ἀγνώμονας, νῦν δὲ καὶ πρὸ τῆς ἐκείνων ἐπιθέσεως ἑτέραις αὐτοὺς ἀπειλαῖς καταστέλλει, τῇ ποικιλίᾳ τῶν ἀπειλῶν ἀκμάζοντα διατηρῶν ἐν αὐτοῖς τὸν φόβον.
 [02347]  Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών.
000-00-00 Serial Number=0853929341
In Joannem Ante [Go Back]  
 [04269]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων.
000-00-00 Serial Number=0064474821
In Lazarum i Ante [Go Back]  
 [00009]  φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκείνων οἰκειοῦσθαι τιμάς.
000-00-00 Serial Number=0682777345
In Psalmos 101-107 Ante [Go Back]  
 [01499]  Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξε.
 [01501]  Ὁ δὲ φιλάνθρωπος ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ εὐθείᾳ, ἥτις ἐστὶν ὁ σωτήριος λόγος ὁ εὐαγγελικός.
000-00-00 Serial Number=0015552878
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00491]  Κρίσεως γὰρ γενομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος·
000-00-00 Serial Number=0641676962
In Psalmum 118 Ante [Go Back]  
 [00168]  ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι·
 [00171]  εὐλογημένος εἶ καὶ δεδοξασμένος παρὰ πάντας, ὅτι φιλάνθρωπος εἶ, οἰ κτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος·
 [00720]  Τῷ ὄντι γὰρ χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ' ὑπερβολὴν ἀγαθός·
000-00-00 Serial Number=0327452660
In annuntiationem deiparae Ante [Go Back]  
 [00033]  πῶς μείνας Θεὸς ἐγένετο καὶ ἄνθρωπος ὁ φιλάνθρωπος·
000-00-00 Serial Number=0265181720
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00028]  Καθάπερ δὲ δεσπότης φιλάνθρωπος ἀγαπήσας τὸν ἴδιον οἰκέτην, διὰ τὸ περὶ αὐτὸν φίλτρον οὐ παραιτεῖται τὸ ἱμάτιον αὐτοῦ περιβάλλεσθαι·
000-00-00 Serial Number=0404326081
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00041]  Ἑβδόμη ἑορτὴ ἡ προσδοκωμένη ἡμέρα τῆς ἀναστάσεως τῶν νεκρῶν (τὴν γὰρ ἐλπίδα ταύτην οἱ πιστοὶ ἀπεκδεχόμεθα), ἐν ᾗ μέλλει ὁ φιλάνθρωπος καὶ ἀπροσωπόληπτος δικαστὴς Χριστὸς ὁ Θεὸς ἡμῶν ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
000-00-00 Serial Number=0317398369
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00086]  Θεὸς γάρ ἐστι, καὶ διὰ τοῦτο ὡς φιλάνθρωπος πατὴρ παρακαλεῖ.
000-00-00 Serial Number=0024165392
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00962]  καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος εἶναι.
 [03208]  εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
 [06042]  φιλάνθρωπος γὰρ ὁ Θεός.
 [06044]  ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀνήρπασε.
000-00-00 Serial Number=0253412664
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00671]  Πῶς οὖν φιλάνθρωπος;
 [00686]  διὰ γὰρ τὰ ἁμαρτήματα ἡμῶν καὶ ὁ φιλάνθρωπος Θεὸς ἐκεῖνα πάντα ποιεῖ, οὐδὲν μὲν αὐτῶν δεόμενος, πάντα δὲ ποιῶν δι' ἡμᾶς.
000-00-00 Serial Number=0454525828
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02217]  Εἰ δὲ λέγοι τις, Πῶς ὁ δεῖνα ὁ Ἕλλην, χρηστὸς ὢν καὶ ἀγαθὸς καὶ φιλάνθρωπος, μένει πλανώμενος;
 [02511]  καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται·
 [03907]  Ὅτι ὁ διδοὺς ἐλεημοσύνην οὐ μετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ μείζονα ἀντιδίδωσιν·
 [06544]  Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ ∆εσπότης, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης.
 [06685]  Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους·
 [07271]  φιλάνθρωπος γὰρ ὁ Θεός.
000-00-00 Serial Number=0372121394
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02150]  ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται.
000-00-00 Serial Number=0494029522
In epistulam ad Colossenses Ante [Go Back]  
 [02870]  μεταδίδωσι τῶν ὄντων, ἐλεήμων ἐστὶ, φιλάνθρωπος·
000-00-00 Serial Number=0191720665
In epistulam ad Ephesios Ante [Go Back]  
 [00455]  Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν λόγον, μήτιγε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός.
 [02214]  Βαβαὶ, ὁ ὠμὸς, ὁ ἀπηνὴς, ὁ μυρίοις συζῶν κακοῖς, ὁ τοῦτο μελετῶν ἀεὶ, οὕτω φιλάνθρωπος, οὕτω κηδεμονικὸς ἀθρόως γέγονεν.
000-00-00 Serial Number=0845900655
In epistulam ad Philemonem Ante [Go Back]  
 [00601]  Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει;
 [00666]  ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη σωφρονισθέντας, τῶν ἀποῤῥήτων ἐκείνων ἐπιτυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0829100430
In epistulam ad Philippenses Ante [Go Back]  
 [01885]  Ὅταν γὰρ πάντα πληρώσῃ, ἃ ἐχρῆν, ὁ φιλάνθρωπος Θεὸς, εἶτα ποιήσῃ ἀκάνθας ἀντὶ σταφυλῆς, ἀφελεῖ τὸν φραγμὸν, καὶ καθαιρεῖ τὸν τοῖχον, καὶ ἐσόμεθα εἰς ἁρπαγήν.
000-00-00 Serial Number=0479781866
In epistulam ad Romanos Ante [Go Back]  
 [01806]  Εἰ γὰρ ὁ Θεὸς, φησὶ, φιλάνθρωπος καὶ δίκαιος ἐφάνη καὶ ἀγαθὸς, ἐξ ὧν σὺ παρήκουσας, οὐ μόνον οὐκ ὀφείλεις κολάζεσθαι, ἀλλὰ καὶ εὐεργετεῖσθαι.
 [05472]  καίτοι μειζόνως ἂν αὐτὸς ἐφάνη φιλάνθρωπος, εἰ μὴ διὰ τὸν δεῖνα καὶ τὸν δεῖνα, ἀλλὰ δι' ἑαυτὸν ἔλεγεν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.
 [05860]  Καίτοι γε ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ σφόδρα ἥμερος, ταυτὸν ἐποίησεν, οἷον ἂν εἰ πατὴρ φιλόπαις, τοῦ παιδὸς
 [06250]  πολλῷ μᾶλλον ὁ φιλάνθρωπος Θεὸς, ἡ ἄπειρος σοφία, ὁ μόνος πάντα εἰδὼς σαφῶς, οὐκ ἀνέξεται τῆς τῶν ἀνθρώπων ὑπονοίας, ἀλλ' ἀπὸ τῆς οἰκείας σοφίας τῆς ἀκριβοῦς καὶ ἀδιαπτώτου τὴν περὶ πάντων οἴσει ψῆφον.
 [07758]  ὥσπερ οὖν καὶ ὁ χρημάτων ὑπερορῶν δι' ἐκείνους, καὶ διὰ τοῦτο ποθεινὸς, ὅτι ἐλεήμων γίνεται καὶ φιλάνθρωπος.
 [09376]  ἐὰν κολάσῃ, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος ὤν.
 [09999]  ἵνα ἡμεῖς μάθωμεν πῶς ἐστι φιλάνθρωπος ὁ δίκαιος.
 [09999]  φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ.
000-00-00 Serial Number=0414395273
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00006]  Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε·
000-00-00 Serial Number=0888081908
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00215]  καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς, ἐπελθόντος τοῦ θανάτου καὶ ἄκων ἐκστήσῃ ἑτέροις αὐτῶν, κἂν οὕτω γενοῦ φιλάνθρωπος νῦν.
 [00514]  Οὗτος ὁ κληρονόμος γενναῖος, φιλάνθρωπος, χρηστὸς, δυνατὸς, πλούσιος·
000-00-00 Serial Number=0821941435
In illud In faciem ei restiti Ante [Go Back]  
 [00078]  Εἶτα περὶ τοὺς μαθητὰς οὕτω κηδεμὼν καὶ φιλάνθρωπος ὢν, περὶ τὸν συναπόστολον ἀπάνθρωπος ἐγένου;
000-00-00 Serial Number=0393104553
In illud Memor fui dei Ante [Go Back]  
 [00037]  Λοιπὸν ἀποκρίνεται ὁ φιλάνθρωπος Θεός·
000-00-00 Serial Number=0248890102
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00005]  Ὁ φιλάνθρωπος δεσπότης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Λόγος, ὁ ὅμοιος κατὰ πάντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ παναγίῳ, ἀφ' ὧν αὐτὸς διὰ φιλανθρωπίαν χαρίζεται, ἀπὸ τούτων καὶ ἡμᾶς εἰς φιλανθρωπίαν προσκαλεῖται·
000-00-00 Serial Number=0911208749
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00225]  Ὁ γὰρ διὰ τοῦτο τρέφων καὶ ποτίζων τὸν ἐχθρὸν, ἵνα ἄνθρακας σωρεύσῃ πυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, οὐχὶ φιλάνθρωπος καὶ χρηστὸς, ἀλλ' ὠμὸς καὶ ἀπηνὴς γένοιτ' ἂν, διὰ μικρᾶς εὐεργεσίας ἄφατον ἐμβαλὼν κόλασιν.
000-00-00 Serial Number=0422726929
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00218]  Τί οὖν πρὸς τοὺς οὕτω δια κειμένους ὁ φιλάνθρωπος Κύριος;
 [00285]  Ὡς φιλάνθρωπος κοινωνὸν ἐποιησάμην τῶν ἐμαυτοῦ.
000-00-00 Serial Number=0830250025
In illud Vidi dominum Ante [Go Back]  
 [00246]  Ἐπεὶ γάρ ἐστι φιλάνθρωπος καὶ μεγαλόδωρος καὶ χαίρει ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ, ἐπιτερπόμενος τοῖς καλοῖς ἡμῶν·
 [01002]  Τί οὖν ὁ φιλάνθρωπος;
000-00-00 Serial Number=0468947828
In latronem Ante [Go Back]  
 [00050]  Ὁ δὲ φιλάνθρωπος ∆εσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδότου τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ' ᾧ πάρει.
 [00072]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, ὁ δι' ἓν πρόβατον κατεληλυθὼς, τοῦ ἑνὸς προβάτου οὐ κατεφρόνησεν·
000-00-00 Serial Number=0906553149
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00132]  σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός·
000-00-00 Serial Number=0720140994
In operarios undecimae horae Ante [Go Back]  
 [00022]  Ταῦτα πάντα ἐνταῦθα παραγινομένῳ, ἐνθυμουμένῳ καὶ φοβουμένῳ καὶ τρέμοντι, εὐθὺς Χριστὸς ὁ φιλάνθρωπος δεσπότης προϋπαντᾷ, ὡς ὁ πατὴρ τῷ καταφαγόντι τὴν οὐσίαν τὴν πατρικὴν υἱῷ, καὶ λόγοις εὐσπλαγχνίας καὶ χρηστότητος γαληνιᾷ τοῦ χειμαζομένου τὸν κλύδωνα.
000-00-00 Serial Number=0337666035
In parabolam de filio prodigo Ante [Go Back]  
 [00008]  Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ ∆εσπότης Χριστὸς, ὁ φιλάνθρωπος Υἱὸς τοῦ φιλαν [59.516] θρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής·
 [00246]  Ἀλλ' οὐ πέφυκα, φιλάνθρωπος ὢν, ἀπάνθρωπόν τι διαπράξασθαι·
000-00-00 Serial Number=0997725189
In pharisaeum et meretricem Ante [Go Back]  
 [00062]  Ὁ γὰρ περὶ τὸν Φαρισαῖον τοιοῦτος φανεὶς, πάντως ἔσται καὶ περὶ ἐμὲ χρηστὸς καὶ φιλάνθρωπος.
 [00346]  ἀπάγγελλε τοῖς ἀπαντῶσι, πῶς ἀγαθός εἰμι καὶ φιλάνθρωπος·
000-00-00 Serial Number=0417144895
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00073]  Θαῤῥεῖτε, Νινευῗται, θαῤῥεῖτε, φιλάνθρωπος βασιλεὺς ἡμῖν πολεμεῖ·
000-00-00 Serial Number=0147594273
In principium indictionis [1] Ante [Go Back]  
 [00108]  οὗτος δεσπότης ἐκείνου, καὶ φιλάνθρωπος.
000-00-00 Serial Number=0427620649
In principium indictionis [2] Ante [Go Back]  
 [00072]  ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾷν παρεσκεύασεν, ὁ δὲ φιλάνθρωπος τὸ θαῤῥεῖν παρεκελεύετο λέγων·
000-00-00 Serial Number=0860917985
In principium jejuniorum Ante [Go Back]  
 [00105]  καὶ τότε φιλάνθρωπος·
000-00-00 Serial Number=0678396583
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00027]  ἄτρεπτος γέγονε καὶ ὁ φιλάνθρωπος, ἅνθρωπος·
 [00121]  Τί οὖν ὁ φιλάνθρωπος ∆ικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τῶν τρεχόντων τὸν τῆς μετανοίας δρόμον;
000-00-00 Serial Number=0061348975
In ramos palmarum [1] Ante [Go Back]  
 [00136]  Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου, ὁ Σωτὴρ κατὰ τοῦ λυμεῶνος, ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτο ρος, ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου.
000-00-00 Serial Number=0843827248
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00049]  Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους.
 [00081]  Ἀλλ' ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρ τίαν·
 [00338]  Ἀλλ' ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ ∆εσπότης πρὸς τὸν [50.735] δοῦλον, ὁ κηδεμὼν καὶ φιλάνθρωπος·
 [00372]  Λοιπὸν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ ∆εσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ ∆εσπότου σου.
000-00-00 Serial Number=0389886081
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00043]  οὐ συγκατέβης τοῖς ἀνθρώποις, ὡς μόνος φιλάνθρωπος;
000-00-00 Serial Number=0008728623
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00009]  Καὶ γὰρ μεγαλό δωρός ἐστι καὶ φιλάνθρωπος·
000-00-00 Serial Number=0568643868
In sanctum pascha [1] Ante [Go Back]  
 [00032]  Ἐπειδὴ δὲ Χριστὸς ὁ Θεὸς ἡμῶν θυσία προσηνέχθη, καὶ τὰ τῆς ἀναστάσεως προεχώρησε, περιῆρε δὲ τὰς προσηγορίας αὐτὰς ὁ φιλάνθρωπος ∆εσπότης, καὶ καινὴν καὶ ξένην πολι τείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον·
000-00-00 Serial Number=0077069521
In secundum domini adventum Ante [Go Back]  
 [00162]  Καὶ ἐὰν κολάσῃ, εὑρίσκεται κατὰ σὲ οὐκ ἔτι φιλάνθρωπος ὤν;
 [00231]  φιλάνθρωπος γάρ ἐστι, καὶ μακροθυμεῖ·
000-00-00 Serial Number=0674778402
In synaxim incorporalium Ante [Go Back]  
 [00007]  Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν·
000-00-00 Serial Number=0450194240
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00081]  Ἰησοῦς οὖν φιλάνθρωπος ὢν, τοῦ ἰδίου ποιήματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι ἡμᾶς, ἵνα ἡμᾶς καταδίκης ἐλευθερώσῃ.
000-00-00 Serial Number=0605819285
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00081]  Ἰησοῦς οὖν φιλάνθρωπος ὢν, τοῦ ἰδίου ποιήματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι' ἡμᾶς, ἵνα ἡμᾶς καταδίκης ἐλευθερώσῃ.
000-00-00 Serial Number=0130826473
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00124]  Εἶδες πῶς ὠμὸς ἦν πρὸ τούτου, πῶς φιλάνθρωπος ἐγένετο μετὰ ταῦτα;
 [00127]  Ὁρᾷς πῶς φιλάνθρωπος γέγονε καὶ ἥμερος καὶ συμπαθητικός;
000-00-00 Serial Number=0267657936
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00111]  φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός·
 [00326]  Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ δουλεύοντες, διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα πάντα τὰ εἰς ἡμᾶς παρορῶμεν ἁμαρτήματα, πολλῷ μᾶλλον ὁ φιλάνθρωπος καὶ ἀγαθὸς καὶ παντὸς καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλοφροσύνης, ἐν τῇ τῶν οἰκείων ἁμαρτημάτων συγχωρήσει, τὴν ἀμοιβὴν ἡμῖν ἀποδιδούς·
000-00-00 Serial Number=0659104466
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00113]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, καὶ ἡ ἄφατος ἀγαθότης, οὐκ ἠνείχετο τῆς αὐστηρότητος ταύτης·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»