0345-0407 - Iohannes Chrysostomus - De paenitentia et in lectionem de Davide et de uxore Uriae
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De paenitentia et in lectionem de Davide et de uxore Uriae

[00001]    ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

64.11

[00002]    Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος ∆αυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος.

[00003]    Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν.

[00004]    ∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα.

[00005]    Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν;

[00006]    Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος·

[00007]    ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν·

[00008]    Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

[00009]    Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.

[00010]    Ἀλλὰ λέγεις, Τῆς Παλαιᾶς ∆ιαθήκης ἐστί.

[00011]    Καὶ τί πρὸς τὴν τῶν ἁγίων Εὐαγγελίων ἀνάγνωσιν;

[00012]    ὅπου τὰ θαύματα τῆς τοῦ Χριστοῦ παρουσίας ἀνακηρύττεται·

[00013]    ὅπου Θεὸς τοῖς ἀνθρώποις συναναμίγνυται, καὶ θάνατος λόγῳ καταλύεται·

[00014]    ὅπου δαίμονες ἐξ ἐπιτάγματος φυγαδεύονται, καὶ λεπροὶ λόγῳ καθαρίζονται·

[00015]    ὅπου τυφλοὶ τὸ λεῖπον τῆς φύσεως πηλῷ θεραπεύονται, καὶ πεντακισχίλιοι κατὰ τὴν ἔρημον ἐκ πέντε ἄρτων διατρέφονται·

[00016]    ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται·

[00017]    ὅπου τὰ τοῦ Ἰορδάνου ῥεῖθρα πρὸς ἁγιασμὸν τῶν ἡμετέρων ψυχῶν ἁγιάζεται, καὶ μονογενὴς Υἱὸς παρὰ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται·

[00018]    ὅπου τὴν ζωὴν ἡμῶν Χριστὸς ἀνακαινίζει, καὶ ἀνακαινίζων πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων ἀνακηρύττων λέγει·

[00019]    Μακάριοι οἱ [64.12] πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

[00020]    Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται;

[00021]    Ἀλλ' ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγινώσκομεν τῆς ἑβδομάδος.

[00022]    Ἀλλ' ἐρεῖς, ὅτι βασιλικοὺς στεφάνους οὐ χρὴ καθ' ἑκάστην ἡμέραν δημοσιεῦσαι.

[00023]    Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥήτορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματικῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα·

[00024]    τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον·

[00025]    τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι;

[00026]    Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν·

[00027]    ἀλλὰ πρὸς τὴν ἀνάγνωσιν μόνον τὸν νοῦν ἀνατείναντες, ταύτῃ μόνῃ κατὰ τὸν καιρὸν ἐκεῖνον στοιχοῦμεν.

[00028]    Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον ∆αυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν ἀνακηρύττεσθαι;

[00029]    πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στόματος φέρομεν.

[00030]    Ἐν ἐκκλησίᾳ παννυχίδες, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ·

[00031]    ἐν ὀρθριναῖς ὑμνολογίαις καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ·

[00032]    ἐν τοῖς σκηνώμασι τῶν νεκρῶν προπομπαὶ, καὶ πρῶτος καὶ τελευταῖος ὁ ∆αυΐδ·

[00033]    ἐν ταῖς οἰκίαις τῶν παρθένων ἱστουργίαι, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ.

[00034]    Ὢ τῶν παραδόξων πραγμάτων! πολλοὶ μήτε γραμμάτων πεῖραν τὴν ἀρχὴν εἰληφότες, ἐκμαθόντες, ὅλον τὸν ∆αυῒδ ἀποστηθίζουσιν.

[00035]    Ἀλλ' οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ.

[00036]    Ἐν μοναστηρίοις χορὸς ἅγιος ταγμάτων ἀγγελικῶν, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ·

[00037]    ἐν ἀσκητηρίοις παρθένων ἀγέλαι τῶν τὴν Μαριὰμ [64.13] μιμουμένων, καὶ πρῶτος, καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ·

[00038]    ἐν ἐρημίαις ἄνδρες ἐσταυρωμένοι προσομιλοῦντες τῷ Θεῷ, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ.

[00039]    Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται·

[00040]    καὶ ∆αυῒδ μόνος ἐφίσταται, καὶ τοὺς τοῦ Θεοῦ δούλους εἰς ἀγγελικὰς παννυχίδας διεγείρει, τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῶν, τὸν ἡμέτερον βίον κατὰ πάντα διακοσμῶν, καὶ τοῖς πᾶσι τὰ πάντα γινόμενος, καὶ διὰ πάντων τὸν ἡμέτερον βίον ἀγγελικὸν ἐργαζόμενος·

[00041]    παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων·

[00042]    Ἐξομολογεῖσθε τῷ Θεῷ, ὅτι ἀγαθός·

[00043]    τοὺς κατορθώσαντας ἐκ μετανοίας ἀσφαλιζόμενος καὶ λέγων·

[00044]    Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς·

[00045]    τοὺς τὰς εὐεργεσίας δεξαμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων·

[00046]    Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

[00047]    τοὺς πολλάκις ἁμαρτάνοντας εἰς ἐξομολόγησιν ἀνακαλούμενος καὶ λέγων·

[00048]    Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;

[00049]    τοὺς ἐπιζητοῦντας ἐλεημοσύνην παρὰ τοῦ Θεοῦ διδάσκων καὶ λέγων·

[00050]    Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου·

[00051]    τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφαλιζόμενος καὶ λέγων·

[00052]    Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου·

[00053]    τοὺς εἰς δικαστήριον ἑλκομένους διδάσκων καὶ λέγων·

[00054]    Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων·

[00055]    τοὺς φοβουμένους ἐχθρῶν ἐπανάστασιν νουθετῶν καὶ λέγων·

[00056]    Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός·

[00057]    τοὺς ὑπομένοντας καὶ εὐεργετουμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων·

[00058]    Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

[00059]    Ὢ μεγάλης κιθάρας, τὰς ψυχὰς τῶν ἀνθρώπων τῆς οἰκουμένης, ὥσπερ νευράς τινας, εἰς μίαν ἐξομολογίαν ἀνακρουομένης! Καὶ πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἤθη τῶν ἀνθρώπων διακοσμῶν, καὶ τοὺς λόγους τῶν ἐγκωμίων ὑπερνικῶν, ὁ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς συστησάμενος, καὶ τῇ τῶν ἀγγέλων εὐφημίᾳ κατ' οὐρανὸν στεφανούμενος·

[00060]    πῶς συνεχωρήθη τὰ δύο κεφάλαια τῶν ἁμαρτημάτων ἐξολισθῆσαι;

[00061]    Τὰ γὰρ κεφάλαια τῶν ἁμαρτημάτων, Οὐ φονεύσεις, οὐ μοιχεύσεις·

[00062]    καὶ πρὸς τὰ δύο ταῦτα κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι.

[00063]    ∆ιὰ τοῦτο πολλάκις κατ' ἐμαυτὸν γενόμενος, καὶ ταῦτα λογισάμενος ἐξέστην τῇ διανοίᾳ·

[00064]    καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυμίαις, διανοουμένου καὶ λέγοντος·

[00065]    Πῶς ὁ τοσούτοις ἀγαθοῖς κατακεκοσμημένος ἀνὴρ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ πατήρ·

[00066]    δοῦλος κατὰ φύσιν, πατὴρ κατὰ σάρκα·

[00067]    Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυΐδ·

[00068]    ὁ ταῖς ἀρεταῖς μᾶλλον ἢ τῷ διαδήματι κατακοσμούμενος·

[00069]    ὁ τὴν ἁλουργίδα περιβεβλημένος, καὶ ταπεινοφροσύνην ἠμφιεσμένος καὶ λέγων·

[00070]    Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ·

[00071]    εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον·

[00072]    ὁ τοὺς τῆς ἀνεξικακίας ὅρους στεφανώσας καὶ λέγων·

[00073]    Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά·

[00074]    ὁ μὴ μόνον ὑπερηφανίαν ἀποσειόμενος, ἀλλὰ καὶ τοὺς ὑπερηφάνους ἀποστρεφόμενος καὶ λέγων·

[00075]    Οὐ κατοικεῖ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου·

[00076]    ὁ λέγων μετὰ παῤῥησίας τῷ Θεῷ·

[00077]    Ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.

[00078]    Καὶ τί λέγω;

[00079]    διὰ τί ταῖς αὐτοῦ μαρτυρίαις κέχρημαι;

[00080]    Καὶ πολλάκις τινὲς λέγουσιν·

[00081]    Οὐκ ἐστιν ἀξιόπιστος ἑαυτῷ μαρτυρῶν·

[00082]    ἕτερος μαρτυρήσῃ τοῖς τούτου κατορθώμασιν, ἕτερος αὐτοῦ τοὺς στεφάνους ἀνακηρυττέτω, ἕτερος τῷ βίῳ τούτου μαρτυρείτω, ἵνα καὶ γένηται μᾶλλον ἀξιόπιστος ἡ μαρτυρία.

[00083]    Καὶ τίνα ἔχομεν ἀξιοπιστότερον τοῦ Θεοῦ τοῦ λέγοντος·

[00084]    Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ [64.14] τὴν καρδίαν μου.

[00085]    Τί ταύτης τῆς μαρτυρίας ἀσφαλέστερον;

[00086]    Καὶ πῶς ὁ τοσούτοις κομῶν κατορθώμασιν, ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ μαρτυρούμενος, πῶς εἰς τὰ κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι;

[00087]    Οὐ φονεύσεις, οὐ μοιχεύσεις·

[00088]    καὶ φονεὺς καὶ μοιχὸς ὁ Προφήτης τοῦ Θεοῦ;

[00089]    Τοῦτο γὰρ ὑμῖν σήμερον ἀνεγνώσθη τὸ χωρίον.

[00090]    Οὐ διαβάλλω τὸν Προφήτην, μὴ γένοιτο, ἀλλὰ τὴν ὑμετέραν ζωὴν ἀσφαλίζομαι, ἵνα ὅταν πολλὰ κατορθώσῃς, ἀσφαλίσῃς σαυτὸν, ἵνα μὴ πέσῃς.

[00091]    Οὕτω γὰρ καὶ ὁ Ἀπόστολος ἔλεγεν·

[00092]    Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.

[00093]    ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἔλεγε συνεχέστερον ὁ ∆αυΐδ·

[00094]    Εἰς τὸ τέλος μὴ διαφθείρῃς·

[00095]    διὰ τοῦτο καὶ αὐτὸς προσευχόμενος ἔλεγε·

[00096]    Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με.

[00097]    Τίνος οὖν ἕνεκεν εἰς τοσαύτην ἁμαρτίαν συνεχωρήθη κατενεχθῆναι;

[00098]    Τριῶν ἕνεκεν πραγμάτων·

[00099]    ποίων, ἐγὼ λέγω·

[00100]    μόνον σὺ πρόσεχε μετὰ πάσης ἀκριβείας.

[00101]    Πρῶτον διὰ τὸ τοὺς δικαίους ἀσφαλίζεσθαι περὶ τῆς οἰκείας ζωῆς, ἢ τοὺς ἀσκητὰς ἢ τοὺς ἐρημίτας, καὶ μὴ λέγειν, Πολλὰ κατώρθωσα, πολλαῖς ἀρεταῖς κατακεκόσμημαι·

[00102]    νηστεύω, ἀγρυπνῶ, εὔχομαι, δακρύω, σάκκον περιβέβλημαι, τὸ σῶμά μου ταῖς ἀσκήσεσι κατεμάρανα·

[00103]    οὐκ ἔτι φοβοῦμαι τὰς ἐπαναστάσεις τοῦ διαβόλου, κατώρθωταί μοι λοιπὸν τὰ τῶν στεφάνων.

[00104]    Μὴ πλανῶ, ἄνθρωπε, μὴ ἐπαρθῇς τῇ διανοίᾳ·

[00105]    οὐκ ἐποίησας πλέον τοῦ ∆αυΐδ·

[00106]    ἄκουσον αὐτοῦ λέγοντος·

[00107]    Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον·

[00108]    καὶ πάλιν, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου.

[00109]    Ἄκουσον αὐτοῦ περὶ τῆς ἀγρυπνίας λέγοντος·

[00110]    Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι·

[00111]    καὶ πάλιν, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε·

[00112]    ἄκουσον αὐτοῦ περὶ δακρύων λέγοντος·

[00113]    Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου·

[00114]    λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου·

[00115]    ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·

[00116]    ἄκουσον αὐτοῦ περὶ ἀσκήσεως λέγοντος·

[00117]    Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

[00118]    Καὶ τί σοι λέγω τὰ τοῦ προφήτου ∆αυΐδ;

[00119]    ἄκουσον πάλιν τῆς μαρτυρίας τοῦ Θεοῦ τῆς λεγούσης·

[00120]    Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου.

[00121]    Καὶ ὅμως μετὰ τοσαῦτα κατορθώματα εἰς τοιαῦτα κατηνέχθη σφάλματα.

[00122]    Μὴ οὖν θαρσήσῃς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχόμενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν·

[00123]    Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.

[00124]    Ἰδοὺ τὸ πρῶτον αἴτιον·

[00125]    λάμβανε καὶ τὸ δεύτερον·

[00126]    ἵνα μὴ οἱ ἁμαρτωλοὶ ἀπογινώσκωσιν ἑαυτῶν, ἀλλ' εἴ τις καὶ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνῃ, ἵνα καθ' ἑκάστην ἡμέραν ἐξομολογῆται.

[00127]    Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι·

[00128]    οὐδὲν γὰρ χεῖρον ἀπογνώσεως.

[00129]    Ἐάν τις ἀπογνῷ ἁμαρτίας ἁμαρτήσας, οὐκ ἔτι εἰς ἴασιν ἐπιτρέχει.

[00130]    Οὐχ ὁρᾷς τοὺς ἰατρούς;

[00131]    ἐὰν ἀπογνῶσι τίνος, οὐκ ἔτι προσάγουσι θεραπείαν, ἀλλὰ λέγουσι τῷ ἀσθενεῖ·

[00132]    Εἴ τι θέλεις δοῦναι ἡμῖν, οὐ λαμβάνομεν·

[00133]    οὐκ ἔτι γὰρ ἐπιδέχεται τὸ νόσημα τοῦτο θεραπείαν·

[00134]    ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης.

[00135]    Ταῦτα λέγουσιν ἀπαγορεύοντες·

[00136]    ἀλλ' ἐὰν προσδοκήσωσιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα πρὸς σωτηρίαν τοῦ νοσοῦντος.

[00137]    Οὕτως ἐὰν ἀπογνῷ τις τῆς ἁμαρτίας, ὅτι οὐκ ἔστι τῷ μετανοοῦντι σωτηρία, εἰς μείζονα κακὰ ἑαυτὸν ὠθεῖ.

[00138]    ∆ιὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς.

[00139]    Τοῦτο δὲ λέγω, οὐ προτρεπόμενος εἰς τὸ ἁμαρτάνειν, ἀλλὰ τοὺς ἁμαρτάνοντας εἰς ἐξομολόγησιν προσκαλούμενος·

[00140]    ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει.

[00141]    Τί γὰρ μεῖζον φόνου καὶ μοιχείας;

[00142]    καὶ ὅμως ἄκουσον τοῦ Προφήτου λέγοντος, αὐτοῦ τοῦ ἁμαρτήσαντος·

[00143]    Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

[00144]    ∆ιὰ τοῦτο καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐπιδημήσας συνεχώρησεν·

[00145]    τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ [64.15] βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίηκεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ' ἐξομολογούμενος τὴν θεραπείαν ὑποδέξῃ.

[00146]    Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

[00147]    Ἰδοὺ δεύτερον αἴτιον·

[00148]    λάβε καὶ τὸ τρίτον.

[00149]    Ἔμελλεν ὁ Σωτὴρ ἡμῶν ἐπιδημεῖν κατὰ τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν, καὶ τὸ φύραμα τῆς ἡμετέρας σαρκὸς ἀναλαμβάνειν, καὶ μετὰ τῶν ἀνθρώπων συναναστρέφεσθαι·

[00150]    ἀλλ' ἐπειδὴ Θεὸς ἦν καὶ μόνος ἀναμάρτητος, συνεχώρησε τοῖς δικαίοις, κατὰ τὴν οἰκείαν προαίρεσιν ἀνθρωπίνοις σφάλμασι περιπεσεῖν·

[00151]    οὐκ αὐτὸς εἰς αὐτὴν αὐτοὺς καλέσας τὴν ἁμαρτίαν, ἀλλὰ προαιρέσει συγχωρήσας ὁδεύειν κατὰ τὸν ἴδιον σκοπόν.

[00152]    Οὕτω γοῦν καὶ Ἀβραὰμ ἥμαρτεν ἀπιστήσας, καὶ διὰ τοῦτο τιμωρίαν ἐδέξατο παρὰ τοῦ Θεοῦ·

[00153]    Καὶ δουλεύσει τὸ σπέρμα σου ἔτη τετρακόσια.

[00154]    Καὶ πάλιν ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν, ὅτε τὸ ὕδωρ ἐκ πέτρας τοῖς ἀχαρίστοις ἐδωρήσατο·

[00155]    καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ Θεός·

[00156]    Καὶ ἴδῃς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὐκ εἰσελεύσῃ ἐν αὐτῇ.

[00157]    Οὕτω καὶ τούτῳ συνεχώρησεν εἰς ἁμαρτίαν ἐμπεσεῖν, ἵνα μόνος αὐτὸς ἐν ἀνθρωπίνῳ σώ [64.16] ματι ἀναμάρτητος εὑρεθῇ.

[00158]    ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ, ὅτε λοιπὸν εἰς τὴν ἐξομολόγησιν ἦλθε τοῦ ἁμαρτήματος, τοῦτο ἔλεγε τῷ Θεῷ·

[00159]    Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.

[00160]    ∆ιὰ τί;

[00161]    Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

[00162]    Ἐν τῷ τὴν ἡμέραν ἐκείνην ἐλθεῖν φησίν·

[00163]    ἐκεῖ φανῆναι ἡμέτερον φύραμα, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ·

[00164]    Κάθου γὰρ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

[00165]    Ἐν ἐκείνῃ τοίνυν τῇ ἡμέρᾳ φανεῖται καὶ τὸ σῶμα, ὅπερ ἀνέλαβεν ἐκ τῆς ἡμετέρας φύσεως, ἀνθρώπων εἰσπραττομένων.

[00166]    Ἄνω σῶμα καὶ κάτω σῶμα·

[00167]    Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν.

[00168]    Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ' ἔστι τὸ ἡμέτερον·

[00169]    τὸ δὲ ἁμαρτίαν μὴ πεποιηκὸς, ἀλλὰ τὰς δίκας τῶν ἁμαρτημάτων εἰσπραττόμενον θεῖόν ἐστι.

[00170]    ∆ιὰ τοῦτο Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

[00171]    Πῶς;

[00172]    Ἐπειδήπερ, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

[00173]    Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00174]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De paenitentia et in lectionem de Davide et de uxore Uriae
Litterarum Omnium Conspectus: 127 Litterae, quae repetitae sunt in 10,798 occasionibus



α

0945 

832   

Α

0913 

6   

β

0946 

42   

Β

0914 

1   

γ

0947 

181   

Γ

0915 

1   

δ

0948 

159   

Δ

0916 

0   

ε

0949 

530   

Ε

0917 

9   

ζ

0950 

24   

Ζ

0918 

0   

η

0951 

153   

Η

0919 

1   

θ

0952 

120   

Θ

0920 

25   

ι

0953 

399   

Ι

0921 

6   

κ

0954 

385   

Κ

0922 

28   

λ

0955 

277   

Λ

0923 

2   

μ

0956 

376   

Μ

0924 

11   

ν

0957 

907   

Ν

0925 

7   

ξ

0958 

39   

Ξ

0926 

0   

ο

0959 

794   

Ο

0927 

23   

π

0960 

289   

Π

0928 

19   

ρ

0961 

424   

Ρ

0929 

3   

ς

0962 

478   

΢

0930 

0   

σ

0963 

405   

Σ

0931 

9   

τ

0964 

827   

Τ

0932 

19   

υ

0965 

210   

Υ

0933 

8   

φ

0966 

78   

Φ

0934 

0   

χ

0967 

66   

Χ

0935 

9   

ψ

0968 

11   

Ψ

0936 

1   

ω

0969 

164   

Ω

0937 

4   

8164 

2   

 

  

0   

8165 

4   

8172 

   



 ά 

 8049 

 138 

 έ 

 8051 

 149 

 ή 

 8053 

 53 

 ί 

 8055 

 187 

 ό 

 8057 

 86 

 ύ 

 8059 

 87 

 ώ 

 8061 

 39 

 ὰ 

 8048 

 104 

 ὲ 

 8050 

 14 

 ὴ 

 80852 

 78 

 ὶ 

 8054 

 165 

 ὸ 

 8056 

 114 

 ὺ 

 8058 

 35 

 ὼ 

 8060 

 1 

 ᾶ 

 8118 

 7 

   

   

 0 

 ῆ 

 8134 

 50 

 ῖ 

 8150 

 58 

   

   

 0 

 ῦ 

 8166 

 108 

 ῶ 

 8182 

 85 

 ἀ 

 7936 

 121 

 ἐ 

 7952 

 127 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 56 

 ὀ 

 8000 

 3 

 ὐ 

 8016 

 71 

 ὠ 

 8032 

 2 

 ἁ 

 7937 

 34 

 ἑ 

 7953 

 18 

 ἡ 

 7969 

 30 

 ἱ 

 7985 

 9 

 ὁ 

 8001 

 39 

 ὑ 

 8017 

 22 

 ὡ 

 8033 

 2 

 ἂ 

 7938 

 5 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 5 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 2 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 16 

 ἔ 

 7956 

 21 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 8 

 ὄ 

 8004 

 0 

 ὔ 

 8020 

 1 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 9 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 8 

 ὅ 

 8005 

 25 

 ὕ 

 8021 

 10 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 3 

 ἶ 

 7990 

 1 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 2 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 7 

   

   

 0 

 ῃ 

 8131 

 27 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 13 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 15 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 34 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De paenitentia et in lectionem de Davide et de uxore Uriae
Verborum Omnium Conspectus: 911Verba, quae repetita sunt in 1,279,088 occasionibus



[00025]
Ἀβραὰμ [00152]
ἀγαθοῖς [00065]
ἀγαθὸς [00146]
ἀγαθός [00042]
ἀγαπῶσι [00005]
ἀγγελικὰς [00040]
ἀγγελικὸν [00040]
ἀγγελικῶν [00036]
ἀγγέλων [00059] [00059]
ἀγέλαι [00037]
ἁγιάζεται [00017]
ἁγιασμὸν [00017]
ΑΓΙΟΙΣ [00001]
ἅγιος [00036]
ἁγίων [00011]
ἀγνοίας [00044]
ἀγροῖς [00035]
ἀγρυπνίας [00109]
ἀγρυπνῶ [00102]
ἄδικα [00075]
ἀδικία [00073] [00077]
αἴτιον [00124] [00147]
αἰῶνα [00146]
αἰῶνας [00173]
αἰώνων [00173]
ἀκοὴν [00003] [00004]
ἄκουσον [00106] [00112] [00116] [00119] [00142]
Ἄκουσον [00109]
ἀκριβείας [00100]
ἄκρων [00138]
ἁλιέα [00023]
ἀλλ [00126] [00136] [00145] [00150]
Ἀλλ [00021] [00022] [00035]
ἀλλὰ [00027] [00035] [00071] [00074] [00090] [00122] [00131] [00139] [00151] [00169]
Ἀλλὰ [00010] [00168]
ἁλουργίδα [00069]
ἁμαρτάνειν [00139]
ἁμαρτάνῃ [00126]
ἁμαρτάνῃς [00127] [00138]
ἁμαρτάνοντας [00047] [00139]
ἁμαρτάνων [00145]
ἁμαρτήματος [00158]
ἁμαρτημάτων [00060] [00061] [00062] [00086] [00138] [00140] [00144] [00169]
ἁμαρτήσαντος [00142]
ἁμαρτήσας [00129]
ἁμαρτίαις [00168]
ἁμαρτίαν [00097] [00151] [00157] [00169] [00172]
ἁμαρτίας [00129] [00137]
Ἁμαρτίας [00044]
ἁμαρτωλοὶ [00126]
ἁμαρτωλοὺς [00041]
Ἀμήν [00174]
ἂν [00161] [00164] [00170]
ἀναγινώσκομεν [00021] [00026]
ἀνάγνωσιν [00011] [00027]
ἀνάγνωσμα [00001]
ἀνακαινίζει [00018]
ἀνακαινίζων [00018]
ἀνακαλούμενος [00047]
ἀνακηρύττεσθαι [00028]
ἀνακηρύττεται [00012] [00017]
ἀνακηρυττέτω [00082]
ἀνακηρύττων [00007] [00018]
ἀνακρουομένης [00059]
ἀναλαμβάνειν [00149]
ἀναμάρτητος [00150] [00157]
ἀναπτύσσομεν [00009]
ἀνατείναντες [00027]
ἄνδρα [00084] [00120]
ἄνδρες [00038]
ἀνεγείρει [00035]
ἀνεγνώσθη [00002] [00089]
ἀνέλαβεν [00165]
ἀνεξικακίας [00072]
ἀνὴρ [00065]
ἄνθρωπε [00104]
ἀνθρωπίνοις [00150]
ἀνθρωπίνῳ [00157]
ἄνθρωποι [00039]
ἀνθρώποις [00013]
ἀνθρώπους [00040]
ἀνθρώπῳ [00025]
ἀνθρώπων [00018] [00054] [00059] [00059] [00149] [00165]
ἀνομίαν [00143]
ἀνομίας [00048]
ἀνταπέδωκα [00073]
ἀνταπέδωκέ [00046]
ἀνταποδιδοῦσί [00073]
ἀνταποδώσω [00046]
ἀντὶ [00029]
Ἄνω [00166]
ἄνωθεν [00007]
ἀξιόπιστος [00081] [00082]
ἀξιοπιστότερον [00083]
ἀοίκητον [00035]
ἀπαγορεύοντες [00135]
ἅπαξ [00009] [00021]
ἀπιστήσας [00152]
ἀπογεγαλακτισμένον [00071]
ἀπογινώσκωσιν [00126]
ἀπογνῷ [00129] [00137]
ἀπογνῷς [00145]
ἀπογνώσεως [00128]
ἀπογνῶσι [00131]
ἀποῤῥίψῃς [00052]
ἀποσειόμενος [00074]
ἀποστηθίζουσιν [00034]
ἀπόστολον [00023] [00145]
Ἀπόστολος [00091]
Ἀποστόλου [00122]
ἀποστρεφόμενος [00074]
ἀρεταῖς [00068] [00101]
ἁρπαγέντα [00024]
ἄρτον [00117]
ἄρτων [00015]
ἀρχῇ [00008]
ἀρχὴν [00034]
ἀρχῆς [00007]
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ [00001]
ἀσέβειαν [00143]
ἀσθενεῖ [00131]
ἀσκήσεσι [00102]
ἀσκήσεως [00116]
ἀσκητὰς [00101]
ἀσκητηρίοις [00037]
ἄστρων [00016]
ἀσφάλειαν [00041]
ἀσφαλέστερον [00085]
ἀσφαλίζεσθαι [00101]
ἀσφαλίζομαι [00090]
ἀσφαλιζόμενος [00043] [00051]
ἀσφαλίζου [00122]
ἀσφαλίσῃς [00090]
αὐτῇ [00156]
αὐτὴν [00151]
αὐτὸ [00009]
αὐτοὶ [00020]
αὐτὸν [00004] [00028] [00029] [00155]
αὐτὸς [00093] [00095] [00151] [00157]
αὐτοῦ [00026] [00079] [00082] [00106] [00109] [00112] [00116] [00142] [00146] [00172]
αὑτοῦ [00003] [00149]
αὐτοὺς [00108] [00151]
Αὐτῷ [00173]
αὐτῶν [00019]
ἀφῆκας [00143]
ἀχαρίστοις [00154]


βάθος [00039]
βασιλεία [00019]
βασιλείας [00025]
βασιλεὺς [00065]
βασιλικοὺς [00022]
βεβαρημένον [00168]
βιβλίον [00009]
βίβλον [00005]
Βίβλος [00067]
βίον [00040] [00040]
βίῳ [00082]
βλάσφημον [00145]
βλεπέτω [00092] [00123]
βρέξω [00115]


γὰρ [00003] [00029] [00061] [00067] [00089] [00091] [00093] [00128] [00133] [00141] [00164] [00167]
γέγονε [00138]
γενέσεως [00067]
γένηται [00082]
γένοιτο [00090]
γενόμενος [00063]
γένους [00018]
γῆν [00008] [00035] [00040] [00156]
γήρως [00096]
γῆς [00059]
γινόμενος [00040]
γνωρίζων [00007]
γόνατά [00107]
γοῦν [00152]
γραμμάτων [00034]
γραφὰς [00005]


δαίμονες [00014]
δάκρυσί [00115]
δακρύω [00102]
δακρύων [00112]
∆αυῒδ [00001] [00002] [00005] [00028] [00034] [00040] [00084] [00120] [00158]
∆αυΐδ [00030] [00031] [00032] [00033] [00036] [00037] [00038] [00067] [00093] [00105] [00118]
δὲ [00003] [00005] [00139] [00169]
δεήσεώς [00058]
δεκατεσσάρων [00023]
δεξαμένους [00045]
δεξιᾷ [00163]
δεξιῶν [00164]
δεύτερον [00009] [00021] [00125] [00147]
δεχόμενος [00122]
δημοσιεῦσαι [00022]
δι [00107]
∆ιὰ [00004] [00063] [00093] [00138] [00144] [00158] [00160] [00170]
διὰ [00003] [00023] [00023] [00026] [00029] [00040] [00079] [00095] [00101] [00152] [00155]
διαβάλλω [00090]
διαβόλου [00103]
διαδήματι [00068]
∆ιαθήκῃ [00005]
∆ιαθήκης [00010]
διακοσμῶν [00040] [00059]
διανοίᾳ [00005] [00063] [00104]
διανοουμένου [00064]
διατρέφονται [00015]
διαφθείρῃς [00094]
διδάσκαλος [00002]
διδάσκων [00049] [00053]
διεγείρει [00040]
διεγείρων [00045] [00057]
δικαίοις [00150]
δικαιοσύνην [00020]
δικαίους [00101]
δικαιωθῇς [00161] [00170]
δίκας [00169]
δικαστήριον [00053]
δικτύων [00023]
δὶς [00026]
διψῶντες [00020]
δοκῶν [00092] [00123]
δόλος [00172]
δόξα [00173]
δοξάσας [00154]
δουλεύσει [00153]
δοῦλος [00065] [00066]
δούλους [00040]
δοῦναι [00132]
δύο [00060] [00062]
δωρούμενος [00041]


ἐὰν [00131] [00136] [00137] [00138]
Ἐὰν [00048]
Ἐάν [00129]
ἑαυτὸν [00137] [00138]
ἑαυτῷ [00081]
ἑαυτῶν [00126]
ἑβδομάδος [00009] [00021] [00026]
ἐγκαταλίπῃς [00096]
ἐγκωμίων [00059]
ἐγὼ [00099]
ἐδέξατο [00152]
ἐδωρήσατο [00154]
Εἴ [00132]
εἰ [00071] [00073] [00073] [00073]
εἴ [00126]
εἰληφότες [00034]
Εἶπα [00143]
εἰπεῖν [00028]
εἰργάσατο [00145]
Εἰς [00094]
εἰς [00001] [00016] [00023] [00024] [00035] [00040] [00041] [00041] [00045] [00047] [00051] [00053] [00057] [00059] [00086] [00097] [00121] [00129] [00137] [00138] [00139] [00139] [00145] [00146] [00151] [00157] [00158] [00167] [00173]
εἰσελεύσῃ [00156]
εἰσήγαγε [00145]
εἰσήκουσε [00058]
εἰσοικίζεται [00016]
εἰσπραττόμενον [00169]
εἰσπραττομένων [00165]
ἐκ [00015] [00043] [00056] [00154] [00164] [00165]
ἑκάστην [00004] [00009] [00022] [00028] [00114] [00122] [00126] [00126]
ἐκεῖ [00163]
ἐκείνῃ [00165]
ἐκείνην [00162]
ἐκεῖνον [00027]
ἐκίρνων [00117]
ἐκκλησίᾳ [00030]
ἐκκλησίαις [00035]
ἐκκλησίαν [00009]
ἐκλάμπει [00035]
ἐκμαθόντες [00034]
Ἐκοπίασα [00113]
ἔλαιον [00107]
ἔλεγε [00093] [00095] [00158]
ἔλεγεν [00007] [00091]
ἐλεημοσύνην [00049]
Ἐλέησόν [00050]
ἔλεός [00050]
ἔλεος [00146]
ἐλθεῖν [00162]
ἑλκομένους [00053]
ἐμαυτὸν [00005] [00063]
ἐμέ [00070]
ἐμελέτησαν [00005]
Ἔμελλεν [00149]
ἐμετεωρίσθησαν [00070]
ἐμοὶ [00077]
Ἐμοὶ [00005]
ἐμοῦ [00143]
ἐμπεσεῖν [00157]
ἐν [00005] [00005] [00031] [00032] [00033] [00035] [00035] [00035] [00037] [00038] [00064] [00070] [00070] [00073] [00075] [00077] [00108] [00113] [00115] [00156] [00157] [00161] [00161] [00163] [00170] [00170] [00172]
Ἐν [00008] [00030] [00036] [00108] [00162] [00165]
ΕΝ [00001]
ἐνεδυόμην [00108]
ἕνεκεν [00005] [00097] [00098]
ἐνίκησεν [00134]
ἐννοήσῃς [00138]
ἔνσαρκον [00149]
ἐνώπιόν [00159]
ἐνώπιον [00075]
ἐξ [00007] [00014]
Ἐξαγορεύσω [00143]
ἐξαλείφει [00140]
ἐξεγειρόμην [00110]
ἐξεκέντησαν [00167]
Ἐξελοῦ [00056]
ἐξέστην [00005] [00063]
ἐξολισθῆσαι [00060]
Ἐξομολογεῖσθε [00042] [00146]
ἐξομολόγησαι [00127]
ἐξομολογήσασθαί [00110]
ἐξομολόγησιν [00047] [00138] [00139] [00158]
ἐξομολογῆται [00126]
ἐξομολογίαν [00059]
ἐξομολογούμενος [00145]
ἐξὸν [00025]
ἐπαγγελίας [00156]
ἐπαναστάσεις [00103]
ἐπανάστασιν [00055]
ἐπαρθῇς [00104]
Ἐπεὶ [00026]
ἐπειδὴ [00140] [00150]
Ἐπειδήπερ [00172]
ἐπέρχεται [00005]
ἐπὶ [00005] [00059]
ἐπιδέχεται [00133]
ἐπιδημεῖν [00149]
ἐπιδημήσας [00144]
ἐπιζητοῦντας [00049]
ἐπιστολὴν [00026]
ἐπιστολῶν [00023]
ἐπιτάγματος [00014]
ἐπιτρέχει [00129]
ἐποίησα [00073] [00159]
ἐποίησας [00105]
ἐποίησεν [00008] [00172]
ἐπορεύθην [00070]
Ἑπτάκις [00111]
Ἐπύρωσάς [00077]
ἐργαζόμενος [00040] [00040]
ἐρεῖς [00022]
ἐρημίαις [00035] [00038]
ἐρημίτας [00101]
ἔρημον [00015]
ἐσαλεύθη [00064]
ἑστάναι [00092] [00123]
ἐσταυρωμένοι [00038]
ἐστὶ [00009]
ἐστί [00010]
ἐστι [00169]
ἔστι [00137] [00168]
ἐστιν [00019] [00081]
ἔστιν [00073]
ἐταπείνουν [00108]
ἐταπεινοφρόνουν [00071]
ἕτερος [00082] [00082] [00082]
ἔτη [00153]
ἔτι [00103] [00129] [00131] [00133]
εὐαγγελιστὴν [00145]
Εὐαγγελίων [00011]
εὐεργεσίας [00045]
εὐεργετουμένους [00057]
εὑρέθη [00077] [00172]
εὑρεθῇ [00157]
εὑρίσκεται [00016]
Εὗρον [00084] [00120]
εὐφημίᾳ [00059]
εὐφραινώμεθα [00004]
εὐχαριστίαν [00045] [00057]
εὔχομαι [00102]
ἔφαγον [00117]
ἐφίσταται [00040]
ἐχθρούς [00164]
ἐχθρῶν [00055] [00056]
ἔχομεν [00083]
ἔχω [00028]
ἕως [00024] [00096] [00164]


ζωὴν [00018] [00090]
ζωῆς [00101]


[00004] [00019] [00028] [00070] [00082] [00107] [00134] [00173]
[00009] [00021] [00068] [00101] [00101]
ἤθη [00059]
ἦλθε [00158]
ἡλικίαν [00035]
ἠλλοιώθη [00107]
ἥμαρτεν [00152]
ἥμαρτον [00159]
ἡμέρᾳ [00165]
ἡμέραν [00004] [00022] [00028] [00122] [00126] [00126] [00162]
ἡμέρας [00111]
ἡμετέρας [00149] [00165]
ἡμέτερον [00040] [00040] [00163] [00168]
ἡμετέρων [00017]
ἡμῖν [00002] [00007] [00132]
ἠμφιεσμένος [00069]
ἡμῶν [00018] [00149]
ΗΜΩΝ [00001]
ἦν [00006] [00150]
ᾔνεσά [00111]
ἠσθένησαν [00107]


θάνατος [00013]
θαρσήσῃς [00122]
θαυμάσαι [00005]
θαυμασίοις [00070]
θαύματα [00012]
θεασάμενος [00006]
θεῖόν [00169]
θέλγει [00003]
θέλεις [00132]
Θεὸν [00006] [00154]
Θεὸς [00008] [00013] [00050] [00096] [00140] [00150]
Θεός [00056] [00073] [00155]
Θεοῦ [00025] [00040] [00049] [00083] [00086] [00088] [00119] [00152] [00163]
θεραπεία [00138]
θεραπείαν [00131] [00133] [00134] [00145]
θεραπεύονται [00015]
Θεῷ [00035] [00038] [00042] [00076] [00158]
θῶ [00164]


ἴασιν [00129]
ἴασις [00138]
ἰατρούς [00130]
ἴδῃς [00156]
ἴδιον [00151]
Ἰδοὺ [00002] [00124] [00147]
ἱερὰς [00035]
ἱερωσύνην [00051]
Ἰεσσαὶ [00084] [00120]
Ἰησοῦ [00067]
ἵνα [00004] [00082] [00090] [00090] [00126] [00126] [00145] [00157]
Ἰορδάνου [00017]
ἰσαγγέλους [00040]
ἱστουργίαι [00033]
ΙΩΑΝΝΟΥ [00001]


καθ [00004] [00009] [00022] [00028] [00114] [00122] [00126] [00126]
καθάπερ [00064]
καθαρίζονται [00014]
καθαρωτέρα [00016]
καθέλκονται [00039]
καθήμενον [00163]
Κάθου [00164]
Καινῇ [00005]
καιρὸν [00027] [00035]
κακὰ [00137]
κακά [00073]
κἀκεῖ [00064]
κακία [00134]
καλέσας [00151]
Κἂν [00127]
κἂν [00138]
καρδία [00070]
καρδίαν [00084] [00086] [00120]
καρδίας [00143]
κατ [00005] [00059] [00063] [00143]
κατακεκόσμημαι [00101]
κατακεκοσμημένος [00065]
κατακοσμούμενος [00068]
καταλύεται [00013]
κατεμάρανα [00102]
κατενεχθῆναι [00062] [00086] [00097]
κατεύθυνεν [00075]
κατηνέχθη [00121]
κατοικεῖ [00075]
κατορθώμασιν [00082] [00086]
κατορθώματα [00121]
κατορθώσαντας [00043]
κατορθώσῃς [00090]
κάτω [00166]
κατώρθωσα [00101]
κατώρθωταί [00103]
κεφάλαια [00060] [00061] [00062] [00086]
κέχρημαι [00079]
κιθάρας [00059]
κινήσῃ [00003]
κλαυθμοῦ [00117]
κληθέντας [00051]
κλίνην [00114]
κλυδωνίζεται [00064]
κομῶν [00086]
κρίνεσθαί [00161] [00170]
κτίσιν [00007]
κτίστην [00007]
κυβερνήτου [00064]
κύμασι [00064]
Κύριε [00048] [00048] [00070] [00073]
Κύριον [00058]
Κυρίῳ [00046] [00143] [00146]
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ [00001]


λάβε [00148]
λαλῆσαι [00025]
λαλῶν [00075]
λάμβανε [00125]
λαμβάνομεν [00132]
λέγει [00018]
λέγειν [00101]
λέγεις [00010]
λέγοντος [00064] [00083] [00106] [00109] [00112] [00116] [00142]
λέγουσαν [00122]
λεγούσης [00119]
λέγουσι [00131]
λέγουσιν [00080] [00135]
λέγω [00078] [00099] [00118] [00139]
λέγων [00005] [00041] [00043] [00045] [00047] [00049] [00051] [00053] [00055] [00057] [00069] [00072] [00074] [00076]
λεῖπον [00015]
λεπροὶ [00014]
λῃστὴν [00145]
λῃστὴς [00016]
λογιζόμενος [00005]
λογισάμενος [00063]
λογισμόν [00003]
λογισμὸς [00064]
λόγοις [00161] [00170]
λόγους [00059]
λόγῳ [00013] [00014]
λοιπὸν [00103] [00158]
λούσω [00114]
λύραν [00003]
Λύτρωσαί [00054]


Μακάριοι [00019] [00020]
μακάριον [00023] [00028]
μακάριος [00002]
μᾶλλον [00068] [00082]
Μαριὰμ [00037]
μαρτυρείτω [00082]
μαρτυρήσῃ [00082]
μαρτυρία [00082]
μαρτυρίαις [00079]
μαρτυρίας [00085] [00119]
μαρτυρούμενος [00086]
μαρτυρῶν [00081]
ματι [00157]
με [00050] [00052] [00054] [00056] [00077] [00096]
μέγα [00050]
μεγάλα [00140] [00144]
μεγάλης [00059]
μεγάλοις [00070]
μεγαλωσύνης [00163]
μέγας [00006]
μέγιστον [00009]
μεῖζον [00141]
μείζονα [00137]
μελῳδεῖσθαι [00004]
μὲν [00003] [00039] [00168]
Μεσονύκτιον [00110]
μέσος [00030] [00031] [00033] [00036] [00037] [00038]
μέσῳ [00075]
μετάνοιαν [00041]
μετανοίας [00001] [00043]
μετανοοῦντι [00137]
μήτε [00034]
μίαν [00059]
μιμουμένων [00037]
μνησθῇς [00044]
μοι [00046] [00058] [00073] [00103] [00108]
μοιχείας [00138] [00141]
μοιχεύσεις [00061] [00087]
μοιχὸς [00088]
μόλις [00009]
μοναστηρίοις [00036]
μόνῃ [00027]
μονογενὴς [00017]
μόνον [00005] [00027] [00035] [00074] [00100]
μόνος [00040] [00150] [00157]
μόνῳ [00159]
μου [00044] [00044] [00056] [00058] [00064] [00070] [00070] [00071] [00073] [00073] [00075] [00075] [00084] [00102] [00107] [00107] [00108] [00113] [00114] [00115] [00115] [00117] [00120] [00143] [00143] [00164]
μουσουργὸς [00002]
μυριάκις [00127] [00127] [00138]
μύρου [00029]
μυστήρια [00025]
Μωϋσῆς [00006] [00154]


νεκρῶν [00032]
νεότητός [00044]
νευράς [00059]
νεωτέρους [00041]
νηστείᾳ [00108]
νηστείας [00107]
νηστεύω [00102]
νικήσῃς [00161] [00170]
νομοθέτης [00006]
νόμους [00021]
νόσημα [00133]
νοσήματος [00134]
νοσοῦντος [00136]
νουθετῶν [00055]
νοῦν [00027]
νύκτα [00028] [00114]
νυκτὸς [00039]


[00002] [00002] [00008] [00030] [00031] [00032] [00033] [00036] [00037] [00038] [00050] [00056] [00059] [00059] [00059] [00064] [00065] [00065] [00065] [00068] [00069] [00072] [00073] [00074] [00076] [00086] [00086] [00088] [00091] [00093] [00096] [00140] [00144] [00149] [00154] [00155] [00158]
[00092] [00123]
ὁδεύειν [00151]
οἱ [00019] [00020] [00070] [00126]
οἷα [00005]
οἰκείαν [00150]
οἰκείας [00101]
οἰκίαις [00033]
οἰκίας [00075]
οἰκουμένην [00023]
οἰκουμένης [00023] [00059] [00145]
ὅλον [00034]
ὅμως [00121] [00142]
ὃν [00167]
ὅπερ [00165]
ὅπου [00012] [00013] [00014] [00015] [00016] [00017] [00018]
ὅπως [00028]
Ὅπως [00161] [00170]
ὅρα [00021]
ὁρᾷς [00130]
ὀρθριναῖς [00031]
ὅρους [00072]
ὃς [00007]
ὅταν [00090]
Ὅταν [00003]
ὅτε [00154] [00158]
ὅτι [00019] [00020] [00022] [00042] [00137] [00138] [00146] [00146]
Ὅτι [00117]
Οὐ [00061] [00075] [00087] [00090]
οὐ [00022] [00035] [00061] [00075] [00087] [00132] [00139]
οὐδὲ [00070] [00070] [00070] [00172]
οὐδὲν [00128]
Οὐκ [00081]
οὐκ [00025] [00103] [00105] [00129] [00131] [00133] [00137] [00151] [00156] [00172]
οὖν [00028] [00097] [00122]
οὐρανόθεν [00017]
οὐρανὸν [00008] [00040] [00059]
οὐρανοῦ [00024]
οὐρανῶν [00019]
Οὐρίου [00001]
Οὕτω [00091] [00152] [00157]
οὕτω [00035]
Οὕτως [00137]
οὕτως [00005] [00064]
Οὐχ [00130]
οὐχ [00070] [00077]
ὀφθαλμοί [00070]
ὀφθαλμῶν [00075]
Ὄψονται [00167]


παιδίοις [00041]
Παλαιᾷ [00005]
Παλαιᾶς [00010]
πάλιν [00024] [00108] [00111] [00119] [00154]
παννυχίδας [00040]
παννυχίδες [00030]
πάντα [00035] [00040] [00040] [00136]
πάντες [00005] [00005] [00029] [00039]
πάντων [00040] [00046]
παρὰ [00004] [00005] [00017] [00049] [00152]
παράδεισον [00016] [00024] [00145]
παραδόξων [00034]
παραδῷς [00138]
παραίνεσιν [00122]
παρατηρήσῃς [00048]
παρενοχλεῖν [00108]
παρθένοις [00041]
παρθένων [00033] [00037]
παρουσίαν [00149]
παρουσίας [00012]
παῤῥησίας [00076]
πᾶσαν [00007] [00023] [00035]
πάσας [00005]
πάσης [00004] [00009] [00100]
πᾶσι [00040]
πατὴρ [00066]
πατήρ [00065]
Πατρὸς [00017]
ΠΑΤΡΟΣ [00001]
Παῦλον [00023] [00145]
πεινῶντες [00020]
πεῖραν [00034]
πελάγει [00064]
πεντακισχίλιοι [00015]
πέντε [00015]
πεπληρωμένον [00009]
πεποίηκεν [00145]
πεποιηκὸς [00169]
Περὶ [00001]
περὶ [00001] [00046] [00101] [00109] [00112] [00116]
περιβέβλημαι [00102]
περιβεβλημένος [00069]
περιπεσεῖν [00150]
περιφερόμενον [00064]
πέσῃ [00092] [00123]
πέσῃς [00090]
πέτρας [00154]
πηλῷ [00015]
πιστευθέντα [00025]
πλανῶ [00104]
πλείονος [00035]
πλέον [00105]
πλοῖον [00064]
πνεύματι [00019]
πνευματικὴν [00003]
πνευματικῶν [00023]
Πνεύματος [00004] [00028]
ποδῶν [00164]
ποιοῦσι [00136]
ποίων [00099]
ποιῶν [00040] [00075]
πόλεσι [00035]
πολιτείαν [00059]
Πολλὰ [00101]
πολλὰ [00090]
πολλαῖς [00101]
πολλάκις [00005] [00005] [00047] [00063] [00064] [00080]
πολλοὶ [00034]
πόμα [00117]
πονηρὸν [00159]
πόρνη [00016]
πραγμάτων [00034] [00098]
πρεσβείου [00096]
πρεσβυτέροις [00041]
προαιρέσει [00151]
προαίρεσιν [00150]
προπομπαὶ [00032]
πρὸς [00006] [00011] [00017] [00018] [00023] [00027] [00028] [00039] [00062] [00136] [00138] [00155]
προσάγουσι [00131] [00136]
προσδοκήσωσιν [00136]
προσέσχε [00058]
προσευχόμενος [00095]
πρόσεχε [00100]
προσκαλούμενος [00041] [00041] [00139]
προσομιλοῦντες [00038]
πρόσωπον [00006] [00006]
προσώπου [00052]
προτρεπόμενος [00139]
Προφήτην [00090]
προφήτην [00138]
Προφήτης [00088]
προφήτης [00065] [00158]
Προφήτου [00142]
προφήτου [00118]
Πρῶτον [00101]
πρῶτον [00124]
πρῶτος [00030] [00031] [00032] [00033] [00036] [00037] [00038]
πτωχοὶ [00019]
Πῶς [00065] [00171]
πῶς [00059] [00060] [00086] [00086]


ῥεῖθρα [00017]
ῥήτορα [00023]


σαγηνεύσαντα [00023]
σάκκον [00102] [00108]
σάρκα [00066]
σαρκὸς [00149]
σάρξ [00107]
σαυτὸν [00090]
σε [00111] [00161] [00170]
σήμερον [00002] [00089]
σκηνώμασι [00032]
σκοπόν [00151]
Σοὶ [00159]
σοι [00110] [00118]
σου [00050] [00052] [00153] [00159] [00161] [00164] [00164] [00170]
σοφίας [00009]
σπέρμα [00153]
σποδὸν [00117]
σπουδῆς [00035]
στεναγμῷ [00113]
στεφανούμενος [00059]
στεφάνους [00022] [00082]
στεφάνων [00103]
στεφανώσας [00072]
στοιχοῦμεν [00027]
στόματι [00172]
στόματος [00005] [00026] [00029]
στρωμνήν [00115]
σὺ [00100] [00143] [00145]
συγχωρήσας [00151]
συκοφαντίας [00054]
συναναμίγνυται [00013]
συναναστρέφεσθαι [00149]
συναυξανόμενος [00041]
σύνεσιν [00041]
συνεχέστερον [00093]
συνεχωρήθη [00060] [00062] [00086] [00097]
συνεχώρησε [00150]
συνεχώρησεν [00144] [00157]
συστησάμενος [00059]
σφάλμασι [00150]
σφάλματα [00121]
σχεδὸν [00004]
σώ [00157]
σῶμά [00102]
σῶμα [00165] [00166] [00166]
Σωτὴρ [00149]
σωτηρία [00137]
σωτηρίαν [00018] [00023] [00136]
σωφρονίζει [00003]
σωφροσύνην [00041]
σωφροσύνης [00002]


Τὰ [00061] [00107]
τὰ [00012] [00017] [00025] [00040] [00059] [00060] [00062] [00086] [00103] [00118] [00140] [00144]
ταγμάτων [00036]
ταῖς [00033] [00035] [00035] [00064] [00068] [00079] [00102]
ταπεινοφροσύνην [00069]
τὰς [00005] [00005] [00005] [00045] [00059] [00103] [00169]
Ταῦτα [00135]
ταῦτα [00062] [00063]
ταύτῃ [00027]
ταύτης [00085]
τε [00028]
τελευταῖος [00030] [00031] [00032] [00033] [00036] [00037] [00038]
τέλος [00094]
τελώνην [00145]
τετρακόσια [00153]
τέχνης [00134]
τῇ [00005] [00005] [00005] [00059] [00063] [00104] [00165]
τηλικοῦτος [00059]
τὴν [00003] [00003] [00004] [00004] [00005] [00007] [00008] [00011] [00015] [00018] [00020] [00023] [00026] [00027] [00034] [00035] [00037] [00040] [00059] [00069] [00071] [00084] [00086] [00090] [00108] [00114] [00115] [00120] [00122] [00122] [00134] [00143] [00143] [00145] [00149] [00150] [00151] [00156] [00158] [00162]
Τῆς [00010]
τῆς [00001] [00002] [00009] [00012] [00015] [00021] [00023] [00025] [00026] [00035] [00039] [00058] [00059] [00072] [00075] [00085] [00101] [00109] [00111] [00119] [00119] [00134] [00137] [00143] [00145] [00149] [00156] [00163] [00165]
Τί [00028] [00046] [00085] [00141]
τί [00011] [00023] [00078] [00079] [00118] [00160]
τι [00132]
τιμωρίαν [00152]
τίνα [00083]
τινας [00059]
τινὲς [00080]
Τίνος [00005] [00097]
τίνος [00131]
τίς [00048]
τις [00126] [00129] [00137]
τὸ [00001] [00015] [00050] [00071] [00089] [00094] [00101] [00102] [00117] [00124] [00125] [00133] [00139] [00146] [00148] [00149] [00153] [00154] [00159] [00165] [00168] [00168] [00169]
τοιαῦτα [00121]
τοίνυν [00165]
τοιοῦτος [00059]
τοῖς [00013] [00032] [00040] [00064] [00073] [00082] [00150] [00154] [00161] [00170]
τὸν [00003] [00006] [00007] [00008] [00023] [00023] [00023] [00023] [00024] [00024] [00025] [00027] [00027] [00028] [00034] [00040] [00040] [00058] [00084] [00090] [00120] [00138] [00145] [00145] [00145] [00145] [00146] [00151] [00154]
τοσαῦτα [00121]
τοσαύτην [00097]
τοσούτοις [00065] [00086]
ΤΟΥ [00001] [00001]
τοῦ [00001] [00001] [00004] [00005] [00012] [00017] [00017] [00018] [00023] [00024] [00025] [00028] [00040] [00049] [00052] [00064] [00065] [00083] [00083] [00084] [00086] [00088] [00103] [00105] [00110] [00118] [00119] [00120] [00122] [00134] [00136] [00142] [00142] [00152] [00158] [00163]
τοὺς [00021] [00040] [00040] [00041] [00043] [00045] [00047] [00049] [00051] [00053] [00055] [00057] [00059] [00072] [00074] [00082] [00101] [00101] [00101] [00130] [00139] [00164] [00173]
τοῦτ [00168]
Τοῦτο [00089] [00139]
τοῦτο [00004] [00063] [00073] [00093] [00095] [00133] [00138] [00144] [00152] [00155] [00158] [00158] [00170]
τοῦτον [00005] [00026]
τούτου [00009] [00082] [00082]
τούτους [00021]
τούτῳ [00157]
τρικυμίαις [00064]
τρίτον [00148]
τρίτου [00024]
Τριῶν [00098]
τυραννούμενοι [00039]
τυφλοὶ [00015]
τῷ [00019] [00035] [00038] [00039] [00042] [00046] [00068] [00076] [00082] [00108] [00113] [00131] [00137] [00143] [00146] [00158] [00161] [00162] [00170] [00172]
τῶν [00003] [00011] [00016] [00017] [00018] [00019] [00032] [00033] [00034] [00037] [00056] [00059] [00059] [00059] [00059] [00059] [00060] [00061] [00062] [00075] [00086] [00103] [00138] [00140] [00144] [00149] [00164] [00169] [00173]


ὑβριστὴν [00145]
ὑγείαν [00136]
ὕδωρ [00154]
Υἱὸς [00017]
υἱοῦ [00067]
ὑμετέραν [00090]
ὑμῖν [00089]
ὑμνολογίαις [00031]
ὑπέμεινα [00058]
ὑπὲρ [00070]
ὑπερηφανίαν [00074] [00075]
ὑπερηφάνους [00074]
ὑπερνικῶν [00059]
ὕπνῳ [00039]
ὑποδέξῃ [00145]
ὑπομένοντας [00057]
Ὑπομένων [00058]
ὑποπόδιον [00164]
ὑποστήσεται [00048]
ὑψώθη [00070]
ὕψωσα [00071]


φανεῖται [00165]
φανῆναι [00163]
φάρμακα [00136]
φέρειν [00005]
φέρομεν [00026] [00029]
φησὶν [00167]
φησίν [00162]
φιλάνθρωπος [00140]
φοβοῦμαι [00103]
φοβουμένους [00055]
φονεὺς [00088]
φονεύσεις [00061] [00087]
φόνου [00138] [00141]
φυγαδεύονται [00014]
φύραμα [00149] [00163]
φύσεως [00015] [00165]
φυσικῷ [00039]
φύσιν [00066]


χαριζόμενος [00041]
χάρις [00004] [00028]
χεῖρον [00128]
χερσί [00073]
χορὸς [00036]
χοροστασίας [00035]
χορτασθήσονται [00020]
χρὴ [00022]
Χριστιανικῆς [00004]
Χριστὸς [00018] [00144]
Χριστοῦ [00012] [00023] [00065] [00067]
ΧΡΥΣΟΣΤΟΜΟΥ [00001]
χωρίον [00089]
χωρὶς [00064]


Ψαλμῶν [00003]
ψυχὰς [00059]
ψυχὴν [00004]
ψυχήν [00071] [00108]
ψυχῆς [00004]
ψυχῶν [00017]


[00034] [00059]
ὧδε [00064]
ὠθεῖ [00137]
ᾠκονόμησε [00004] [00028]
ὢν [00140]
ὧν [00046]
ὡς [00071]
ὡσεὶ [00117]
ὥσπερ [00023] [00059]
ὠφελώμεθα [00004]