0345-0407 - Iohannes Chrysostomus - In Lazarum i
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn Λazarum iὰ

[00002]    Εἰς τὸν Λάζαρον.

[00003]    αʹ.

62.771

[00004]    Πᾶσα ἔνθεος διδασκαλία συνάγειν εἴωθε τῶν φιλομαθῶν ἀνδρῶν τὰς ὠφελείας, μάλιστα δὲ αἱ κατὰ καιρὸν ἀεὶ γινόμεναι ἑορταὶ, μιμούμεναι τὰ τῶν ὑδάτων νάματα, ἃ τοῖς διψῶσιν ὀρεγόμενα, καὶ τὴν ἐπιθυμίαν θεραπεύοντα, μᾶλλον γίνονται τοῖς λαμβάνουσι ποθεινότερα.

[00005]    Τί οὖν μοι τὸ προοίμιον βούλεται;

[00006]    Λάζαρος ὁ τετραήμερος νεκρὸς κατὰ ταύτας τὰς ἡμέρας τῶν νηστειῶν ἀνέστη, ἤδη τοῦ Χριστοῦ πρὸς τὴν τοῦ πάθους σωτηρίαν ἐπειγομένου, καὶ πρὸ θαυμάτων θαύματα γυμνάζοντος, καὶ πρὸ ἑορτῆς ἑορτὴν ἀνακαινοῦντος, καὶ πρὸ ἔργου ἔργον ἀναδεικνύντος, ἵν', ὅταν αὐτὸς σταυρῷ παραδοθῇ, μὴ ἀπαγορεύσωσιν οἱ μαθηταὶ τοῦ οἰκείου διδασκάλου τὴν ἀνάστασιν, ἀλλὰ πιστεύσωσιν ὅτι τὸν θάνατον ἄλλου χάριν ὑποτάξας, αὐτὸς οὐδὲν δεινὸν ὑπὸ τοῦ θανάτου παθεῖν δύναται.

[00007]    ∆ίκαιον [62.772] τοίνυν ἐστὶ καὶ τῷ καιρῷ, καὶ ἑαυτοῖς, καὶ τῇ μελλούσῃ πανηγύρει χαριζομένους κοινωνῆσαι τῆς ἐπὶ τῷ Λαζάρῳ ἀναστάσεως εὐφροσύνης, κοινωνῆσαι δὲ μὴ δακρύων μόνον, ἀλλὰ καὶ θυμηδίας καὶ χαρᾶς, ταῖς περὶ τὴν Μαρίαν χρησταῖς γυναιξὶ, τιμῆσαι δὲ καὶ τὸν ἡμέτερον διδάσκαλον Ἰησοῦν τῇ σπουδῇ τῆς ἱστορίας.

[00008]    Ὁ γὰρ τοὺς ἐκείνου φίλους τιμῶν, εἰς ἐκεῖνον παραπέμπει τὸ δῶρον·

[00009]    φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκείνων οἰκειοῦσθαι τιμάς.

[00010]    Αὐτός ἐστιν ὁ εἰρηκὼς ἐν τοῖς Εὐαγγελίοις·

[00011]    Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται·

[00012]    καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με Ἦν δέ τις, φησὶν, ἀσθενῶν Λάζαρος, ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.

[00013]    Ἁπλοῦς ὁ συγγραφεὺς ἀπερίεργον ἱστορίαν παραγαγών·

[00014]    ἁλιεὺς γὰρ ἦν ὁ Ἰωάννης.

[00015]    Μέλλων οὖν παράδο

[00016]    [62.773] ξον ἔργον ἐκτιθέναι, οὐκ ἐθεράπευσε τῇ λέξει τὸν ἀκροατήν.

[00017]    Βλέπε ὃ λέγω·

[00018]    Ἔγραψεν εἰς Βηθανίαν τὴν κώμην τὸ θαῦμα, τὸν τρόπον, τὰς παρούσας καὶ μὴ παρούσας γυναῖκας, τί ἐλέχθη, τί ἐπράχθη, ποῦ ἀπήντησαν τῷ διδασκάλῳ, πῶς ἐδάκρυσε, πῶς παρεκάλεσαν, πῶς ἐνεκάλεσαν πενθοῦσαι τῷ ∆εσπότῃ, ὅτι μὴ παρῆν τελευτῶντι Λαζάρῳ, μηδ' ἔκλεισε τῷ λόγῳ τοῦ θανάτου τὰς πύλας, μηδ' ἐπέσχε τῆς ἀπωλείας τὰ κύματα·

[00019]    κυβερνήτου γὰρ παρόντος, τὸ σκάφος, ἂν ἐσώθη.

[00020]    Καὶ ἔγραψεν ἐν Ἐφέσῳ καθήμενος, ὡς δι' ἀκτημοσύνην καὶ πενίαν μηδὲ μέλανι καὶ χάρτῃ ἰδίῳ χρήσασθαι.

[00021]    Γράψαντος τοίνυν Ἰωάννου, πάντες συντρέχουσιν ἰδεῖν τάφον, νεκρὸν ἀπολέσαντα, βασιλεῖς, ἰδιῶται, δικασταὶ, βαρβάρων φυλαὶ, στρατιωτῶν ἔθνη.

[00022]    Τί λέγω τάφον;

[00023]    ἡ θήκη Λαζάρου γέγονεν ἐκκλησία.

[00024]    Πάντες γὰρ ἐπείγονται αὐτόθι προσεύξασθαι, ὅπου Ἰησοῦς προσηύξατο, τῇ κοινωνίᾳ τοῦ σχήματος τὴν ὠφέλειαν ποριζόμενοι.

[00025]    Ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας.

[00026]    Μηδεὶς τόπον ὑπεροράτω·

[00027]    πανταχοῦ γὰρ ὁ Θεὸς, καὶ ἐν κώμῃ, καὶ ἐν πόλει, καὶ ἐν ὄρεσιν οἰκεῖ·

[00028]    πάντα ἐφορᾷ·

[00029]    πανταχοῦ γὰρ ὁ Θεὸς, οὐ τόποις προσέχων, ἀλλὰ γνώμαις εὐσεβῶν.

[00030]    Ὁ Λάζαρος ἔκαμνε, καὶ ὑπὸ τῆς νόσου κατηπείγετο.

[00031]    Ἐνταῦθα αἱ περὶ τὴν Μαρίαν καὶ Μάρθαν πισταὶ γυναῖκες οὐκ ἐπένθησαν πρὸς τὸ κακὸν, οὐκ ἀπηγόρευσαν πρὸς τὴν τοῦ πυρετοῦ προσβολὴν, οὐ φάρμακα ἐζήτησαν, οὐ γείτονας, οὐκ ἰατρὸν παρεκάλεσαν·

[00032]    περιττὸν γὰρ ἦν, Ἰησοῦν ἔχοντας, ἀληθινὸν ἰατρὸν, ἕτερον ἐπιζητεῖν·

[00033]    ἀλλ' ἔγνωσαν ὅθεν σωθῆναι χρὴ καὶ ἀδελφοῦ νοσοῦντος πρεσβευτὰς πέμπουσι τοῦ μέλλοντος θανάτου.

[00034]    Καὶ σὺ τοίνυν, ὅταν παῖς, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ γνώριμος ἀσθενῶν ὑπὸ τῶν κάτω δημίων ἕλκωνται, πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν ἀνδρῶν ἰσχυροτέραις οὔσαις, καὶ μίμησαι τὰς περὶ τὴν Μάρθαν γυναῖκας.

[00035]    Τί λέγουσιν;

[00036]    Οὐ, Παρακλήθητι·

[00037]    οὐκ, Ἐπείχθητι·

[00038]    οὐκ, Ἐλθὲ, δὸς τὴνχάριν·

[00039]    ἀλλὰ τί φασι;

[00040]    Κύριε, ἴδε, ὃν φιλεῖς, ἀσθενεῖ.

[00041]    Ἐπετηρήσατο ὁ θάνατος τὴν σὴν ἀποδημίαν, καὶ τὸν σὸν ἐκβιάζεται φίλον.

[00042]    Ἐπίστηθι Λαζάρῳ κλεπτομένῳ, ἁρπαζομένῳ, πολεμουμένῳ, πολλοῖς τοξεύμασι βαλλομένῳ, πυρετῷ καὶ ἀλγηδόσι καὶ νέφει κακῶν·

[00043]    ἄδηλον δὲ, εἰ καὶ τὸν φίλον εὑρήσεις.

[00044]    Ἤκουσεν ὁ Ἰησοῦς, καὶ εἶπεν·

[00045]    Ἡ ἀσθένεια αὐτὴ οὐκ ἔστι πρὸς θάνατον, ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου δι' αὐτῆς.

[00046]    Τί οὖν θαυμάσω;

[00047]    τῶν λεχθέντων τὴν πρόνοιαν, τὴν προφητείαν, τὴν ἔκβασιν;

[00048]    τὸ ὑπὲρ ἄνθρωπον ἐπίταγμα, τὴν ἀπόῤῥητον φιλανθρωπίαν, τὴν ἐπιείκειαν τῶν λόγων, τὴν πρὸς τὸν Πατέρα τιμήν;

[00049]    Πάντα εὑρίσκω Θεοῦ.

[00050]    Προεῖπεν ὡς Θεὸς, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, καὶ ἐπήγαγε μετ' οὐ πολὺ τὸ ἔργον.

[00051]    Ἀνέπεμψε τὴν δόξαν τῷ Θεῷ, μίαν εἶναι Πατρὸς καὶ Υἱοῦ δεικνὺς δοξολογίαν·

[00052]    παρεμυθήσατο τῇ φάσει τὰ ἀδελφὰς, χρηστὰς ἐλπίδας αὐταῖς ἐπιδοὺς, εἰπών·

[00053]    Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον.

[00054]    Οὐκ ἀποθνήσκει Λάζαρος.

[00055]    Εἰ γὰρ μὴ δίδοται τῷ θανάτῳ, μένει ζῶν.

[00056]    Ἀλλὰ δίδοται, καὶ οὐ δίδοται.

[00057]    Ὅταν γάρ τις, ὃ ἔλαβεν, ἀποδῷ, τῇ ἀληθείᾳ οὐ λαμβάνει.

[00058]    Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, φησὶν, ἐν τῷ τόπῳ ἐκείνῳ ἔμεινε δύο ἡμέρας.

[00059]    ∆ιὰ τί ἔμεινε;

[00060]    Τὸν χρόνον ἐδαπάνησεν, ἵνα σαφῶς τὸν Λάζαρον ὁ θάνατος λάβῃ·

[00061]    ἵνα τὸ κῦμα παρερχόμενον τὸ σκάφος βαπτίσῃ.

[00062]    Εἰ γὰρ παρῆν, ἐδραπέτευσεν ἂν ὁ πυρετὸς, καὶ τῇ φύσει τοῦ νοσήματος ἐλογίζετο τὸ γινόμενον·

[00063]    εἰ δὲ καὶ τῷ Ἰησοῦ, ἀλλὰ καταδεέστερον τὸ θαῦμα.

[00064]    Ἔλαβε τοίνυν αὐτὸν ὁ κοινὸς τῶν ἀνθρώπων θάνατος, καὶ τοῦτον εἶχε δεσμώτην.

[00065]    Μετὰ ταῦτα ὁ Ἰησοῦς, ὁ μὴ παρὼν, ὁ μὴ ψηλαφήσας, ὁ μὴ αὐτοπτήσας τοῖς μὴ εἰδόσι λέγει·

[00066]    Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται.

[00067]    Ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν.

[00068]    Πολλὴ τῶν ἀνθρώπων παραμυθία·

[00069]    ὁ θάνατος εἰς ὕπνον μετεβλήθη, ἡ ἀπώλεια εἰς σωτηρίαν μετηνέχθη λόγῳ.

[00070]    Μηδεὶς τοίνυν τοὺς τεθνεῶτας ἀπαγορεύσῃ·

[00071]    πάντες γὰρ ζῶσι τῷ Θεῷ, ὅτε θέλει καθεύδοντες, καὶ ὅτε θέλει ἐγειρόμενοι.

[00072]    Λέγουσιν αὐτῷ οἱ μαθηταὶ, ἀγνοήσαντες τοῦ αἰνίγματος τὸν λόγον·

[00073]    Κύριε, εἰ κεκοίμηται, σωθήσεται.

[00074]    Θεραπεία γὰρ τοῖς κάμνουσιν ὁ κατὰ φύσιν ὕπνος.

[00075]    Τότε λέγει αὐτοῖς παῤῥησίᾳ·

[00076]    Λάζαρος ἀπέθανε, καὶ χαίρω δι' ὑμᾶς.

[00077]    Καὶ τίς ἐπὶ νεκρῷ χαίρει;

[00078]    τίς εὐφραίνεται ἐπὶ φίλου τεθνεῶτος;

[00079]    σκυθρωπάζειν ἔδει καὶ λυπεῖσθαι πολέσαντας τοὺς ἑαυτῶν.

[00080]    Ἀλλὰ, Χαίρω δι' ὑμᾶς, ὅτι [62.774] οὐκ ἤμην ἐκεῖ.

[00081]    Εἰ γὰρ ἤμην, ὁ πυρετὸς ἐσβέννυτο λόγῳ, καὶ ἔλαττον ἐδείκνυτο τὸ θαῦμα, ἢ συνηθείας τὸ πρᾶγμα ἐνομίζετο·

[00082]    νῦν δὲ ἔμεινα, ἵνα ὁλοκλήρως ὁ λύκος τὸν ἀμνὸν διαρπάσῃ·

[00083]    κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῆς γῆς.

[00084]    Ἦλθον, ἠπείχθησαν ἐπὶ τὴν Βηθανίαν, οὐ τὴν πυρκαϊὰν σβέσαι δραμόντες, ἀλλὰ τῆς πυρκαϊᾶς τὴν κόνιν θεάσασθαι·

[00085]    τάχα δὲ, ὅτε λείψανα ναυαγίου εὑρεῖν ἠδύναντο·

[00086]    ἤδη γὰρ ὦζε τετραήμερος ὤν.

[00087]    Ἐπὶ γὰρ τῶν ναυαγίων ἐστι καὶ τρόπιν εὑρεῖν, καὶ σανίδας συναγαγεῖν, καὶ κέρας λαβεῖν.

[00088]    καὶ πηδάλια εἰς ἑτέρας νηὸς χρῆσιν φυλάξαι, καὶ πολλῇ σπουδῇ χρησαμένους μέρος τι τοῦ φόρτου διασῶσαι·

[00089]    ἐπὶ δὲ τοῦ Λαζάρου πάντα φορτικὰ, καὶ παῦσις, καὶ δυσωδίας ἀνάδοσις.

[00090]    Τὸ πένθος ἦν ἐν ἀκμῇ, καὶ ὁ νεκρὸς ὑπὸ τὸν λίθον κατείχετο.

[00091]    Καὶ πολλοὶ, φησὶ, τῶν Ἰουδαίων ἐληλύθεισαν ἀπὸ τῆς πόλεως, ἵνα παραμυθήσωνται τὰς ἀδελφὰς τοῦ τεθνεῶτος.

[00092]    Μάρτυρας ἔχω, φησὶ, τῆς ἐσομένης χάριτος, ἵνα μὴ τὸ ἔργον κλοπὴ νομισθῇ, ἀλλ' ἀληθείας ἀσφάλεια.

[00093]    Ἦλθεν ὁ Ἰησοῦς, κυβερνήτης μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν.

[00094]    Καὶ τί ἦλθες ὧδε, ὦ ∆έσποτα;

[00095]    ἵνα ἐγκληθῇς, ὡς ῥᾳθυμήσας τοῦ φίλου, ὡς παριδὼν ἀπολλύμενον, ὡς μὴ συνταξάμενος μέλλοντι τελευτᾷν;

[00096]    Ἤκουσεν ἡ Μάρθα, καὶ μικρὸν τοῦ λυπηροῦ σχήματος φροντίσασα ἔρχεται δρομαία κατὰ τὴν ὁδὸν, καὶ ἐγκαλεῖν ἄρχεται τῷ Σωτῆρι πενθικῶς·

[00097]    Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.

[00098]    Ποιμένος γὰρ παρόντος, πῶς ἀπόλλυται πρόβατον;

[00099]    στρατηγοῦ μαχομένου, πῶς διηνοίγοντο πύλαι;

[00100]    ἡλίου φαίνοντος, πῶς ὁ χρυσὸς ἐσυλᾶτο;

[00101]    Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.

[00102]    Ἄπιστος ὁ λόγος, ἔτι δὲ καὶ ἀσθενής·

[00103]    κεραμέως γὰρ παρόντος, δυνατὸν ἦν τὸ διαπεσὸν σκεῦος πάλιν ἀναπλασθῆναι.

[00104]    Λέγει αὐτῇ ὁ Ἰησοῦς·

[00105]    Ἀναστήσεται ὁ ἀδελφός σου.

[00106]    Ἡ δὲ πρὸς αὐτὸν, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

[00107]    Εἶπε δὲ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις.

[00108]    Τί τοίνυν, ὃ ἔχεις, ζητεῖς, Ἔκδεξαι μικρὸν, καὶ ὄψει τὴν χάριν.

[00109]    Ἤκουσεν, ἐπίστευσεν ἡ Μάρθα, καὶ τὴν ἀδελφὴν ἐπεγείρει, καὶ δρομαῖοι φέρονται πάντες οἱ πενθοῦντες, οἱ τὸ πάθος παραμυθούμενοι.

[00110]    Πάλιν ὁ Ἰησοῦς ἐν ὄχλῳ καὶ ἐν γάμῳ καὶ ἐν πένθει, πανταχοῦ τοῖς πιστεύουσι λύων τὰς δυσκολίας.

[00111]    Ὡς δὲ εἶδε τὸ πένθος καὶ τὰ δάκρυα, λέγει ὁ Ἰησοῦς·

[00112]    Ποῦ τεθείκατε αὐτόν;

[00113]    ∆ιὰ τί ἐξετάζεις, ὦ ∆έσποτα;

[00114]    μὴ παρὼν ᾔδεις τὸν θάνατον, καὶ παρὼν οὐκ οἶδας τὸν τόπον, ἀλλὰ λέγεις, Ποῦ τεθείκατε αὐτόν;

[00115]    ∆ότε μοι, φησὶ, τοὺς θάψαντας, τοὺς καταδήσαντας, τοὺς ἐνειλίξαντας τὸν νεκρόν.

[00116]    Οὗτοί μου μάρτυρες τῶν ἐσομένων καταστάντες γνωρίσωσι τὰ ἑαυτῶν, ἵν', ὅταν ἴδωσι τὸν ὑπ' αὐτῶν ταφέντα ἀναστάντα, μὴ φαντασίαν εἶναι νομίσωσι τὸ ἔργον.

[00117]    Ἦλθεν ἐπὶ τὸ μνημεῖον ἠνέσχετο δεικνύντων ὁ πάντα εἰδώς·

[00118]    μετὰ ταῦτα καὶ ἐδάκρυσε.

[00119]    Καὶ τί δακρύεις, εἰ ἀληθεύεις ὃ ὑπέσχου, εἰ μέλλεις αὐτὸν ἐγείρειν;

[00120]    Ἀλλὰ δακρύει τὸν ἄνθρωπον, δεικνὺς τὸ φιλάνθρωπον τῆς γνώμης·

[00121]    τάχα δὲ καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, ὅτι καὶ μετὰ τοῦτο τὸ θαῦμα πάλιν τῇ ἀπιστίᾳ παρέμειναν.

[00122]    Τινὲς γὰρ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

[00123]    Ἠδύνατο.

[00124]    Τί δὲ προσλαμβάνετε τὴν λοιδορίαν;

[00125]    μείνατε, καὶ βλέπετε τὸ ἔργον.

[00126]    Λέγει αὐτοῖς ὁ Ἰησοῦς·

[00127]    Ἄρατε τὸν λίθον.

[00128]    Παράδοξος ὁ λόγος.

[00129]    Ὁ πύλας χαλκᾶς ἀνατρέπων, καὶ μοχλοὺς σιδηροῦς συντρίβων τοῦ θανάτου, λέγει, Ἄρατε τὸν λίθον;

[00130]    διὰ τί τῳ λόγῳ τὸν λίθον οὐκ ἀφορμάζεις, ∆έσποτα;

[00131]    Ἄρατε, φησὶν, ὑμεῖς οἱ συκοφάνται τὸν λίθον, οἱ ἄπιστοι.

[00132]    οἱ ἀπατεῶνες·

[00133]    ἄρατε, ψηλαφήσατε, πληροφορήσατε, ἵνα μὴ πάλιν ἑαυτοῖς ἀπιστῆτε, ἀσφαλίσασθε τὴν θέαν.

[00134]    Οὐ σκιὰ ἐξιέναι μέλλει, οὐδὲ φαντασία·

[00135]    ταῦτα γὰρ καὶ λίθων πεφραγμένων ἐξιέναι δύναται.

[00136]    Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα·

[00137]    Κύριε, ἤδη ὄζει·

[00138]    τεταρταῖος γάρ ἐστιν.

[00139]    Ἐχρῆν αὐτὸν δοῦλον ὄντα μὴ τοῖς δεσποτικοῖς χαρίσμασιν ἐξομοιοῦσθαι.

[00140]    Ὁ μὲν γὰρ ∆εσπότης κατὰ τὰς ἰδίας ὑποσχέσεις τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη·

[00141]    αὐτὸς δὲ τεταρταῖος ἐξανίσταται·

[00142]    ἄλλο γὰρ δοῦλος, καὶ ἄλλο ∆εσπότης.

[00143]    Λέγουσιν αὐτῷ, Κύριε, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει.

[00144]    Μικρὰ ταῦτα πρὸς Θεόν·

[00145]    οὔπω ὀστᾶ ξηρὰ, οὔπω σαρκῶν καὶ νεύρων ἔρημα, ὥς ποτε ἐπὶ τοῦ Ἰεζεκιὴλ τῶν νεκρῶν τὸ στρατόπεδον χαμαὶ κείμενον, καὶ ἔρη [62.775] μον πάντων, ψυχῆς, αἰσθήσεως, ἀντιλήψεως, ζωτικοῦ πνεύματος, ἔστη παρὰ τὸν τάφον ἤδη τῆς μελλούσης ἀναστάσεως ἀπόδειξιν ἐναργῆ παρέχον.

[00146]    Ἐσιώπησε Μάρθα, καὶ ὁ λίθος ἀφήρμοστο, καὶ πάντες ἦσαν μετέωροι, νεκροὶ ζῶντες·

[00147]    τάχα δὲ καὶ ὁ ᾅδης αὐτὸς, ἤδη τῶν πυλῶν τοῦ θανάτου παραλυομένων.

[00148]    Καὶ πρῶτον Ἰησοῦς ὁ Κύριος ἀπὸ δοξολογίας ἄρχεται.

[00149]    Ἦρε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τῆς οἰκείας καθόδου μηνύων τὸν τρόπον, εὐχαριστῶν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, καὶ λέγων·

[00150]    Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου.

[00151]    Ἔχων μὲν ἀφ' ἑαυτοῦ τὴν τῆς ζωῆς χορηγίαν, ποιεῖ δὲ τοῦτο, ἐπειδήπερ πρὸς αὐτὸν ἡ Μαρία καὶ Μάρθα ἔλεγον·

[00152]    Οἴδαμεν ὅτι ὅσα ἂν αἰτήσῃς τὸν Θεὸν, δῴη σοι.

[00153]    ∆ιὰ τοῦτο ἀσθενεστέραν αὐτῶν τὴν διάνοιαν βλέπων λέγει·

[00154]    Ὅλως οἴδατε, ὅτι εἴ τι ἂν αἰτήσω Πατέρα, δώσει μοι·

[00155]    τοίνυν προέλθετε τῇ διανοίᾳ ἐμοὶ, καὶ τῷ Πατρί.

[00156]    Καὶ λοιπὸν ἐπάγει λέγων·

[00157]    Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου.

[00158]    Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις·

[00159]    ἀλλὰ διὰ τοὺς παρεστῶτας εἶπον.

[00160]    Εἶδες πῶς οὐ δεῖται τῆς προσευχῆς;

[00161]    ἀλλὰ τοῦτο ποιεῖ διὰ τὴν τῶν παρόντων ἀπιστίαν.

[00162]    Ἤκουσάς μου, φησὶ, πάντοτε.

[00163]    Μὴ ζήτει τὸ, πότε;

[00164]    ὅσον γὰρ ἐξετάζομεν, οὐ καταλαμβάνομεν.

[00165]    Εὔχῃ μὲν πάντα κατὰ φύσιν ὡς Υἱός·

[00166]    ἐμνημόνευσε δὲ τὴν τιμὴν ἀναπέμπων, ἵνα μίαν συμφωνίαν Υἱοῦ καὶ Πατρὸς ἐπιδείξηται τοῖς ἀγνοοῦσιν.

[00167]    Ὡς δὲ ἠσφαλίσατο τὴν πίστιν, καὶ τοὺς τῶν ἀκροωμένων λογισμοὺς ὠχύρωσε, λοιπὸν ἐπὶ τὸ ἔργον χωρεῖ.

[00168]    Λάζαρε, δεῦρο ἔξω.

[00169]    Οὐκ ἐδιπλασίασε τὸν λόγον, ἵν' ὁ εἷς μόνος ἀναστῇ, καὶ μὴ ὁ δῆμος τῶν νεκρῶν ἄτακτον δράμῃ δρόμον.

[00170]    Ἕνα ζητῶ νεκρὸν, μὴ πάντες ἔλθητε·

[00171]    οὔπω γὰρ ἐκείνου τοῦ νεύματος ὁ καιρός.

[00172]    Ὅτε ἀκούσουσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται.

[00173]    Εἷς μόνος ἡκέτω τέως, εἷς λυέσθω διὰ τὴν τοῦ ἑνὸς Μονογενοῦς φιλίαν, ἑνὸς δέομαι δεσμώτου.

[00174]    Μηδεὶς ἀντιταττέσθω τῶν κάτω, μὴ πυλωρὸς ἀφανὴς, μὴ δεσμοφύλαξ βαρὺς, μὴ οἱ κάτω κλειδοῦχοι μελετήσαντες πάντες λαμβάνειν.

[00175]    Μάθε τοὺς ἐμοὺς πρῶτον διδόναι.

[00176]    Καὶ σὺ δὲ, ὦ ᾅδη, σιώπα, πεφίμωσο, [62.776] μηδὲν ξένον παθὼν, ∆εσπότῃ ὑπακούων, μηδὲν τούτων προσποιούμενος.

[00177]    Ἄνθρωπος φυγὰς γίνεται τῶν σῶν προθύρων.

[00178]    Λάζαρε, δεῦρο ἔξω·

[00179]    νίκησον θάνατον τοῖς ἐμοῖς ἐπιτάγμασιν, νίκησον θάνατον συλήσας τὰ κάτω.

[00180]    Ἔτι μένω δεδεμένος, ἤδη κατ' αὐτοῦ στεφανούμενος.

[00181]    Ἐξῆλθεν ὁ Λάζαρος δεδεμένος καὶ βαδίζων ἐξῆλθε πάντα δεδεμένος, καὶ ὅλος κινούμενος·

[00182]    ὅλος γὰρ δι' ὅλου σφιγγόμενος ἦν πόδας καὶ χεῖρας, κατὰ τὸν ἐπιχώριον τῆς ταφῆς τρόπον.

[00183]    Οὐδὲ ἦν λοιπὸν ἔξω θανάτου καὶ τάφου.

[00184]    Πάλιν ἐπιτάσσει ὁ Ἰησοῦς καινὸν ἐπίταγμα·

[00185]    Λύσατε αὐτὸν, φησὶ, καὶ ἄφετε ὑπάγειν.

[00186]    ∆ιὰ τί αὐτομάτως οὐ λύεται ὁ θάνατον φυγὼν, ὁ τὴν κάτω φρουρὰν ἀνατρέψας·

[00187]    Ὑμεῖς λύσατε οἱ πάλαι δήσαντες, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνῶτε τὰ σήμαντρα.

[00188]    Ὡς δὲ ἤκουσαν ταῦτα οἱ Φαρισαῖοι, ξένον βουλευτήριον συγκροτοῦσι λέγοντες, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος τοιαῦτα σημεῖα ποιεῖ;

[00189]    Μεγάλα ἐγκλήματα·

[00190]    νεκρῶν ἐγειρομένων θάνατος θανατοῦται, καὶ Λάζαρος ἀνίσταται ἐκ νεκρῶν·

[00191]    οἱ δὲ Ἰουδαῖοι νεκροῦνται τῇ γνώμῃ.

[00192]    Μὴ ἀτελὲς τοίνυν κάθησθε βουλευτήριον, ἀλλὰ πρόσθετε τὸν τοῦ ἐγκλήματος λόγον, καὶ εἴπατε·

[00193]    Τί ποιοῦμεν, ὅτι μετ' ὀλίγας ἡμέρας ἄνωθεν ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέτασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπανέρχεται;

[00194]    Πάλιν εἴπατε·

[00195]    Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ' ἡμῶν κληρονόμοι καθίστανται;

[00196]    Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρεται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία;

[00197]    καὶ Θεὸς δέξεται.

[00198]    Περὶ τούτων σκέψασθε, περὶ τούτων βουλεύσασθε·

[00199]    αἱ γὰρ τῶν λόγων λέξεις ἀνωφελεῖς εἰσιν ὑμῖν, ἡ γνώμη μένει·

[00200]    λόγον γὰρ ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμένει ἐν ὑμῖν.

[00201]    Ἅπαξ τοίνυν δέδωκεν ὁ Θεὸς οἷς δέδωκεν, ἀεὶ ἑορτάζειν, ἀεὶ πανηγυρίζειν, καθ' ἕκαστον ἔτος ἀνανεοῦσθαι τῆς πανηγύρεως τὸν λόγον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00202]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Lazarum i
Litterarum Omnium Conspectus: 130 Litterae, quae repetitae sunt in 10,597 occasionibus



α

0945 

825   

Α

0913 

1   

β

0946 

35   

Β

0914 

5   

γ

0947 

160   

Γ

0915 

1   

δ

0948 

220   

Δ

0916 

0   

ε

0949 

584   

Ε

0917 

10   

ζ

0950 

49   

Ζ

0918 

0   

η

0951 

155   

Η

0919 

0   

θ

0952 

181   

Θ

0920 

13   

ι

0953 

419   

Ι

0921 

1   

κ

0954 

289   

Κ

0922 

17   

λ

0955 

288   

Λ

0923 

25   

μ

0956 

277   

Μ

0924 

26   

ν

0957 

920   

Ν

0925 

0   

ξ

0958 

41   

Ξ

0926 

0   

ο

0959 

674   

Ο

0927 

9   

π

0960 

339   

Π

0928 

22   

ρ

0961 

403   

Ρ

0929 

0   

ς

0962 

428   

΢

0930 

0   

σ

0963 

362   

Σ

0931 

1   

τ

0964 

808   

Τ

0932 

15   

υ

0965 

167   

Υ

0933 

5   

φ

0966 

94   

Φ

0934 

1   

χ

0967 

77   

Χ

0935 

3   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

129   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

4   

8172 

   



 ά 

 8049 

 180 

 έ 

 8051 

 140 

 ή 

 8053 

 55 

 ί 

 8055 

 180 

 ό 

 8057 

 90 

 ύ 

 8059 

 79 

 ώ 

 8061 

 28 

 ὰ 

 8048 

 94 

 ὲ 

 8050 

 41 

 ὴ 

 80852 

 73 

 ὶ 

 8054 

 141 

 ὸ 

 8056 

 139 

 ὺ 

 8058 

 27 

 ὼ 

 8060 

 9 

 ᾶ 

 8118 

 12 

   

   

 0 

 ῆ 

 8134 

 49 

 ῖ 

 8150 

 64 

   

   

 0 

 ῦ 

 8166 

 110 

 ῶ 

 8182 

 82 

 ἀ 

 7936 

 121 

 ἐ 

 7952 

 107 

 ἠ 

 7968 

 5 

 ἰ 

 7984 

 45 

 ὀ 

 8000 

 5 

 ὐ 

 8016 

 73 

 ὠ 

 8032 

 3 

 ἁ 

 7937 

 2 

 ἑ 

 7953 

 12 

 ἡ 

 7969 

 23 

 ἱ 

 7985 

 24 

 ὁ 

 8001 

 54 

 ὑ 

 8017 

 26 

 ὡ 

 8033 

 6 

 ἂ 

 7938 

 5 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 6 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 15 

 ἔ 

 7956 

 39 

 ἤ 

 7972 

 12 

 ἴ 

 7988 

 9 

 ὄ 

 8004 

 6 

 ὔ 

 8020 

 5 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 15 

 ὅ 

 8005 

 30 

 ὕ 

 8021 

 4 

 ὥ 

 8037 

 1 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 10 

 ἶ 

 7990 

 11 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 4 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 4 

   

   

 0 

 ὗ 

 8023 

 4 

 ὧ 

 8039 

 3 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 2 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 8 

   

   

 0 

 ῃ 

 8131 

 16 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 22 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 22 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 25 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Lazarum i
Verborum Omnium Conspectus: 1,064Verba, quae repetita sunt in 2,309,643 occasionibus



[00004]
α [00003]
ἀγνοήσαντες [00072]
ἀγνοοῦσιν [00166]
ἀγνωμοσύνην [00121]
ἀδελφὰς [00052] [00091]
ἀδελφὴ [00136]
ἀδελφὴν [00109]
ἀδελφῆς [00012]
ἀδελφὸς [00034]
ἀδελφός [00097] [00101] [00105]
ἀδελφοῦ [00033]
ᾅδη [00176]
ἄδηλον [00043]
ᾅδης [00147]
ἀεὶ [00004] [00009] [00201] [00201]
αἱ [00004] [00031] [00199]
αἰνίγματος [00072]
αἰσθήσεως [00145]
αἰτήσῃς [00152]
αἰτήσω [00154]
αἰῶνας [00201]
αἰώνων [00201]
ἀκμῇ [00090]
ἀκούεις [00158]
ἀκούσαντες [00172]
ἀκούσουσιν [00172]
ἀκροατήν [00016]
ἀκροωμένων [00167]
ἀκτημοσύνην [00020]
ἀλγηδόσι [00042]
ἀληθείᾳ [00057]
ἀληθείας [00092]
ἀληθεύεις [00119]
ἀληθινὸν [00032]
ἁλιεὺς [00014]
ἀλλ [00033] [00045] [00092]
ἀλλὰ [00006] [00007] [00029] [00034] [00039] [00063] [00084] [00114] [00159] [00161] [00192]
Ἀλλὰ [00056] [00067] [00080] [00120]
ἄλλο [00142] [00142]
ἄλλου [00006]
Ἀμήν [00202]
ἀμνὸν [00082]
ἂν [00019] [00062] [00097] [00152] [00154]
ἄν [00101]
ἀναδεικνύντος [00006]
ἀνάδοσις [00089]
ἀνακαινοῦντος [00006]
ἀνανεοῦσθαι [00201]
ἀναπέμπων [00166]
ἀναπλασθῆναι [00103]
ἀναστάντα [00116]
ἀναστάσεως [00007] [00145]
ἀνάστασιν [00006]
ἀνάστασις [00107]
ἀναστῇ [00169]
ἀναστήσεται [00106]
Ἀναστήσεται [00105]
ἀνατρέπων [00129]
ἀνατρέψας [00186]
ἀνδρὶ [00034]
ἀνδρῶν [00004] [00034]
Ἀνέπεμψε [00051]
ἀνέστη [00006] [00140]
ἀνθ [00195]
ἄνθρωπον [00048] [00120]
ἄνθρωπος [00188]
Ἄνθρωπος [00177]
ἀνθρώπου [00045] [00172]
ἀνθρώπων [00064] [00068]
ἀνίσταται [00190]
ἀνοίξας [00122]
ἀντιλήψεως [00145]
ἀντιταττέσθω [00174]
ἄνωθεν [00193]
ἀνωφελεῖς [00199]
ἀπαγορεύσῃ [00070]
ἀπαγορεύσωσιν [00006]
Ἅπαξ [00201]
ἀπατεῶνες [00132]
ἀπέθανέ [00097]
ἀπέθανε [00076]
ἀπέθανεν [00101]
ἀπερίεργον [00013]
ἀπηγόρευσαν [00031]
ἀπήντησαν [00018]
ἀπιστῆτε [00133]
ἀπιστίᾳ [00121]
ἀπιστίαν [00161]
ἄπιστοι [00131]
Ἄπιστος [00102]
Ἁπλοῦς [00013]
ἀπόδειξιν [00145]
ἀποδημίαν [00041]
ἀποδῷ [00057]
ἀποθάνῃ [00122]
ἀποθνήσκει [00054]
ἀπολέσαντα [00021]
ἀπολλύμενον [00095]
ἀπόλλυται [00098]
ἀπόῤῥητον [00048]
ἀποστείλαντά [00012]
ἀπόστολοι [00196]
ἀπώλεια [00069]
ἀπωλείας [00018]
ἄρατε [00133]
Ἄρατε [00127] [00129] [00131]
ἁρπαζομένῳ [00042]
ἄρχεται [00096] [00148]
ἀσθενεῖ [00040]
ἀσθένεια [00045] [00050] [00053]
ἀσθενεστέραν [00153]
ἀσθενής [00102]
ἀσθενῶν [00012] [00025] [00034]
ἀσφάλεια [00092]
ἀσφαλίσασθε [00133]
ἄτακτον [00169]
ἀτελὲς [00192]
αὐταῖς [00052]
αὐτὴ [00045]
αὐτῇ [00104]
αὕτη [00050] [00053]
αὐτῆς [00012] [00045]
αὐτόθι [00024]
αὐτοῖς [00075] [00126]
αὐτομάτως [00186]
αὐτὸν [00064] [00106] [00119] [00139] [00151] [00185]
αὐτόν [00067] [00112] [00114]
αὐτοπτήσας [00065]
Αὐτός [00010]
αὐτὸς [00006] [00006] [00141] [00147]
αὐτοῦ [00180]
αὐτῷ [00072] [00136] [00143]
αὐτῶν [00116] [00122] [00153]
ἀφ [00151]
ἀφανὴς [00174]
ἀφεῖλεν [00083]
ἄφετε [00185]
ἀφήρμοστο [00146]
ἀφορμάζεις [00130]


βαδίζων [00181]
βαλλομένῳ [00042]
βαπτίσῃ [00061]
βαρβάρων [00021]
βαρὺς [00174]
βασιλεῖς [00021]
Βηθανίαν [00018] [00084]
Βηθανίας [00012] [00025]
Βλέπε [00017]
βλέπετε [00125]
βλέπων [00153]
βούλεται [00005]
βουλεύσασθε [00198]
βουλευτήριον [00188] [00192]


γάμῳ [00110]
γὰρ [00008] [00009] [00014] [00019] [00024] [00027] [00029] [00032] [00055] [00062] [00071] [00074] [00081] [00083] [00086] [00087] [00098] [00103] [00122] [00135] [00140] [00142] [00149] [00164] [00171] [00182] [00199] [00200]
γάρ [00057] [00138]
γέγονεν [00023]
γείτονας [00031]
γῆ [00193]
γῆς [00083]
γίνεται [00177]
γινόμεναι [00004]
γινόμενον [00062]
γίνονται [00004]
γνώμαις [00029]
γνώμῃ [00191]
γνώμη [00199]
γνώμης [00120]
γνώριμος [00034]
γνωρίσωσι [00116]
Γράψαντος [00021]
γυμνάζοντος [00006]
γυναῖκας [00018] [00034]
γυναῖκες [00031]
γυναιξὶ [00007]


δάκρυα [00111]
δακρύει [00120]
δακρύεις [00119]
δάκρυον [00083]
δακρύων [00007]
δὲ [00004] [00007] [00007] [00043] [00063] [00082] [00085] [00089] [00102] [00106] [00107] [00111] [00121] [00124] [00141] [00147] [00151] [00158] [00166] [00167] [00176] [00188] [00191]
δέ [00012]
δεδεμένος [00180] [00181] [00181]
δέδωκεν [00201] [00201]
δεικνύντων [00117]
δεικνὺς [00051] [00120]
δεινὸν [00006]
δεῖται [00160]
δέξεται [00197]
δέομαι [00173]
δεσμοφύλαξ [00174]
δεσμῶν [00187]
δεσμώτην [00064]
δεσμώτου [00173]
∆έσποτα [00094] [00113] [00130]
∆εσπότῃ [00018] [00176]
∆εσπότης [00140] [00142]
δεσποτικοῖς [00139]
δεῦρο [00168] [00178]
δέχεται [00011] [00012]
δεχόμενος [00011] [00012]
δημίων [00034]
δῆμος [00169] [00193]
δήσαντες [00187]
δι [00020] [00045] [00076] [00080] [00182]
∆ιὰ [00059] [00113] [00153] [00186]
διὰ [00121] [00130] [00159] [00161] [00173]
διακόνῳ [00034]
διανοίᾳ [00155]
διάνοιαν [00153]
διαπεσὸν [00103]
διαρπάσῃ [00082]
διαῤῥήγνυται [00193]
διασῶσαι [00088]
διδασκαλία [00004]
διδάσκαλον [00007]
διδασκάλου [00006]
διδασκάλῳ [00018]
διδόναι [00175]
δίδοται [00055] [00056] [00056]
διηνοίγοντο [00099]
∆ίκαιον [00007]
δικασταὶ [00021]
διψῶσιν [00004]
δόξα [00201]
δόξαν [00051]
δοξασθῇ [00045]
δόξης [00045]
δοξολογίαν [00051]
δοξολογίας [00148]
δὸς [00038]
∆ότε [00115]
δοῦλον [00139]
δοῦλος [00142]
δράμῃ [00169]
δραμόντες [00084]
δρομαία [00096]
δρομαῖοι [00109]
δρόμον [00169]
δύναται [00006] [00135]
δυνατὸν [00103]
δύο [00058]
δυσκολίας [00110]
δυσωδίας [00089]
δῴη [00152]
δῶρον [00008]
δώσει [00154]


ἐὰν [00200]
ἑαυτοῖς [00007] [00133]
ἑαυτοῦ [00151]
ἑαυτῶν [00079] [00116]
ἐγείρειν [00119]
ἐγειρόμενοι [00071]
ἐγειρομένων [00190]
ἐγκαλεῖν [00096]
ἐγκληθῇς [00095]
ἐγκλήματα [00189]
ἐγκλήματος [00192]
ἔγνωσαν [00033]
ἔγραψεν [00020]
Ἔγραψεν [00018]
Ἐγὼ [00158]
Ἐγώ [00107]
ἐδάκρυσε [00018] [00118]
ἐδαπάνησεν [00060]
ἔδει [00079]
ἐδείκνυτο [00081]
ἐδιπλασίασε [00169]
ἐδραπέτευσεν [00062]
ἐζήτησαν [00031]
ἐθεράπευσε [00016]
ἔθνη [00021]
Εἰ [00055] [00062] [00081]
εἰ [00043] [00063] [00073] [00097] [00101] [00119] [00119]
εἴ [00154]
εἶδε [00111]
Εἶδες [00160]
εἰδόσι [00065]
εἰδώς [00117]
εἰμι [00107]
εἶναι [00051] [00116]
εἶπαν [00122]
εἴπατε [00192] [00194]
Εἶπε [00107]
εἶπεν [00044]
εἶπον [00159]
εἰπὼν [00058]
εἰπών [00052]
εἰρηκὼς [00010]
Εἰς [00002]
Εἷς [00173]
εἰς [00008] [00018] [00069] [00069] [00088] [00149] [00201]
εἷς [00169] [00173]
εἰσιν [00199]
εἶχε [00064]
εἴωθε [00004]
εἴωθεν [00009]
ἐκ [00190]
ἔκαμνε [00030]
ἕκαστον [00201]
ἐκβαλλόμεθα [00195]
ἔκβασιν [00047]
ἐκβιάζεται [00041]
Ἔκδεξαι [00108]
ἐκεῖ [00080]
ἐκεῖνον [00008]
ἐκείνου [00008] [00171]
ἐκείνῳ [00058]
ἐκείνων [00009]
ἐκκλησία [00023]
ἔκλεισε [00018]
ἐκτιθέναι [00016]
Ἔλαβε [00064]
ἔλαβεν [00057]
ἔλαττον [00081]
ἔλεγον [00151]
ἐλέχθη [00018]
ἐληλύθεισαν [00091]
Ἐλθὲ [00038]
ἔλθητε [00170]
ἕλκωνται [00034]
ἐλογίζετο [00062]
ἐλπίδας [00052]
ἐμὲ [00011] [00012]
ἔμεινα [00082]
ἔμεινε [00058] [00059]
ἐμμένει [00200]
ἐμνημόνευσε [00166]
ἐμοὶ [00155]
ἐμοῖς [00179]
ἐμοὺς [00175]
ἐμπίπραται [00195]
ἐν [00010] [00020] [00027] [00027] [00027] [00058] [00090] [00106] [00110] [00110] [00110] [00200] [00201]
Ἕνα [00170]
ἐναργῆ [00145]
ἔνδοθεν [00193]
ἐνειλίξαντας [00115]
ἐνεκάλεσαν [00018]
ἔνθεος [00004]
ἐνομίζετο [00081]
ἑνὸς [00173] [00173]
Ἐνταῦθα [00031]
ἐξ [00122]
ἐξανίσταται [00141]
ἐξετάζεις [00113]
ἐξετάζομεν [00164]
ἐξῆλθε [00181]
Ἐξῆλθεν [00181]
ἐξιέναι [00134] [00135]
ἐξομοιοῦσθαι [00139]
ἐξυπνίσω [00067]
ἔξω [00168] [00178] [00183]
ἑορτάζειν [00201]
ἑορταὶ [00004]
ἑορτὴν [00006]
ἑορτῆς [00006]
ἐπάγει [00156]
ἐπανέρχεται [00193]
ἐπεγείρει [00109]
ἐπειγομένου [00006]
ἐπείγονται [00024]
ἐπειδήπερ [00151]
Ἐπείχθητι [00037]
ἐπένθησαν [00031]
ἐπέσχε [00018]
Ἐπετηρήσατο [00041]
ἐπήγαγε [00050]
ἐπὶ [00007] [00077] [00078] [00084] [00089] [00117] [00145] [00167]
Ἐπὶ [00087]
ἐπιγνῶτε [00187]
ἐπιδείξηται [00166]
ἐπιδοὺς [00052]
ἐπιείκειαν [00048]
ἐπιζητεῖν [00032]
ἐπιθυμίαν [00004]
ἐπίστευσεν [00109]
Ἐπίστηθι [00042]
ἐπίταγμα [00048] [00184]
ἐπιτάγμασιν [00179]
ἐπιτάσσει [00184]
ἐπιχώριον [00182]
ἐπράχθη [00018]
ἔργον [00006] [00016] [00050] [00092] [00116] [00125] [00167]
ἔργου [00006]
ἔρη [00145]
ἔρημα [00145]
ἔρχεται [00096]
ἐσβέννυτο [00081]
Ἐσιώπησε [00146]
ἐσομένης [00092]
ἐσομένων [00116]
ἔστη [00145]
ἐστὶ [00007]
ἐστι [00087] [00143]
ἔστι [00045] [00050] [00053]
ἐστιν [00010] [00138]
ἐσυλᾶτο [00100]
ἐσχάτῃ [00106]
ἐσώθη [00019]
ἑτέρας [00088]
ἕτεροι [00195]
ἕτερον [00032]
ἔτι [00102]
Ἔτι [00180]
ἔτος [00201]
Εὐαγγελίοις [00010]
εὑρεῖν [00085] [00087]
εὑρήσεις [00043]
εὑρίσκω [00049]
εὐσεβῶν [00029]
εὐφραίνεται [00078]
εὐφροσύνης [00007]
εὐχαῖς [00034]
Εὐχαριστῶ [00157]
εὐχαριστῶ [00150]
εὐχαριστῶν [00149]
Εὔχῃ [00165]
Ἐφέσῳ [00020]
ἐφορᾷ [00028]
ἔχεις [00108]
ἔχοντας [00032]
Ἐχρῆν [00139]
ἔχω [00092]
Ἔχων [00151]


ζήσονται [00172]
ζήτει [00163]
ζητεῖς [00108]
ζητῶ [00170]
ζωὴν [00193]
ζωῆς [00151]
ζῶν [00055]
ζῶντες [00146]
ζῶσι [00071]
ζωτικοῦ [00145]


[00023] [00069] [00096] [00107] [00109] [00136] [00151] [00195] [00199] [00201]
[00034] [00034] [00034] [00081]
[00045] [00050] [00053] [00106]
ᾔδειν [00158]
ᾔδεις [00114]
ἤδη [00006] [00086] [00137] [00143] [00145] [00147] [00180]
ἠδύναντο [00085]
ἠδύνατο [00122]
Ἠδύνατο [00123]
ἡκέτω [00173]
ἤκουσαν [00188]
ἤκουσάς [00150] [00157]
Ἤκουσάς [00162]
Ἤκουσεν [00044] [00096] [00109]
Ἦλθεν [00093] [00117]
ἦλθες [00094]
Ἦλθον [00084]
ἥλιος [00193]
ἡλίου [00100]
ἡμεῖς [00195]
ἡμέρᾳ [00106] [00140]
ἡμέρας [00006] [00058] [00193]
ἡμέτερον [00007]
ἤμην [00080] [00081]
ἡμῶν [00066] [00149] [00195] [00201]
ἦν [00014] [00032] [00090] [00103] [00182] [00183]
Ἦν [00012] [00025]
ἠνέσχετο [00117]
ἠπείχθησαν [00084]
Ἦρε [00149]
ἦς [00097] [00101]
ἦσαν [00146]
ἠσφαλίσατο [00167]


θάνατον [00006] [00045] [00050] [00053] [00114] [00179] [00179] [00186]
θάνατος [00041] [00060] [00064] [00069] [00083] [00190]
θανάτου [00006] [00018] [00033] [00129] [00147] [00183]
θανατοῦται [00190]
θανάτῳ [00055]
θαῦμα [00018] [00063] [00081] [00121]
θαυμάσω [00046]
θαύματα [00006]
θαυμάτων [00006]
θάψαντας [00115]
θέαν [00133]
θεάσασθαι [00084]
θέλει [00071] [00071]
Θεὸν [00152]
Θεόν [00144]
Θεὸς [00027] [00029] [00050] [00083] [00197] [00201]
Θεοῦ [00045] [00049]
Θεραπεία [00074]
θεραπεύοντα [00004]
Θεῷ [00051] [00071]
θήκη [00023]
θυμηδίας [00007]


ἰατρὸν [00031] [00032]
ἰατρὸς [00093]
ἴδε [00040]
ἰδεῖν [00021]
ἰδίας [00140]
ἰδίῳ [00020]
ἰδιῶται [00021]
ἴδωσι [00116]
Ἰεζεκιὴλ [00145]
ἱερωσύνη [00196]
Ἰησοῦ [00063] [00201]
Ἰησοῦν [00007] [00032] [00034]
Ἰησοῦς [00024] [00044] [00058] [00065] [00093] [00104] [00107] [00110] [00111] [00126] [00148] [00184]
ἵν [00006] [00116] [00169]
ἵνα [00045] [00060] [00061] [00067] [00082] [00091] [00092] [00095] [00122] [00133] [00166] [00187]
Ἰουδαῖοι [00191]
Ἰουδαίων [00091] [00121]
ἱστορίαν [00013]
ἱστορίας [00007]
ἰσχυροτέραις [00034]
ἰσχύσας [00083]
Ἰωάννης [00014]
Ἰωάννου [00021]
Ιn [00001]


καθ [00201]
καθεύδοντες [00071]
καθήμενος [00020]
κάθησθε [00192]
καθίστανται [00195]
καθόδου [00149]
καινὸν [00184]
καιρὸν [00004]
καιρός [00171]
καιρῷ [00007]
κακὸν [00031]
κακῶν [00042]
κάμνουσιν [00074]
κατ [00180]
καταδεέστερον [00063]
καταδήσαντας [00115]
καταλαμβάνομεν [00164]
καταπέτασμα [00193]
καταστάντες [00116]
κατείχετο [00090]
κατέπιε [00083]
κατηπείγετο [00030]
κάτω [00034] [00174] [00174] [00179] [00186]
κάτωθεν [00193]
κείμενον [00145]
κεκοίμηται [00066] [00073]
κεραμέως [00103]
κέρας [00087]
κινούμενος [00181]
κλειδοῦχοι [00174]
κλεπτομένῳ [00042]
κληρονόμοι [00195]
κλοπὴ [00092]
κοινὸς [00064]
κοινωνῆσαι [00007] [00007]
κοινωνίᾳ [00024]
κόνιν [00084]
κυβερνήτης [00093]
κυβερνήτου [00019]
κῦμα [00061]
κύματα [00018]
Κύριε [00040] [00073] [00097] [00101] [00137] [00143]
Κύριος [00148]
Κυρίῳ [00201]
κώμῃ [00027]
κώμην [00018]
κώμης [00012] [00025]


λαβεῖν [00087]
λάβῃ [00060]
Λάζαρε [00168] [00178]
Λάζαρον [00002] [00060]
Λάζαρος [00006] [00012] [00025] [00030] [00054] [00066] [00076] [00181] [00190]
Λαζάρου [00023] [00089]
Λαζάρῳ [00007] [00018] [00042]
λαλήσητε [00200]
λαμβάνει [00057]
λαμβάνειν [00174]
λαμβάνουσι [00004]
λατρεία [00195] [00196]
Λέγει [00104] [00126] [00136]
λέγει [00065] [00075] [00111] [00129] [00153]
λέγεις [00114]
λέγοντες [00188]
Λέγουσιν [00072] [00143]
λέγουσιν [00035]
λέγω [00017] [00022]
λέγων [00149] [00156]
λείψανα [00085]
λέξει [00016]
λέξεις [00199]
λεχθέντων [00047]
λίθον [00090] [00127] [00129] [00130] [00131]
λίθος [00146]
λίθων [00135]
λογισμοὺς [00167]
λόγον [00072] [00169] [00192] [00200] [00201]
λόγος [00102] [00128]
λόγῳ [00018] [00069] [00081] [00130]
λόγων [00048] [00199]
λοιδορίαν [00124]
λοιπὸν [00156] [00167] [00183]
λυέσθω [00173]
λύεται [00186] [00195]
λύκος [00082]
λυπεῖσθαι [00079]
λυπηροῦ [00096]
Λύσατε [00185]
λύσατε [00187]
λύων [00110]
Λazarum [00001]


Μάθε [00175]
μαθηταὶ [00006] [00072]
μάλιστα [00004]
μᾶλλον [00004]
Μάρθα [00096] [00109] [00136] [00146] [00151]
Μάρθαν [00031] [00034]
Μάρθας [00012] [00025]
Μαρία [00151]
Μαρίαν [00007] [00031]
Μαρίας [00012] [00025]
Μάρτυρας [00092]
μάρτυρες [00116]
μαχομένου [00099]
με [00012]
Μεγάλα [00189]
μείνατε [00125]
μέλανι [00020]
μελετήσαντες [00174]
μέλλει [00134]
μέλλεις [00119]
μέλλοντι [00095]
μέλλοντος [00033]
μελλούσῃ [00007]
μελλούσης [00145]
Μέλλων [00015]
μὲν [00140] [00151] [00165]
μένει [00055] [00199]
μένω [00180]
μέρος [00088]
μετ [00050] [00193]
μεταφέρεται [00196]
μετεβλήθη [00069]
μετέωροι [00146]
μετηνέχθη [00069]
μηδ [00018] [00018]
μηδὲ [00020]
Μηδεὶς [00026] [00070] [00174]
μηδὲν [00176] [00176]
μηνύων [00149]
μήτηρ [00034]
μίαν [00051] [00166]
Μικρὰ [00144]
μικρὸν [00096] [00108]
μίμησαι [00034]
μιμούμεναι [00004]
μνημεῖον [00117]
μοι [00005] [00115] [00154]
μον [00145]
Μονογενοῦς [00173]
μόνον [00007]
μόνος [00169] [00173]
μου [00097] [00101] [00116] [00150] [00157] [00158] [00162]
μοχλοὺς [00129]


νάματα [00004]
ναὸς [00195]
ναοῦ [00193]
ναυάγιον [00093]
ναυαγίου [00085]
ναυαγίων [00087]
νεκροὶ [00146] [00172]
νεκρὸν [00021] [00170]
νεκρόν [00093] [00115]
νεκρὸς [00006] [00090]
νεκροῦνται [00191]
νεκρῷ [00077]
νεκρῶν [00145] [00169] [00190] [00190] [00193]
νεύματος [00171]
νεύρων [00145]
νέφει [00042]
νηὸς [00088]
νηστεία [00196]
νηστειῶν [00006]
νίκησον [00179] [00179]
νομισθῇ [00092]
νομίσωσι [00116]
νοσήματος [00062]
νόσου [00030]
νοσοῦντος [00033]
νῦν [00082]


ξένον [00176] [00188]
ξηρὰ [00145]
ξον [00016]


[00006] [00010] [00012] [00013] [00014] [00027] [00029] [00041] [00044] [00045] [00058] [00060] [00062] [00064] [00065] [00065] [00065] [00065] [00066] [00069] [00074] [00081] [00082] [00083] [00083] [00090] [00093] [00097] [00100] [00101] [00102] [00104] [00105] [00107] [00110] [00111] [00117] [00122] [00126] [00128] [00146] [00147] [00148] [00169] [00169] [00171] [00181] [00184] [00186] [00186] [00188] [00201]
[00017] [00057] [00108] [00119]
[00008] [00011] [00030] [00129] [00140]
ὁδὸν [00096]
ὄζει [00137] [00143]
ὅθεν [00033]
οἱ [00006] [00072] [00109] [00109] [00131] [00131] [00132] [00172] [00172] [00174] [00187] [00188] [00191]
Οἶδα [00106]
Οἴδαμεν [00152]
οἶδας [00114]
οἴδατε [00154]
οἰκεῖ [00027]
οἰκείας [00149]
οἰκείου [00006]
οἰκειοῦσθαι [00009]
οἰκείων [00187]
οἷς [00201]
ὀλίγας [00193]
ὁλοκλήρως [00082]
ὅλος [00181] [00182]
ὅλου [00182]
Ὅλως [00154]
ὃν [00040] [00200]
ὄντα [00139]
ὅπου [00024]
ὀρεγόμενα [00004]
ὄρεσιν [00027]
ὅσα [00152]
ὅσον [00164]
ὀστᾶ [00145]
ὅταν [00006] [00034] [00116]
Ὅταν [00057]
ὅτε [00071] [00071] [00085]
Ὅτε [00172]
ὅτι [00006] [00018] [00080] [00106] [00121] [00150] [00152] [00154] [00157] [00158] [00188] [00193] [00195] [00195] [00195] [00195] [00196]
Οὐ [00036] [00134]
οὐ [00029] [00031] [00031] [00050] [00056] [00057] [00084] [00160] [00164] [00186] [00200]
Οὐδὲ [00183]
οὐδὲ [00134]
οὐδὲν [00006]
Οὐκ [00054] [00122] [00169]
οὐκ [00016] [00031] [00031] [00031] [00037] [00038] [00045] [00050] [00053] [00080] [00097] [00101] [00114] [00130]
οὖν [00005] [00015] [00046]
οὔπω [00145] [00145] [00171]
οὐρανὸν [00149]
οὔσαις [00034]
Οὗτοί [00116]
οὗτος [00122] [00122] [00188]
ὀφθαλμοὺς [00122] [00149]
ὄχλῳ [00110]
ὄψει [00108]


παθεῖν [00006]
πάθος [00109]
πάθους [00006]
παθὼν [00176]
παῖς [00034]
πάλαι [00187]
Πάλιν [00110] [00184] [00194]
πάλιν [00083] [00103] [00121] [00133]
πᾶν [00083]
πανηγύρει [00007]
πανηγύρεως [00201]
πανηγυρίζειν [00201]
πανήγυρις [00196]
Πάντα [00049]
πάντα [00028] [00089] [00117] [00165] [00181] [00196]
πανταχοῦ [00027] [00029] [00110]
Πάντες [00024]
πάντες [00021] [00071] [00109] [00146] [00170] [00174]
παντὸς [00083]
πάντοτέ [00158]
πάντοτε [00162]
πάντων [00145]
παρὰ [00145]
παραγαγών [00013]
παράδο [00015]
παραδοθῇ [00006]
Παράδοξος [00128]
Παρακλήθητι [00036]
παραλυομένων [00147]
παραμυθήσωνται [00091]
παραμυθία [00068]
παραμυθούμενοι [00109]
παραπέμπει [00008]
παρεκάλεσαν [00018] [00031]
παρέμειναν [00121]
παρεμυθήσατο [00052]
παρερχόμενον [00061]
παρεστῶτας [00159]
παρέχον [00145]
παρῆν [00018] [00062]
παριδὼν [00095]
παρόντος [00019] [00098] [00103]
παρόντων [00161]
παρούσας [00018] [00018]
παῤῥησίᾳ [00075]
παρὼν [00065] [00114] [00114]
Πᾶσα [00004]
Πάτερ [00150] [00157]
Πατέρα [00048] [00154]
Πατρὶ [00149]
Πατρί [00155]
Πατρὸς [00051] [00166]
παύεται [00195]
παῦσις [00089]
πέμπουσι [00033]
πέμψον [00034]
πένθει [00110]
πενθικῶς [00096]
πένθος [00090] [00111]
πενθοῦντες [00109]
πενθοῦσαι [00018]
πενίαν [00020]
πεπραγμένα [00193]
Περὶ [00198]
περὶ [00007] [00031] [00034] [00198]
περιττὸν [00032]
πεφίμωσο [00176]
πεφραγμένων [00135]
πηδάλια [00088]
πισταὶ [00031]
πιστεύουσι [00110]
πιστεύσωσιν [00006]
πίστιν [00167]
πληροφορήσατε [00133]
πνεύματος [00145]
πόδας [00182]
ποθεινότερα [00004]
ποιεῖ [00151] [00161] [00188]
ποιῆσαι [00122]
Ποιμένος [00098]
ποιοῦμεν [00188] [00193] [00195] [00196]
πόλει [00027]
πολεμουμένῳ [00042]
πολέσαντας [00079]
πόλεως [00091]
πόλις [00195]
Πολλὴ [00068]
πολλῇ [00088]
πολλοὶ [00091]
πολλοῖς [00042]
πολὺ [00034] [00050]
πορεύομαι [00067]
ποριζόμενοι [00024]
πότε [00163]
ποτε [00145]
Ποῦ [00112] [00114]
ποῦ [00018]
πρᾶγμα [00081]
πρεσβευτὰς [00033]
πρὸ [00006] [00006] [00006]
πρόβατον [00098]
Προεῖπεν [00050]
προέλθετε [00155]
προθύρων [00177]
πρόνοιαν [00047]
προοίμιον [00005]
πρὸς [00006] [00031] [00031] [00034] [00045] [00048] [00050] [00053] [00106] [00144] [00151] [00193]
προσβολὴν [00031]
προσεύξασθαι [00024]
προσευχῆς [00160]
προσέχων [00029]
προσηύξατο [00024]
πρόσθετε [00192]
προσλαμβάνετε [00124]
προσποιούμενος [00176]
προσώπου [00083]
προφῆται [00196]
προφητείαν [00047]
πρῶτον [00148] [00175]
πύλαι [00099]
πύλας [00018] [00129]
πυλῶν [00147]
πυλωρὸς [00174]
πυρετὸς [00062] [00081]
πυρετοῦ [00031]
πυρετῷ [00042]
πυρκαϊὰν [00084]
πυρκαϊᾶς [00084]
πῶς [00018] [00018] [00018] [00098] [00099] [00100] [00160]


ῥᾳθυμήσας [00095]


σαῖς [00034]
σανίδας [00087]
σαρκῶν [00145]
σαφῶς [00060]
σβέσαι [00084]
σήμαντρα [00187]
σημεῖα [00188]
σὴν [00041]
σιδηροῦς [00129]
σιώπα [00176]
σκάφος [00019] [00061]
σκεῦος [00103]
σκέψασθε [00198]
σκιὰ [00134]
σκοτίζεται [00193]
σκυθρωπάζειν [00079]
σοι [00150] [00152] [00157]
σὸν [00041]
σου [00105]
σπουδῇ [00007] [00088]
σταυρῷ [00006]
στεφανούμενος [00180]
στρατηγοῦ [00099]
στρατιωτῶν [00021]
στρατόπεδον [00145]
σὺ [00034] [00176]
συγγραφεὺς [00013]
συγκροτοῦσι [00188]
συκοφάνται [00131]
συλήσας [00179]
συμφωνίαν [00166]
συναγαγεῖν [00087]
συνάγειν [00004]
συνηθείας [00081]
συνταξάμενος [00095]
συντρέχουσιν [00021]
συντρίβων [00129]
σφιγγόμενος [00182]
σχήματος [00024] [00096]
σωθῆναι [00033]
σωθήσεται [00073]
σῶν [00177]
Σωτῆρι [00096]
σωτηρίαν [00006] [00069]


τὰ [00004] [00018] [00052] [00111] [00116] [00179] [00187] [00193]
ταῖς [00007] [00034]
τὰς [00004] [00006] [00009] [00018] [00018] [00034] [00091] [00110] [00140]
Ταῦτα [00058]
ταῦτα [00065] [00118] [00135] [00144] [00188]
ταύτας [00006]
ταφέντα [00116]
ταφῆς [00182]
τάφον [00021] [00022] [00145]
τάφου [00183]
τάχα [00085] [00121] [00147]
τεθείκατε [00112] [00114]
τεθνεῶτας [00070]
τεθνεῶτος [00078] [00091]
τεθνηκότος [00136]
τελευτᾷν [00095]
τελευτῶντι [00018]
τεταρταῖός [00143]
τεταρταῖος [00138] [00141]
τετραήμερος [00006] [00086]
τέως [00173]
τῇ [00007] [00007] [00016] [00024] [00052] [00057] [00062] [00106] [00121] [00140] [00155] [00191]
τὴν [00004] [00006] [00006] [00007] [00018] [00024] [00031] [00031] [00034] [00041] [00047] [00047] [00047] [00048] [00048] [00048] [00051] [00084] [00084] [00084] [00096] [00108] [00109] [00121] [00124] [00133] [00151] [00153] [00161] [00166] [00167] [00173] [00186]
τὴνχάριν [00038]
τῆς [00007] [00007] [00012] [00012] [00018] [00025] [00030] [00045] [00083] [00084] [00091] [00092] [00120] [00145] [00149] [00151] [00160] [00172] [00182] [00201]
Τί [00005] [00022] [00035] [00046] [00108] [00124] [00188] [00193] [00195] [00196]
τί [00018] [00018] [00039] [00059] [00094] [00113] [00119] [00130] [00186]
τι [00088] [00154]
τιμάς [00009]
τιμὴν [00166]
τιμήν [00048]
τιμῆσαι [00007]
τιμῶν [00008]
Τινὲς [00122]
τίς [00077] [00078]
τις [00012] [00025] [00057]
Τὸ [00090]
τὸ [00005] [00008] [00018] [00019] [00031] [00048] [00050] [00061] [00061] [00062] [00063] [00081] [00081] [00092] [00103] [00109] [00111] [00116] [00117] [00120] [00121] [00125] [00145] [00163] [00167] [00193]
τοιαῦτα [00188]
τοίνυν [00007] [00021] [00034] [00064] [00070] [00108] [00155] [00192] [00201]
τοῖς [00004] [00004] [00010] [00065] [00074] [00110] [00139] [00166] [00179]
Τὸν [00060]
τὸν [00002] [00006] [00007] [00012] [00016] [00018] [00034] [00041] [00043] [00048] [00060] [00072] [00082] [00090] [00114] [00114] [00115] [00116] [00120] [00127] [00129] [00130] [00131] [00145] [00149] [00149] [00152] [00169] [00182] [00192] [00201]
τοξεύμασι [00042]
τόποις [00029]
τόπον [00026] [00114]
τόπῳ [00058]
Τότε [00075]
τοῦ [00006] [00006] [00006] [00006] [00018] [00024] [00031] [00033] [00045] [00045] [00062] [00072] [00088] [00089] [00091] [00095] [00096] [00122] [00129] [00136] [00145] [00147] [00171] [00172] [00172] [00173] [00192] [00193]
τοὺς [00008] [00070] [00079] [00115] [00115] [00115] [00122] [00149] [00159] [00167] [00175] [00201]
τοῦτο [00121] [00151] [00153] [00161]
τοῦτον [00064]
τούτων [00176] [00198] [00198]
τρέμει [00193]
τρίτῃ [00140]
τρόπιν [00087]
τρόπον [00018] [00149] [00182]
τυφλοῦ [00122]
τῳ [00130]
τῷ [00007] [00007] [00018] [00018] [00018] [00051] [00055] [00058] [00063] [00071] [00096] [00149] [00155] [00201]
τῶν [00004] [00004] [00006] [00034] [00034] [00047] [00048] [00064] [00068] [00087] [00091] [00116] [00121] [00145] [00147] [00161] [00167] [00169] [00174] [00177] [00187] [00199] [00201]


ὑδάτων [00004]
Υἱὸς [00045]
Υἱός [00165]
Υἱοῦ [00051] [00166] [00172]
ὑμᾶς [00011] [00076] [00080]
ὑμεῖς [00131]
Ὑμεῖς [00187]
ὑμῖν [00199] [00200]
ὑπ [00116]
ὑπάγειν [00185]
ὑπακούων [00176]
ὑπὲρ [00009] [00045] [00048] [00149]
ὑπεροράτω [00026]
ὑπέσχου [00119]
ὕπνον [00069]
ὕπνος [00074]
ὑπὸ [00006] [00030] [00034] [00090]
ὑποσχέσεις [00140]
ὑποτάξας [00006]


φαίνοντος [00100]
φαντασία [00134]
φαντασίαν [00116]
Φαρισαῖοι [00188]
φάρμακα [00031]
φάσει [00052]
φασι [00039]
φέρονται [00109]
φέρουσα [00193]
φησὶ [00091] [00092] [00115] [00149] [00162] [00185]
φησὶν [00012] [00058] [00131]
φιλανθρωπίαν [00048]
φιλάνθρωπον [00120]
φιλάνθρωπος [00009]
φιλεῖς [00040]
φιλίαν [00173]
φιλομαθῶν [00004]
φίλον [00041] [00043]
φίλος [00066]
φίλου [00078] [00095]
φίλους [00008]
φορτικὰ [00089]
φόρτου [00088]
φροντίσασα [00096]
φρουρὰν [00186]
φυγὰς [00177]
φυγὼν [00186]
φυλαὶ [00021]
φυλάξαι [00088]
φύσει [00062]
φύσιν [00074] [00165]
φωνῆς [00172]


χαίρει [00077]
Χαίρω [00080]
χαίρω [00076]
χαλκᾶς [00129]
χαμαὶ [00145]
χαρᾶς [00007]
χαριζομένους [00007]
χάριν [00006] [00108]
χαρίσμασιν [00139]
χάριτος [00092]
χάρτῃ [00020]
χεῖρας [00182]
χορηγίαν [00151]
χρὴ [00033]
χρησαμένους [00088]
χρήσασθαι [00020]
χρῆσιν [00088]
χρησταῖς [00007]
χρηστὰς [00052]
Χριστοῦ [00006]
Χριστῷ [00201]
χρόνον [00060]
χρυσὸς [00100]
χρώμενος [00034]
χωρεῖ [00167]


ψηλαφήσας [00065]
ψηλαφήσατε [00133]
ψυχῆς [00145]


[00094] [00113] [00176]
[00201]
ὧδε [00094] [00097] [00101]
ὦζε [00086]
ὢν [00009]
ὤν [00086]
ὡς [00020] [00050] [00095] [00095] [00095] [00165]
ὥς [00145]
Ὡς [00111] [00167] [00188]
ὠφέλειαν [00024]
ὠφελείας [00004]
ὠχύρωσε [00167]