0345-0407 - Iohannes Chrysostomus - In Bassum martyrem
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn Βassum martyremὰ

[00002]    Εἰς τὴν μνήμην τοῦ ἁγίου Βάσσου.

[00003]    Ἐλέχθη εἰς τοὺς φόβους, καὶ εἰς τὸ, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.

50.719

[00004]    αʹ.

[00005]    Ἔδει μὲν ἡμᾶς τοσαύτης λόγων πηγῆς συνήθως εἰς ὑμᾶς χεομένης, νῦν δὲ διὰ τῶν προλαβόντων ἡμῶν ἱερέων τε καὶ διδασκάλων πλουσίας ὑμῖν τῆς πνευματικῆς παρατεθείσης τραπέζης, τὰς πενιχρὰς τῶν ἡμετέρων ῥημάτων ἀναστεῖλαι ψεκάδας, καὶ μάλιστα τῇ πολυχρονίῳ τοῦ σώματος ἀῤῥωστίᾳ, καὶ τῇ ἀσθενείᾳ τῆς φωνῆς, ἔτι γε μὴν καὶ ταῖς ὑπαλλήλοις φροντίσι κεκρατημένους, φιλόχριστοι, ἀλλ' ἐπειδὴ καὶ ἡμᾶς πρὸς τὸ λέγειν ἐπιτρέπεσθε ἀκορέστῳ περὶ τὴν θείαν ἀκρόασιν κεκρατημένοι τῷ πόθῳ, φέρε τῇ χάριτι τοῦ Σωτῆρος διὰ βραχέων τὰ πρόσφορα καὶ ἁρμόζοντα τῷ καιρῷ παραθώμεθα τῇ ὑμετέρᾳ χρηστότητι.

[00006]    Τοῦτο γὰρ, οἶμαι, καὶ ἡμῖν τοῖς λέγουσι καὶ ὑμῖν τοῖς ἀκούουσιν ὑπάρχει κατάλληλον, λογισμῷ ποριζομένοις ἑαυτοῖς τὰ βελτίω τε καὶ συμφέροντα.

[00007]    Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπίσκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ' ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν συνήθως πρὸς τὸν ∆εσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαίστρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρσίας παρ' αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς πιστοῖς ὁ Χριστὸς προευτρέπισεν.

[00008]    Ἄφθονα γὰρ, [50.720] κατὰ τὸν θεῖον Ἀπόστολον, τὰ τοῦ ∆εσπότου χαρίσματα, καὶ πάλαι τοῖς ἐπικαλουμένοις γνησίως αὐτὸν τὰς τῶν μαρτύρων δωρεὰς πρυτανεύων, καὶ μάλιστα νῦν, ὅταν ἡμᾶς ἡ δι' ἐνιαυτοῦ μετὰ μικρὸν τῶν φόβων περιμένῃ ἀνάμνησις, καὶ τῆς φοβερᾶς ἐκείνης ἀπειλῆς ἡ φιλάνθρωπος ὀργὴ πρὸς δοξολογίαν καλῇ.

[00009]    Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον.

[00010]    καὶ ὁ ∆εσπότης τοῖς οἰκτιρμοῖς ἐπεκάμπτετο·

[00011]    τῷ γὰρ βλέμματι κινῶν, τῇ χειρὶ τὴν ὑποτρέμουσαν κτίσιν ὑπέσφιγγε,

[00012]    Τί συντόμως οὐ λέγω;

[00013]    ὅτε εἰ μὴ Κύριος Σαβαὼθ ἐβοήθησεν ἡμῖν παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχὴ ἡμῶν.

[00014]    Τίνα γὰρ οὐκ ἐκπλήττει τῆς τοῦ Σωτῆρος φιλανθρωπίας τὸ μέγεθος;

[00015]    [50.721] τίνας οὐχὶ κινεῖ λογισμοὺς πρὸς εὐχαριστίαν τὰ τότε γεγενημένα, καὶ οὐ μόνον τὰ τότε, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα, καὶ πρὸ βραχέως ἡμῖν ἀπαντήσαντα;

[00016]    Ἐσάλευσε τῆς γῆς τὰ στηρίγματα, ἐκλόνησε τῶν οἰκιῶν τὰ θεμέλια, τὰ δώματα καθάπερ ὁλκάδες ἐν τοῖς τοῦ πελάγους ἀνεβράσσοντο κύμασι·

[00017]    μόνον ἔδειξεν ὄμμα δικαστικὸν, καὶ καθάπερ ἐν ὕδασιν ἑστῶτες ἐδονούμεθα πάντες.

[00018]    Πολὺς ὁ φόβος, καὶ τοῦ φόβου τὰ τῆς φιλανθρωπίας πολυπλασίονα.

[00019]    Τὴν κτίσιν γὰρ κλονῶν οὐ κατέστρεψε, συσσείων τὸ πᾶν οὐκ ἠδάφισε, τοῦ κάλλους τῶν κτισμάτων τὴν γῆν οὐκ ἐγύμνωσεν·

[00020]    ἐτίναξε τοὺς ὀρόφους μόνον πρὸς τὴν ἡμετέραν ὑπόμνησιν, καὶ φθορᾶς οὐδὲ γεῦσιν ἡμῖν ἐκόμισε.

[00021]    Τοσοῦτον παρ' αὐτοῦ τῆς εἰς ἡμᾶς εὐσπλαγχνίας τὸ πέλαγος.

[00022]    Καὶ τὸ τινάξαι δὲ τῆς γῆς τὰς βάσεις, ὡς κηδεμὼν, ὡς φιλεύσπλαγχνος.

[00023]    Εἶδε γὰρ ἀθετοῦντας καὶ παραπικραίνοντας, εἶδε φιλοῦντας ἁρπάγματα, εἶδε συνάπτοντας οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντας, ἵνα τοῦ πλησίον ἀφελώμεθά τι·

[00024]    εἶδεν ὀρφανοὺς οὐκ ἐλεοῦντας, καὶ κρίσει χηρῶν οὐ προσέχοντας·

[00025]    εἶδε διδασκάλους ἀπεναντία ὧν λέγουσι πράττοντας·

[00026]    εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτοντας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυαγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην, ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπηδῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δουλεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ' ἵνα φοβήσῃ τὸ νήπιον·

[00027]    οὕτω δὴ καὶ ὁ τῶν ὅλων ∆εσπότης, ἣν ἐν τῇ χειρὶ οἰκουμένην βαστάζει, διατινάσσει οὐχ ἵνα καταστρέψῃ, ἀλλ' ἵνα πρὸς σωτηρίαν ἐπιστρέψῃ τοὺς ἀτακτοῦντας.

[00028]    βʹ.

[00029]    Καὶ μεμφέσθω μηδεὶς, ἐπεὶ τὸν Κύριον φιλοστόργῳ μητέρι παρεικάσαμεν, ὁπότε αὐτὸς ὁ Κύριος ἑαυτὸν ἀπείκασεν ὄρνιθι ἐν τοῖς Εὐαγγελίοις, εἰπών·

[00030]    Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;

[00031]    Ἐκίνησε τοίνυν τὴν ἄψυχον γῆν ὁ φιλάνθρωπος, ἵνα στήσῃ τὴν ἔμψυχον ἀτάκτου κινήσεως·

[00032]    σαρκὸς ἠπείλησε θάνατον, ἵνα τὸν τῆς ψυχῆς φυλαξώμεθα ὄλεθρον.

[00033]    Εἶδες, φιλόχριστε, πόσου τοῦ κτίσαντος ἡ περὶ ἡμᾶς εὐσπλαγχνία;

[00034]    εἶδες ἀπειλὴν φιλανθρωπίαν ἀστράπτουσαν;

[00035]    εἶδες οἰκτιρμοὺς προλαμβάνοντας ἀγανάκτησιν;

[00036]    εἶδες νικωμένην ἀπόφασιν ἀγαθότητι;

[00037]    Καὶ ξένον οὐδέν·

[00038]    αὐτός ἐστι καὶ νῦν ὁ πρᾶος καὶ φιλάνθρωπος ἡμῶν ∆εσπότης, ὁ τῆς ἡμετέρας συνήθως κηδόμενος σωτηρίας, ὃς ἐν τοῖς Εὐαγγελίοις διαῤῥήδην βοᾷ, ὡς ἀρτίως ἡμῖν ἀνεγινώσκετο·

[00039]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00040]    Ὢ πόση τοῦ πλάσαντος [50.722] συγκατάβασις, καὶ ὁ πλασθεὶς οὐκ αἰδεῖται! ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, πότε ∆εσπότης εἰς παράκλησιν τῶν πταισάντων παρεγένετο δούλων.

[00041]    Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα·

[00042]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00043]    Ὁ Θεὸς ταπεινὸς, καὶ ὁ ἄνθρωπος ὑψηλός·

[00044]    ὁ δικαστὴς ἥμερος, καὶ ὁ κατάδικος ὑπερήφανος·

[00045]    ὁ τεχνίτης πενιχρὰν ποιεῖται φωνὴν, καὶ ὁ πηλὸς ὡς βασιλεὺς διαλέγεται.

[00046]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00047]    Τὰ προλαβόντα οὐκ ἔπεισε, τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ βραχέος οὐκ ἐδυσώπησεν, ὅπως καὶ τότε καὶ νῦν τὴν κτίσιν κινήσας πάλιν ἐστήριξεν ἐλεήσας·

[00048]    ∆εῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00049]    Οὐκ ἔχει μάστιγα πλήττουσαν, ἀλλ' ἰατρεύουσαν φύσιν.

[00050]    ∆εῦτε, ἴδετε φιλανθρωπίαν ἄφατον.

[00051]    Τίς οὐκ ἀγαπᾷ δεσπότην μὴ τύπτοντα;

[00052]    τίς οὐ θαυμάζει κριτὴν ἀξιοῦντα κατάκριτον;

[00053]    Ἐκπλήττει σε πάντως ἡ τῶν ῥημάτων εὐτέλεια·

[00054]    ∆ημιουργός εἰμι, καὶ φιλῶ μου τὸ ἔργον·

[00055]    πλάστης εἰμὶ, καὶ ὃν ἔπλασα φείδομαι.

[00056]    Ἂν χρήσωμαι τοῖς ἐμοῖς ἀξιώμασι, τὴν πεσοῦσαν ἀνθρωπότητα οὐ ῥύομαι, καὶ ἀῤῥωστοῦσαν ἀνίατα, ἂν μὴ προσηνέσι καταπλάσσω φαρμάκοις, οὐ ῥώννυται·

[00057]    ἂν μὴ ψυχαγωγήσω, νεκροῦται, ἂν ἀπειλήσω μόνον, ἀπόλλυται.

[00058]    Τούτου χάριν ἀγαθότητος ἔμπλαστρα αὐτὴν περιοδεύσω κειμένην·

[00059]    πολὺ ὑποκύπτω συμπάσχων, ἵνα πεσοῦσαν ἐγείρω.

[00060]    Τὸν ἐῤῥιμμένον ὁ ἑστὼς, ἂν μὴ συγκαταγάγῃ τὴν χεῖρα, οὐκ ἐξεγείρει τοῦ πτώματος.

[00061]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00062]    Οὐκ ἐπίδειξιν ῥημάτων ἐργάζομαι, πραγμάτων ὑμῖν παραδέδωκα πεῖραν·

[00063]    Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἀφ' ὧν ἐγενόμην θεώρησον.

[00064]    Βλέπε μου τὴν μορφὴν, καὶ ἐννόει μου τὴν ἀξίαν, καὶ προσκύνει δέ μου τὴν διὰ σὲ συγκατάβασιν·

[00065]    λόγισαι πόθεν ἐλθὼν, ποῦ σοι συνδιαλέγομαι·

[00066]    οὐρανὸν ἔχων θρόνον, ἐπὶ γῆς σοι φθεγγόμενος ἵσταμαι·

[00067]    ἄνω δοξάζομαι, καὶ ὡς μακρόθυμος οὐκ ὀργίζομαι, Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00068]    Εἰ μὴ ἤμην πρᾶος τοῦ Βασιλέως Υἱὸς, οὐκ ἂν δούλην ἐπελεγόμην μητέρα·

[00069]    εἰ μὴ ἤμην πρᾶος ὁ τῆς ἀφανοῦς καὶ φαινομένης οὐσίας δημιουργὸς, οὐκ ἂν πρὸς ὑμᾶς ἐπεδήμουν·

[00070]    εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὑπὸ σπαργάνων ἠνειχόμην ὁ τῶν αἰώνων πατήρ·

[00071]    εἰ μὴ ἤμην ταπεινὸς, οὐκ ἂν φάτνης ἐδεχόμην πενίαν ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον·

[00072]    εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν συνδιῆγον ἀλόγοις ὁ μηδὲ τοῖς Χερουβὶμ θεωρούμενος·

[00073]    εἰ μὴ ἤμην πρᾶος, οὐκ ἂν ὁ φῶς ἐμπτύων τυφλοῖς ὑπὸ ἀνόμων ἐνεπτυόμην χειλέων·

[00074]    εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν δούλους ἐλευθερῶν ἐγὼ τὸν δουλικὸν ὑπέμεινα ῥαπισμόν·

[00075]    εἰ μὴ πρᾶος ἤμην, οὐκ ἂν νῶτόν μου [50.723] παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας.

[00076]    Τί δὲ τὸ μεῖζον οὐ λέγω;

[00077]    εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον.

[00078]    Κατεβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον·

[00079]    οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ νεκρῶν ∆εσπότης.

[00080]    Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν.

[00081]    Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς, ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας διανείμω τὸ χάρισμα.

[00082]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00083]    Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια·

[00084]    οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν.

[00085]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ·

[00086]    μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω·

[00087]    διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ·

[00088]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00089]    Οὐκ ἀφ' ὧν ὑπάρχω, λαλῶ, ἀλλ' ἀφ' ὧν ἐλεῶ, διαλέγομαι.

[00090]    Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα.

[00091]    Βασιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί·

[00092]    μέγεθος ἔστι μοι δυνάμεως, ἀλλ' οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν.

[00093]    Οὐ λέγω, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ ὅτι ∆εσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί·

[00094]    ἀλλὰ, ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00095]    Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ·

[00096]    οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ ∆εσπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον·

[00097]    Πάτερ, ἄφες αὐτοῖς·

[00098]    οὐ γὰρ οἴδασι τί ποιοῦσι.

[00099]    ∆εῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ·

[00100]    δεῦτε, ἱκετεύω δεόμενος, ἱκετεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ·

[00101]    δεῦτε, μάθετε ἀπ' ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φοβερόν·

[00102]    δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω·

[00103]    νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι·

[00104]    νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι.

[00105]    ∆εῦτε, μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

[00106]    Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε.

[00107]    ∆εῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει·

[00108]    καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ' ἐμοῦ διώρισται μετριότητος.

[00109]    γʹ.

[00110]    Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις·

[00111]    ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται·

[00112]    ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον·

[00113]    ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος [50.724] ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον.

[00114]    ∆εῦτε οὖν, πρὶν ἀποκλείσω μου τὰς θύρας τῶν οἰκτιρμῶν, πρὶν φθάσῃ λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, πρὶν παρέλθῃ τοῦ βίου τὸ θέατρον·

[00115]    ἐπὶ θύραις γὰρ ἡ προθεσμία τοῦ τέλους.

[00116]    ∆εῦτε πρὶν ἄρξωμαι κρίνειν·

[00117]    ἂν γὰρ φθάσω καθίσας δικάζειν, οὐκέτι χαρίζομαι.

[00118]    ∆ιὰ ταῦτα κατάδηλον ἐποιησάμην τὸ τῶν μωρῶν παρθένων ὑπόδειγμα, ὧν αἱ λαμπάδες τῆς ζωῆς μὴ ἔχουσαι δικαιοσύνης ἔλαιον ἀπεσβέσθησαν, καὶ ὅπως ἀπεκλείσθησαν αὐταῖς τοῦ νυμφῶνος αἱ θύραι, ὅπως τε κρουούσαις ἀντέλεγον ἔνδοθεν, Οὐκ οἶδα ὑμᾶς τὴν πρὸς τοὺς ἁμαρτωλοὺς ἐν τῇ κρίσει φωνὴν αἰνιττόμενος.

[00119]    Εἰ ἐδιδάχθημεν τοιγαροῦν, ἀδελφοὶ, ἐκ τῶν τοῦ Σωτῆρος λόγων ∆εσποτικὴν ἀγαθότητα, μὴ καταφρονήσωμεν δικαστοῦ πρὸ τῆς κρίσεως φθεγγομένου φιλάνθρωπα, μὴ ἀπολέσωμεν μεταμελείας καιρόν·

[00120]    ἀγαθαῖς πράξεσι καὶ ἐλεημοσύναις τὰς ἑαυτῶν ψυχὰς ἀμφιάσωμεν·

[00121]    ἕκαστος ἡμῶν ἤδη πραγματευσάσθω τὰ πρὸς τὴν αἰώνιον ζωὴν ἐπιτήδεια, τῶν χαλεπῶν πράξεων ἑαυτοὺς ἀποστήσωμεν.

[00122]    Ἐὰν γὰρ ἡμεῖς τὴν πίστιν ἀσάλευτον ἐν ἀγαθοῖς ἔργοις φυλάξωμεν, ἔσται σὺν ἡμῖν καὶ ἡ κτίσις ἀσάλευτος.

[00123]    Σωφροσύνῃ κοσμήσωμεν τὰς ψυχὰς ἡμῶν, καὶ τῆς καθαρᾶς πίστεως τὸν ἀτίμητον μαργαρίτην βεβαίως ἐπικτησώμεθα·

[00124]    πρὶν ὁ χρόνος τῆς ζωῆς σβεσθῇ τῆς ἡμετέρας, πρὶν τὸ σχῆμα τοῦ κόσμου, καὶ τὸ ἄνθος τῆς δόξης, καὶ πάντα τὰ τῆς ὅλης τερπνὰ διαφθαρήσηται, τὸν ἀδέκαστον κριτὴν θεραπεύσωμεν.

[00125]    Αὐτὸς γάρ ἐστιν ὁ λέγων·

[00126]    Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.

[00127]    Εἰ ἐφίετο τιμωρεῖσθαι τὸν ἁμαρτωλὸν, ἐσιώπα·

[00128]    ἐλεεῖν θέλει, διὰ τοῦτο παρακαλεῖ·

[00129]    φείδεται, διὰ τοῦτο προτρέπεται·

[00130]    φοβεῖ σε τῷ προειπεῖν, ἵνα τοῦ κινδύνου προαναστείλῃ τὴν πεῖραν.

[00131]    Θεὸς γὰρ ἀπειλῶν μὲν σώζειν βούλεται, σιωπῶν δὲ προαιρεῖται κολάζειν.

[00132]    Ἔχομεν ἀπὸ τῶν πραγμάτων τὴν μάθησιν.

[00133]    Ἠπείλησεν ἐπὶ Νινευϊτῶν, καὶ ἐφείσατο·

[00134]    ἐσίγησεν ἐπὶ Σοδομιτῶν, καὶ ἐκόλασεν·

[00135]    στεφάνους ηὐτρέπισεν, ἐὰν μὴ καθ' ἑαυτῶν βασάνους ἐνέγκωμεν.

[00136]    Θέλει ἀργῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτήριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ' ἵνα στεφανώσῃ πάντας.

[00137]    Ἔχοντες τοίνυν τοιοῦτον ∆εσπότην, ἁρπάσωμεν φωνὴν ἀγαθότητος γέμουσαν, ὑπακούσωμεν λέγοντι·

[00138]    ∆εῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵνα καὶ τῆς εὐκταίας ἐκείνης καὶ μακαρίας φωνῆς ἀξιωθῶμεν ἀκοῦσαι τῆς λεγούσης·

[00139]    ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν·

[00140]    ἧς πάντες ἐν ἀπο [50.725] λαύσει γενοίμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίον ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα [50.726] ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Bassum martyrem
Litterarum Omnium Conspectus: 122 Litterae, quae repetitae sunt in 11,012 occasionibus



α

0945 

758   

Α

0913 

1   

β

0946 

64   

Β

0914 

6   

γ

0947 

175   

Γ

0915 

1   

δ

0948 

184   

Δ

0916 

0   

ε

0949 

643   

Ε

0917 

8   

ζ

0950 

32   

Ζ

0918 

1   

η

0951 

158   

Η

0919 

0   

θ

0952 

158   

Θ

0920 

3   

ι

0953 

488   

Ι

0921 

1   

κ

0954 

348   

Κ

0922 

11   

λ

0955 

266   

Λ

0923 

0   

μ

0956 

416   

Μ

0924 

1   

ν

0957 

892   

Ν

0925 

1   

ξ

0958 

35   

Ξ

0926 

0   

ο

0959 

664   

Ο

0927 

6   

π

0960 

391   

Π

0928 

6   

ρ

0961 

424   

Ρ

0929 

0   

ς

0962 

472   

΢

0930 

0   

σ

0963 

403   

Σ

0931 

7   

τ

0964 

869   

Τ

0932 

12   

υ

0965 

168   

Υ

0933 

1   

φ

0966 

114   

Φ

0934 

0   

χ

0967 

80   

Χ

0935 

4   

ψ

0968 

14   

Ψ

0936 

0   

ω

0969 

176   

Ω

0937 

0   

8164 

6   

 

  

0   

8165 

17   

8172 

   



 ά 

 8049 

 163 

 έ 

 8051 

 132 

 ή 

 8053 

 50 

 ί 

 8055 

 177 

 ό 

 8057 

 133 

 ύ 

 8059 

 67 

 ώ 

 8061 

 35 

 ὰ 

 8048 

 75 

 ὲ 

 8050 

 25 

 ὴ 

 80852 

 86 

 ὶ 

 8054 

 129 

 ὸ 

 8056 

 128 

 ὺ 

 8058 

 26 

 ὼ 

 8060 

 8 

 ᾶ 

 8118 

 43 

   

   

 0 

 ῆ 

 8134 

 71 

 ῖ 

 8150 

 64 

   

   

 0 

 ῦ 

 8166 

 119 

 ῶ 

 8182 

 75 

 ἀ 

 7936 

 117 

 ἐ 

 7952 

 123 

 ἠ 

 7968 

 7 

 ἰ 

 7984 

 69 

 ὀ 

 8000 

 8 

 ὐ 

 8016 

 89 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 11 

 ἑ 

 7953 

 13 

 ἡ 

 7969 

 41 

 ἱ 

 7985 

 12 

 ὁ 

 8001 

 36 

 ὑ 

 8017 

 34 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 14 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 4 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 14 

 ἔ 

 7956 

 23 

 ἤ 

 7972 

 10 

 ἴ 

 7988 

 2 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 0 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 1 

 ἕ 

 7957 

 1 

 ἥ 

 7973 

 6 

 ἵ 

 7989 

 17 

 ὅ 

 8005 

 48 

 ὕ 

 8021 

 4 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 20 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 1 

 ὧ 

 8039 

 5 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 2 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 21 

   

   

 0 

 ῃ 

 8131 

 15 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 28 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 22 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Bassum martyrem
Verborum Omnium Conspectus: 1,055Verba, quae repetita sunt in 2,133,686 occasionibus



α [00004]
ἀγαθαῖς [00120]
ἀγαθοῖς [00122]
ἀγαθότητα [00119]
ἀγαθότητι [00036]
ἀγαθότητος [00058] [00137]
ἀγανάκτησιν [00035]
ἀγαπᾷ [00051]
ἀγάπην [00026]
ἄγγελοι [00113]
ἀγγέλοις [00087]
ἁγίου [00002]
ἁγίῳ [00140]
ἀγρὸν [00023] [00023]
ἀδέκαστον [00124]
ἀδελφοὶ [00119]
ᾅδῃ [00013] [00078]
ἀδικοῦντας [00026]
ἀθετοῦντας [00023]
ἄθλων [00007]
αἱ [00118] [00118]
αἰδεῖται [00040]
αἰνιττόμενος [00118]
αἱροῦμαι [00100]
αἰσχύνομαι [00100]
αἰχμαλώτων [00075]
αἰῶνας [00140]
αἰώνιον [00121]
αἰώνων [00070] [00140]
ἀκορέστῳ [00005]
ἀκούουσιν [00006]
ἀκοῦσαι [00138]
ἀκρίβεια [00113]
ἀκριβὲς [00113]
ἀκρόασιν [00005]
ἀληθείας [00026]
ἀλλ [00005] [00026] [00027] [00049] [00089] [00092] [00136]
ἀλλὰ [00015] [00079] [00094]
ἄλλων [00077]
ἀλόγοις [00072]
ἅμα [00140]
ἁμαρτάνοντα [00041]
ἁμαρτωλὸν [00127]
ἁμαρτωλοῦ [00126]
ἁμαρτωλοὺς [00118]
ἁμαρτωλῶν [00112]
Ἀμήν [00140]
ἀμφιάσωμεν [00120]
ἂν [00056] [00057] [00057] [00060] [00068] [00069] [00070] [00071] [00072] [00073] [00074] [00075] [00077] [00117]
Ἂν [00056]
ἀναγκασθῶ [00100]
ἀνάμνησις [00008]
ἀναστεῖλαι [00005]
ἀνεβράσσοντο [00016]
ἀνεγινώσκετο [00038]
ἄνθος [00124]
ἀνθρώποις [00087]
ἄνθρωπος [00043] [00081]
ἀνθρωπότητα [00056]
ἀνίατα [00056]
ἀνοίγονται [00113]
ἀνόμων [00073]
ἀντέλεγον [00118]
ἄνω [00067] [00113]
ἄνωθεν [00009]
ἀνωφέλητον [00113]
ἀξίᾳ [00085]
ἀξίαν [00064]
ἀξιοῦντα [00052]
ἀξιωθῶμεν [00138]
ἀξιώμασι [00056]
ἀπ [00003] [00039] [00040] [00042] [00046] [00048] [00061] [00082] [00085] [00088] [00093] [00094] [00099] [00101] [00138]
ἀπαντήσαντα [00015]
ἀπάτην [00026]
ἀπείκασεν [00029]
ἀπειλὴν [00034]
ἀπειλῆς [00008]
ἀπειλήσω [00057]
ἀπειλῶν [00131]
ἀπεκλείσθησαν [00118]
ἀπεναντία [00025]
ἀπεσβέσθησαν [00118]
ἀπεσταλμένους [00030]
ἁπλουστέρους [00026]
ἀποκλείσω [00114]
ἀποκτείνουσα [00030]
ἀπολέσωμεν [00119]
ἀπόλλυται [00057]
ἀποπηδῶντας [00026]
ἀποστῆσαι [00026]
ἀποστήσωμεν [00121]
Ἀπόστολον [00008]
ἀποφαίνομαι [00103]
ἀπόφασιν [00036] [00113]
ἀπρόσιτον [00084]
ἀργῆσαι [00136]
ἁρμόζοντα [00005]
ἄρξωμαι [00116]
ἁρπάγματα [00023]
ἁρπάσωμεν [00137]
ἀῤῥωστίᾳ [00005]
ἀῤῥωστοῦσαν [00056]
ἀρτίως [00038]
ἀρχαὶ [00113]
ἀσάλευτον [00122]
ἀσάλευτος [00122]
ἀσθενείᾳ [00005]
ἀσθένειαν [00092]
ἀστράπτοντα [00009]
ἀστράπτουσαν [00034]
ἀτάκτου [00031]
ἀτακτοῦντας [00027]
ἀτάκτως [00026]
ἀταξίαις [00026]
ἀτίμητον [00123]
αὐταῖς [00118]
αὐτὴν [00030] [00058] [00093]
αὐτοί [00096]
αὐτοῖς [00097]
αὐτὸν [00007] [00008]
αὐτόν [00126]
Αὐτὸς [00125]
αὐτὸς [00007] [00029]
αὐτός [00038]
αὐτοῦ [00007] [00021] [00136]
αὐτῷ [00113]
αὐτῶν [00096]
ἀφ [00063] [00089] [00089]
ἀφανίσαι [00041]
ἀφανοῦς [00069]
ἄφατον [00050]
ἀφελώμεθά [00023]
ἄφες [00097]
ἀφθαρσίας [00007] [00081]
Ἄφθονα [00008]
ἀφίησι [00041]
ἀφίστατο [00009]
ἄφνω [00009]
ἄψυχον [00031]


β [00028]
βαδίζουσαν [00084]
βασάνους [00135]
βάσεις [00022]
βασιλείαν [00139]
βασιλείας [00113]
Βασιλεὺς [00091]
βασιλεὺς [00045] [00079]
Βασιλέως [00068]
Βάσσος [00007]
Βάσσου [00002]
βαστάζει [00027]
βεβαίως [00123]
βεβιωμένων [00113]
βελτίω [00006]
βῆμα [00113]
βίβλοι [00113]
βίος [00110]
βίου [00026] [00114]
βλέμματι [00011]
Βλέπε [00064]
βοᾷ [00038]
βούλεται [00131]
βούλομαι [00126]
βουλομένη [00026]
βοῶντι [00113]
βραχέος [00047]
βραχέων [00005]
βραχέως [00015]
βραχὺ [00102]
βυθίζοντας [00026]
Βassum [00001]


γ [00109]
γὰρ [00006] [00007] [00008] [00009] [00011] [00014] [00019] [00023] [00079] [00098] [00108] [00115] [00117] [00122] [00131]
γάρ [00125]
γε [00005]
γεγενημένα [00015]
γέγονα [00081]
γέενναν [00136]
γέμουσαν [00137]
γενοίμεθα [00140]
γένος [00041]
γεῦσιν [00020]
γῆν [00019] [00026] [00031] [00081] [00093] [00093] [00113]
γῆς [00016] [00022] [00066]
γνησίως [00008]
γνώμην [00086] [00087]
Γνώμης [00083]


δαιμόνων [00113]
δάκρυον [00112]
δὲ [00005] [00007] [00009] [00022] [00026] [00076] [00078] [00084] [00131]
δέ [00064]
δεόμενος [00007] [00100]
δέον [00041] [00041]
δεσμωτήριον [00136]
∆εσπότην [00007] [00137]
δεσπότην [00051]
∆εσπότης [00010] [00027] [00038] [00040] [00079] [00093] [00096]
∆εσποτικὴν [00119]
∆εσπότου [00008]
∆εῦτε [00039] [00040] [00042] [00046] [00048] [00050] [00061] [00082] [00085] [00088] [00093] [00094] [00099] [00105] [00107] [00114] [00116] [00138] [00139]
δεῦτε [00100] [00101] [00102]
δευτέραν [00113]
δὴ [00027]
δηλοῦσιν [00113]
∆ημιουργός [00054]
δημιουργὸς [00069]
δι [00008]
∆ιὰ [00118]
διὰ [00005] [00005] [00007] [00064] [00087] [00087] [00128] [00129]
διαβόλῳ [00136]
διάγοντας [00026]
διαλέγεται [00045]
διαλέγομαι [00089]
διαλύσω [00078]
διανείμω [00081]
διάνοιαν [00084]
διαῤῥήδην [00038]
διατινάσσει [00026] [00027]
διατρέχοντες [00113]
διαφθαρήσηται [00124]
διδασκάλους [00025]
διδασκάλων [00005]
δικάζειν [00117]
δικάζοντος [00113]
δικαιοκρίτης [00104]
δικαιοσύνης [00118]
δικαστὴς [00044]
δικαστικὸν [00017]
δικαστοῦ [00119]
διώρισται [00108]
δόλον [00026]
δόξα [00140]
δοξάζομαι [00067]
δόξης [00124]
δοξολογίαν [00008]
δορυφοροῦσιν [00113]
δουλεύοντας [00026] [00096]
δουλεύοντες [00096]
δούλην [00068]
δουλικὸν [00074]
δούλους [00074] [00100]
δούλων [00040]
δρακί [00093]
δυνάμεθα [00026]
δυνάμεσιν [00113]
δυνάμεως [00092]
δυνατὸν [00106]
δυνατῷ [00092]
δώματα [00016]
δωρεὰς [00008]


ἐὰν [00135]
Ἐὰν [00122]
ἑαυτῆς [00026] [00030]
ἑαυτοῖς [00006]
ἑαυτὸν [00029]
ἑαυτοὺς [00121]
ἑαυτῶν [00120] [00135]
ἐβοήθησεν [00013]
ἐγγίζοντας [00023]
ἐγείρω [00059]
ἐγενόμην [00063]
ἐγκωμίων [00007]
ἐγνώκαμεν [00009]
ἐγύμνωσεν [00019]
ἐγὼ [00074] [00077] [00126]
ἐγώ [00087] [00095]
ἔδαφος [00009]
Ἔδει [00005]
ἔδειξεν [00017]
ἐδεχόμην [00071]
ἐδιδάχθημεν [00119]
ἐδονούμεθα [00017]
ἐδυσώπησεν [00047]
Ἐθεασάμεθα [00009]
ἔθους [00026]
Εἰ [00068] [00119] [00127]
εἰ [00013] [00069] [00070] [00071] [00072] [00073] [00074] [00075] [00077]
Εἶδε [00023]
εἶδε [00023] [00023] [00025] [00026] [00026] [00026] [00026] [00026] [00026]
εἶδεν [00024] [00026] [00026] [00026]
Εἶδες [00033]
εἶδες [00034] [00035] [00036]
εἰμὶ [00055] [00079] [00093] [00095]
εἰμί [00091]
εἰμι [00003] [00039] [00042] [00046] [00048] [00054] [00061] [00063] [00067] [00082] [00085] [00087] [00088] [00094] [00096] [00099] [00105] [00138]
εἰπών [00029]
Εἰς [00002]
εἰς [00003] [00003] [00005] [00021] [00040] [00075] [00113] [00140]
ἐκ [00007] [00119]
ἕκαστος [00121]
ἑκάστῳ [00113]
ἑκατέραν [00080]
ἐκείνης [00008] [00138]
ἐκεῖνο [00026]
ἐκείνων [00077]
Ἐκίνησε [00031]
ἐκκλησιαστικὴν [00026]
ἐκλόνησε [00016]
ἐκόλασεν [00134]
ἐκόμισε [00020]
ἐκπλήττει [00014]
Ἐκπλήττει [00053]
ἔκραζον [00009]
ἑκών [00096]
ἔλαιον [00118]
ἔλεγον [00096]
ἐλέγχει [00113]
ἐλεεῖν [00128]
ἐλεημοσύναις [00120]
ἐλεήσας [00047]
Ἐλέησον [00009] [00113]
ἐλεοῦντας [00024]
ἐλευθερῶν [00074]
ἐλευθερῶσαι [00096]
ἐλευθερωτὴν [00096]
Ἐλέχθη [00003]
ἐλεῶ [00089]
ἐλθὼν [00065]
ἐμαστιγώθην [00095]
ἐμῆς [00081] [00110]
ἐμοῖς [00056]
ἐμὸν [00096]
ἐμοῦ [00003] [00039] [00040] [00042] [00046] [00048] [00061] [00082] [00085] [00088] [00093] [00094] [00099] [00101] [00108] [00138]
ἐμοὺς [00100]
ἔμπλαστρα [00058]
ἐμπτύων [00073]
ἔμψυχον [00031]
ἐν [00016] [00017] [00026] [00026] [00027] [00029] [00038] [00078] [00107] [00118] [00122] [00140]
ἔνδοθεν [00118]
ἐνέγκωμεν [00135]
ἐνεπτυόμην [00073]
ἐνιαυτοῦ [00008]
ἐννόει [00064]
ἐνομίσαμεν [00009]
ἐξεγείρει [00060]
ἐξομολογήσει [00107]
ἐξουσίαι [00113]
ἐξουσίαν [00090]
ἔπαθλα [00007]
ἐπεδείξατο [00026]
ἐπεδήμουν [00069]
ἐπεὶ [00029]
ἐπειδὴ [00005]
ἔπεισε [00047]
ἐπεκάμπτετο [00010]
ἐπελεγόμην [00068]
ἐπετίναξε [00026]
ἐπήρτητο [00009]
ἐπὶ [00066] [00093] [00115] [00133] [00134]
ἐπιβλέπων [00093]
ἐπιβῶ [00113]
ἐπιδείκνυται [00041]
ἐπίδειξιν [00062]
ἐπίδειξις [00110]
ἐπικαλουμένοις [00008]
ἐπικτησώμεθα [00123]
ἐπίσκοπος [00007]
ἐπιστρέψαι [00126]
ἐπιστρέψῃ [00027]
ἐπιτήδεια [00121]
ἐπιτρέπεσθε [00005]
ἔπλασα [00055]
ἐποιησάμην [00118]
ἔργα [00113]
ἐργάζομαι [00062]
ἔργοις [00122]
ἔργον [00054]
ἐῤῥάπισαν [00096]
ἐῤῥιμμένον [00060]
ἐρχόμενον [00113]
Ἐσάλευσε [00016]
ἐσίγησεν [00134]
ἐσιώπα [00127]
ἑσπέραν [00009]
ἔσται [00122]
ἐσταύρωσαν [00096]
ἐστήριξεν [00047]
ἐστὶ [00110]
ἐστι [00038]
ἔστι [00092]
ἐστιν [00125]
ἑστὼς [00060]
ἑστῶτες [00017]
ἔτι [00005]
ἐτίναξε [00020]
ἐτινάσσετο [00009]
Εὐαγγελίοις [00029] [00038]
εὐκταίας [00138]
εὐλαβήθητε [00106]
εὐλογημένοι [00139]
εὐπλοοῦσαν [00026]
εὐποιία [00009]
εὑρίσκομεν [00009]
εὐσπλαγχνία [00033]
εὐσπλαγχνίας [00021]
εὐταξίαν [00026]
εὐτέλεια [00053] [00083]
εὐχαριστίαν [00015]
Ἐφάνην [00081]
ἐφείσατο [00133]
ἐφίετο [00127]
ἔχει [00049]
Ἔχομεν [00132]
Ἔχοντες [00137]
ἔχουσαι [00118]
ἔχω [00084]
ἔχων [00066] [00113]


ζῇν [00126]
Ζῶ [00126]
ζωὴν [00121]
ζωῆς [00114] [00118] [00124]
ζώντων [00079]


[00008] [00008] [00013] [00030] [00033] [00053] [00083] [00111] [00114] [00115] [00122] [00140]
[00009] [00026] [00101] [00106]
[00026]
[00106]
ἠδάφισε [00019]
ἤδη [00121]
ἠθέλησα [00030]
ἠθελήσατε [00030]
ἦλθον [00080] [00096]
ἠλπίσαμεν [00009]
ἥμαρτες [00095]
ἡμᾶς [00005] [00005] [00008] [00021] [00033]
ἡμεῖς [00122]
ἥμερα [00041]
ἡμέρας [00009]
ἥμερος [00044]
ἡμετέραν [00020]
ἡμετέρας [00038] [00124]
ἡμετέρων [00005]
ἤμην [00068] [00069] [00070] [00071] [00072] [00073] [00074] [00075] [00077]
ἡμῖν [00006] [00007] [00013] [00015] [00020] [00026] [00038] [00041] [00122]
ἡμῶν [00005] [00007] [00007] [00013] [00038] [00121] [00123] [00140]
ἣν [00027]
ἠνδρίζετο [00009]
ἠνειχόμην [00070]
ἥξει [00111] [00112] [00113]
ἠπείλησε [00032]
Ἠπείλησεν [00133]
ἧς [00140]
ἡτοιμασμένην [00139]
ηὐτρέπισεν [00135]


θάνατον [00032] [00126]
θανάτου [00077]
θαυμάζει [00052]
θεάσησθέ [00101]
θεατρικαῖς [00026]
θέατρον [00114]
θείαν [00005]
θεῖον [00008]
Θέλει [00136]
θέλει [00128] [00136] [00136] [00136]
θεμέλια [00016]
Θεὸς [00043] [00131]
θεραπεύσωμεν [00124]
θεώρησον [00063]
θεωρούμενος [00072]
θρόνον [00066]
θυμὸν [00009]
θύρα [00111]
θύραι [00118]
θύραις [00115]
θύρας [00114]


ἰατρεύουσαν [00049]
ἰατρεύω [00102]
ἰδεῖν [00009]
ἴδετε [00050]
ἰδίων [00009]
ἱερέων [00005]
Ἱερουσαλὴμ [00030] [00030]
Ἰησοῦ [00140]
ἱκεσίας [00007]
ἱκετεύειν [00100]
ἱκετεύω [00100]
ἵνα [00023] [00026] [00026] [00027] [00027] [00031] [00032] [00059] [00078] [00081] [00100] [00130] [00136] [00136] [00138]
ἵσταμαι [00066]
ἵσταται [00113]
Ιn [00001]


καθ [00135]
καθάπερ [00016] [00017] [00026]
καθαρᾶς [00123]
καθίσαι [00136]
καθίσας [00117]
καιρόν [00119]
καιρὸς [00111] [00112] [00113]
καιρῷ [00005] [00108]
κακίᾳ [00026]
καλῇ [00008]
κάλλους [00019]
κάμινος [00113]
καρδίᾳ [00003] [00039] [00042] [00046] [00048] [00061] [00063] [00067] [00082] [00085] [00088] [00094] [00099] [00105] [00138]
κατάδηλον [00118]
καταδίκης [00078]
κατάδικος [00044]
κατάκριτον [00052]
καταλάμπουσι [00113]
κατάλληλον [00006]
καταπλάσσω [00056]
καταπλήττω [00092]
καταστρέψῃ [00027]
καταφρονήσωμεν [00119]
καταφυγῆς [00009]
Κατεβαλόμην [00078]
κατέβαλον [00077]
κατέστρεψε [00019]
κατεχομένοις [00078]
κατέχων [00093]
κατηγοροῦσι [00113]
κάτω [00078]
κάτωθεν [00009]
κειμένην [00058]
κεκρατημένοι [00005]
κεκρατημένους [00005]
κεκτημένος [00071]
κέκτηται [00007]
κηδεμὼν [00022]
κηδόμενος [00038]
κινδύνου [00130]
κινεῖ [00015]
κινήσας [00047]
κινήσεως [00031]
κινῶν [00011]
κλαυθμυρίζοντα [00026]
κλεῖσαι [00136]
κλεισθήσεται [00111]
κληρονομήσατε [00139]
κλινίδιον [00026]
κλονῶν [00019]
κολάζειν [00100] [00131]
κολάζῃ [00136]
κοσμήσωμεν [00123]
κόσμον [00113]
κόσμου [00124]
κραδαινομένην [00009]
κρίνειν [00116]
κρινόμενος [00113]
κρίσει [00024] [00118]
κρίσεως [00119]
κρίσιν [00113]
κριτὴν [00052] [00124]
κριτὴς [00136]
κριτοῦ [00113]
κρουούσαις [00118]
κτησάμενος [00007]
κτίσαντος [00033]
κτίσεως [00071] [00093]
κτίσιν [00009] [00011] [00019] [00047]
κτίσις [00122]
κτισμάτων [00019]
κτυποῦσαι [00113]
κύμασι [00016]
Κύριον [00029]
Κυρίον [00140]
Κύριος [00013] [00029] [00093] [00126]
Κυρίῳ [00026]


λαίλαπας [00026]
λαλῶ [00089]
λαμπάδες [00118]
λαοὶ [00009]
λαύσει [00140]
λέγει [00126]
λέγειν [00005]
λέγοντι [00137]
λεγούσης [00138]
λέγουσι [00006] [00025]
λέγω [00012] [00076] [00093]
λέγων [00091] [00125]
λιθοβολοῦσα [00030]
λόγισαι [00065]
λογισμοὶ [00113]
λογισμοὺς [00015]
λογισμῷ [00006]
λογιστεύω [00102]
λογοθέσιον [00113]
λόγων [00005] [00119]
λοιπὸν [00113]
λυθῆναι [00114]


Μάθετε [00003]
μάθετε [00039] [00040] [00042] [00046] [00048] [00061] [00082] [00085] [00088] [00093] [00094] [00099] [00101] [00105] [00138]
μάθησιν [00132]
μαθητὰς [00026]
μακαρίας [00138]
μακροθυμίας [00110]
μακρόθυμος [00067]
μάλιστα [00005] [00008]
μᾶλλον [00026]
μαμωνᾷ [00026]
μαργαρίτην [00123]
μαρτυρίου [00007]
μαρτύρων [00008]
μάρτυς [00007]
μάστιγα [00049]
μάστιγας [00075]
με [00096]
μέγεθος [00014] [00092]
μεθ [00140]
μεῖζον [00076]
μεμφέσθω [00029]
μὲν [00005] [00007] [00007] [00009] [00026] [00131]
μέσον [00009]
μετ [00104]
μεταμελείας [00119]
μετρήσας [00093]
μέτριος [00086]
μετριότητος [00108]
μηδὲ [00072]
μηδεὶς [00029]
μηδὲν [00077]
μὴν [00005]
μητέρα [00068]
μητέρι [00029]
μητέρος [00026]
μικρὸν [00008] [00026] [00103]
μνήμην [00002]
μοι [00092] [00092] [00113]
μόνα [00113]
μόνον [00015] [00017] [00020] [00057] [00079]
μόνος [00110]
μόνῳ [00136]
μορφὴν [00064]
μου [00054] [00064] [00064] [00064] [00075] [00101] [00107] [00111] [00113] [00113] [00114] [00139]
μυριάδας [00113]
μωρῶν [00118]


ναυαγοῦσαν [00026]
νεκρὸς [00081]
νεκροῦται [00057]
νεκρῶν [00079] [00113]
νήπιον [00026]
νικωμένην [00036]
Νινευϊτῶν [00133]
νόμων [00113]
νοσσία [00030]
νυμφῶνος [00118]
νῦν [00005] [00008] [00038] [00047] [00102] [00103] [00104]
νῶτόν [00075]


ξένον [00037]
ξίφος [00009]


[00007] [00007] [00009] [00010] [00018] [00027] [00029] [00031] [00038] [00038] [00040] [00041] [00043] [00044] [00044] [00045] [00045] [00060] [00069] [00070] [00071] [00072] [00073] [00077] [00091] [00093] [00093] [00093] [00096] [00113] [00124] [00125]
[00007] [00043] [00110]
ὁδόν [00080]
οἱ [00009] [00096] [00113] [00139]
οἷα [00007]
οἶδα [00118]
οἴδασι [00098]
οἰκείων [00007]
οἰκίαν [00023] [00023]
οἰκίας [00009]
οἰκιῶν [00016]
οἰκονομίας [00080]
οἰκουμένην [00027]
οἰκτιρμοῖς [00010]
οἰκτιρμοὺς [00035] [00041]
οἰκτιρμῶν [00009] [00114]
οἶμαι [00006]
ὄλεθρον [00032]
ὅλην [00113]
ὅλης [00071] [00124]
ὀλίγον [00081] [00104]
ὁλκάδες [00016]
ὅλων [00027]
ὄμμα [00017]
ὁμοῦ [00096]
ὃν [00007] [00030] [00055]
ὄντως [00009]
ὁπότε [00029]
ὅπως [00047] [00118] [00118]
ὀργὴ [00008]
ὀργὴν [00136]
ὀργίζομαι [00067]
ὄρνιθι [00029]
ὄρνις [00030]
ὀρόφους [00020]
ὀρφανοὺς [00024]
ὃς [00038]
ὅσα [00026]
ὅσιος [00007]
ὅταν [00008]
ὅτε [00009] [00009] [00009] [00009] [00009] [00009] [00009] [00009] [00009] [00013] [00111] [00112] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113] [00113]
ὅτι [00003] [00039] [00042] [00046] [00048] [00061] [00082] [00085] [00088] [00093] [00094] [00099] [00105] [00138]
Ὅτι [00063] [00067]
Οὐ [00093]
οὐ [00012] [00015] [00019] [00024] [00052] [00056] [00056] [00076] [00079] [00083] [00085] [00086] [00092] [00098] [00126]
οὗ [00140]
οὐδαμῶς [00007]
οὐδὲ [00020]
οὐδέν [00037]
Οὐκ [00049] [00062] [00089] [00118]
οὐκ [00009] [00009] [00014] [00019] [00019] [00024] [00030] [00040] [00047] [00047] [00051] [00060] [00067] [00068] [00069] [00070] [00071] [00072] [00073] [00074] [00075] [00077] [00100] [00112]
οὐκέτι [00117]
οὖν [00048] [00099] [00114]
οὐρανὸν [00066] [00093]
οὐσίαν [00084]
οὐσίας [00069]
οὕτω [00027]
Οὕτως [00095]
οὕτως [00096]
οὐχ [00009] [00026] [00027] [00136]
οὐχὶ [00015]
ὀφείλων [00077]


παθεῖν [00077]
παῖδα [00026]
παιδαγωγὸν [00026]
παισὶ [00026]
πάλαι [00008]
παλαίστρας [00007]
πάλιν [00047]
πᾶν [00019]
πανήγυριν [00007]
πανήγυρις [00114]
πάντα [00113] [00124]
πάντας [00084] [00136]
πανταχόθεν [00113]
πάντες [00017] [00140]
πάντως [00053]
παρ [00007] [00007] [00021] [00108]
παραβραχὺ [00013]
παραδέδωκα [00062]
παραθώμεθα [00005]
παρακαλεῖ [00128]
παρακαλεῖν [00100]
παράκλησιν [00040]
παραπικραίνοντας [00023]
παρατεθείσης [00005]
παρεγένετο [00040]
παρεικάσαμεν [00029]
παρεῖχον [00075]
παρέλθῃ [00114]
παρεστῶτα [00113]
παρθένων [00118]
παριστῶσιν [00113]
παρόντι [00092]
παροργισάντων [00041]
παρουσίαν [00113]
παῤῥησίαν [00007]
παρῴκησε [00013]
παρὼν [00110]
πᾶσαν [00136]
πᾶσι [00081]
Πάτερ [00097]
Πατέρα [00096]
πατήρ [00070]
Πατρὶ [00140]
Πατρός [00139]
πεῖραν [00062] [00130]
πελάγει [00026]
πέλαγος [00021]
πελάγους [00016]
πενίαν [00071]
πενιχρὰν [00045]
πενιχρὰς [00005]
περὶ [00005] [00033]
περιεζώσθημεν [00009]
περιμένῃ [00008]
περιμένουσα [00113]
περιοδεύσω [00058]
πεσοῦσαν [00056] [00059]
πηγῆς [00005]
πηλὸς [00045]
πικρὸν [00009]
πίστεως [00123]
πίστιν [00122]
πιστοῖς [00007]
πλάσαντος [00040]
πλασθεὶς [00040]
πλάστης [00055]
πλήξῃ [00026]
πλησίον [00023]
πλήττουσαν [00049]
πλουσίας [00005]
πλοῦτον [00071]
πνεύματα [00113]
Πνεύματι [00140]
πνευματικῆς [00005]
πόθεν [00065]
πόθῳ [00005]
ποιεῖται [00045]
ποιούμενος [00007]
ποιοῦσι [00098]
ποιῶν [00093]
πολλάκις [00026]
πολὺ [00059]
πολυπλασίονα [00018]
Πολὺς [00018]
πολυύμνητος [00007]
πολυχρονίῳ [00005]
πονηρὰ [00113]
ποριζομένοις [00006]
ποσάκις [00030]
πόση [00040]
πόσου [00033]
πότε [00040]
ποῦ [00065]
πραγματευσάσθω [00121]
πραγμάτων [00062] [00132]
πράξεσι [00120]
πράξεων [00121]
πρᾶον [00101] [00106]
πρᾶός [00003] [00039] [00042] [00046] [00048] [00061] [00063] [00067] [00082] [00085] [00088] [00094] [00099] [00105] [00138]
πρᾶος [00038] [00068] [00069] [00070] [00072] [00073] [00074] [00075] [00077] [00095]
πράττοντας [00025]
πρεσβεύων [00096]
πρὶν [00101] [00114] [00114] [00114] [00116] [00124] [00124]
πρὸ [00015] [00047] [00119]
προαιρεῖται [00131]
προαναστείλῃ [00130]
προειπεῖν [00130]
προευτρέπισεν [00007]
πρόθεσιν [00026]
προθεσμία [00115]
προλαβόντα [00047]
προλαβόντων [00005]
προλαμβάνοντας [00035]
πρὸς [00005] [00007] [00007] [00008] [00015] [00020] [00023] [00023] [00027] [00030] [00069] [00081] [00084] [00096] [00096] [00118] [00121]
προσεδοκήσαμεν [00009]
προσευχῆς [00009]
προσέχοντα [00113]
προσέχοντας [00024]
προσηνέσι [00056]
προσκύνει [00064]
πρόστιμον [00078]
προστρέχοντας [00026]
πρόσφορα [00005]
πρόσωπον [00107]
προτρέπεται [00129]
προφήτας [00030]
πρυτανεύων [00008]
πταισάντων [00040]
πτώματος [00060]


ῥαπισμόν [00074]
ῥῆμα [00113]
ῥήμασιν [00113]
ῥήματα [00041]
ῥημάτων [00005] [00053] [00062]
ῥύομαι [00056]
ῥώμην [00086] [00087]
ῥώννυται [00056]


Σαβαὼθ [00013]
σάλπιγγες [00113]
σαρκὸς [00032]
σβεσθῇ [00124]
σὲ [00064]
σε [00053] [00130]
σεισμῶν [00009]
σήμερον [00007]
σιωπῶν [00131]
σκάφη [00026]
σκότους [00136]
Σοδομιτῶν [00134]
σοι [00065] [00066] [00091]
σου [00030] [00092]
σπαργάνων [00070]
σπιθαμῇ [00093]
σπλάγχνα [00026]
σταζόμενον [00112]
στέφανον [00007]
στεφάνους [00135]
στεφανώσῃ [00136]
στηρίγματα [00016]
στήσῃ [00031]
σὺ [00095]
συγκατάβασιν [00064]
συγκατάβασις [00040]
συγκαταγάγῃ [00060]
συγκροτῶν [00007]
συμπάσχων [00059]
συμφέροντα [00006]
συμφώνως [00009]
σὺν [00122]
συναγαγεῖν [00030]
συνάπτοντας [00023] [00026]
συνδιαλέγομαι [00065]
συνδιῆγον [00072]
συνείδησις [00113]
συνεισφορᾶς [00007]
συνελόντα [00026]
συνεχόμενοι [00009]
συνήθως [00005] [00007] [00038]
συντόμως [00012]
συσσείων [00019]
σφοδρῶς [00009] [00026]
σχῆμα [00124]
σώζειν [00131]
σώματος [00005]
Σωτὴρ [00009]
σωτηρίαν [00027]
σωτηρίας [00038]
Σωτῆρος [00005] [00014] [00119]
Σωφροσύνῃ [00123]


Τὰ [00047]
τὰ [00005] [00006] [00007] [00008] [00015] [00015] [00015] [00016] [00016] [00016] [00018] [00030] [00030] [00047] [00047] [00108] [00113] [00121] [00124]
ταῖς [00005] [00113]
ταπεινὸς [00003] [00039] [00042] [00043] [00046] [00048] [00061] [00063] [00067] [00071] [00082] [00085] [00087] [00088] [00094] [00096] [00099] [00105] [00138]
τὰς [00005] [00007] [00008] [00009] [00022] [00113] [00114] [00120] [00123]
ταῦτά [00091]
ταῦτα [00015] [00047] [00118]
ταύτην [00007]
ταύτης [00111]
τάφους [00009]
τε [00005] [00006] [00118]
τεθῇ [00113]
τέκνα [00030]
τέλος [00009]
τέλους [00115]
τερπνὰ [00124]
τεχνίτης [00045]
τῇ [00003] [00005] [00005] [00005] [00005] [00011] [00027] [00039] [00042] [00046] [00048] [00061] [00063] [00067] [00082] [00085] [00085] [00088] [00094] [00099] [00105] [00118] [00138]
Τὴν [00019]
τὴν [00002] [00005] [00007] [00007] [00009] [00009] [00011] [00019] [00020] [00026] [00026] [00026] [00026] [00031] [00031] [00047] [00056] [00060] [00064] [00064] [00064] [00086] [00086] [00087] [00087] [00090] [00090] [00092] [00093] [00093] [00113] [00113] [00113] [00118] [00121] [00122] [00130] [00132] [00136] [00136] [00139]
τῆς [00005] [00005] [00007] [00007] [00007] [00008] [00009] [00014] [00016] [00018] [00021] [00022] [00026] [00032] [00038] [00069] [00071] [00078] [00080] [00081] [00093] [00108] [00110] [00111] [00113] [00114] [00118] [00119] [00123] [00124] [00124] [00124] [00124] [00138] [00138]
Τί [00012] [00076]
τί [00098]
τι [00023]
τιμήσατε [00106]
τιμωρεῖν [00041]
τιμωρεῖσθαι [00127]
Τίνα [00014]
τιναγμῷ [00009]
τινάξαι [00022]
τίνας [00015]
τινὰς [00136]
Τίς [00051]
τίς [00052]
τὸ [00003] [00005] [00009] [00009] [00009] [00009] [00009] [00014] [00019] [00021] [00022] [00026] [00026] [00041] [00054] [00076] [00077] [00077] [00078] [00081] [00101] [00101] [00106] [00106] [00107] [00113] [00114] [00118] [00124] [00124] [00126] [00136]
τοιαύτης [00108]
τοιγαροῦν [00119]
τοίνυν [00031] [00137]
τοιοῦτον [00137]
Τοιοῦτος [00041]
τοῖς [00006] [00006] [00007] [00008] [00010] [00016] [00029] [00038] [00041] [00056] [00072] [00078] [00081] [00113]
Τὸν [00060]
τὸν [00007] [00007] [00008] [00009] [00026] [00029] [00032] [00041] [00071] [00074] [00093] [00096] [00096] [00113] [00123] [00124] [00126] [00127]
τόπον [00009]
τοσαύτης [00005]
Τοσοῦτον [00021]
τότε [00015] [00015] [00047]
τοῦ [00002] [00005] [00005] [00007] [00008] [00014] [00016] [00018] [00019] [00023] [00026] [00026] [00033] [00040] [00060] [00068] [00077] [00113] [00113] [00114] [00115] [00118] [00119] [00124] [00126] [00130] [00136] [00139] [00140]
τοὺς [00003] [00020] [00026] [00027] [00030] [00030] [00096] [00100] [00118] [00140]
Τοῦτο [00006]
τοῦτο [00128] [00129]
τούτοις [00096]
Τούτου [00058] [00080]
τραπέζης [00005]
τρέμειν [00093]
τρόπον [00009] [00030]
τύπτοντα [00051]
τυφλοῖς [00073]
τῷ [00005] [00005] [00009] [00011] [00013] [00026] [00026] [00026] [00026] [00026] [00092] [00113] [00130] [00136] [00140] [00140]
τῶν [00005] [00005] [00007] [00007] [00008] [00008] [00009] [00009] [00016] [00019] [00027] [00040] [00041] [00053] [00070] [00112] [00113] [00113] [00114] [00118] [00119] [00121] [00132] [00140]


ὑβρίζοντας [00026]
ὕδασιν [00017]
Υἱὸς [00068]
ὑμᾶς [00005] [00069] [00118]
ὑμετέρᾳ [00005]
ὑμῖν [00005] [00006] [00062] [00139]
ὑπακούσωμεν [00137]
ὑπαλλήλοις [00005]
ὑπάρχει [00006]
ὑπάρχω [00086] [00089]
ὑπέμεινα [00074]
ὑπὲρ [00007] [00075] [00077] [00096]
Ὑπὲρ [00090]
ὑπερήφανος [00044]
ὑπέσφιγγε [00011]
ὑπευθύνοις [00041]
ὑπὸ [00070] [00073] [00081]
ὑπόδειγμα [00118]
ὑποδεξάμενος [00007]
ὑποκρίσεως [00026]
ὑποκύπτω [00059]
ὑπομάζιον [00026]
ὑπόμνησιν [00020]
ὑποτρέμουσαν [00011]
ὑψηλός [00043]


φαινομένης [00069]
φανήσομαι [00104]
φαρμάκοις [00056]
φάτνης [00071]
φείδεται [00129]
φείδομαι [00055] [00103]
φέρε [00005]
φθάσαντες [00009]
φθάσατέ [00107]
φθάσῃ [00114]
φθάσω [00117]
φθεγγόμενος [00066]
φθεγγομένου [00119]
φθόνῳ [00026] [00026]
φθορᾶς [00020]
φιλάνθρωπα [00119]
φιλανθρωπίᾳ [00140]
φιλανθρωπίαν [00009] [00034] [00050]
φιλανθρωπίας [00014] [00018]
φιλάνθρωπος [00008] [00031] [00038] [00104]
φιλεύσπλαγχνος [00022]
φιλοστόργου [00026]
φιλοστόργῳ [00029]
φιλοῦντας [00023]
φιλόχριστε [00033]
φιλόχριστοι [00005]
φιλῶ [00054] [00090]
φοβεῖ [00130]
φοβερᾶς [00008]
φοβερόν [00101]
φοβερός [00087]
φοβήσῃ [00026]
φόβον [00009]
φόβος [00018]
φόβου [00018]
φόβους [00003]
φόβων [00008]
φονεύοντας [00026]
φράσαι [00026]
φροντίσι [00005]
φυλαξώμεθα [00032]
φυλάξωμεν [00122]
φυλάττεσθαι [00136]
φύσεως [00083]
φύσιν [00049]
φωνὴν [00045] [00118] [00137]
φωνῆς [00005] [00138]
φῶς [00073]
φωστῆρες [00113]


χαλεπῶν [00121]
χαρίζομαι [00117]
χάριν [00058] [00080]
χάρισμα [00081]
χαρίσματα [00008]
χάριτι [00005] [00140]
χειλέων [00073]
χεῖρα [00060]
χειρὶ [00011] [00027]
χεομένης [00005]
Χερουβὶμ [00072]
χηρῶν [00024]
χρέος [00077]
χρεωστούντων [00077]
χρηστότητα [00090]
χρηστότητι [00005]
χρηστότητος [00111]
χρήσωμαι [00056]
Χριστὸς [00007] [00041]
Χριστοῦ [00140]
χρόνος [00124]


ψεκάδας [00005]
ψεύδει [00026]
ψυχαγωγήσω [00057]
ψυχὰς [00120] [00123]
ψυχὴ [00013]
ψυχῆς [00032]


[00040]
ὧν [00025] [00063] [00089] [00089] [00118]
ὡς [00022] [00022] [00026] [00038] [00045] [00067] [00126]
ὠφελήσει [00112]