Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μετάνοιαν [255]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μετάνοιαν


000-00-00 Serial Number=0515198529
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00164]  ∆ιὰ τοῦτο μακροθυμεῖ ταῖς εἰς αὐτὸν ὕβρεσιν ὁ Θεὸς, ἅμα μὲν ἐπιστομίζων ἐκείνους, ἅμα δὲ καὶ δεικνὺς ὅτι καὶ τὸν πατέρα τοῦ Κάϊν δι' ἀγαθότητα ἐπαίδευσε, πρὸς δὲ καὶ εἰς μετάνοιαν ἄγων τοὺς μετὰ ταῦτα διὰ τῆς τοιαύτης χρηστότητος αὐτοῦ.
 [00367]  Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·
 [01858]  Εἰ γὰρ διὰ τοῦτο ἐπάγει τὰς τιμωρίας ὁ Θεὸς, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, περιττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι.
 [01861]  Οὐ γὰρ μόνον τὴν τιμωρίαν οὐκ ἐπήγαγε, τὴν μετάνοιαν ἐπιδειξαμένων ἐκείνων, ἀλλὰ καὶ τὴν ἀπειλὴν εὐθέως ἔλυσε.
000-00-00 Serial Number=0642190695
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00086]  Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ ∆ανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν·
 [00124]  οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτό τις ἐλάσῃ τῆς κακίας τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕληται πρὸς τὴν τῆς ἀρετῆς ὁδόν, καὶ δέχεται καὶ προσίεται τοῦτον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστασιν ἐπαναγαγεῖν.
 [00126]  κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ ταύτης πολὺν τίθησι τὸν μισθόν·
 [00183]  Καὶ ἐπέστελλεν παρακαλέσαι πάλιν αὐτόν, καὶ προσέσθαι τὴν μετάνοιαν, ὥστε μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ Σατανᾶ.
 [00207]  ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστιν ἅπαντα ἀπολούσασθαι μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους ἀξίαν·
 [00208]  ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ' ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ' ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος ἐκεῖνος τότε, ὅτι·
 [00215]  οἶδε γὰρ ὅτι, κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν, ἀλλ' ὥσπερ ὁ τὸ ποτήριον τὸ ψυχροῦν ἐπιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν.
 [00518]  οὐ γὰρ μετὰ διορισμοῦ τινος εἴρητο τὸ λεχθέν, ἀλλ' ἀπόφασις ἦν καθαρά, καὶ οὕτω τὴν μετάνοιαν ἐπεδείκνυντο λέγοντες·
 [00657]  Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.
 [00658]  ∆ιαφθείρει δὲ μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς.
000-00-00 Serial Number=0265059412
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01179]  Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην·
000-00-00 Serial Number=0322417617
Ad illuminandos catecheses Ante [Go Back]  
 [00072]  καὶ πάλιν, Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν.
000-00-00 Serial Number=0559949934
Ad populum Antiochenum Ante [Go Back]  
 [01406]  ἀλλ' ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, καὶ μετάνοιαν παγίαν καὶ ἄσειστον, οὐ καταλύει τὴν θλῖψιν.
 [01816]  Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
 [01857]  Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ.
 [01912]  φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ.
 [01933]  Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε.
 [02105]  Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας.
 [02106]  Ὁ μὲν γὰρ Ἰωνᾶς εἰκότως συνηλαύνετο, ἵνα εἰς μετάνοιαν ἐμβάλῃ, ὑμεῖς δὲ ἤδη τὴν μετάνοιαν ἐπεδείξασθε καὶ πολλὴν τὴν ἐπιστροφήν·
 [05143]  Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμετάβλητον κατεργάζεται.
 [05505]  Ὁ μὲν γὰρ πορνεύσας καὶ μοιχεύσας ὁμοῦ τε ἐπλήρωσε τὴν ἐπιθυμίαν, καὶ τέλος ἔδωκε τῇ ἁμαρτίᾳ, κἂν θελήσῃ νήψας ἀνενεγκεῖν ἀπὸ τοῦ πτώματος πολλὴν μετὰ ταῦτα ἐπιδειξάμενος τὴν μετάνοιαν, ἔχει τινὰ παραμυθίαν·
000-00-00 Serial Number=0056032181
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00010]  ἀλλ' ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινὸν, ἂν δ' ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν·
000-00-00 Serial Number=0629247844
Catecheses ad illuminandos Ante [Go Back]  
 [00873]  Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.
000-00-00 Serial Number=0662713647
Commentarius in Job Ante [Go Back]  
 [02141]  πάλιν μετάνοιαν ἔδωκεν, πάλιν παρήκουσεν·
000-00-00 Serial Number=0490477860
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00080]  Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ·
000-00-00 Serial Number=0660200357
De Chananaea Ante [Go Back]  
 [00143]  Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν·
 [00144]  ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ.
 [00168]  Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι.
000-00-00 Serial Number=0879487455
De Lazaro Ante [Go Back]  
 [00119]  ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας.
 [01149]  Εἰ γὰρ οὓς οἶδεν ἀδιορθώτους μένοντας, ὅμως ἀφίησι, πολλῷ μᾶλλον οὓς ᾔδει κερδανοῦντας ἀπὸ τῆς αὐτοῦ μακροθυμίας εἴασεν ἂν ἐν τῇ παρούσῃ ζωῇ, ὥστε ἀπολαῦσαι τῆς προθεσμίας εἰς μετάνοιαν.
000-00-00 Serial Number=0973762393
De corruptoribus virginum Ante [Go Back]  
 [00053]  οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0622028887
De cruce et latrone ii Ante [Go Back]  
 [00332]  Ἀφῆκε τοῖς βουλομένοις τὴν μετάνοιαν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0321455479
De incomprehensibili dei natura Ante [Go Back]  
 [01427]  «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», καὶ ἐνταῦθα τοὺς πεφορτισμένους, τοὺς πεπονηκότας, τοὺς ἐκ βάρους τῶν ἁμαρτημάτων κεκοπιωμένους.
000-00-00 Serial Number=0977997482
De jejunio [3] Ante [Go Back]  
 [00022]  [62.758] Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος·
 [00023]  δράμωμεν, ἀδελφοὶ, πρὸς τὴν μετάνοιαν, δράμωμεν·
000-00-00 Serial Number=0681406140
De jejunio de Davide Ante [Go Back]  
 [00027]  Ἤκουσα γάρ σου λέγοντος, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
 [00085]  Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι;
 [00158]  ὁ δὲ Ἰούδας πάρεργον εἰργάσατο τὴν μετάνοιαν.
 [00161]  βαπτισθεὶς καὶ σκελισθεὶς, καὶ ὑπὸ Πέτρου κατακριθεὶς ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον δωρεὰν πραγματεύσηται, οὐ τὴν μετάνοιαν ᾔτησεν;
 [00178]  καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα νοσοῦντας, καὶ καιρὸς τοῦ γελάσαι τοὺς τὴν μετάνοιαν ἀγαπῶντας.
000-00-00 Serial Number=0739576161
De jejunio sermones 1 Ante [Go Back]  
 [00081]  μὴ ὡς ἑτοίμην ἔχων τὴν μεσῖτιν μετάνοιαν, μείνῃς πράττων τὰ οὐ φίλα Θεῷ, κόσμῳ ἐγκυλινδούμενος, καὶ τὴν πρὸς Θεὸν φιλίαν ἀναβαλλόμενος·
 [00278]  Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν.
 [00282]  ∆ράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν.
 [00352]  ῥίψωμεν ὑπερηφανίαν, ἀναλάβωμεν μετάνοιαν·
 [00501]  Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0497378111
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00309]  ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
000-00-00 Serial Number=0114536226
De meretrice Ante [Go Back]  
 [00052]  οὐχ ὡς ἄπορος ἢ ἐνδεὴς τροφῆς, ἀλλ' ὡς πλούσιος ἐν ἐλέει τὴν τῶν προςερχομένων μετάνοιαν προςδεχόμενος καὶ τὰς τούτων ἁμαρτίας συγχωρῶν.
000-00-00 Serial Number=0528869987
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00061]  Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι.
 [00069]  Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα·
 [00101]  Ἔστη τοῦ νόμου τὸ βάρος, ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν.
 [00102]  Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι' ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0675944388
De oratione Ante [Go Back]  
 [00018]  Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0501994133
De paenitentia [1] Ante [Go Back]  
 [00197]  ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν.
 [00199]  εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο·
 [00276]  Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν·
 [00292]  Τίνος οὖν ἕνεκεν ὁμιλίας τοιαύτης οὐκ ἀπολαύομεν, καὶ ἐφ' ἑκάστης εἰς τὴν ἐκκλησίαν ἀπαντῶμεν, τὴν μετάνοιαν ἀσπαζόμενοι;
 [00297]  μὴ ἀπογνῷς, ἀλλ' εἴσελθε μετάνοιαν προβαλλόμενος.
 [00322]  Ὁ ἐπιστάμενος τὰ πάντα ἐρωτᾷ, οὐκ ἀγνοῶν, ἀλλ' εἰς μετάνοιαν ἕλκων τὸν φονεύσαντα.
 [00337]  Ἀμέλει τὸν Κάϊν εἰς μετάνοιαν ἐλθόντα οὐ δέχεται, ἐπειδὴ μὴ πρῶτος εἶπε τὴν ἁμαρτίαν.
 [00810]  Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην·
 [00895]  πρόβαλε μετάνοιαν,
 [01062]  Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο, τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται, ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.
 [01160]  Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν·
 [01161]  οὕτως ὁ διεγηγερμένος καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ χρόνου παραπτώματα ἀφανίσαι δυνήσεται.
 [01166]  ἐνιαυτῶν πολλῶν ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν;
 [01189]  Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;
 [01696]  Ὑποτίθεται τοίνυν τοῖς ἁμαρτάνουσι φάρμακον εὐεργεσίας, καὶ μετάνοιαν εἰς σωτηρίαν.
 [01750]  Ἐὰν ἴδῃς τόν ποτε μέθυσον, νηστευτὴν, ἐὰν ἴδῃς τόν ποτε βλάσφημον, θεολόγον, ἐὰν ἴδῃς τόν ποτε αἰσχραῖς ᾠδαῖς τὸ στόμα μολύναντα, νῦν τοῖς θείοις ὕμνοις τὴν ψυχὴν καθαίροντα, θαύμαζε τὴν μακροθυμίαν τοῦ Θεοῦ, καὶ ἐπαίνει τὴν μετάνοιαν, καὶ ἐκ τῆς ἀλλοιώσεως λέγε ἀναλαβών·
 [01847]  Προσάγωμεν τοίνυν ἑαυτοῖς, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν τὴν μετάνοιαν·
 [01848]  μᾶλλον δὲ δεξώμεθα παρὰ τοῦ Θεοῦ τὴν μετάνοιαν ἰατρεύουσαν ἡμᾶς.
 [01854]  ∆εξώμεθα τοίνυν μετάνοιαν, ἀδελφοὶ, φάρμακον εἰς σωτηρίαν, δεξώμεθα φάρμακον ἐξαλεῖφον ἡμῶν [49.328] τὰ πταίσματα.
 [01864]  Μὴ σχήμασι, φησὶ, νοθεύσητε τὴν μετάνοιαν, ἀλλ' ἀπέναντι τῶν ὀφθαλμῶν μου, τῶν τὰ κρυπτὰ ἐρευνώντων, δείξατε τοὺς καρποὺς τῆς μετανοίας.
 [01934]  Καὶ τίς ὁ κηρύττων αὐτοῖς τὴν μετάνοιαν;
 [02017]  Ζήτω Ῥαὰβ ἡ πόρνη, Παύλου δὲ λέγοντος, Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, πόσῳ μᾶλλον ἡμεῖς, ἐὰν προσάγωμεν τὴν μετάνοιαν, δεξόμεθα τὴν σωτηρίαν;
 [02052]  Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται.
 [02394]  ∆ύο κακὰ ποιεῖ, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει, καὶ τὴν μετάνοιαν ἐπέχει.
000-00-00 Serial Number=0909526050
De paenitentia [2] Ante [Go Back]  
 [00066]  Καὶ ἵνα γνῷς ὅτιπερ ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει.
 [00159]  Μὴ τὸ ἡδὺ ποιήσῃς τῷ ἀντιδίκῳ σου, ἀλλ' ὡς εὔνους ἀπὸ τῆς ἡδονῆς εἰς τὴν μετάνοιαν ἀνακάλεσαι.
000-00-00 Serial Number=0967386842
De paenitentia [3] Ante [Go Back]  
 [00011]  ∆ράμωμεν πρὸς τὴν μετάνοιαν, τὴν τῆς βασιλείας πρόξενον, τὴν τῶν ἁμαρτιῶν ἐξαλειπτήριον, τὴν τῆς σωτηρίας μητέρα.
000-00-00 Serial Number=0139934838
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00041]  παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων·
000-00-00 Serial Number=0021399736
De paenitentia sermo 1 Ante [Go Back]  
 [00205]  ἢ προσκαλεῖται πρὸς αὐτὸν ὡς ἀγαθὸς τοὺς καταπονουμένους, καὶ ἀντιλαμβάνεται ὡς βασιλεὺς δίκαιος τοὺς κλαίοντας εἰς μετάνοιαν μακαρίζει, ταλανίζει τοὺς ἐν ὑποκρίσει βιοῦντας, μακαρίζει τοὺς γρηγοροῦντας, καὶ ταλανίζει τοὺς ῥᾳθύμους·
 [00707]  Καὶ ὑμεῖς οἱ τὰ ὅμοια πλανώμενοι, καὶ γνώμῃ ἀπατώμενοι, καταπτύσαντες τὴν τοιαύτην χαλεπὴν καὶ ἀπάνθρωπον ἀπάτην, καὶ ὡς ἀπὸ ὄφεως ἀποφυγόντες, σπουδάσατε ἀξίαν μετάνοιαν ἐπιδείξασθαι, πρὶν φθάσῃ ἡμῖν ἡ ἀνυπόστατος κατὰ τῶν τοιούτων ἀπειλὴ καὶ οἰμωγή·
000-00-00 Serial Number=0867178380
De paenitentia sermo 2 Ante [Go Back]  
 [00073]  δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυθμὸν τὸν ἐπὶ θάνατον·
000-00-00 Serial Number=0796822429
De paenitentia sermo 3 Ante [Go Back]  
 [00050]  οὕτω καὶ τῆς ψυχῆς εἰδὼς τὸ εὐόλισθον, καὶ τῆς ἁμαρτίας τὰ τραύματα, ὡς ἀλεξητήριον ψυχῶν, τὴν μετάνοιαν ἔδωκε, καὶ ταῖς θείαις καὶ [60.706] πνευματικαῖς βίβλοις τὰς τῆς μετανοίας ἀφορμὰς ὥσπερ βοτάνας ἐνέθηκεν, ἵνα ἕκαστος ἡμῶν ἐντεῦθεν ἔχων τῆς ἰατρείας τὸ ἔμπλαστρον, φύγῃ τὸ πάθος, ἐπιθεὶς ἑαυτῷ διὰ τῆς πίστεως.
 [00052]  ἄτοπον γὰρ διὰ ῥημάτων μὲν ὑφαίνεσθαι τὴν μετάνοιαν, διὰ πραγμάτων δὲ μὴ οἰκοδομεῖσθαι τὴν Ἐκκλησίαν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
 [00082]  Χαίρουσι δαίμονες ἁμαρτίαν ὁρῶντες, ἀγάλλονται ἄγγελοι μετάνοιαν καθορῶντες.
000-00-00 Serial Number=0794450343
De patientia sermo 1 Ante [Go Back]  
 [00280]  καὶ μετὰ ταῦτα θάνατος, καὶ μετὰ θάνατον κρίσις τέλος οὐκ ἔχουσα οὐδὲ μετάνοιαν.
000-00-00 Serial Number=0879386425
De pseudoprophetis Ante [Go Back]  
 [00651]  Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
 [00659]  οὐ γὰρ μόνον τὴν κλῆσιν ψιλὴν εἴρηκεν, ἀλλὰ προσέθηκε τὸ, Εἰς μετάνοιαν.
 [00660]  Οὐ γὰρ ἦλθον, φησὶ, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·
 [00678]  Ταύτας οὖν τὰς ἀρετὰς ποιῶν, καὶ τῷ Θεῷ προσφέρων τὴν μετάνοιαν, τήρησον ἀκριβῶς καὶ ἐρεύνησον, μήποτε ἔχῃς ἔχθραν κατά τινος, καὶ ὁ σκοπός σου ἅμα εἰς κενὸν γένηται·
000-00-00 Serial Number=0078618705
De sacerdotio Ante [Go Back]  
 [00681]  Οἱ τοῦ Χριστοῦ τὰ τοῦ Χριστοῦ διαφθείρουσιν ἐχθρῶν καὶ πολεμίων μᾶλλον, ὁ δὲ ἀγαθὸς ἔτι χρηστεύεται καὶ εἰς μετάνοιαν καλεῖ.
000-00-00 Serial Number=0056300282
De sacerdotio lib 7 Ante [Go Back]  
 [00029]  ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν γῇ προσκείμενα.
000-00-00 Serial Number=0584620297
De salute animae Ante [Go Back]  
 [00093]  Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ ἁμαρτίαν μισήσωμεν·
000-00-00 Serial Number=0053066015
De siccitate Ante [Go Back]  
 [00074]  Οὐ γὰρ βούλεται τὸν ψυχικὸν ἡμῶν θάνατον, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένει καὶ τὴν μετάνοιαν.
 [00076]  Ἐκεῖνοι ἐθνικοὶ ὄντες καὶ ἄπιστοι, ἐπειδὴ παρὰ τοῦ προφήτου τὴν καταστροφὴν τῆς πόλεως ἔμαθον, τοσαύτην ἐπεδείξαντο μετάνοιαν, ὡς καὶ τὰ νήπια καὶ τὰ κτήνη νηστεύειν ἠνάγκασαν, καὶ σποδὸν καὶ σάκκον περιεβάλοντο, καὶ οὕτω τῆς δικαίας ὀργῆς τοῦ Θεοῦ ἀπηλλάγησαν.
000-00-00 Serial Number=0175011575
De terrae motu Ante [Go Back]  
 [00013]  Τίς γὰρ οὐκ ἂν ἡδέως ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα ἐκχέοι, ἀνδρῶν οὕτω τῇ εὐλαβείᾳ, οὕτω τῇ φιληκοΐᾳ ζεόντων, οὕτως ἀπὸ μικρᾶς καιροῦ ῥοπῆς τὴν μετάνοιαν ἐπιδειξαμένων;
000-00-00 Serial Number=0164826751
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00046]  μέλαινα, διὰ τὴν προτέραν παράβασιν, καλὴ, διὰ τὴν ταχεῖαν μετάνοιαν·
000-00-00 Serial Number=0315925658
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00760]  Ὁ γὰρ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀντίδοσιν.
 [00774]  Ὡσπεροῦν ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάσεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ τὴν ῥᾳθυμίαν·
 [00775]  οὕτω καὶ ὁ διεγηγερμένος, καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ, πολλοῦ χρόνου ἁμαρτήματα ἀφανίσαι δυνήσεται·
 [00781]  πολλοῦ χρόνου ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν;
 [00848]  Εἰ δὲ μετάνοιαν ἀκριβῆ θέλεις ἰδεῖν, ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν.
 [00875]  πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ ἡμῶν τοῦτο ποιήσει, εἰ ἀντίῤῥοπον τῶν ἁμαρτημάτων ἐπιδειξόμεθα τὴν μετάνοιαν.
 [00888]  ∆ιὰ τοῦτο καὶ προλαμβάνων τὰς εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται ὁ Θεὸς, καὶ ἡμαρτηκότας πάλιν συγγνώμης ἀξιοῖ, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων πρὸς μετάνοιαν ἡμᾶς ἐφελκύσηται, καὶ δι' ὧν εὐεργετεῖ καὶ δι' ὧν μακροθυμεῖ·
 [02114]  καθὼς καὶ αὐτός φησι, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
 [06699]  καὶ γὰρ ἀφῆκεν αὐτὸν χρόνον πολὺν, εἰς μετάνοιαν ἐφελκόμενος, καὶ πεῖραν λαβεῖν ἐποίησε τῆς τοῦ πατρὸς γλυκύτητος.
 [08868]  ∆ύο ποιεῖ κακὰ, καὶ τὴν μετάνοιαν ἐπέχει, καὶ εἰς τὴν ἁμαρτίαν ἕλκει.
 [08995]  ἐθορύβησεν αὐτῷ, ἐσκότωσε τῇ τῆς ἀθυμίας ὑπερβολῇ, ἐδίωξεν, ἤλασεν, ἕως ἐπὶ τὸν βρόχον ἤγαγε, καὶ τῆς παρούσης ὑπεξήγαγε ζωῆς, καὶ τῆς προθυμίας τῆς κατὰ τὴν μετάνοιαν ἀπεστέρησεν.
 [08998]  εὔδηλον ὅτι καὶ τὸν προδότην, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο.
000-00-00 Serial Number=0938495636
Epitimia lxxiii Ante [Go Back]  
 [00031]  «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί·
000-00-00 Serial Number=0530685604
Expositiones in Psalmos Ante [Go Back]  
 [01356]  Ἀκουέτωσαν οἱ ἐν εὐτελείᾳ ζῶντες, οἵαν ὁ βασιλεὺς καὶ πορφυρίδα περικείμενος μετάνοιαν ἐπεδείκνυτο·
 [01398]  Εἰπὼν τὴν μετάνοιαν, λέγει πάλιν τὰ πάθη, τὸν θόρυβον τὸν ἐν τῇ διανοίᾳ, τὸν φόβον τὸν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ ἐγγινόμενον.
 [01446]  Ὁ γὰρ μετάνοιαν εἰσάγων, καὶ παρὰ τοῦ Θεοῦ ἀκουόμενος, εὐκόλως καὶ τοῦτο δύναται κατορθῶσαι τὸ ἀγαθὸν, τὸ διακρούεσθαι τῶν πονηρῶν τὰς συνουσίας.
 [02038]  Εἰ γὰρ ἐκεῖνος ἔδωκε δίκην τῆς διώξεως, καὶ ἀνῃρέθη, πῶς ἂν ἔσχε καιρὸν μετανοῆσαι, καὶ μετὰ τὴν μετάνοιαν τὰ μυρία ἐργάσασθαι ἀγαθὰ, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν χειραγωγῆσαι;
 [02119]  δεύτερον δὲ ἐν τῷ καὶ μετάνοιαν δοῦναι.
 [02457]  Καὶ γὰρ ἀφῆκεν αὐτὸν πολὺν χρόνον, ὥστε εἰς μετάνοιαν ἐλθεῖν·
 [02458]  καὶ τὰ βασίλεια κατασχεῖν ἔδωκεν, ἵνα τὴν οἰκίαν ἰδὼν, εἰς ἣν ηὐξήθη καὶ ἐτράφη, καὶ τὰ τοῦ πατρὸς σύμβολα, εἰς μετάνοιαν ἔλθῃ.
 [02463]  Εἰ δὲ μὴ ταῦτα ἐμάλαττεν, ἔδει αὐτὸν τὰ τοῦ Ἀχιτόφελ σωφρονίσαι, τὴν ἀγχόνην, τὸν θάνατον, ὥστε διὰ πάντων ἐλθεῖν εἰς μετάνοιαν.
 [03608]  Ἐντεῦθεν καὶ τούτους παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει.
 [03804]  ∆ιὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν·
 [03839]  ἀλλ' ἄφατόν σου τῆς ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος, καὶ οὐκ ἐπεξιόντος, ἀλλ' ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν.
 [05371]  Ἐντεῦθεν καὶ τούτους παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει.
 [05567]  ∆ιὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν·
 [05602]  ἀλλ' ἄφατόν σου τῆς ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος, καὶ οὐκ ἐπεξιόντος, ἀλλ' ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0311915994
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00655]  *Ὁρᾷς ὅτι τὸ ἄνω κείμενον, ὅτι Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, οὐκ ἀποστρεφομένων τὴν μετάνοιαν λέγει, ἀλλὰ γνησίαν τὴν ἐκ τῶν ἁμαρτημάτων ζητῶν ἐπιστροφήν.
 [03582]  ἐμακροθύμησεν ἐπ' ἐκείνῳ, αὐτόν τε εἰς μετάνοιαν ἄγων, καὶ σὲ βελτίω ποιῶν.
 [04742]  Μέγα ἀγαθὸν, μὴ διὰ τιμωρίας καὶ κολάσεις σώζεσθαι παρὰ τοῦ Θεοῦ καὶ τοὺς πονηροὺς καὶ ἀπεγνωσμένους, ἀλλὰ δι' ἀρετὴν καὶ μετάνοιαν.
 [04815]  Ὅρα πανταχοῦ πῶς ἀναμίγνυσι τοῖς ἀγαθοῖς τὴν μετάνοιαν ἐπιστροφὴν αὐτῶν.
000-00-00 Serial Number=0482323945
Homilia de capto Eutropio Ante [Go Back]  
 [00041]  οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0866302729
In Acta apostolorum Ante [Go Back]  
 [04208]  Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
 [04213]  Τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραήλ.
 [04261]  Εἰπὼν δὲ, ὅτι Ὕψωσε, λέγει καὶ ἐπὶ τίνι, Ἐπὶ τῷ δοῦναι μετάνοιαν, ἐπάγων, τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν.
 [04268]  Ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἐπηγγείλατο·
 [04304]  Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν.
 [08124]  Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.
 [08126]  ∆ιὸ καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι τὴν μετάνοιαν καὶ αὐτοῖς ἔδωκεν·
 [09999]  Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.
 [09999]  Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.
 [09999]  καὶ νῦν αὐτὸς, ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς τὸν Θεὸν μετάνοιαν.
000-00-00 Serial Number=0716258466
In Genesim sermones Ante [Go Back]  
 [01095]  μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ;
000-00-00 Serial Number=0098214984
In Isaiam Ante [Go Back]  
 [00326]  Ἔθος τῷ Θεῷ, καὶ ἡνίκα ἂν ἀπειλῇ, ἀπαγορεύειν τὴν σωτηρίαν, ὥστε αὐξῆσαι τὸν φόβον καὶ μὴ ἐνταῦθα καταλύειν τὸν λόγον, ὥστε χρηστὰς ὑποτεῖναι τὰς ἐλπίδας καὶ ταύτῃ πάλιν εἰς μετάνοιαν ἐπανάγειν.
 [00462]  Οὐ παύσεται δὲ ἔλεγεν, οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλ' ἵνα αὐξήσας τὸν φόβον εἰς μετάνοιαν καλέσῃ.
 [02519]  Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ θύραις ἀγαγὼν τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν καὶ βελτίους ἐργάσηται καὶ μετὰ τὴν ἐκείνων ἅλωσιν ἐν ἀγωνίᾳ καταστήσῃ, μηδέ, ἐπειδὴ οἱ μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται.
000-00-00 Serial Number=0344374239
In Joannem Ante [Go Back]  
 [02906]  Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ.
000-00-00 Serial Number=0867310047
In Psalmos 101-107 Ante [Go Back]  
 [01089]  ἀλλὰ δι' ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν·
000-00-00 Serial Number=0201761901
In Psalmum 050 Ante [Go Back]  
 [00107]  Καὶ ταῦτα λέγων οὐ κατηγορῶ τοῦ προφήτου, ἀλλὰ τὴν ταχεῖαν αὐτοῦ μετάνοιαν ἀπαγγέλλω.
000-00-00 Serial Number=0426128507
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00078]  Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχε, καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς.
 [00096]  Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε.
 [00481]  καὶ μετὰ ταῦτα γέγονε φιλόσοφος ἀπὸ τῆς μετανοίας, ὁ ἀποκρύπτων πρότερον τὸ ἁμάρτημα τὸ ἑαυτοῦ εἰς μετάνοιαν ἦλθε·
 [00496]  ∆ιὰ τοῦτο ἀποτίθεται τὴν ἁμαρτίαν, καὶ τὴν μετάνοιαν ἐδέξατο.
 [00504]  Καὶ τοῦτο ὑμῖν ἐρῶ, ἵνα μηδεὶς ἑαυτῷ μετὰ τὴν μετάνοιαν θαῤῥήσῃ, ἀλλὰ μᾶλλον ἀκρι βέστερον τὴν ἑαυτοῦ σωτηρίαν ἐν τῷ λιμένι καταστήσῃ.
000-00-00 Serial Number=0257362187
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00348]  Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι.
000-00-00 Serial Number=0688160658
In Psalmum 094 Ante [Go Back]  
 [00014]  ὢ προφητικῆς παραινέσεως καλούσης εἰς μετάνοιαν.
 [00054]  Μίμησαι τὴν τῶν βαρβάρων ἐκείνων μετάνοιαν, τῶν Νινευιτῶν λέγω δή.
 [00067]  Εἰ ὅλως Πνεῦμα Θεοῦ ἐν σοὶ, διὰ τί οὐ γινώ σκεις τὸ βούλημα τοῦ Θεοῦ, ὅτι οὐκ ἀποκτεῖναι βουλό μενος, ἀλλ' εἰς μετάνοιαν ἐπανακαλέσασθαι, διὰ τοῦτο ἔδωκε τὴν ἀπόφασιν;
 [00096]  Ἀλλ' ὅμως οἱ Νινευῖται, εἰ καὶ διδασκαλίας κατήχησιν οὐκ ἐδέξαντο, εἰ καὶ προφητῶν κατήκοοι οὐκ ἐγένοντο, οὐκ εὐαγγε λικῆς χάριτος ἐπαγγελίας ἔλαβον, οὐ βασιλείας ἔρωτα, οὐ κολάσεως φόβον, ἀλλὰ κτηνώδη τρόπον ἔχοντες, καὶ βάρβαρον καὶ ἀπάνθρωπον ἔχοντες ἦθος, ἀκούσαντες τὴν ἀπόφασιν, εὐθέως ἐπὶ μετάνοιαν τρέπονται, ἐξομο λογούμενοι τὰ πεπραγμένα αὐτοῖς, καὶ ταῦτα μὴ εἰδότες εἰ ἀφεθήσεται αὐτοῖς.
 [00145]  ∆ιὰ τοῦτο ἠπείλησα καταστροφὴν καὶ θάνατον, οὐχ ὡς ἀποκτεῖναι βουλόμενος, ἀλλ' εἰς μετάνοιαν προτρέψασθαι.
 [00152]  Πάντες γὰρ εἰς αὐτοὺς ἀποβλέποντες χειραγωγοῦνται, καὶ τὴν ἐκείνων λαμβάνοντες μετάνοιαν ἀναυάγητοι διαμένομεν.
000-00-00 Serial Number=0309766710
In Psalmum 118 Ante [Go Back]  
 [00788]  Ἁμαρτανόντων γὰρ ἡμῶν, ἔστιν ὅτε ὁ Θεὸς ὀργίζεται, ἔστι δ' ὅτε καὶ μακροθυμεῖ, ἐκδεχόμενος ἡμῶν τὴν μετάνοιαν.
000-00-00 Serial Number=0640444160
In Samaritanam Ante [Go Back]  
 [00261]  Ἐπειδὴ οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·
000-00-00 Serial Number=0249424994
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00032]  Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς, εἰς μετάνοιαν.
000-00-00 Serial Number=0056942940
In duodecim apostolos Ante [Go Back]  
 [00040]  Οὐδὲ γὰρ μέμψεως τοσοῦτον διὰ τὴν ἄρνησιν, ὅσον μακαρισμοῦ διὰ τὴν μετάνοιαν ἄξιος.
000-00-00 Serial Number=0418507755
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01392]  Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν μετάνοιαν ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν·
 [01395]  Τοῦτο δὲ καὶ μαρτυροῦντος ἦν αὐτῷ πολλὴν τὴν μετάνοιαν, καὶ οὐκ ἀφιέντος εἰς ἀπόνοιαν ἐλθεῖν.
 [01403]  Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν·
 [04314]  Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.
 [04321]  ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν·
 [04326]  Οὐ γὰρ εἶπεν, Ὅτι διώρθωσεν ὑμᾶς ἡ ἐπιστολὴ, εἰ καὶ οὕτως εἶχεν, ἀλλ' Ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.
 [04336]  Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
 [04363]  Αὕτη μὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται.
 [04596]  Χαίρω γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν·
 [07525]  καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον·
000-00-00 Serial Number=0918957353
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01423]  Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος.
000-00-00 Serial Number=0849676430
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04429]  καὶ ὅπερ ἔμελλεν αὐτῷ χαρίζεσθαι μετὰ τὴν μετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος.
 [04636]  ∆ιόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζεσθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ' ἐπὶ μετάνοιαν αὐτὸν ἄγει.
 [04640]  ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ μετάνοιαν ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μείζονα ἔμελλον ἕρπειν.
 [09999]  Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην.
 [09999]  ∆ιὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας.
000-00-00 Serial Number=0198815584
In epistulam ad Ephesios Ante [Go Back]  
 [06720]  ἐγὼ δὲ ὁ πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν, οὐ δύναμαι εἰπεῖν.
000-00-00 Serial Number=0415008962
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01202]  Ποῦ νῦν εἰσιν οἱ τὴν μετάνοιαν ἐκκόπτοντες;
000-00-00 Serial Number=0913096309
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02324]  Ἐπεὶ καὶ νῦν τὸ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντας εὑρίσκειν μετάνοιαν, χάριτός ἐστιν.
 [02901]  Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
 [02915]  Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν [63.79] Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
 [02916]  Ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν·
 [02921]  Οὐ γὰρ εἶπεν, Ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν·
 [03356]  μήποτε, φησὶ, δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
 [05390]  Οὐ γὰρ μετάνοιαν ἰσχυρὰν ἐπεδειξάμεθα, ἀλλ' ἀσθενῆ.
 [05880]  Πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν·
 [05884]  Ὅτι οὐ σκοπῷ τοιούτῳ ἐνταῦθα τοῦτό φησι, οὐδὲ τὴν μετάνοιαν ἀναιρεῖ, ἢ τὸν διὰ μετανοίας ἐξιλασμὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα·
 [08934]  ἆρα μὴ τὴν μετάνοιαν ἐκβάλλει;
 [08943]  ∆ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι.
 [08959]  Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο.
 [08974]  οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, λέγων, Μετανοίας τόπον οὐχ εὗρεν·
 [08981]  Θέλεις ἰδεῖν μετάνοιαν ἀκριβῆ;
 [08982]  Ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν.
000-00-00 Serial Number=0166331828
In epistulam ad Philippenses Ante [Go Back]  
 [04897]  Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
 [04920]  Τὸ δὲ δεινὸν, ὅτι κελευσθέντες οὕτως ἐπὶ τοῖς ἁμαρτάνουσι θρηνεῖν, οὐδὲ ἐπὶ τοῖς οἰκείοις τινὰ ἐπιδεικνύμεθα μετάνοιαν, ἀλλ' ἀναλγήτως πταίοντες διακείμεθα, καὶ πάντων μᾶλλον φροντίζομεν, καὶ πάντα λογιζόμεθα μᾶλλον ἢ τὰ οἰκεῖα ἁμαρτήματα.
000-00-00 Serial Number=0601632595
In epistulam ad Romanos Ante [Go Back]  
 [01213]  Ἐπαινέσας γὰρ τοῦ Θεοῦ τὴν μακροθυμίαν, καὶ δείξας αὐτῆς τὸ κέρδος μέγιστον τοῖς προσέχουσι (τοῦτο δὲ ἦν τὸ εἰς μετάνοιαν ἕλκειν τοὺς ἁμαρτάνοντας), αὔξει τὸν φόβον.
 [01234]  Ἐκεῖνος γὰρ πάντα ἐποίησεν ὅσα ἐχρῆν, καὶ διαγνωστικόν σε τῶν καλῶν καὶ τῶν οὐ τοιούτων κατεσκεύασε, καὶ μακροθυμίαν ἐπεδείξατο, καὶ εἰς μετάνοιαν ἐκάλεσε, καὶ ἡμέραν ἠπείλησε φοβερὰν, διὰ πάντων σε ἐπὶ τὴν μετάνοιαν ἕλκων·
 [04358]  πάλιν τὸν φόνον ἐργασάμενος, εἰ πρὸς μετάνοιαν ἦλθε, τοῦ Θεοῦ καλοῦντος αὐτὸν, καὶ μὴ ἀναισχύντως ἀπεκρίνετο, οὐκ ἂν τὰ μετὰ ταῦτα ὑπέμεινε δεινά.
 [05482]  οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, λέγει, ἀλλ' ἵνα εἰς μετάνοιαν διαναστήσῃ.
 [05483]  Ὥσπερ γὰρ ἐπὶ τῶν Νινευϊτῶν ἀδιορίστως εἰπὼν τὴν ἀπόφασιν, καὶ μὴ ὑποτείνας χρηστὰς ἐλπίδας, μᾶλλον ἐφόβησε καὶ εἰς μετάνοιαν ἤγαγεν·
 [06369]  Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν πολλῇ μακροθυμίᾳ, βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν·
 [06371]  Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ ταύτῃ δεικνύς.
 [06376]  Ἀλλ' ἐπειδὴ ἐμακροθύμησε μὲν, ἵνα εἰς μετάνοιαν ἀγάγῃ, οὐ μετενόησε δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον, ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδᾶναι ἐκεῖνος ἀπὸ τῆς πολλῆς ταύτης μακροθυμίας.
000-00-00 Serial Number=0398208320
In epistulam ad Titum Ante [Go Back]  
 [01284]  πῶς οὖν ἑτέρωθί φησι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν, ἐνταῦθα δὲ, Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος;
000-00-00 Serial Number=0638547063
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00051]  Νῦν δὲ οὐ πρὸς μετάνοιαν λέγουσι, Τί ποιήσωμεν;
000-00-00 Serial Number=0214833081
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00017]  νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.
 [00021]  βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν, Οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν.
000-00-00 Serial Number=0031568289
In illud Memor fui dei Ante [Go Back]  
 [00430]  ἀλλ' οὐδὲ ὥραν μίαν ἐχώρησεν εἰς μετάνοιαν.
000-00-00 Serial Number=0632082880
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00058]  πᾶσαν ὥραν ὑμῖν ἐχαρισάμην πρὸς μετάνοιαν·
000-00-00 Serial Number=0615878463
In illud Vidi dominum Ante [Go Back]  
 [01400]  Ἵν' οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν.
000-00-00 Serial Number=0495973647
In latronem Ante [Go Back]  
 [00110]  Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κόσμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0798742294
In operarios undecimae horae Ante [Go Back]  
 [00037]  Μόνον γνησίαν ἐπίδειξαι τὴν μετάνοιαν, καὶ πλουσίαν δέξαι μου τῶν οἰκτιρμῶν τὴν ἀπόλαυσιν.
000-00-00 Serial Number=0748773754
In parabolam Samaritani Ante [Go Back]  
 [00034]  Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν.
000-00-00 Serial Number=0261167169
In parabolam de filio prodigo Ante [Go Back]  
 [00105]  Οὕτως ἱκετεύοντα ἐκ βάθους τῆς καρδίας εἶδεν αὐτὸν ὁ βλέπων πλημμελοῦντας, καὶ παραβλέπων ἁμαρτάνοντας, καὶ περιμένων αὐτῶν τὴν μετάνοιαν·
 [00232]  Ἐλεεῖς, Κύριε, πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
 [00259]  καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν·
000-00-00 Serial Number=0824023545
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00019]  Σὺ δὲ οὐδὲ τούτων συμβάντων πρὸς μετάνοιαν ἔδραμες.
000-00-00 Serial Number=0272844553
In pharisaeum et meretricem Ante [Go Back]  
 [00004]  Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος.
 [00006]  ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος, ἀλλ' οὐ πᾶσι.
 [00013]  Συνηγορεῖ μου τῷ λόγῳ πρὸς ἄλλοις μυρίοις ἐκείνη ἡ πόρνη ἡ τὴν πίστιν καὶ τὴν μετάνοιαν, καθάπερ δύο λαμπάδας, κρατήσασα, καὶ προσδραμοῦσα τῷ οὐρανίῳ νυμφίῳ, καὶ γενομένη νύμφη Χριστοῦ ἐν μιᾷ ἡμέρᾳ.
 [00276]  Ἀλλ', Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
 [00353]  Ταύτης τὴν μετάνοιαν ζηλώσωμεν ἅπαντες, ἵνα τὴν ἴσην παῤῥησίαν κτησώμεθα·
000-00-00 Serial Number=0201711118
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00002]  Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν.
 [00021]  Ἠκούσαμεν, ὅπως πιστὸν ἡγουμένη ἡ πόλις τὸ κήρυγμα οὐκ εἰς [64.425] ἀπόγνωσιν ἔπεσεν, ἀλλ' εἰς μετάνοιαν ἔδρασεν·
 [00071]  ἀπόφασις ἀπωλείας μετάνοιαν σπουδαίαν ἰδοῦσα, ὡς καπνὸς εὐθὺς διαλύεται·
 [00075]  Τοιούτοις μὲν παρακλητικοῖς λόγοις ὁ βασιλεὺς εἰς μετάνοιαν τὸν λαὸν ἠρέθιζε.
000-00-00 Serial Number=0526622653
In principium Actorum Ante [Go Back]  
 [00981]  ἀλλ' ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ, καὶ καταγνῷ τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ·
000-00-00 Serial Number=0404854357
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00023]  Πᾶσα ἁμαρτίας ὑπόθεσις ταχεῖαν ἔχει τῆς ἀφέσεως τὴν χάριν, ὅταν μετάνοιαν ἔχῃ προ τρέχουσαν.
000-00-00 Serial Number=0648760319
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00007]  Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν·
 [00020]  Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν·
000-00-00 Serial Number=0968739212
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00075]  ἵνα τίς σου τὴν μετάνοιαν δέξηται;
000-00-00 Serial Number=0791212201
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00950]  Ὥσπερ οὖν ἐκεῖ ἀποκλείει τὴν μετάνοιαν, οὐχ ἵνα ἀποκλείσῃ, ἀλλ' ἵνα μᾶλλον φοβήσῃ·
000-00-00 Serial Number=0164064229
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00097]  Ἂν μὲν γὰρ εἴπω νῦν, εἰς μετάνοιαν ἄγω καὶ κατάνυξιν διανοίας·
000-00-00 Serial Number=0962195158
Oratio secunda Ante [Go Back]  
 [00049]  Οὐ γὰρ ἦλθες καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
 [00075]  δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ·
000-00-00 Serial Number=0505241334
Post reditum a priore exsilio Ante [Go Back]  
 [00148]  Ἡ ἱέρεια, αὐτοχειροτόνητος θύουσα τῷ Θεῷ καὶ σπένδουσα δάκρυα καὶ ἐξομολόγησιν καὶ μετάνοιαν, οὐχ ὑπὲρ ἱερέως, ἀλλ' ὑπὲρ Ἐκκλησίας, ὑπὲρ δήμου διεσπαρμένου.
000-00-00 Serial Number=0001285911
Quales ducendae sint uxores Ante [Go Back]  
 [00026]  Ἐχάρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν·
 [00027]  ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
000-00-00 Serial Number=0325102866
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00002]  εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0355299950
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00054]  Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν·
 [00057]  Τοῦ γὰρ Κυρίου κηρύσσοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πίστιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ.
000-00-00 Serial Number=0947264850
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02660]  Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»