0345-0407 - Iohannes Chrysostomus - De salute animae
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De salute animae

[00001]    Περὶ σωτηρίας ψυχῆς.

60.735

[00002]    Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.

[00003]    Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται, καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται, καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι, καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.

[00004]    ∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών·

[00005]    Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης·

[00006]    καὶ ὁ ∆αυῒδ λέγει·

[00007]    Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.

[00008]    Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες·

[00009]    ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται, μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ' ὀλίγον καταλειπόμενα·

[00010]    ἅπερ λαβεῖν μεθ' ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.

[00011]    Κἂν πάντας τοὺς θησαυροὺς συνάξωμεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ, σκυθρωποὶ, τετραχηλισμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι, ἔντρομοι, κατηφεῖς, ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ' αἰσχύνης συγκαλύπτοντες·

[00012]    οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα, οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικαστήριον, ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται, ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος·

[00013]    ὅπου οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός·

[00014]    ὅπου οὐκ ἔστι τρυφὴ, ἀλλὰ κρίσις·

[00015]    ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος.

[00016]    Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν.

[00017]    Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη, οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης.

[00018]    Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται, ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται.

[00019]    Πολὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη ἡ τότε γινομένη·

[00020]    μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος, μέγας ὁ ὀλολυγμός.

[00021]    Ἄκουε οὖν τοῦ ∆ανιὴλ λέγοντος·

[00022]    [60.736] Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε.

[00023]    Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον·

[00024]    ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.

[00025]    Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ·

[00026]    χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ·

[00027]    τὸ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.

[00028]    Ἔφριξε τότε τὸ πνεῦμά μου.

[00029]    Ἐγὼ ∆ανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με.

[00030]    Βαβαί! ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε! Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν;

[00031]    ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐπισυναγόμενοι παριστώμεθα γυμνοὶ, καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσιν ἐπιδεικνύοντες;

[00032]    Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται, καὶ οὐκ ἔσται ὁ δροσίζων·

[00033]    τότε τῶν καταλαλούντων οἱ ὀδόντες συντρίβονται ὑπὸ ἀποτόμων ἀγγέλων·

[00034]    τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμάμεναι τρέμουσι, καὶ ξεόμεναι ὀδυνῶνται·

[00035]    τότε τῶν φλυάρων τὰ στόματα ὑπὸ τοῦ πυρὸς ἐμφράττονται·

[00036]    τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ ἐξορύττονται ἀνιλεῶς.

[00037]    Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι;

[00038]    ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία, ποῦ ἡ τῶν τυράννων ἀπόνοια, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία;

[00039]    ποῦ οἱ δοῦλοι, ποῦ αἱ δοῦλαι;

[00040]    ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ αἱ χροαὶ τῶν μαργάρων, ποῦ ἡ φαντασία τοῦ χρυσίου, ποῦ ὁ κτύπος τοῦ ἀργυρίου;

[00041]    ποῦ ἡ κόσμησις τῶν δακτυλίων, ποῦ τῶν ποδῶν τὸ περισφῖγγον ὑπόδημα, ποῦ τὰ σηρικὰ ἱμάτια, ποῦ τὰ βύσσινα;

[00042]    ποῦ τὰ κρέα, ποῦ τὰ μύρα καὶ τὰ μάταια καπνίσματα;

[00043]    ποῦ οἱ φυλασσόμενοι θησαυροί;

[00044]    ποῦ αἱ κεκοσμημέναι κλῖναι;

[00045]    ποῦ οἱ παρορῶντες τοὺς πένητας;

[00046]    ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκῃ;

[00047]    ποῦ οἱ νομίζοντες εἶναι σοφοί;

[00048]    ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες;

[00049]    ποῦ οἱ διαπαντὸς γελῶντες, καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες;

[00050]    ποῦ οἱ τοὺς δούλους καταπονοῦντες, καὶ τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες;

[00051]    ποῦ εἰσὶν ἀπιστοῦντες τὴν κόλασιν, καὶ ὡς ἀθάνατοι διακείμενοι;

[00052]    ποῦ εἰσὶν οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν·

[00053]    αὔριον γὰρ ἀποθνήσκομεν;

[00054]    ποῦ εἰσὶν οἱ λέγοντες, ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον;

[00055]    ποῦ εἰσὶν οἱ λέγοντες, Ἀπολαύσωμεν τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν;

[00056]    ποῦ εἰσὶν οἱ λέγοντες, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει τοὺς ἁμαρτωλούς;

[00057]    Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέγοντες! πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς! πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! πόσα ἑαυ [60.737] τοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν! οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν!

[00058]    Ἐδιδασκόμεθα, καὶ οὐ προσείχομεν·

[00059]    ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν·

[00060]    διεμαρτύραντο δὲ ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν·

[00061]    τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν.

[00062]    ∆ικαία ἡ κρίσις τοῦ Θεοῦ·

[00063]    ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.

[00064]    Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ' ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες εὐφραίνονται.

[00065]    Νῦν οἱ νηστεύοντες τρυφῶσιν, οἱ ἀγωνισάμενοι εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν, οἱ σκορπίσαντες τὸν πλοῦτον ἐν ἀγαλλιάσει θερίζουσιν, οἱ κλαύσαντες αἰωνίως ἀγάλλονται, οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπέλαβον τὰ οὐράνια·

[00066]    μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν·

[00067]    καὶ νῦν κράζομεν, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν·

[00068]    στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώζων.

[00069]    Ἵνα οὖν μὴ καὶ ἡμεῖς μετ' ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν·

[00070]    δράμωμεν, ἕως καιρὸν ἔχομεν·

[00071]    στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας ἡμῶν·

[00072]    ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι ἡμᾶς, καὶ εἴπωμεν·

[00073]    Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.

[00074]    Σπεύσωμεν μόνον πρὶν ἢ ἥλιος δύσῃ, πρὶν ἢ θύρα ἀποκλεισθῇ, πρὶν ἢ νὺξ καταλάβῃ.

[00075]    Ἐπὰν γὰρ ἡ πανήγυρις λυθῇ, οὐδεὶς πραγματεύεται·

[00076]    ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται.

[00077]    ∆ιὸ δράμωμεν·

[00078]    δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν·

[00079]    Οὐκ οἶδα ὑμᾶς·

[00080]    ὀξυποδήσωμεν, μικρὸν αἰσχυνθῶμεν.

[00081]    Πόσα τὸν ∆εσπότην ἀτιμάζομεν;

[00082]    πόσα τὸν εὐεργέτην παροργίζομεν;

[00083]    Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθ' ἑκάστην ἀγνοοῦμεν·

[00084]    αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν, αὐτὸς τρέφει, σκέπων προνοεῖται, καὶ ἡμεῖς τὰς αὐτοῦ ἐντολὰς καθ' ἑκάστην παραβαίνομεν, καὶ οὐκ αἰσχυνόμεθα.

[00085]    Αἰσχυνθῶμεν λοιπόν·

[00086]    ὁ γὰρ καιρὸς ἤγγικε, καὶ ἡ ἡμέρα ἔφθασε, καὶ δεῖ ἡμᾶς λόγον ἀποδοῦναι ὑπὲρ ὅλου τοῦ βίου ἡμῶν.

[00087]    Παυσώμεθα οὖν λοιπὸν τῆς ἀμέτρου τρυφῆς, καὶ τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ ἐκεῖ κλαύσωμεν πικρῶς·

[00088]    παυσώμεθα τοὺς ἀδελφοὺς λοιδοροῦντες καὶ μισοῦντες καὶ ἀδικοῦντες·

[00089]    παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες καὶ πορνεύοντες·

[00090]    σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις·

[00091]    ἐπιδειξώμεθα βίον νέον, ἐξομολογησώμεθα, ἐπιστρέψωμεν·

[00092]    ἐπιστροφῆς γὰρ ὁ καιρός.

[00093]    Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ ἁμαρτίαν μισήσωμεν·

[00094]    πονέσωμεν ὧδε, παρακαλῶ, μικρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ·

[00095]    ἀγωνισώμεθα πρὸ καιροῦ, ἀδελφοὶ, ἵνα μὴ βασανισθῶμεν αἰωνίως.

[00096]    Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ, καὶ τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς.

[00097]    Ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν ἕκαστος, καὶ οὐ μὴ εὕρῃ.

[00098]    Οὐαὶ τῷ καταλαλοῦντι, ὅτι ζητήσει σταγόνας ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρίσκει! οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολασθήσεται! οὐαὶ τῷ ἀμελοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται! οὐαὶ τῷ μὴ ἀγωνιζομένῳ, ὅτι ἀποτόμοις ἀγγέλοις παραδίδοται, Χρυσίον ὁ ἀπολλύων εὑρίσκει ἄλλο·

[00099]    χρόνον δὲ μετανοίας ἄλλον εὑρεῖν οὐ δύναται.

[00100]    Μὴ φεισώμεθα, ἀδελφοὶ, τῶν ἑαυτῶν σωμάτων, ἀλλὰ ταῦτα κατατρίψωμεν, ἐπειδὴ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, μακάριοι οἱ πενθοῦντες.

[00101]    Τὸ γὰρ σῶμα πηλός ἐστι·

[00102]    καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαραίτητος, [60.738] καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται.

[00103]    Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν·

[00104]    ἐλεύσεται γὰρ ἡ ὥρα, καὶ ὄντως ἐλεύσεται, τῆς ἐξόδου ἡμῶν·

[00105]    καὶ μὴ ἑαυτοὺς ἀπατήσωμεν.

[00106]    Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶμεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη·

[00107]    καὶ μετὰ ταῦτα νόσος καὶ γῆρας, καὶ μετὰ ταῦτα τί;

[00108]    Ἀδυναμία καὶ θάνατος, καὶ ἡ φρικτὴ ὥρα ἐκείνη ἡ προσδοκωμένη καὶ φριττομένη καὶ ἀμελουμένη.

[00109]    Μέγας φόβος τότε γίνεται, ἀδελφοί·

[00110]    μέγα δὲ ἰδέσθαι ψυχὴν χωριζομένην τοῦ σώματος·

[00111]    μεγάλη ἀνάγκη τῆς ὥρας ἐκείνης, ὅταν ἡ γλῶσσα καθαρῶς τὸν λόγον εἰπεῖν οὐ δύναται, ὅταν στρέφωμεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους καὶ ἀδελφοὺς γνωρίζωμεν, καὶ πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνώμεθα.

[00112]    Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν, καὶ τούτους παραμυθήσασθαι οὐ δυνάμεθα·

[00113]    τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες πορευόμεθα.

[00114]    Καὶ τί λέγω τέκνα;

[00115]    Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μεριμνῆσαι τέκνων, οὐκ ἀδελφῶν, οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων ἔννοια, καὶ τὸ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ποίαν ἀπόφασιν λάβωμεν, καὶ ποῖος ἄρα τόπος δέξεται ἡμᾶς.

[00116]    Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν ἄγγελοι ἀπότομοι.

[00117]    Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράττεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες, ἱκετεύοντες καὶ λέγοντες·

[00118]    Ἐλεήσατέ με, ἄγγελοι καὶ φοβεροὶ παραστάται τοῦ θρόνου τοῦ Θεοῦ, καὶ μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κριτὴν ἀπενέγκητε·

[00119]    μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε·

[00120]    μὴ, δέομαι, παρακαλῶ, παρακλήθητε, δυσωπήθητε, καὶ ἐάσατέ με ὀλίγον χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα.

[00121]    Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι, λέγουσι πρὸς ἡμᾶς·

[00122]    Ὦ ψυχὴ ταλαίπωρε, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι θέλεις;

[00123]    ὦ ἀθλία ψυχὴ, ὁ ἥλιός σου ἔδυνεν, ὁ χρόνος σου τετέλεσται·

[00124]    ὁ Θεὸς ἐκέλευσεν ἐκ τοῦ σώματός σου χωρίσαι σε.

[00125]    ∆εῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου·

[00126]    οὐ γὰρ ἔστι σοι λοιπὸν ἐλπὶς σωτηρίας, ἀλλὰ αἰώνιος τιμωρία.

[00127]    Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης·

[00128]    κἂν ἐσυνηθήσαμεν ἁμαρτάνειν, ἀλλ' ἐκκόψωμεν ταύτας διὰ τῆς μετανοίας.

[00129]    Μὴ πλανηθῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ τάρταρος, βρυγμὸς ὀδόντων καὶ κλαυθμὸς μέγας, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν·

[00130]    ἀψευδὴς γάρ ἐστιν ὁ εἰπὼν, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

[00131]    ∆ιὸ φοβηθῶμεν καὶ φρίξωμεν, πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ σπουδάσωμεν μετὰ τῶν ἁγίων εὐρηθῆναι διὰ τῆς μετανοίας.

[00132]    Μὴ εἴπῃς, Ἔκλεψα, ἐφόνευσα, ἐπόρνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός·

[00133]    μηδὲν τούτων εἴπῃς·

[00134]    δέχεται γὰρ πάντας, ὡς τὸν λῃστὴν, ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην·

[00135]    μόνον μὴ ἀπογνῶμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν.

[00136]    Κρούσωμεν διὰ μετανοίας καὶ εἴπωμεν·

[00137]    Ἄνοιξον ἡμῖν, Κύριε, τοῖς ἀναξίοις καὶ ἁμαρτωλοῖς·

[00138]    διὰ τὸ ὄνομά σου τὸ ἅγιον μὴ ἀποστραφῇς ἡμᾶς, ἀλλὰ δυσωπήθητι, καὶ μὴ στερήσῃς ἡμᾶς τῆς βασιλείας σου.

[00139]    Σὺ γὰρ εἶ Θεὸς τῶν ἀπηλπισμένων, καὶ σωτηρία πάντων τῶν καταφευγόντων εἰς σέ·

[00140]    καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00141]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De salute animae
Litterarum Omnium Conspectus: 111 Litterae, quae repetitae sunt in 9,492 occasionibus



α

0945 

758   

Α

0913 

2   

β

0946 

51   

Β

0914 

1   

γ

0947 

158   

Γ

0915 

1   

δ

0948 

135   

Δ

0916 

0   

ε

0949 

559   

Ε

0917 

2   

ζ

0950 

30   

Ζ

0918 

1   

η

0951 

108   

Η

0919 

0   

θ

0952 

116   

Θ

0920 

9   

ι

0953 

383   

Ι

0921 

0   

κ

0954 

313   

Κ

0922 

8   

λ

0955 

259   

Λ

0923 

0   

μ

0956 

374   

Μ

0924 

8   

ν

0957 

766   

Ν

0925 

2   

ξ

0958 

39   

Ξ

0926 

0   

ο

0959 

678   

Ο

0927 

4   

π

0960 

316   

Π

0928 

10   

ρ

0961 

351   

Ρ

0929 

0   

ς

0962 

354   

΢

0930 

0   

σ

0963 

344   

Σ

0931 

4   

τ

0964 

704   

Τ

0932 

8   

υ

0965 

187   

Υ

0933 

0   

φ

0966 

87   

Φ

0934 

3   

χ

0967 

56   

Χ

0935 

1   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

144   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

3   

8172 

   



 ά 

 8049 

 116 

 έ 

 8051 

 103 

 ή 

 8053 

 47 

 ί 

 8055 

 131 

 ό 

 8057 

 120 

 ύ 

 8059 

 76 

 ώ 

 8061 

 30 

 ὰ 

 8048 

 75 

 ὲ 

 8050 

 16 

 ὴ 

 80852 

 44 

 ὶ 

 8054 

 179 

 ὸ 

 8056 

 90 

 ὺ 

 8058 

 27 

 ὼ 

 8060 

 5 

 ᾶ 

 8118 

 12 

   

   

 0 

 ῆ 

 8134 

 38 

 ῖ 

 8150 

 46 

   

   

 0 

 ῦ 

 8166 

 120 

 ῶ 

 8182 

 100 

 ἀ 

 7936 

 122 

 ἐ 

 7952 

 96 

 ἠ 

 7968 

 1 

 ἰ 

 7984 

 38 

 ὀ 

 8000 

 14 

 ὐ 

 8016 

 73 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 10 

 ἡ 

 7969 

 67 

 ἱ 

 7985 

 45 

 ὁ 

 8001 

 37 

 ὑ 

 8017 

 16 

 ὡ 

 8033 

 12 

 ἂ 

 7938 

 2 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 4 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 18 

 ἔ 

 7956 

 28 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 6 

 ὄ 

 8004 

 4 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 2 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 3 

 ἵ 

 7989 

 7 

 ὅ 

 8005 

 31 

 ὕ 

 8021 

 6 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 0 

 ἶ 

 7990 

 6 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 1 

 ὧ 

 8039 

 6 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 5 

   

   

 0 

 ῃ 

 8131 

 9 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 7 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 1 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 7 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 19 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De salute animae
Verborum Omnium Conspectus: 909Verba, quae repetita sunt in 1,398,389 occasionibus



ἀγαθῷ [00140]
ἀγαλλιάσει [00065]
ἀγάλλονται [00065]
ἀγαπητοὶ [00016] [00103] [00106] [00127]
Ἀγαπητοὶ [00002]
ἄγγελοι [00012] [00018] [00116] [00118] [00121]
ἀγγέλοις [00098]
ἀγγέλων [00033]
ἅγιον [00138]
ἁγίων [00131]
ἀγνοοῦμεν [00083]
ἀγωνίζεται [00076]
ἀγωνιζομένῳ [00098]
ἀγωνισάμενοι [00065]
ἀγωνίσασθε [00002]
ἀγωνισώμεθα [00095] [00127]
ἀγωνιῶντες [00008]
ἀδελφοὶ [00017] [00037] [00078] [00095] [00100] [00129]
ἀδελφοί [00109]
ἀδελφοὺς [00088] [00111]
ἀδελφῶν [00115]
ἀδιήγητος [00019]
ἀδικοῦντες [00088]
Ἀδυναμία [00108]
ἀεὶ [00140]
ἀθάνατοι [00051]
ἀθέρμαντος [00012]
ἀθετοῦμεν [00084]
ἀθλία [00123]
ἄθλιοι [00066]
αἱ [00012] [00018] [00018] [00032] [00034] [00039] [00040] [00044]
αἰσχροῦ [00087]
αἰσχύνης [00011]
Αἰσχυνθῶμεν [00085]
αἰσχυνθῶμεν [00080]
αἰσχυνόμεθα [00084]
αἰῶνας [00140]
αἰῶνι [00064] [00069]
αἰώνιος [00126] [00129]
αἰωνίῳ [00064] [00125]
αἰωνίως [00064] [00065] [00095] [00098]
αἰώνων [00140]
ἀκάθαρτον [00118]
ἄκαρπον [00118]
ἀκατάληπτος [00019]
ἀκατάπαυστον [00012]
ἀκατάπαυστος [00020]
Ἄκουε [00021]
ἀκούομεν [00112]
ἀκούοντες [00061]
ἀκοῦσαι [00016]
ἀκούσαντες [00121] [00127]
ἀκούσωμεν [00078]
ἀληθῆ [00127]
ἀλλ [00064] [00128]
ἀλλὰ [00010] [00012] [00013] [00014] [00015] [00100] [00126] [00138]
ἀλλάσσονται [00003]
ἄλλη [00115]
ἄλλο [00098]
ἄλλον [00099]
ἁμαρτάνειν [00128]
ἁμαρτίαις [00131]
ἁμαρτίαν [00093]
ἁμαρτιῶν [00031] [00071]
ἁμαρτωλοῖς [00137]
ἁμαρτωλὸν [00119]
ἁμαρτωλούς [00056]
ἀμελείᾳ [00122]
ἀμέλειαν [00064]
ἀμελείας [00071]
ἀμελουμένη [00108]
ἀμελοῦντι [00098]
ἀμέτρου [00087]
Ἀμήν [00141]
ἀνάγκῃ [00046]
ἀνάγκη [00017] [00019] [00111]
ἀναγνώσεσι [00090]
ἀνανεύσωμεν [00103]
ἀναξίοις [00137]
ἀνάρχῳ [00140]
ἀναστησόμεθα [00012]
ἀνατολῶν [00031]
ἀνευτρέπιστοι [00117]
ἀνήλωσα [00120]
ἀνήμερος [00012]
ἄνθρωπος [00007]
ἀνιλεῶς [00036]
ἀνίστανται [00018]
ἀνοίγονται [00012] [00018]
Ἄνοιξον [00137]
ἄνω [00018]
ἄξια [00063]
ἀξίως [00066]
ἀπαντήσωμεν [00115]
ἀπαραίτητος [00102]
ἀπαραμύθητον [00012]
ἀπατήσωμεν [00105]
ἀπέλαβον [00065]
ἀπενέγκητε [00118]
ἅπερ [00010]
ἀπηλαύσαμεν [00064]
ἀπηλπισμένων [00139]
ἀπιστοῦντες [00051]
ἀπιστοῦντι [00098]
ἀπογνῶμεν [00135]
ἀποδοῦναι [00086]
ἀποθνήσκομεν [00053]
ἀποκλεισθῇ [00074]
ἀπολαμβάνομεν [00063]
ἀπολαύσαντες [00064]
Ἀπολαύσωμεν [00055]
ἀπολλύμεθα [00073]
ἀπολλύμενα [00002]
ἀπολλύμενον [00064]
ἀπόλλυνται [00003]
ἀπόλλυται [00003]
ἀπολλύων [00098]
ἀπολογουμένην [00016]
ἀπόνοια [00038]
ἀποστραφῇς [00138]
ἀπότομοι [00116]
ἀποτόμοις [00098]
ἀποτόμων [00033]
ἀπόφασιν [00115]
ἀπροσωπόληπτον [00012]
ἀπωλέσαμεν [00057] [00064]
ἄρα [00030] [00115]
ἀργυρίου [00040]
ἄρτι [00122]
ἀρχόντων [00038]
ἄσβεστον [00129]
ἀσβέστου [00012]
ἀσίγητος [00012]
ἄστρα [00018]
ἀτελεύτητος [00129]
ἀτιμάζομεν [00081]
αὔριον [00053] [00054]
αὐστηρὸν [00098]
αὐτὰ [00002] [00030]
Αὐτὸς [00083]
αὐτὸς [00084] [00084]
αὐτοῦ [00023] [00023] [00024] [00024] [00025] [00084]
αὐτοὺς [00111] [00117]
αὐτούς [00057]
αὐτῷ [00026] [00026] [00064]
αὐτῶν [00113]
ἀφρόνων [00069]
ἀφώτιστον [00012]
ἀψευδὴς [00130]


Βαβαί [00030]
βάρους [00071]
βασανισθῶμεν [00095]
βασιλεία [00140]
βασιλείας [00064] [00138]
βασιλέων [00038]
βίβλοι [00012] [00027]
βίον [00091] [00120]
βίου [00002] [00008] [00086]
βλασφήμων [00032]
βλέπομεν [00113]
βλέπωμεν [00055]
βοῶσι [00018] [00018]
βρυγμὸς [00012] [00129]
βύσσινα [00041]


γὰρ [00003] [00053] [00063] [00075] [00078] [00086] [00092] [00097] [00101] [00104] [00115] [00126] [00134] [00139]
γάρ [00130]
γελῶντες [00049]
γέλως [00012]
γέλωτος [00087]
γενήσεται [00017]
γῆ [00018] [00102] [00130]
γῆν [00011] [00102]
γῆρας [00107]
γίνεται [00102] [00109]
γινομένη [00019]
γλῶσσα [00111]
γλῶσσαι [00032]
γνωρίζωμεν [00111]
γονεῖς [00037]
Γραφῶν [00061]
γυμνοὶ [00010] [00011] [00031]


δάκρυον [00012]
δακρύοντα [00113]
δακρύσωμεν [00093]
δακτυλίων [00041]
∆ανιὴλ [00021] [00029]
∆αυῒδ [00006]
δὲ [00016] [00060] [00066] [00096] [00099] [00110] [00117] [00130]
δεήσεσι [00090]
δεῖ [00086]
δέξεται [00115]
δέομαι [00120]
∆εσπότην [00081]
∆εῦρο [00125]
δεῦτε [00069]
δέχεταί [00132]
δέχεται [00134]
∆ιὰ [00004]
διὰ [00064] [00064] [00064] [00064] [00064] [00128] [00131] [00136] [00138]
διακείμενοι [00051]
διανευόντων [00036]
διαπαντὸς [00049]
διαπορεύεται [00007]
διεμαρτύραντο [00060]
∆ικαία [00062]
δικαστήν [00010]
δικαστήριον [00012]
δικαστῶν [00038]
∆ιὸ [00077] [00131]
διψῶντες [00100]
δοκιμάζοντες [00117]
δόξα [00003] [00140]
δόξαν [00064]
δόξης [00064]
∆ός [00054]
δοῦλαι [00039]
δοῦλοι [00039]
δούλους [00050]
δράμωμεν [00070] [00077]
δρόμου [00078] [00078]
δροσίζων [00032]
δυνάμεθα [00010] [00112]
δυνάμεις [00018]
δυνάμενοι [00117]
δυνάμενον [00072]
δύναμις [00140]
δύναται [00099] [00111]
δυνώμεθα [00111]
δύσῃ [00074]
δυσμῶν [00031]
δυσωπήθητε [00120]
δυσωπήθητι [00138]
δυσωποῦντες [00117]
δυσωπῶ [00103]


ἐὰν [00117]
ἐάσατέ [00120]
ἑαυ [00057]
ἑαυτοὺς [00057] [00057] [00061] [00105]
ἑαυτῶν [00010] [00100]
ἐγγὺς [00096]
ἐγένετο [00017]
ἐγεννήθημεν [00010]
Ἐγὼ [00029]
ἐδαπάνησα [00120]
ἐδαπάνησεν [00097]
Ἐδιδασκόμεθα [00058]
ἔδυνεν [00123]
ἔζησας [00122]
Ἐθεώρουν [00022]
εἰ [00115]
εἶ [00139]
εἶδον [00029]
εἰκόνι [00007]
εἱλίσσονται [00018]
εἷλκεν [00025]
εἶναι [00047]
εἰπεῖν [00111]
εἴπῃς [00132] [00133]
εἴπωμεν [00069] [00072] [00136]
εἰπὼν [00130]
εἴπωσιν [00057]
εἰς [00011] [00012] [00030] [00065] [00102] [00139] [00140]
εἰσι [00127]
εἰσὶν [00051] [00052] [00054] [00055] [00056]
Εἶτα [00116]
ἐκ [00071] [00071] [00124]
ἐκάθισε [00022] [00027]
ἑκάστην [00083] [00084]
ἕκαστος [00097]
ἑκατὸν [00106]
ἐκεῖ [00055] [00087] [00094]
ἐκείνῃ [00115]
ἐκείνη [00108]
ἐκείνης [00017] [00111] [00127]
ἐκεῖνο [00012]
ἐκεῖνος [00020]
ἐκείνων [00069]
ἐκέλευσεν [00124]
ἐκκόψωμεν [00128]
Ἔκλεψα [00132]
ἐκμυκτηρίζοντες [00049]
ἔλεγεν [00004]
ἐλεεινοὶ [00011]
ἐλεεινοῖς [00117]
ἐλεημοσύνας [00120]
Ἐλεήσατέ [00118]
ἐλειτούργουν [00026]
ἐλεύσεται [00102] [00104] [00104]
ἐλεῶν [00057] [00067] [00096]
ἔλθωμεν [00030]
ἐλπὶς [00126]
ἐμαυτοῦ [00120]
ἐμμέριμνον [00093]
ἐμνημόνευσεν [00129]
ἔμπροσθεν [00025]
ἔμφοβοι [00011]
ἐμφράττονται [00035]
ἐν [00016] [00016] [00022] [00046] [00064] [00065] [00069] [00122] [00125] [00129] [00131]
Ἐν [00007] [00064] [00115]
ἔνδυμα [00023]
ἐνθυμούμεθα [00116]
ἔννοια [00115]
ἐννοιῶν [00016]
ἐνουθετούμεθα [00059]
ἐντολὰς [00084]
ἔντρομοι [00011]
ἐνύπνιον [00003]
ἐξαίφνης [00116]
ἐξαφανίζονται [00003]
ἐξεπέσαμεν [00064]
ἐξόδου [00104]
ἐξομολογησώμεθα [00091]
ἐξορύττονται [00036]
ἐξουσία [00038]
ἐξυπνισθῶμεν [00071]
ἐξώτερον [00129]
ἐπ [00002]
ἐπὰν [00076]
Ἐπὰν [00075]
ἐπειδὴ [00100] [00120]
ἐπὶ [00031]
ἐπίγεια [00018]
ἐπιγείων [00065]
ἐπιδεικνύοντες [00031]
ἐπιδειξώμεθα [00091] [00093]
ἐπιστεύομεν [00060]
ἐπιστρέψητε [00002]
ἐπιστρέψωμεν [00091]
ἐπιστροφῆς [00092]
ἐπισυναγόμενοι [00031]
ἐπισυνάγοντες [00009]
ἐπλανῶμεν [00061]
ἐπόρνευσα [00132]
ἐπράξαμεν [00063]
ἔργου [00016]
ἔριον [00023]
ἔσται [00032]
ἐστερήθημεν [00064]
ἐστὶ [00129]
ἐστι [00101]
ἔστι [00012] [00013] [00014] [00015] [00115] [00126]
ἐστιν [00056] [00130] [00140]
ἔστιν [00057] [00067] [00068]
ἔστω [00106]
Ἔστω [00106]
ἐσυνηθήσαμεν [00128]
ἐτέθησαν [00022]
ἔτη [00106]
Εὐαγγελίοις [00129]
εὐεργετεῖ [00083]
εὐεργέτην [00082]
εὐλαβεῖς [00049]
εὑρεθῶμεν [00117]
εὑρεῖν [00099]
εὕρῃ [00097]
εὐρηθῆναι [00131]
εὑρίσκει [00098] [00098]
εὐτρεπίζεται [00018]
εὐφραίνονται [00064]
εὐχαῖς [00090]
ἔφθασε [00086]
ἐφίστανται [00116]
ἐφόνευσα [00132]
ἔφριξε [00030]
Ἔφριξε [00028]
ἐχλευάσαμεν [00057]
ἔχομεν [00070]
ἔχοντες [00011] [00113]
ἕως [00017] [00022] [00070]


ζήσαντες [00131]
Ζητήσει [00097]
ζητήσει [00098]
ζωοποιῷ [00140]


[00003] [00017] [00018] [00019] [00019] [00020] [00020] [00023] [00029] [00038] [00038] [00038] [00038] [00040] [00041] [00062] [00075] [00086] [00096] [00102] [00102] [00104] [00108] [00108] [00111] [00130] [00140] [00140] [00140]
[00074] [00074] [00074] [00106]
ἤγγικε [00086]
ἡδονὴν [00064]
ἥλιός [00123]
ἥλιος [00018] [00074]
ἡλίου [00031]
ἡμάρτομεν [00016]
ἡμᾶς [00072] [00073] [00086] [00112] [00115] [00115] [00121] [00138] [00138]
ἡμεῖς [00030] [00064] [00066] [00069] [00078] [00083] [00084] [00084] [00117]
ἡμέρᾳ [00016]
ἡμέρα [00086] [00102]
ἡμέρας [00017] [00122]
ἡμερῶν [00022]
ἡμετέρων [00115]
ἡμῖν [00060] [00064] [00111] [00116] [00137]
ἡμῶν [00069] [00071] [00071] [00086] [00104]
ἠνεῴχθησαν [00027]


θάνατος [00108]
θέατρον [00076]
θέλεις [00122]
Θεὸς [00056] [00124] [00139]
Θεός [00132]
Θεοῦ [00050] [00062] [00064] [00118]
θερίζουσιν [00065]
Θεῷ [00093]
θεωροῦντες [00117]
θησαυρίζοντες [00009] [00089]
θησαυροί [00043]
θησαυροὺς [00011]
θόρυβος [00020]
θορυβοῦνται [00009]
θρῆνος [00012]
θρηνούντων [00112]
θρὶξ [00023]
θρόνοι [00012] [00022]
θρόνος [00024]
θρόνου [00118]
θύρα [00074]


ἰδέσθαι [00016] [00110]
ἰδὼν [00030]
ἱκετεύοντες [00117]
ἱμάτια [00041]
ἱματίων [00040]
ἵνα [00002] [00078] [00078] [00087] [00094] [00095]
Ἵνα [00069]
ἱσταμένην [00016]


καθ [00083] [00084]
καθαρὸν [00023]
καθαρῶς [00111]
καιρὸν [00070] [00097]
καιρὸς [00086]
καιρός [00092]
καιροῦ [00095]
κακῶς [00097] [00120]
κάλλος [00003]
καλλωπισμὸς [00040]
Κἂν [00011]
κἂν [00128]
καπνίσματα [00042]
καπνὸς [00003]
καταδικάζου [00125]
κατακόπτοντες [00057]
καταλάβῃ [00074]
καταλαλοῦντι [00098]
καταλαλούντων [00033]
καταλειπόμενα [00009]
καταλιπόντες [00010]
καταπονοῦντες [00050]
καταποντιζόμεθα [00064]
κατατρίψωμεν [00100]
κατατρυφῶμεν [00106]
καταφευγόντων [00139]
καταφρονήσαντες [00065]
καταφρονοῦντες [00050]
καταχθόνια [00018]
κατελίπετε [00002]
κατεφρονοῦμεν [00059]
κατηφεῖς [00011]
κάτω [00018]
κεκοσμημέναι [00044]
κεφαλῆς [00023] [00029]
κλαυθμὸς [00129]
κλαύσαντες [00065]
κλαύσωμεν [00087]
κλέπτην [00069]
κλῖναι [00044]
κλίνης [00117]
κολάζει [00056]
κολαζόμεθα [00064]
κολάσει [00066]
κολασθήσεται [00098]
κολασθῶμεν [00094]
κόλασιν [00051]
κόλασις [00129]
κόνις [00102] [00102]
κόσμησις [00041]
κόψονται [00057]
κράζομεν [00067]
κρέα [00042]
κρεμάμεναι [00034]
κρίσεως [00030]
κρίσις [00014] [00062] [00096] [00129]
κριτῇ [00115]
Κριτὴν [00118]
κριτὴν [00098]
κριτήριον [00018] [00027]
κρούσαντες [00078]
Κρούσωμεν [00136]
κτίσιν [00016]
κτύπος [00040]
Κύριε [00073] [00137]
Κύριος [00129]


λάβε [00054]
λαβεῖν [00010]
λάβωμεν [00115]
λέγει [00006]
λέγοντες [00052] [00054] [00055] [00056] [00057] [00117]
λέγοντος [00021]
λέγουσι [00121]
λέγω [00114]
λευκὸν [00023]
λῃστὴν [00134]
λόγοι [00130]
λόγον [00086] [00111]
λόγου [00016]
λοιδοροῦντες [00088]
λοιπὸν [00087] [00126]
λοιπόν [00085]
λυθῇ [00075] [00076]
λυτρούμενος [00057]


Μακάριοι [00100]
μακάριοι [00100]
μακρὰ [00096]
μαραίνεται [00003]
μαργάρων [00040]
μάταια [00002] [00042]
ματαίαν [00064]
Ματαιότης [00005]
ματαιότης [00005]
ματαιοτήτων [00005]
ματαίῳ [00064]
μάτην [00008] [00009] [00009] [00009]
με [00029] [00118] [00118] [00119] [00120] [00132]
μέγα [00110]
μεγάλη [00017] [00020] [00111]
Μέγας [00017] [00109]
μέγας [00020] [00020] [00129]
μεθ [00010]
μέλλομεν [00030] [00117]
μέλλοντι [00069]
μελλούσης [00030]
μὲν [00117]
μεριμνῆσαι [00115]
μετ [00009] [00011] [00069]
μετανοῆσαι [00120] [00122]
μετανοήσουσιν [00057]
Μετανοήσωμεν [00093]
μετανοήσωμεν [00071]
μετανοίαις [00090]
μετάνοιαν [00093]
μετανοίας [00099] [00128] [00131] [00136]
μέχρι [00031]
μηδὲν [00133]
μήτηρ [00037]
μικρὰν [00064]
μικρὸν [00080] [00094]
μικρὸς [00096]
μικροῦ [00064]
μισήσωμεν [00093]
μισοῦντες [00088]
μνημεῖα [00018]
μοι [00054]
μόνοι [00066]
μόνον [00074] [00135]
μου [00028] [00029] [00130]
μῦθοι [00127]
μύρα [00042]
μυριάδες [00026]
μύριαι [00026]


νέον [00091]
νηστείαις [00090]
νηστεύοντες [00065]
Νήψωμεν [00103]
νομίζοντες [00047]
νόσος [00107]
νοῦν [00002]
νυκτὶ [00016]
νυκτὸς [00022]
νυμφῶνα [00065]
Νῦν [00065]
νῦν [00067] [00140]
νὺξ [00074]


ξεόμεναι [00034]


[00004] [00006] [00012] [00012] [00012] [00012] [00012] [00017] [00018] [00019] [00019] [00020] [00020] [00020] [00024] [00030] [00032] [00040] [00040] [00056] [00057] [00057] [00067] [00068] [00086] [00092] [00096] [00096] [00098] [00123] [00123] [00124] [00129] [00130] [00132]
[00003] [00096] [00130]
ὁδοιπορήσωμεν [00103]
ὀδόντες [00033]
ὀδόντων [00012] [00129]
ὀδύνη [00020]
ὀδυνηροὶ [00011]
ὀδυνῶνται [00034]
ὀδυρόμενα [00113]
οἱ [00008] [00018] [00024] [00033] [00036] [00037] [00037] [00039] [00043] [00045] [00046] [00047] [00048] [00049] [00050] [00052] [00054] [00055] [00056] [00057] [00064] [00065] [00065] [00065] [00065] [00065] [00066] [00100] [00100] [00121] [00130] [00131]
οἵα [00017]
οἶδα [00079]
οἰκτείρει [00084]
οἶνον [00048]
ὀλίγον [00009] [00120]
ὀλολυγμός [00020]
ὅλου [00086]
ὃν [00097]
ὄνομά [00138]
ὄντως [00009] [00016] [00104]
ὀξυποδήσωμεν [00080]
ὅπου [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00012] [00013] [00014] [00015]
ὅραμα [00030]
ὁράματι [00022]
ὅρασις [00029]
ὅσοι [00002]
ὅταν [00030] [00031] [00111] [00111]
ὅτι [00057] [00057] [00064] [00098] [00098] [00098] [00098] [00127]
οὐ [00010] [00056] [00058] [00097] [00099] [00111] [00111] [00112] [00126] [00127] [00130] [00132]
οὗ [00022]
Οὐαὶ [00057] [00064] [00098]
οὐαὶ [00057] [00057] [00098] [00098] [00098]
οὐδὲ [00017] [00115]
οὐδεὶς [00057] [00075] [00076] [00076]
οὐδείς [00096]
οὐδέποτε [00017]
Οὐκ [00079]
οὐκ [00012] [00013] [00014] [00015] [00032] [00057] [00060] [00067] [00068] [00084] [00115] [00115]
οὖν [00021] [00069] [00087]
οὐράνια [00065]
οὐράνιον [00065]
οὐρανοὶ [00018]
οὐρανὸς [00130]
οὕτω [00012] [00012]
οὕτως [00012]
οὐχ [00098]
ὀφθαλμοὶ [00036]
ὀφθαλμοῖς [00117]
ὀφθαλμοὺς [00111]


Παλαιὸς [00022]
πάλιν [00002] [00102]
παναγίῳ [00140]
πανήγυρις [00075]
πάντα [00003] [00005] [00010]
πάντας [00011] [00134]
πάντες [00008] [00131]
πάντων [00139]
παραβαίνομεν [00084]
παραβλέποντες [00046]
παράγουσι [00003]
παραδείσου [00064]
παραδίδοται [00098]
παρακαλοῦντες [00117]
παρακαλῶ [00071] [00094] [00120] [00135]
παρακλήθητε [00120]
παραμυθήσασθαι [00112]
παραπτωμάτων [00115]
παραστάται [00118]
παραστησόμεθα [00012]
παρεδόθημεν [00066]
παρειστήκεισαν [00026]
παρελεύσεται [00130]
παρέλθωσι [00130]
παρέρχεται [00003]
παρεστῶτας [00111]
παριστώμεθα [00031]
παρόντος [00008]
παροργίζομεν [00082]
παρορῶντες [00045]
πᾶσαν [00016]
πάσας [00122]
πᾶσιν [00031]
πατὴρ [00037]
Πατρὶ [00140]
Παυσώμεθα [00087]
παυσώμεθα [00088] [00089]
πεινῶντες [00100]
πένητας [00045]
πενθῆσαι [00120]
πένθος [00012]
πενθοῦντες [00100]
πεντήκοντα [00106]
Περὶ [00001]
περὶ [00055]
περίστασις [00020]
περισφῖγγον [00041]
περιτρέχουσιν [00018]
πηλός [00101]
πικρὸν [00012]
πικρῶς [00087]
πίνοντες [00048]
πίπτουσιν [00018]
πιστεύσαντες [00127]
πίωμεν [00052]
πλανηθῶμεν [00129]
Πλὴν [00008]
πλοῦτον [00064] [00064] [00065]
πλοῦτος [00003]
πλουτῶμεν [00106]
πνεῦμά [00028]
Πνεύματι [00140]
ποδῶν [00041]
ποίαν [00115]
ποιῆσαι [00120]
ποῖος [00115]
πολύ [00094]
Πολὺς [00019]
πολὺς [00096]
πονέσωμεν [00094]
πονηρὰ [00102]
πόνον [00113]
πορεύεται [00098]
πορευόμεθα [00113]
πορεύσεται [00102]
πορευσόμεθα [00010] [00012]
πορνεύοντες [00089]
πόρνην [00134]
Πόσα [00081]
πόσα [00057] [00057] [00057] [00057] [00082]
Ποταμὸς [00025]
ποταμὸς [00012]
Ποῦ [00037]
ποῦ [00037] [00037] [00037] [00037] [00037] [00038] [00038] [00038] [00038] [00039] [00039] [00040] [00040] [00040] [00040] [00041] [00041] [00041] [00041] [00042] [00042] [00043] [00044] [00045] [00046] [00047] [00048] [00049] [00050] [00051] [00052] [00054] [00055] [00056]
πράγματα [00002] [00008] [00030]
πραγματεύεται [00075]
πράξεις [00125]
πράξεων [00012]
πρὶν [00074] [00074] [00074]
πρὸ [00095] [00127]
προνοεῖται [00084]
πρὸς [00010] [00072] [00098] [00111] [00117] [00118] [00121]
προσδοκωμένη [00108]
προσείχομεν [00058]
προσέχοντες [00117]
πρόσκαιρον [00064]
πρόσωπον [00011]
προσώπῳ [00117]
προτρέχουσι [00018]
προφήτης [00030]
προφθάσωμεν [00069]
πῦρ [00024] [00129]
πυρὶ [00064] [00125]
πυρὸς [00012] [00025] [00035]
πῶς [00115] [00117]


ῥᾳθυμήσωμεν [00135]
ῥᾳθυμίας [00071]
ῥήματα [00069]


σαλεύεται [00018]
σάλπιγγες [00018]
σέ [00139]
σε [00124]
Σεραφὶμ [00018]
σήμερον [00054]
σηρικὰ [00041]
σκέπων [00084]
σκιὰ [00003]
σκορπίσαντες [00065]
σκοτεινοὶ [00011]
σκοτίζεται [00018]
σκότος [00012] [00129]
σκυθρωποὶ [00011]
σκώληξ [00012] [00129]
σοι [00126]
Σολομών [00004]
σοῦ [00140]
σου [00122] [00123] [00123] [00124] [00125] [00138] [00138]
σοφοί [00047]
σπαταλῶντες [00089]
Σπεύσωμεν [00074]
σπουδάσωμεν [00131]
σταγόνας [00098]
στεναγμὸς [00012]
στεναγμός [00013]
στενάζομεν [00068]
στενάξαι [00120]
στενάξουσι [00057]
στενάξωμεν [00071]
στερήσῃς [00138]
στεφανοῦται [00076]
στόματα [00035]
στρέφωμεν [00111]
στυγνῷ [00117]
Σὺ [00139]
συγγενεῖς [00037]
συγκαλύπτοντες [00011]
σὺν [00140]
συνάγονται [00018]
συνάξωμεν [00011]
συνετάραξέ [00029]
συνέχει [00115]
συνεχῶς [00111]
συντετριμμένοι [00011]
συντρίβονται [00033]
σφοδροῦ [00078]
σχολάζωμεν [00090]
σώζων [00068]
σῶμα [00101]
σώματα [00018]
σώματός [00124]
σώματος [00110] [00119]
σωμάτων [00100]
σῶσαι [00072]
σῶσον [00073]
σωτηρία [00139]
σωτηρίας [00001] [00126]


τὰ [00002] [00005] [00008] [00009] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00018] [00030] [00035] [00041] [00041] [00042] [00042] [00042] [00057] [00065] [00069] [00113]
ταῖς [00090] [00090] [00090] [00090] [00090]
ταλαίπωρε [00122]
ταράσσονται [00008] [00009] [00018]
ταράττεσθαι [00117]
τάρταρος [00012] [00129]
τὰς [00084] [00122] [00125]
Ταῦτα [00121] [00127]
ταῦτα [00100] [00107] [00107] [00116]
ταύτας [00128]
τέκνα [00113] [00114]
τέκνων [00115]
τέλος [00096]
τελώνην [00134]
τεταπεινωμένοι [00011]
τετέλεσται [00123]
τετραχηλισμένοι [00011]
τῇ [00066] [00115]
τὴν [00016] [00051] [00054] [00054] [00134]
τῆς [00017] [00022] [00023] [00029] [00030] [00064] [00064] [00064] [00071] [00071] [00087] [00104] [00111] [00117] [00127] [00128] [00131] [00138]
τί [00030] [00107] [00114]
τίθενται [00012]
τιμωρία [00126]
Τὸ [00023] [00101]
τὸ [00003] [00011] [00012] [00012] [00012] [00012] [00016] [00018] [00027] [00028] [00030] [00031] [00041] [00076] [00096] [00115] [00138] [00138]
τοιαῦτα [00057] [00069]
τοῖς [00129] [00137]
τὸν [00002] [00010] [00048] [00064] [00065] [00065] [00069] [00072] [00081] [00082] [00097] [00111] [00113] [00118] [00120] [00134] [00134]
τόπος [00115]
Τότε [00018] [00032] [00117]
τότε [00017] [00019] [00028] [00033] [00034] [00035] [00036] [00037] [00109]
τοῦ [00002] [00008] [00012] [00012] [00021] [00031] [00035] [00040] [00040] [00050] [00050] [00062] [00064] [00064] [00071] [00071] [00086] [00087] [00110] [00118] [00118] [00119] [00124]
τοὺς [00011] [00045] [00046] [00049] [00050] [00056] [00057] [00088] [00111] [00111] [00140]
τοῦτο [00004] [00011]
τούτους [00112] [00117]
τούτων [00133]
τραχήλου [00031]
τρέμουσι [00034]
τρέμουσιν [00012]
τρέφει [00084]
τρόμος [00015] [00019]
τροχοὶ [00024]
τρυφὴ [00014]
τρυφὴν [00064]
τρυφῆς [00064] [00087]
τρυφῶσιν [00065]
τυμπάνων [00048]
τυράννων [00038]
τῷ [00064] [00064] [00069] [00093] [00098] [00098] [00098] [00098] [00115] [00117] [00140] [00140]
Τῶν [00112]
τῶν [00012] [00012] [00016] [00016] [00031] [00032] [00033] [00034] [00035] [00036] [00038] [00038] [00038] [00038] [00040] [00040] [00041] [00041] [00055] [00055] [00061] [00065] [00069] [00069] [00071] [00100] [00115] [00131] [00139] [00139] [00140]


ὕδατος [00098]
ὑμᾶς [00079]
ὑμέτερον [00002]
ὑπὲρ [00016] [00016] [00016] [00086]
ὑπερηφανία [00038]
ὕπνου [00071]
ὑπὸ [00033] [00035]
ὑπόδημα [00041]
ὑπομένειν [00030]
ὑψώσωμεν [00072]


Φάγωμεν [00052]
φαντασία [00038] [00040]
φεισώμεθα [00100]
φεύγειν [00117]
φθάσωμεν [00078]
φθέγξασθαι [00111]
φθόγγος [00015]
Φιλάνθρωπός [00056]
φιλαργύρων [00034]
φίλοι [00037]
φίλους [00111]
φλεγόμενος [00098]
φλέγον [00024]
φλογίζονται [00032]
φλὸξ [00024]
φλυάρων [00035]
φοβερὰ [00102]
φοβεροὶ [00012] [00118]
Φοβερὸν [00016]
φοβερὸν [00010]
φοβερώτερον [00016]
φοβηθῶμεν [00131]
φόβος [00017] [00019] [00096] [00109]
φόβου [00050]
φορτίον [00031]
φρικτὴ [00108]
φρικτὸν [00012]
φρίξωμεν [00131]
φριττομένη [00108]
φροντὶς [00115]
φυλασσόμενοι [00043]


χαλεπὴ [00020]
χαρμοσύνη [00013]
χειμάζονται [00009]
χειμὼν [00020]
χεῖρας [00072]
χεῖρες [00034]
χιλιάδες [00026]
χίλιαι [00026]
χιὼν [00023]
χορεύουσιν [00065]
χορῶν [00048]
χρεία [00078]
χροαὶ [00040]
χρόνον [00099] [00120]
χρόνος [00096] [00123]
χρόνου [00064]
Χρυσίον [00098]
χρυσίου [00040]
χωριζομένην [00110]
χωρίσαι [00124]
χωρίσητε [00119]


ψυχὴ [00122] [00123]
ψυχὴν [00110]
ψυχῆς [00001]
ψυχῶν [00069]


[00123]
[00057]
[00122]
ὧδε [00055] [00094] [00111] [00111]
ὧν [00016] [00063]
ὥρᾳ [00115]
ὥρα [00102] [00104] [00108]
ὥρας [00111] [00127]
ὡς [00003] [00003] [00003] [00010] [00023] [00051] [00116] [00129] [00134] [00134] [00134]
ὡσεὶ [00023]