Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γενόμενον [264]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γενόμενον


000-00-00 Serial Number=0607451975
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00004]  Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν.
000-00-00 Serial Number=0547803402
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00790]  Καὶ περὶ μὲν τοῦ πατρὸς καὶ τοῦ φόβου οὗ ὑπὲρ ἐκείνου δέδοικας, ταῦτα ἂν ἔχοιμι λέγειν, ἱκανά γε ὄντα, ὡς οἶμαι, πάντα τὸν ὑπὲρ τούτων σοι γενόμενον λῦσαι φόβον.
 [01397]  ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς.
000-00-00 Serial Number=0751102149
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00202]  Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην δωρεὰν ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, οὐδὲ οὕτως ἐστέρησε τῆς τιμῆς, ἀλλ' ἐκβαλὼν μόνον τοῦ παραδείσου, τούτῳ κολάζει, περαιτέρω προβῆναι τὴν ἀγνωμοσύνην κωλύων, καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀναστέλλων ῥοπήν.
000-00-00 Serial Number=0005646825
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00587]  Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν καὶ χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν.
 [00627]  Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου τοῦ Ζεβεδαίου γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν ἁγίων τοῦ μακαρίου θηρευθέντα χειρῶν ἀπὸ τῶν καταδύσεων καὶ σπηλαίων τῶν λῃστρικῶν καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ' οἶσθα ἡμῶν οὐχ ἧττον·
000-00-00 Serial Number=0836190045
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00186]  [4.6] Οὐκ ἐπειδὴ μετὰ τὸ γενέσθαι ἔγνω ὁ Θεὸς ὅτι καλὸν τὸ γενόμενον·
000-00-00 Serial Number=0999528646
Ad populum Antiochenum Ante [Go Back]  
 [02440]  Ἀλλ' οὐκ ἐποίησε τοῦτο ὁ Θεὸς, οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, ἀλλ' ἔρχεται πρὸς αὐτὸν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός.
 [03239]  ἀλλ' εἰ βούλει μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἡμῖν τὸ σῶμα ἔπλασεν ὁ Θεὸς, ἐπὶ τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν.
 [03700]  Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην.
 [05444]  καὶ γὰρ καὶ ἐκεῖ μικρὸν ῥῆγμα γενόμενον καὶ μὴ ῥαφὲν, πολὺ τὸ σχίσμα ἐποίησε.
 [05490]  κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας ἑαυτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ πολλὴν ἑαυτῷ πεποιημένῳ τῶν τραυμάτων τὴν ἐπιμέλειαν, προσερχέσθω·
000-00-00 Serial Number=0232108057
Adversus Judaeos Ante [Go Back]  
 [01320]  καὶ ὅπουπερ ἂν ἀφίκῃ τῆς οἰκουμένης, μετὰ πάσης ἡσυχίας πάντες ἀκούουσι τοῦ τῆς γυναικὸς κατορθώματος, καὶ οὐκ ἔστι μέρος τῆς οἰκουμένης, ὃ τὸ γενόμενον ἠγνόησεν.
 [01334]  ἀλλὰ βασιλίδων πασῶν, καὶ βασιλέων ἁπάντων λαμπροτέρα νῦν ἐστιν ἡ γυνὴ, καὶ χρόνος οὐδεὶς λήθῃ τὸ γενόμενον παρέδωκε.
 [01389]  Ἀνέμειναν, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς ἀπάτην τῶν πολλῶν γενόμενον, εἰς τὴν τοῦ διαβόλου περιετρέπετο κεφαλήν.
 [02002]  Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν ἀτιμίαν.
 [02132]  Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην.
 [02621]  Ἀλλ' ἐπειδὴ ἅπαξ ἔδειξε τὸ γενόμενον φανερῶς, τότε εἶπε τὴν ἁμαρτίαν, ὅπερ οὐκ ἔστιν ἐξομολόγησις λοιπόν.
000-00-00 Serial Number=0304084182
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01559]  Τί δαὶ, μετὰ γάμον, φησὶ, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμενον;
000-00-00 Serial Number=0966512740
Catecheses ad illuminandos Ante [Go Back]  
 [00108]  [1.21] Καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν [1.21] αὐτοῦ τὸν μονογενῆ, τὸν κατὰ πάντα ὅμοιον καὶ ἴσον τῷ Πατρὶ καὶ ἀπαράλλακτον ἔχοντα τὴν πρὸς αὐτὸν ὁμοιότητα, τὸν ὁμοούσιον καὶ ἐν ἰδίᾳ ὑποστάσει γνωριζόμενον, τὸν ἀρρήτως ἐξ αὐτοῦ προελθόντα, τὸν χρόνων ἀνώτερον καὶ τῶν αἰώνων ἁπάντων δημιουργόν, ἐν ὑστέροις δὲ καιροῖς διὰ τὴν ἡμετέραν σωτηρίαν μορφὴν δούλου ἀναλαβόντα καὶ ἄνθρωπον γενόμενον καὶ συναναστραφέντα τῇ ἀνθρωπίνῃ φύσει, καὶ σταυρωθέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα.
 [00299]  [2.8] Ἀλλ' ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ' αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν;
000-00-00 Serial Number=0781656265
Contra theatra Ante [Go Back]  
 [00251]  Ὦ παιδίον ἄθλιον, καὶ γενόμενον ὄψιμον, καὶ ἀπολλύμενον ἄωρον! Σοῦ καὶ παράδοξος ἡ γέννησις, καὶ παράδοξος ἡ τελευτή.
 [00411]  ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον·
000-00-00 Serial Number=0616438091
De Anna i Ante [Go Back]  
 [00661]  Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ' ἀνασπάσαντες ἐκεῖθεν, ἐφ' ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης·
000-00-00 Serial Number=0208955407
De Chananaea Ante [Go Back]  
 [00576]  Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προφητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρακας παρ' ἐμοῦ γενόμενον·
000-00-00 Serial Number=0328315079
De Christi precibus Ante [Go Back]  
 [00282]  Καίτοι εἰ διὰ τὸ ἐλάττω εἶναι κατὰ φύσιν, κατεδέξατο σάρκα φορέσαι, οὐκ ἔτι ταπεινοφροσύνης τὸ γενόμενον, ἀλλὰ περιττῶς αὐτὸ παρήγαγεν ὁ Παῦλος εἰς ταπεινοφροσύνην παρακαλῶν·
000-00-00 Serial Number=0717001200
De Davide et Saule Ante [Go Back]  
 [00030]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας, καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι, καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
 [00192]  Καὶ τί μέγα καὶ θαυμαστὸν γενόμενον κύριον φείσασθαι;
000-00-00 Serial Number=0998147428
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00036]  ∆ιὸ καὶ καθ' ἑκάστην ἡμέραν κομῶντα τὰ λήϊα βλέπομεν, ἀντὶ ζεφύρου ταῖς τοῦ Πνεύματος αὔραις τρεφόμενα, καὶ τὸ θέατρον καθ' ἑκάστην λαμπρὸν ἡμῖν γενόμενον.
000-00-00 Serial Number=0750594974
De Lazaro Ante [Go Back]  
 [02339]  Ἀλλ' ἵνα μὴ τὸ πάρεργον τοῦ λόγου πλέον γενόμενον ἀπάγῃ τὸν λόγον, ἐχώμεθα τῆς ὑποθέσεως.
000-00-00 Serial Number=0893093646
De beato Philogonio Ante [Go Back]  
 [00002]  Εἰς τὸν μακάριον Φιλογόνιον γενόμενον ἀπὸ δικολόγου ἐπίσκοπον, καὶ ὅτι τοῦ προνοεῖν τῶν κοινῇ συμφερόντων οὐδὲν ἴσον εἰς εὐδοκίμησιν παρὰ τῷ Θεῷ, καὶ ὅτι τὸ ῥᾳθύμως προσιέναι τοῖς θείοις μυστηρίοις κόλασιν ἀφόρητον ἔχει, κἂν ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο τολμήσωμεν.
 [00127]  Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ' ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι.
 [00128]  Τὸ μὲν γὰρ ἄνθρωπον γενόμενον τὸν Χριστὸν ἀποθανεῖν, τῆς ἀκολουθίας λοιπὸν ἦν·
000-00-00 Serial Number=0703573704
De continentia Ante [Go Back]  
 [00045]  Οὐ τοσοῦτόν ἐστι κακὸν ἐξ οὐρανοῦ κατενεχθέντα πεσεῖν εἰς βόρβορον, ὅσον ἐστὶ κακόν, μέλος Χριστοῦ γενόμενον ἐκ τῆς θείας τιμῆς ἐκπεσεῖν καὶ γενέσθαι μέλος πόρνης.
000-00-00 Serial Number=0245705307
De decem millium talentorum debitore Ante [Go Back]  
 [00194]  Τὸ δὲ πρῶτον εἰσαχθέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γενόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον.
 [00329]  καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μικρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ' αὐτοῦ γενόμενον, πάντα ἀφῆκεν.
000-00-00 Serial Number=0636095166
De diabolo tentatore Ante [Go Back]  
 [00914]  Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμενον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως ἀναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν ἀθυμίας.
000-00-00 Serial Number=0602071583
De fato et providentia Ante [Go Back]  
 [00450]  Τίνος δὲ ἕνεκεν κακὸν γενόμενον κολάζεις;
 [00452]  Τίνος δὲ ἕνεκεν καλὸν γενόμενον ἐπαινεῖς;
000-00-00 Serial Number=0730204344
De gloria in tribulationibus Ante [Go Back]  
 [00078]  Καὶ τοῦτο οὐδαμοῦ γενόμενον ἤκουσέ τις.
000-00-00 Serial Number=0955120027
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00049]  Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι , ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;
 [00385]  Εἶτα μετὰ τὸ πληρωθῆναι τὴν εὐλογίαν ἔρχεται ὁ πρεσβύτερος φέρων τὴν θήραν καὶ ἰδὼν τὸ γενόμενον ἀναβοήσας ἔκλαυσεν.».
 [00595]  Χαλεποὶ γὰρ ἐν ταῖς τῶν τοιούτων ἀπωλείαις οἱ παῖδες καὶ μᾶλλον ἂν τὴν ψυχὴν πρόοιντο ἢ τὸν περὶ ταῦτα γενόμενον κακὸν ἀτιμώρητον ἀφεῖεν ἄν.
000-00-00 Serial Number=0389931083
De incomprehensibili dei natura Ante [Go Back]  
 [01073]  Ἐπειδὴ γὰρ ἀφελόμενοςαὐτοῦ τὰ χρήματα καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν.
000-00-00 Serial Number=0944323599
De jejunio [2] Ante [Go Back]  
 [00181]  Τὸ γὰρ μετὰ ἀνάγκης γενόμενον, αὐτὸ λέγεται, ὃ οὐ γίνεται·
000-00-00 Serial Number=0142168999
De jejunio sermones 1 Ante [Go Back]  
 [00098]  Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν.
 [00248]  Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον;
000-00-00 Serial Number=0653063953
De mutatione nominum Ante [Go Back]  
 [01106]  Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν·
 [01122]  Παῦλον γοῦν τὸν ἀπόστολον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν.
000-00-00 Serial Number=0744585633
De paenitentia [1] Ante [Go Back]  
 [01262]  οὗτοι δὲ οὐδενὸς ἀκούσαντες, πάντα ποιοῦσι, καὶ πραγματεύονται, ὤστε σε τὸν ὑπεύθυνον γενόμενον τιμωρίας ἀνακαλέσασθαι.
 [02416]  Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον;
000-00-00 Serial Number=0784900963
De paenitentia [3] Ante [Go Back]  
 [00023]  Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον φάρμακον ἀθανασίας παρεκτικόν·
000-00-00 Serial Number=0156813860
De patientia sermo 2 Ante [Go Back]  
 [00016]  καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρομεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον [60.730] ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγημένος ἦν.
 [00145]  Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆αυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ·
000-00-00 Serial Number=0249998510
De proditione Judae Ante [Go Back]  
 [00248]  Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψε γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ αὐτὸν ἀναπαύσῃ τὸν νόμον.
 [00620]  Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ.
000-00-00 Serial Number=0281174541
De prophetiarum obscuritate Ante [Go Back]  
 [00727]  Καὶ διὰ τοῦτο πολλάκις καὶ ἐν ἡμέρᾳ ἥλιος ἐξέλιπεν, ἵνα θαυμάζῃς μὲν διὰ τὴν τέχνην τὸν ∆ημιουργὸν, μὴ προσκυνήσῃς δὲ διὰ τὴν ἀσθένειαν τὸ γενόμενον.
000-00-00 Serial Number=0442956507
De pseudoprophetis Ante [Go Back]  
 [00376]  Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν·
000-00-00 Serial Number=0629180431
De resurrectione mortuorum Ante [Go Back]  
 [00374]  Νυνὶ δὲ ἡμῖν ἐνδεικνύμενος, ὅτι πρὸς ἑτέραν ζωὴν ὁδεύομεν, καί τις αἰὼν ἕτερος ὑπολέλειπται τῶν δικαίων, ἔχων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους ἀποκειμένους, τὸν πρῶτον γενόμενον δίκαιον μὴ λαβόντα ἐνταῦθα τοὺς μισθοὺς, ὧν ἐπόνεσεν, ἀφῆκεν ἀπελθεῖν βοῶντα, δι' ὧν ἔπαθε, πᾶσι καὶ λέγοντα, ὅτι μετὰ τὴν ἐντεῦθεν ζωὴν ἔστιν ἀνταπόδοσίς τις καὶ μισθὸς καὶ ἀμοιβή.
000-00-00 Serial Number=0743299186
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00304]  Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ.
000-00-00 Serial Number=0320071340
De sanctis martyribus [1] Ante [Go Back]  
 [00155]  Ὀλίγα κολάσας αὐτὸν ὑπὲρ ἁμαρτημάτων, φησὶν, ἐπειδὴ εἶδον κατηφῆ γενόμενον καὶ στυγνὸν, καὶ αὐτὴν τὴν μικρὰν ἀνῆκα τιμωρίαν·
000-00-00 Serial Number=0019869626
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01206]  τοὐναντίον δὲ βλέπω γενόμενον θαῦμα·
 [01885]  κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας αὐτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ ἑαυτῷ πολλὴν πεποιημένῳ τῶν τραυμάτων ἐπιμέλειαν, προσερχέσθω·
 [02195]  Εἰ γὰρ ἔμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀνάρπαστον γενόμενον.
 [03437]  ὄψει γὰρ μετ' οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ' ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ' ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία.
 [03653]  Κἂν γὰρ εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκά [63.682] σῃς, οὕτως εὐμήχανον ∆εσπότην ἔχει, ὡς κἀκεῖ γενόμενον πολλῷ πλέον περιφανέστερον ἀποδεῖξαι.
 [04455]  Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμενον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως διαναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν τῆς ἀθυμίας.
 [05521]  Τοιοῦτον καὶ ἐπὶ τοῦ Ἰωνᾶ γενόμενον ἔστιν ἰδεῖν.
 [05821]  εἰ δὲ δίκαιος, πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ γενόμενον βελτίω, κολάζεσθαι, Εἰ γὰρ τὸ δίκαιον ἐξετάζοις, ἐξ ἀρχῆς ἡμᾶς καὶ εὐθέως ἀπολέσθαι ἔδει κατὰ τὸν τοῦ δικαίου λόγον μᾶλλον·
 [05822]  καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ μὴ γενόμενον.
 [05824]  ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν εὖ, ποιήσαντα δὲ μυρία καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, οὐχ ὑβρίζῃ μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν λυπῇ δι' ὧν ποιεῖ, ποίας ὁ τοιοῦτος συγγνώμης ἔσται ἄξιος;
 [06939]  τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας καὶ κύριον γενόμενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι καὶ τῆς ἑτέρων ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν;
 [07908]  Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων ἐγίνετο·
 [08395]  ὕστερον αὐτὸν ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ τὸν Μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
 [08891]  Εἶδες ἀπὸ ἐξομολογήσεως δίκαιον γενόμενον;
 [09999]  Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον, κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτο ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν.
 [09999]  Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι;
 [09999]  Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ,ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπραγίᾳ γενόμενον·
 [09999]  Τὸ δὲ κρίνειν καὶ διορθοῦσθαι ἐν ἀγάπῃ, καὶ ἐξελέσθαι ἀδικούμενον ἐκ χειρὸς τοῦ ἀδικοῦντος αὐτὸν, καὶ γενέσθαι ἀδυνάτων πατέρα, καὶ ὀφθαλμὸν ἕνα τῶν τυφλῶν, καὶ πόδα τῶν χωλῶν, κατὰ τὸ εἰρημένον, εὐσεβὲς καὶ δίκαιον μετὰ τῆς προσηκούσης νουθεσίας καὶ παραινέσεως γενόμενον·
000-00-00 Serial Number=0067630529
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00028]  τὸ γὰρ πῦρ εἰς ὕψος ἐπαρθὲν ἐκορυφοῦτο καμάρας εἶδος ποιοῦν, καὶ χαλκοειδὲς γενόμενον ἐκύκλωσε τὸ σῶμα τοῦ μάρτυρος, οὐκ ἀφώρισεν τοῦτο ἀπὸ ὑδάτων, ἀλλὰ λαμπρότατον ἀπέφηνε.
000-00-00 Serial Number=0170380533
Epistula ad Caesarium Ante [Go Back]  
 [00041]  Ὅτε οὖν ἐνήθετο τοῖς δακτύλοις καὶ ἐκλώθετο, στήμων γενόμενον δηλονότι, τὸ ἔριον καὶ οὐχ ἡ βαφὴ τὴν στρέψιν ὑπέμενεν, ὁμοίως καὶ τῷ ἐρίῳ τὸν ἄνθρωπον τῇ πορφυρέᾳ χροιᾷ τὸν Θεὸν Λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει καὶ τῷ σταυρῷ.
000-00-00 Serial Number=0061532378
Epistula ad Cyriacum Ante [Go Back]  
 [00518]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα, τά τε παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε.
000-00-00 Serial Number=0977371275
Epistulae Ante [Go Back]  
 [01232]  Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ, [52.677] ὥστε λῦσαι τὸ κακόν.
 [02190]  Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ, [52.677] ὥστε λῦσαι τὸ κακόν.
 [03569]  Ἂν δὲ τὸν ἔκγονον εἴπω τὸν ἐκείνου, καὶ αὐτὸν ὄψει ὑπὸ ἀδελφικῆς βασκανίας πάλιν φυγάδα καὶ ἄπολιν γενόμενον, καὶ δοῦλον, καὶ ἐν ἀλλοτρίᾳ θητεύοντα, καὶ τὸν περὶ τῶν ἐσχάτων δεδοικότα φόβον.
000-00-00 Serial Number=0899471283
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00312]  Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι, πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος οὐ τὸν αὐτοῦ λαμβάνων, ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας καὶ διὰ τῆς ἀμε τρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι.
 [00861]  Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ, καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα καὶ τὰ παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε.
 [01199]  τοῦτο δὴ τὸ μυρίων πολλοῖς αἴτιον γενόμενον κακῶν οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες καὶ πρὸς ἔσχατον γῆρας ἐλάσαντες καὶ βαθυτάτην πολιὰν ἐντεῦθεν ὤλισθον καὶ κοινὸν πρόκεινται τοῖς βουλομένοις κωμῳδεῖν θέατρον;
000-00-00 Serial Number=0811821163
Expositiones in Psalmos Ante [Go Back]  
 [02085]  Ὁ γὰρ ποιήσας οὐκ ὄντα, καὶ γενόμενον κρινεῖ.
 [02467]  Ἀλλ' ἔδει διὰ τοῦτο καὶ θαυμάσαι καὶ ἀποδέξασθαι, ὅτι ἀδελφοκτόνον γενόμενον ἡμέρως ἤνεγκεν.
 [03786]  Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον;
 [05549]  Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον;
000-00-00 Serial Number=0976321816
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04888]  Τοῦτο φάρμακον τῶν ἁμαρτημάτων, τὸ μὲν κωλύων τοῖς αὐτοῖς περιπεσεῖν, τὸ δὲ γενόμενον ἀποσμήχων ὁ στεναγμός.
 [04991]  κἀκεῖναι μὲν συνετρίβησαν, ἐκ προοιμίων δηλοῦσαι τὸ τέλος, καὶ τύπος τὸ γενόμενον ἦν, καὶ ὅτι λήξει ποτὲ ὁ νόμος, καὶ ὅτι συντρίψουσι τὸν ζυγὸν ἑαυτῶν.
 [05414]  Ἵνα ὅταν ἴδῃς καὶ ἐπὶ Χριστοῦ τοῦτο γενόμενον, σταυρούμενον ὑπὸ Ἰουδαίων, προσκυνούμενον δὲ ὑπὸ ἐθνῶν, μηδὲν ξένον εἶναι νομίσῃς, μηδὲ θορυβηθῇς, μηδὲ λέγῃς·
000-00-00 Serial Number=0965668976
Fragmenta in Job Ante [Go Back]  
 [00149]  οὐκ ἔστι δὲ δίκαιον γενέσθαι μὴ πρότερον γενόμενον ἄμεμπτον.
000-00-00 Serial Number=0986580133
Homilia de capto Eutropio Ante [Go Back]  
 [00972]  Νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυόμενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθένου σεμνοτέραν τὴν πόρνην.
000-00-00 Serial Number=0644488752
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00062]  Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν·
000-00-00 Serial Number=0446336627
In Acta apostolorum Ante [Go Back]  
 [00880]  ἀλλ' ἁπλῶς τὸ γενόμενον δηλοῖ·
 [00993]  Οὐχὶ δὲ μόνον τοῖς παροῦσι γέγονε δῆλον τὸ γενόμενον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα, ὥστε ἄκοντες ὠνόμασαν οὐκ εἰδότες, καθάπερ καὶ Καϊάφας προεφήτευσεν οὐκ εἰδώς.
 [01292]  Ἐπειδὴ ἐν οἰκίᾳ ἐγένετο τὸ γενόμενον, εἰκότως ἔξωθεν συνέδραμον.
 [02336]  Καὶ φίλον τὸν τοιοῦτον μετὰ ἀσφαλείας ἄν τις εἰργάσαιτο, καὶ ἐχθρὸν γενόμενον καταλλάξειεν.
 [02584]  Καὶ ὅρα τὸ γενόμενον.
 [03308]  Ὥσπερ οὖν ἐπὶ τοῦ Χριστοῦ ἀνατρέψαι τὸ γενόμενον οὐκ ἴσχυσαν οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτῶν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως·
 [03784]  Εἰ ἔνθα τρισχίλιοι καὶ πεντακισχίλιοι, τοῦτο γενόμενον οὕτως ἔλαμψε, καὶ οὐδεὶς αὐτῶν πενίαν ᾐτιάσατο, πόσῳ μᾶλλον ἐν τοσούτῳ πλήθει;
 [03884]  Τὸ δεινὸν, ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόμενον.
 [03888]  Ὅρα καὶ νῦν μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου.
 [03988]  Οὐκ ἔχει τὸ γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας.
 [04039]  οὐ γὰρ δὴ τῶν σημείων ἦν μόνον τὸ γενόμενον.
 [04052]  Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε φαίνεσθαι τὸ γενόμενον, διὰ δὴ τοῦτο καὶ ἐπ' αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον.
 [05903]  Τίς γὰρ οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον, τὸ ἀρνίον, λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν;
 [05912]  Ὅρα, πῶς ἀκριβῶς τὰ περὶ τοῦ Παύλου διηγεῖται, ἵνα σοι δείξῃ τὸ ἐπ' αὐτῷ ἔργον Θεοῦ γενόμενον μετὰ ταῦτα.
 [06353]  Ὅπερ γὰρ ἤκουσε περὶ τῶν προφητῶν, περὶ Ἀμβακοὺμ, περὶ Ἰεζεκιὴλ καὶ τῶν ἄλλων, εἶδεν ἐπ' αὐτοῦ γενόμενον, ὃς ἐν ἀκαρεῖ δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴ γε ἐν Ἀζώτῳ εὑρέθη, καὶ ἐκεῖ λοιπὸν ἵσταται, ἔνθα αὐτὸν καὶ εὐαγγελίσασθαι ἔδει.
 [06697]  Καὶ διὰ τί οὐ λέγει αὐτῷ τὸ κατόρθωμα τὸ γενόμενον;
 [07236]  κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτον ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν.
 [07733]  Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.
 [07820]  Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ' ὅλης τῆς Ἰουδαίας·
 [07986]  ἐκείνων δὲ οὐδὲ τοὔνομα δῆλον γενόμενον, ἀλλὰ μέχρι τῆς σωτηρίας αὐτοῖς τὴν τῶν ἀγαθῶν ἀντίδοσιν οὖσαν·
 [09999]  Ὅρα δὲ πῶς καὶ οἰκονομία τὸ γενόμενον ἦν·
 [09999]  Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον·
 [09999]  Τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο·
 [09999]  ἕκαστον γὰρ αὐτῶν ἄμετρον γενόμενον ἀπόλλυσι, καὶ τὸ μὲν χαυνοῖ, τὸ δὲ διαῤῥήγνυσιν.
 [09999]  Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκείνης.
 [09999]  Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόμενον καὶ τούτους ἐσωφρόνισε.
 [09999]  ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενόμενον·
 [09999]  Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως μέγα τι γενόμενον ἀγαθόν.
 [09999]  Βούλομαί τι διηγήσασθαι γενόμενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρημάτων·
 [09999]  ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέμιδος ∆ιοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ ∆ιὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον·
000-00-00 Serial Number=0901571810
In Christi natalem diem Ante [Go Back]  
 [00101]  ἔτεκε δημιουργὸν γενόμενον ἄνθρωπον·
000-00-00 Serial Number=0391029835
In Ecclesiasten Ante [Go Back]  
 [00204]  Τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι ἤδη γέγονεν.
 [00635]  Οὐκ ἔγνω ἄνθρωπος τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον·
 [00637]  [Μόχθος τῶν ἀφρόνων κακώσει αὐτόν, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι.] Ἴσως τε, εἰ ἦν τις ὁ <τὰ> μετὰ ταῦτα ἀπαγγέλλων αὐτῷ, ἔγνω ἂν ὅτι τὸ γενόμενον αὐτό ἐστιν τὸ μέλλον·
000-00-00 Serial Number=0044665039
In Eutropium Ante [Go Back]  
 [00089]  καὶ οὐκ ἦν ἔγκλημα τῷ Ἰησοῦ τὸ γενόμενον, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας·
000-00-00 Serial Number=0655231595
In Genesim sermones Ante [Go Back]  
 [00228]  ἀλλὰ τῷ σχήματι τῶν ῥημάτων τὴν εἰς τὸν γενόμενον ἡμῖν ἐνδείκνυται τιμήν.
 [00411]  ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' εὐθέως γενόμενον αὐτὸν ἐπὶ τὴν τιμὴν ταύτην ἤγαγε, δεικνὺς ὅτι οὐ κατορθωμάτων ἐστὶν ἀμοιβὴ τὸ γινόμενον, ἀλλὰ θεία χάρις, καὶ οὐκ ὀφειλή.
000-00-00 Serial Number=0296615422
In Heliam et viduam Ante [Go Back]  
 [00053]  Καὶ ἦν ἰδεῖν τὸν προφήτην ὑπόδικον γενόμενον γυναικὸς, τὴν οὐρανομήκη καὶ θείαν ψυχὴν ἐκείνην, τὸν γενναῖον καὶ ὑψηλὸν Ἠλίαν, ὥσπερ ἀλήτην τινὰ καὶ προσαίτην πρὸς τὰς θύρας τῆς χήρας ἐρχόμενον, καὶ τὸ στόμα, ὃ τὸν οὐρανὸν ἔκλεισε, τὰς τῶν προσαιτούντων φθεγγόμενον φωνάς·
000-00-00 Serial Number=0390713453
In Isaiam Ante [Go Back]  
 [00116]  Πανταχοῦ γὰρ ἄρχει τῶν εὐεργεσιῶν ὁ Θεὸς καὶ ὥσπερ τὸν ἄνθρωπον πλάττων, οὐδέπω γενόμενον ἐτίμησε τῇ ἀρχῇ, εἰπών·
 [00974]  Εἶτα ἵνα μὴ νομίσωσι φύσεως ἀσθενείας εἶναι τὸ γενόμενον πάθος, προανεφώνησεν αὐτὰ ὁ προφήτης καὶ οὐ μέχρι τῶν ἀνδρῶν ἔστησε τὴν ἀπειλήν, ἀλλὰ καὶ ἐπὶ τὸ γυναικεῖον γένος διεβίβασε τὴν τιμωρίαν, ἐπειδὴ καὶ ἑκατέρα ἡ φύσις διέφθαρτο, καὶ προϊὼν διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας καὶ πρὸς αὐτὰς ἀποτείνεται τὰς γυναῖκας, ἐγκαλῶν αὐταῖς ἐγκλήματα, ἃ τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνέτρεπεν.
000-00-00 Serial Number=0741170824
In Joannem Ante [Go Back]  
 [00485]  Τὸ γὰρ γενόμενον, ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν·
 [01324]  ∆ιὸ πᾶσαν ἐπιδειξώμεθα σπουδὴν, ὥστε μὴ τὸ γενόμενον ἡμῖν ἀπὸ τῆς ὀρθῆς πίστεως κέρδος διαφθεῖραι τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ καὶ ἐντεῦθεν εὐδοκιμήσαντες μετὰ παῤῥησίας ἰδεῖν τὸν Χριστόν.
 [02147]  Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι·
 [02347]  τὸ δὲ γενόμενον οὐ τοῦτο ἦν, ἀλλὰ πάλιν διόρθωσις, καὶ συγγνώμη οὐκ ὀφειλομένη.
 [02701]  Οὗτοι τοιγαροῦν ἐρωτῶσι νῦν, οὐχ ὡς ἀγνοοῦντες (πῶς γὰρ, τὸν τοσούτοις τρόποις γενόμενον δῆλον;), ἀλλὰ βουλόμενοι εἰς τοῦτο, ὅπερ εἶπον, αὐτὸν ἐναγαγεῖν.
000-00-00 Serial Number=0729044318
In Kalendas Ante [Go Back]  
 [00224]  Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι.
000-00-00 Serial Number=0835187018
In Psalmos 101-107 Ante [Go Back]  
 [00107]  Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα.
000-00-00 Serial Number=0744969368
In Psalmum 050 Ante [Go Back]  
 [00016]  βασιλέα γενόμενον, προ φήτην κατέστησας·
000-00-00 Serial Number=0018490970
In Psalmum 092 Ante [Go Back]  
 [00122]  ὁ δὲ Ἀδὰμ ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας πτωχείαν ἐπισπασάμενος, ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιεσμένον, μηδὲ ῥάβδου εὐποροῦντα, τὸν φιλικῇ συντυχίᾳ καθ' ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον, τὸν δεξάμενον τὸν παράδεισον ἐνδιαίτημα, ἐξόριστον τοῦ παραδείσου γενόμενον, καὶ κατ' ἀντικρὺ τοῦ παραδείσου παροικιζόμενον, ἵνα βλέπων τὴν ζημίαν τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος τὴν ματαίαν συμβουλίαν.
000-00-00 Serial Number=0126820207
In Psalmum 094 Ante [Go Back]  
 [00107]  Καὶ γὰρ καὶ ἐπὶ τῶν ἀνθρώπων τοῦτο ἴδοι τις ἂν γενόμενον.
000-00-00 Serial Number=0202650368
In Psalmum 118 Ante [Go Back]  
 [00419]  Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον.
000-00-00 Serial Number=0210206270
In annuntiationem deiparae Ante [Go Back]  
 [00178]  Ὕμνει τοίνυν τὸ γενόμενον, καὶ μὴ πολυπραγμόνει τὴν δωρεάν·
000-00-00 Serial Number=0169899404
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00014]  Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνάμεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0281237483
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00109]  Καὶ μὴν εἰ ἀπαρχὴ, φησὶν, ἦν, ἐχρῆν τὸν πρῶτον ἄνθρωπον γενόμενον αὐτὸν ἀνενεχθῆναι·
000-00-00 Serial Number=0163470805
In catenas sancti Petri Ante [Go Back]  
 [00089]  Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστολικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι' ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [φ.
000-00-00 Serial Number=0305528164
In decem virgines Ante [Go Back]  
 [00093]  Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος·
000-00-00 Serial Number=0200584114
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02510]  Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ μόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόμενον ἀποτρίψῃ ῥᾳδίως.
 [03157]  Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ·
 [03537]  Τὸ γὰρ ἀπαλλαγέντα ἁμαρτημάτων καὶ φίλον γενόμενον, τοῖς προτέροις ἐγκαλινδεῖσθαι πάλιν, ἐπ' ἔχθραν ἐπανελθεῖν ἐστι, καὶ εἰς κενὸν τὴν χάριν δέξασθαι, κατὰ τὸν τοῦ βίου λόγον.
 [04272]  καὶ οἱ μὲν τῷ ὄντι κακῷ προσετίθεσαν, οὗτος δὲ καὶ τὸ ἐξ ἀρχῆς γενόμενον ἀνέσπασε.
 [04571]  καὶ εἴργω μὲν αὐτὸν μυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάμενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀμείνω τῇ μετανοίᾳ γενόμενον ἀναλαμβάνω πάλιν.
 [04574]  Ἔστι, καὶ σφόδρα ἔστιν ὑπὸ τοῖς νόμοις γενόμενον τούτοις.
 [06204]  ὅτε δὲ δεῖξαι τὸ δοκοῦν ἐλάττωμα εἶναι, οὐκέτι, ἀλλ' αὐτῷ συμπλέκεται τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον·
000-00-00 Serial Number=0489232183
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00604]  Εἶπε τὸ γενόμενον μόνον, οὐχὶ κατηράσατο αὐτοῖς·
 [01259]  οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν νόσῳ γενόμενον, κἂν ἁπάντων ἀθεώτερος ᾖ, μὴ ἐκεῖνα μεριμνᾷν μηδὲ φροντίζειν, ὅτε οὐδὲν δύναται ἐργάσασθαι.
000-00-00 Serial Number=0889340222
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00814]  Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόμενον, ἀνώτερον φανῆναι τῶν δεινῶν, καὶ συμπλακέντα νικῆσαι, δυνάμεώς ἐστιν ἀπείρου.
 [01262]  Καὶ εἰ μὲν ἀσθενείας ἦν τὸ γενόμενον, συνέγνωσαν ἄν·
 [02220]  Ὁ δὲ Παῦλος τὸν ἐργαζόμενον δικαιοσύνην, τὸν ἐν πᾶσιν ἄληπτόν φησι, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενον·
 [02477]  Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κολάζεσθαι;
 [02482]  ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ' ἡμέραν ὑβρίζει δι' ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης;
 [05096]  Οὐχ ὁρᾷς τοὺς κεραμέας, πῶς τὸ διακλασθὲν καὶ γενόμενον ἄμορφον διαπλάττουσι σκεῦος;
 [05186]  Βούλει μαθεῖν, ὅτι οὐ μόνον οὐκ ἔβλαψε τὸ σῶμα θνητὸν γενόμενον, ἀλλὰ καὶ ὠφέλησεν;
 [06570]  Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ' εἰκόνα Θεοῦ γενόμενον καὶ καθ' ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον.
 [09999]  Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχμάλωτον ὑπ' αὐτῆς ἤδη γενόμενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετό-μενον;
 [09999]  ∆ιὸ καὶ ἀρχόμενος οὐκ εἶπε, ∆ιδάσκω ὑμᾶς, ἀλλὰ, Γνωρίζω ὑμῖν, τὸ ἤδη δῆλον γενόμενον.
000-00-00 Serial Number=0328359365
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00924]  Τὸ μὲν γενόμενον βαρὺ, καὶ δοκεῖ ζημία τὸ πρᾶγμα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ' ἐν σοὶ κεῖται ἢ ζημίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος.
000-00-00 Serial Number=0780772150
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00944]  οὐ γὰρ αὐτοῦ κατόρθωμα τὸ γενόμενον.
000-00-00 Serial Number=0052623153
In epistulam ad Colossenses Ante [Go Back]  
 [00425]  Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόμενον.
 [02666]  τρίτον, καὶ τὸ γενόμενον οὐδὲν ἀπέφηνας·
 [03702]  Ἀλλ' ἴσασι κἀκεῖνοι καλῶς, ὅτι κοινὸν τὸ γενόμενον.
000-00-00 Serial Number=0537302077
In epistulam ad Ephesios Ante [Go Back]  
 [00330]  Ὅρα πανταχοῦ αἴτιον πάντων γενόμενον τὸν Χριστὸν, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ ὄνομα, οὐδὲ τὸ τοῦ διακόνου·
 [00644]  Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν.
 [01276]  Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γενόμενον Ἰουδαῖον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας;
 [02191]  Ἄλλως δὲ, πολλάκις δεξάμενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόμενον, ἐθαύμασεν.
000-00-00 Serial Number=0620069504
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00646]  ∆ιὰ γὰρ τοῦτο προσέθηκε καὶ αὐτὸς τὸ, Κατὰ ἀποκάλυψιν, ἵνα μηδὲ πρὸ τῆς λύσεως τοῦ ζητήματος καταγνῷς αὐτοῦ τινα ἄγνοιαν, εἰδὼς ὅτι οὐκ ἀνθρώπινον ἦν τὸ γενόμενον, ἀλλὰ θεία τις οἰκονομία πολλὰ προορωμένη καὶ τῶν παρόντων καὶ τῶν μελλόντων.
 [00966]  Εἰ γὰρ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀλλ' ἀνάγκη τοῦ νόμου πάλιν ἔχεσθαι, εἰ τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρίσεως εὑρήσομεν αὐτὸν αἴτιον γενόμενον, δι' ὃν τὸν νόμον ἀφέντες, αὐτῷ ηὐτομολήσαμεν.
 [00979]  [61.644] ὅταν καὶ νηστεία καὶ σάββατον προσγένηται, καὶ ἀντὶ μιᾶς δύο τηρῶνται ἐντολαὶ, ὅρα τὸν κίνδυνον καὶ ἀπὸ τοῦ χρόνου γενόμενον χαλεπώτερον.
 [01474]  Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
 [01753]  Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόμενος, ὅτι τὸ γενόμενον οὐ πρόσφατον ἦν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων.
000-00-00 Serial Number=0448854625
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01791]  [Ποῖα ἀγαθά;] Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ, ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπραγίᾳ γενόμενον·
 [04259]  ἆρα οἴσει τὴν ἀθυμίαν, εἰπέ μοι, ὅταν ἴδῃ τὸν μὲν μετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωμάτων τὴν κορυφὴν, καὶ οὕτω λαμπρὸν γενόμενον, καὶ τῆς οἰκουμένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω μένοντα, καὶ οὐδὲ αὐτὸ τὸ μὴ κολασθῆναι μετὰ τιμῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίας τοῦ βασιλέως;
 [05158]  Οὐ τούτῳ δὲ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ·
 [07351]  Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι;
 [07597]  μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὸ ἐν λάκκῳ γενόμενον θαῦμα, οὕτω σεαυτὸν ταπεινὸν ἡγῇ;
 [07683]  Καίτοι τὸ γενόμενον οὐδὲν ἦν, τὸ δὲ κατορθούμενον μέγα·
 [07684]  τὸ μὲν γὰρ γενόμενον αἷμα, τὸ δὲ κατορθούμενον σωτηρία καὶ ἔμφραξις καὶ κώλυμα ἀπωλείας.
000-00-00 Serial Number=0668737054
In epistulam ad Philemonem Ante [Go Back]  
 [00394]  Ἐπειδὴ γὰρ εἶδον τὸ θαῦμα τὸ γενόμενον, ἀναξίους νομίσαντες ἑαυτοὺς τῆς σωτηρίας, εἰς ταπεινοφροσύνην κατηνέχθησαν.
000-00-00 Serial Number=0077876389
In epistulam ad Philippenses Ante [Go Back]  
 [02611]  Ὅτι ἐκεῖ μὲν γενόμενον ἤδη τοῦτο ἦν·
 [04006]  ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα·
 [04515]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται·
000-00-00 Serial Number=0081598520
In epistulam ad Romanos Ante [Go Back]  
 [00235]  Τὸν ἐκ ∆αυῒδ γενόμενον ἀνακηρύττομεν, φησίν.
 [01351]  Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν μὴ γενόμενον, ποιητὴν γενέσθαι;
 [01797]  Εἰ γὰρ αἴτιος, φησὶ, σὺ τῆς νίκης ἐγένου, καὶ μετὰ ταῦτα κολάζῃ, ἀδικία τὸ γενόμενον·
 [02061]  Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόμενον τοῦτο οὕτω θαυμαστὸν ἂν ἐφάνη καὶ παράδοξον, ὡς νῦν, ὅτε πάσης ἰατρείας ἐξηλέγχθη τρόπος.
 [02281]  καὶ γὰρ χρέος ἦν λοιπὸν τὸ παρὰ τοῦ δούλου γενόμενον, εἴ γε ἐγένετο.
 [02321]  Κἂν ἴδῃ τοῦτο ὁ διάβολος γενόμενον, ἀναχωρήσει πάντως·
 [03978]  Εἰ γὰρ ἓν γενόμενον ἀπαλλάττει τῆς ἐξουσίας αὐτὴν, πολλῷ μᾶλλον ἀμφότερα συνελθόντα.
 [04002]  Ὅταν γὰρ καὶ τοῦτο κἀκεῖνο γενόμενον τὴν αὐτὴν ἐλευθερίαν παρέχῃ, τί κωλύει χαρίσασθαι τῷ νόμῳ, τοῦ πράγματος μηδὲν παραβλαπτομένου;
 [06921]  Οὐδὲ γὰρ ἐν γωνίᾳ μικρᾷ τὸ γενόμενον ἦν, ἀλλ' ἐν γῇ καὶ θαλάττῃ, καὶ πανταχοῦ τῆς οἰκουμένης·
 [08755]  Καίτοι γε τὸ γενόμενον συγγνώμης ἐστέρηται πάσης·
 [08994]  Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόμενον.
 [09652]  Ὅταν ἴδῃ σε τρέμοντα ζημίαν χρημάτων τὸν τοὺς οὐρανοὺς προσδοκῶντα, καὶ περιχαρῆ γενόμενον ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ τὴν ψυχὴν πάλιν προέμενον ὑπὲρ ἀργυρίου ὀλίγου, τότε φρόντισον·
 [09911]  Εἶτα αὐτὸς μὲν οὕτως ἐφίλησε καὶ τοιοῦτον ὄντα, σὺ δὲ νῦν, ὅτε ὡραῖος ἐγένετο καὶ θαυμαστὸς, διαπτύεις, εἰπέ μοι, μέλος ὄντα τοῦ Χριστοῦ, καὶ σῶμα γενόμενον ∆εσπο
 [09999]  Εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γενόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ.
000-00-00 Serial Number=0064511716
In epistulam ad Titum Ante [Go Back]  
 [00143]  Ἔστι γὰρ γνήσιον γενόμενον μὴ μεῖναι γνήσιον·
 [00622]  Ὅταν γὰρ μὴ δεῖ αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν, ὥσπερ ἄχρηστόν ἐστιν.
000-00-00 Serial Number=0071033359
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00152]  Καὶ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον.
 [00302]  Οὐκ ἔστιν ὑπ' ἐμοῦ ἄλλο τι γεγενημένον παρὰ τὸ γενόμενον ὑπὸ τοῦ Πατρός·
000-00-00 Serial Number=0373184741
In illud Messis quidem multa Ante [Go Back]  
 [00074]  Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκ φύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄστα χυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέ ρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι.
 [00173]  Εἶδες τὸ ὄρος ἰσόπεδον γενόμενον, καὶ τὸν βου νὸν ταπεινωθέντα, καὶ τὸν θερισμὸν ἀπαρτισθέντα, καὶ τὸν ἄμητον παρεσκευασμένον, καὶ τὸν καρπὸν ὥριμον συναγόμενον, καὶ τὸν Παῦλον οὐδὲν καμόντα οὐδὲ ταλαι πωρηθέντα, ἀλλὰ ῥήματι ψιλῷ σαγηνεύσαντα τὸν ἀνθ ύπατον;
 [00198]  εἶδες οὐδένα χρόνον ἀναλωθέντα, ἀλλ' ὁμοῦ τὴν γῆν δεξαμένην, καὶ τὸν στάχυν κομῶντα ἐκβαλοῦσαν, καὶ πέπειρον τὸν βότρυν γενόμενον;
000-00-00 Serial Number=0939081669
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00028]  Εἰ γὰρ καὶ μηδὲν παρ' ἡμῶν εἴρητο, ἱκανὸν τὸ χθὲς γενόμενον καὶ τοὺς σφόδρα μεμηνότας καὶ λυσσῶντας περὶ τὴν ἱπποδρομίαν ἀποστῆσαι τῆς ἀκαίρου ταύτης ἐπιθυμίας.
000-00-00 Serial Number=0511837661
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00206]  Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας.
 [00222]  Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων.
 [00223]  Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ' εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων ἀνασχέσθαι, καὶ γαλακτοτροφίας, καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον.
000-00-00 Serial Number=0919729352
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00390]  Ὅταν ἴδῃς τινὰ ἀκόλαστον σώφρονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτῷ ἡ διάνοια·
 [00392]  ὅταν ἴδῃς ἅρπαγα ἐλεήμονα γενόμενον, εἰπὲ, Ἐκτίσθη αὐτοῦ ἡ καρδία·
 [00396]  Ἀποδυόμενοι γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον, κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς αὐτοῦ, ἐνδυόμενοι δὲ τὸν νέον ἄνθρωπον, τὸν γενόμενον κατ' εἰκόνα τοῦ Κτίσαντος αὐτόν.
 [00603]  Ὅταν ἴδῃς τὸν ἅρπαγα, τὸν Ἕλληνα, τὸν βωμοὺς λείχοντα, τὸν μαινόμενον κατὰ Χριστιανῶν, μυρίους ἀποδύοντα ὀρφανοὺς, μυρίας γυμνοῦντα χήρας, Χριστιανὸν γενόμενον, καὶ τὰ ἑαυτοῦ διδόντα πένησι, καὶ εἰς παννυχίδας παραγινόμενον, εἰπὲ, Ἐκτίσθη ὁ αὐτός·
000-00-00 Serial Number=0505075276
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00171]  κάλεσον τὸν Ἠλίαν τὸν καλῶς ἡνιοχήσαντα καὶ γενόμενον ἡνίοχον πυρίνων ἁρμάτων·
000-00-00 Serial Number=0759474516
In illud Vidi dominum Ante [Go Back]  
 [00780]  οὐκ ἦν ἰδεῖν ἱερέα ἐξ οἰκείων σπλάγχνων γενόμενον;
 [00961]  Ἐὰν ἦ χριστιανὸς φαῦλος, μὴ τοῦ δόγματος κατηγόρει καὶ τῆς ἱερωσύνης, ἀλλὰ τὸν ἀπὸ ῥᾳθυμίας φαῦλον γενόμενον μέμφου, μᾶλλον δὲ μὴ μέμφου, ἀλλ' ὥστε μεταβάλλεσθαι αὐτὸν εὔχου καὶ δάκρυε.
000-00-00 Serial Number=0652465761
In natalem Christi diem Ante [Go Back]  
 [00025]  τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσῃ αἶνον·
 [00029]  οἱ ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενόμενον·
000-00-00 Serial Number=0942425132
In parabolam de ficu Ante [Go Back]  
 [00053]  οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον.
000-00-00 Serial Number=0353247702
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00044]  Καθάπερ γὰρ χρυσοχόος εἰς χωνευτήριον ἐμβαλὼν χρυσίον μέχρι τοσούτου ἐπιτρέπει βασανίζεσθαι τῷ πυρὶ, ἕως ἂν ἴδῃ γενόμενον καθαρώτερον·
000-00-00 Serial Number=0716177940
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00015]  Τρέμει καὶ αὐτὸς ὁ λόγος διηγούμενος τὸ πάθος, ἀλλ' ὅμως καὶ τρέμων οὐ σιωπᾷ τὸ γενόμενον, ἵν' ἀποβλέποντες οὐκ ἐφοβήθησαν καὶ ἀκούοντες οὐκ ἐντραπῶσι.
000-00-00 Serial Number=0528693378
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00063]  Ὄφις δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περιστρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήματος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανάτου σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλλομένην ἔβλεπεν.
000-00-00 Serial Number=0324728608
In resurrectionem domini [1] Ante [Go Back]  
 [00051]  ἀλλ' οὐχ ἁπλῶς γέγονε τὸ γενόμενον·
000-00-00 Serial Number=0423378289
In sancta et magna parasceve Ante [Go Back]  
 [00132]  Τὸ μὲν γὰρ ἦν γενόμενον ἐφ' ὕβρει, αἴνιγμα δὲ ἦν τῆς κατὰ φύσιν βασιλείας.
000-00-00 Serial Number=0104663134
In sanctam theophaniam seu baptismum Christi Ante [Go Back]  
 [00144]  ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατ-εσκόπουν ἄγγελοι τὸ γενόμενον·
000-00-00 Serial Number=0816606939
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00086]  Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον·
000-00-00 Serial Number=0350880504
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00001]  ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἅγιον ἱερομάρτυρα Ἰγνάτιον τὸν θεοφόρον ἀρχιεπίσκοπον γενόμενον Ἀντιοχείας τῆς μεγάλης εἰς Ῥώμην ἀπενεχθέντα, καὶ αὐτόθι μαρτυρήσαντα, κακεῖθεν αὖθις εἰς Ἀντιόχειαν κομισθέντα.
 [00102]  Τὸ μὲν γὰρ ἤδη μελετηθὲν, καὶ ἐν συνηθείᾳ γενόμενον πολλῶν, εὐπαράδεκτον ἂν ῥᾳδίως γένοιτο·
000-00-00 Serial Number=0925244868
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00101]  Ὡς δ' οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις·
000-00-00 Serial Number=0108096600
In sanctum Stephanum Ante [Go Back]  
 [00067]  Εἶδον γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς τὸν Ἰησοῦν ἑστῶτα, κἀκεῖνο περιεσκόπουν γενόμενον·
000-00-00 Serial Number=0529206932
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00047]  τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι' ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι·
000-00-00 Serial Number=0294379354
In sanctum pascha sermo 4 Ante [Go Back]  
 [00015]  διὰ τοῦτο οὐδὲ τὸν ἐκ τῆς ἁμαρτίας γενόμενον θάνατον·
000-00-00 Serial Number=0100851834
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00089]  Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον.
000-00-00 Serial Number=0812965155
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00236]  Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον·
000-00-00 Serial Number=0969532907
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00068]  Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰσελθεῖν εἰς τὴν βασιλείαν τὸν λῃστὴν δίχα βαπτίσματος, ἐχρῆν δὲ τὸν μετανοήσαντα μὴ ἀμοιρῆσαι τοῦ βαπτίσματος, ὕδωρ καὶ αἷμα προήκατο τῆς νυγείσης αὐτοῦ πλευρᾶς ὁ Σωτὴρ, ἵνα καὶ τὸν λῃστὴν ἐλευθερώσῃ τῶν ἐπηρτημένων κακῶν, καὶ τὸ αἷμα αὐτοῦ λύτρον ἀποδείξῃ [50.823] γενόμενον τῶν εἰς αὐτὸν τὰς ἐλπίδας ἐχόντων.
000-00-00 Serial Number=0558606505
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00068]  Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰσελθεῖν εἰς τὴν βασιλείαν τὸν λῃστὴν δίχα βαπτίσματος, ἐχρῆν δὲ τὸν μετανοήσαντα μὴ ἀμοιρῆσαι τοῦ βαπτίσματος, ὕδωρ καὶ αἷμα προήκατο τῆς νυγείσης αὐτοῦ πλευρᾶς ὁ Σωτὴρ, ἵνα καὶ τὸν λῃστὴν ἐλευθερώσῃ τῶν ἐπηρτημένων κακῶν, καὶ τὸ αἷμα αὐτοῦ λύτρον ἀποδείξῃ [50.823] γενόμενον τῶν εἰς αὐτὸν τὰς ἐλπίδας ἐχόντων.
000-00-00 Serial Number=0802555144
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00099]  Οὐχ ὁρᾷς ἀπὸ τοῦ ∆αυῒδ τοῦτο γενόμενον;
 [00195]  Καθάπερ γὰρ πλαστογράφος ἐκεῖνος ἂν μάλιστα φανείη, ὁ μὴ μόνον ἀναχωνεῦσαι τὸν χαλκὸν δυνάμενος καὶ διαπλάσαι, ἀλλὰ καὶ τού του οὐχ ἧττον ὁ γενόμενον ἤδη τὸν ἀνδριάντα διορ θῶσαι δυνάμενος·
 [01086]  οἱ γὰρ οὕτως ἰσχυρὸν καταβαλόντες, πῶς ἀσθενῆ γενόμενον ἐπανήγαγον;
000-00-00 Serial Number=0474700928
Non esse desperandum Ante [Go Back]  
 [00112]  οὕτω καὶ τὸν Υἱὸν [51.368] ἀνέστησε, νεκρὸν γενόμενον.
000-00-00 Serial Number=0933788478
Post reditum a priore exsilio Ante [Go Back]  
 [00005]  τοῦ δικαίου ἡ ἀνδρεία, ὅτι ἔφερεν εὐχαρίστως τὸ γενόμενον·
000-00-00 Serial Number=0067451119
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00019]  Ἦν οὖν ἰδεῖν, ἀγαπητοὶ, διαγρηγορήσαντος τοῦ ∆εσπότου σωματικῶς, πάντα ὀξύτερον ἑαυτοῦ γενόμενον, καὶ τὸν ἄνεμον πρὸς τὸ ἴδιον σπήλαιον ὑποφεύγοντα, τήν τε θάλασσαν μηκέτι ἀπειλοῦσαν τῇ ἀποστολικῇ ὁλκάδι, ἀλλὰ τὰ κύματα πρὸς τὴν προσκύνησιν ἐπιστρέφοντα.
000-00-00 Serial Number=0321187317
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
000-00-00 Serial Number=0033306360
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00250]  Καὶ ἡμεῖς δὲ ὅταν ἴδωμέν τινα δυσάρεστον ὑπὸ μακρᾶς ἀρρωστίας γενόμενον, τοὺς παροξύνοντας αὐτὸν ἀκαίρως τούτους τῆς οἰκίας ἀπελαύνομεν, καὶ οὐκ ἀκριβολογούμεθα, εἴτε δικαίως, εἴτε ἀδίκως τοῦτο ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πάσης αὐτοὺς ἀπολογίας ἐκβαλόντες καὶ πολλὴν τούτῳ δόντες συγγνώμην διὰ τὴν ἀσθένειαν, κἂν ἀδίκως παροξύνηται, ἐλεοῦμεν.
000-00-00 Serial Number=0164466321
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00864]  Καὶ αἰτεῖ σημεῖον ὁ Γεδεὼν ὁ καὶ Ἱεροβαὰλ τὸ ἐπὶ τοῦ πόκου γενόμενον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»