Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στόματος [255]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στόματος


000-00-00 Serial Number=0783559024
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00039]  Ὁ γὰρ ἐμὸς φίλος καὶ σὸς Θεόφιλος ὁ Ἐφέσιος ἐλθὼν, ἅπαντά μοι σαφῶς διηγήσατο, τὴν στρέβλωσιν τῶν χειρῶν, τὴν διαστροφὴν τῶν ὀφθαλμῶν, τὸν ἀπὸ τοῦ στόματος ἀφρὸν, τὴν ἀποτρόπαιον καὶ ἄσημον ἐκείνην φωνὴν, τὸν τοῦ σώματος τρόμον, τὴν ἀναισθησίαν τὴν ἐπὶ πολὺ, τὸ ὄναρ τὸ κατὰ τὴν νύκτα ἐκείνην φανέν·
 [00229]  Καὶ γὰρ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσει διαπλάσεως·
 [01525]  καὶ ὅτε πρὸς τὸν Ἀγχοῦς ἀπελθὼν, τοὺς μαινομένους ὑπεκρίνετο, καὶ κατέπιπτε, καὶ τὰ ὄμματα διαστρέφων καὶ πολὺν ἐκ τοῦ στόματος αὐτοῦ ἀφρὸν ἀφιεὶς, τῶν ἀληθῶς δαιμονώντων μᾶλλον ἐτήκετο, λογιζόμενος εἰς οἵαν κατέστησεν ἑαυτὸν ἀνάγκην ὁ τοσαῦτα εὐεργετηθείς.
000-00-00 Serial Number=0636303544
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00442]  Ὥστε ἐὰν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τί δαὶ τῆς εὐθείας ῥινός, τί δαὶ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν·
000-00-00 Serial Number=0260137856
Ad illuminandos catecheses Ante [Go Back]  
 [00157]  Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος.
000-00-00 Serial Number=0279931307
Ad populum Antiochenum Ante [Go Back]  
 [01182]  Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόματος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης, ἂν κακηγορίας μὴ ἀποσχώμεθα.
 [01183]  Οὐ γὰρ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἀπὸ τοῦ στόματος.
 [01268]  τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν.
 [01526]  καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες, καὶ ῥημάτων αἰσχρῶν μελέτην.
 [01535]  Καὶ περὶ τοῦ στόματος δὲ πάλιν ὁμοίως τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν·
 [01560]  Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν.
 [02932]  ἀλλὰ τὴν γλῶτταν ἐκτμηθῆναι ἂν ἕλοιντο πρότερον, ἢ ὅρκον τινὰ ἀπὸ τοῦ στόματος προέσθαι.
 [04386]  Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν.
 [04411]  Παγὶς ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος.
 [04413]  Πρὸ τῶν ἄλλων τοίνυν ἁπάντων μελῶν ταύτην σωφρονίσωμεν, ταύτην χαλινώσωμεν, καὶ λοιδορίας καὶ ὕβρεις καὶ αἰσχρολογίας καὶ κακηγορίας ἀπὸ τοῦ στόματος ἐξελάσωμεν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν·
 [04540]  Εὔξασθε τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι.
 [05470]  ἕλοιντο γὰρ ἂν οἱ ἄνθρωποι οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες τὴν γλῶτταν ἐκκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι.
000-00-00 Serial Number=0234161794
Adversus Judaeos Ante [Go Back]  
 [01441]  καὶ τῷ Ἱερεμίᾳ δὲ φαίνονται λέγοντες, Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν·
000-00-00 Serial Number=0268137813
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00067]  ἀφρὸν ἐκ τοῦ στόματος προΐεται, [50.435] καὶ οὕτως ἐκχεῖ σίελον σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται τὸ στόμα ἀφορήτου.
000-00-00 Serial Number=0663707316
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00352]  Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, [47.334] μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών·
 [01422]  οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πιστῶν στόματος.
000-00-00 Serial Number=0422006130
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00011]  Μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ μᾶλλον εὐχαριστία·
000-00-00 Serial Number=0999587715
Catecheses ad illuminandos Ante [Go Back]  
 [00474]  Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον·
 [00788]  Ὥσπερ γὰρ ὁ δαιμονῶν ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν
 [00789]  ὀφθαλμῶν τὰς κόρας, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μεθύων, ἐπειδὰν ἡ τοῦ οἴνου ἀμετρία ἐπεισελθοῦσα διαφθείρῃ τὸ κριτήριον τῶν λογισμῶν, ὁμοίως ἐκείνῳ οὐ μόνον ἀφρὸν ἐκ τοῦ στόματος προΐεται οὐδὲ τῶν νεκρῶν χεῖρον ἐρριμμένος κεῖται, ἀλλὰ καὶ χυμὸν πολλάκις σεσηπότα ἐκ τοῦ στόματος προΐησι.
000-00-00 Serial Number=0646908879
Catechesis de juramento Ante [Go Back]  
 [00005]  Ἆρα ἀπηλάσατε ἐκ τοῦ στόματος ὑμῶν τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν;
000-00-00 Serial Number=0752247632
Commentarius in Job Ante [Go Back]  
 [00819]  ἐπὶ στόματος, γάρ φησιν, δύο καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
 [02671]  [15,12a] τί ἐτόλμησεν, φησίν, ἡ καρδία σου, [12b] ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, [15,13a] ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, [13b] ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;
 [02874]  ὅρα πάντας τοὺς τρεῖς ὡς ἐξ ἑνὸς στόματος τὰ αὐτὰ φθεγγομένους.
 [03139]  [22,22a] ἔκλαβε δέ, φησίν, ἐκ στόματος αὐτοῦ ἰσηγορίαν σὺν ἐξομολογήσει [22b] καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.
000-00-00 Serial Number=0731824636
Contra Anomoeos Ante [Go Back]  
 [00137]  Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
000-00-00 Serial Number=0593813837
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00006]  Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδοται ἡ τροφὴ, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ' ἀπὸ στόματος εἰς ἀκοήν.
000-00-00 Serial Number=0543185592
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00010]  Ἐγὼ γὰρ τῇ γλώττῃ λαλῶ, ὑμεῖς δὲ τῇ καρδίᾳ φθέγγεσθε πρὸς τὸν Θεὸν τοῦτο, δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος·
000-00-00 Serial Number=0276552260
Contra ludos et theatra Ante [Go Back]  
 [00036]  Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων, ἀπ' αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων, στάχυας κομῶντας κατακλίνων, τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας·
000-00-00 Serial Number=0769506454
Contra theatra Ante [Go Back]  
 [00254]  ὁμοῦ δὲ πάντες ὑποστρέψαντες οἴκαδε, ὡς ἀφ' ἑνὸς στόματος εἶπον ἄν·
000-00-00 Serial Number=0898981273
De Anna i Ante [Go Back]  
 [00337]  Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
000-00-00 Serial Number=0623044610
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00259]  [55] Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν.
000-00-00 Serial Number=0300891221
De Chananaea Ante [Go Back]  
 [00255]  μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας.
000-00-00 Serial Number=0154741526
De Lazaro Ante [Go Back]  
 [00496]  Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία, καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν.
000-00-00 Serial Number=0618520200
De Maccabeis Ante [Go Back]  
 [00066]  Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν·
000-00-00 Serial Number=0088695407
De circo Ante [Go Back]  
 [00022]  ἔχεις καὶ σὺ θυρανοίκτας Παῦλον, καὶ Σιλουανὸν, καὶ Τιμόθεον, καθὼς αὐτοί φασιν, ὅτι Θύρα ἡμῖν ἀνέῳγε μεγάλη καὶ ἐναργὴς, καὶ ἀντικείμενοι πολλοὶ, οἳ καὶ ἐζήτησαν ἵνα δοθῇ αὐτοῖς λόγος ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν.
 [00053]  Ἀνάβηθι ἐπὶ τὸ ἅρμα, θήρευσον, ἀποδρόμησον, κατάστειλον, ἔκβαλε, ἀπόστρεψον, πίασον, καὶ ποίησον ἐκ τοῦ στόματος τὴν καλὴν ὁμολογίαν, ἀποδρόμησον κατὰ τοῦ ἐναντίου·
000-00-00 Serial Number=0281136096
De consubstantiali Ante [Go Back]  
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
 [00332]  Ὢ στόματος πηγὰς ὄμβρων ἔχοντος·
000-00-00 Serial Number=0332415104
De corruptoribus virginum Ante [Go Back]  
 [00135]  ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω·
000-00-00 Serial Number=0980274856
De decem millium talentorum debitore Ante [Go Back]  
 [00032]  Ἤδη μὲν οὖν μίαν ἐκρούσαμεν νευρὰν δι' ὅλης τῆς Τεσσαρακοστῆς, τὸν περὶ τῶν ὅρκων νόμον ὑμῖν ἀναγινώσκοντες, καὶ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλὰ στόματα τῶν ἀκροατῶν ἡμῖν ἐπαιδεύθη τὴν τοῦ νόμου μελῳδίαν ἐκείνου, καὶ τὴν πονηρὰν ἀπελάσαντες συνήθειαν ἀντὶ τοῦ τὸν Θεὸν ὀμνύναι, τὸ Ναὶ, καὶ τὸ Οὒ, καὶ τὸ Πίστευσον, ἐπὶ τοῦ στόματος φέρουσι διηνεκῶς ἐπὶ διαλέξεως ἁπάσης·
 [00173]  Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέχθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας αὐτῷ.
000-00-00 Serial Number=0569105268
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00033]  Πρὸ δὲ πάντων εἰσελθόντος τοῦ συναγαγόντος αὐτοὺς ἀνδρὸς φιλοτίμου, διαναστάντες εὐθέως ὥσπερ ἐξ ἑνὸς στόματος μίαν ἀφιᾶσι φωνήν, συμφώνως ἅπαντες κηδεμόνα καλοῦντες καὶ προστάτην τῆς κοινῆς πόλεως καὶ τὰς χεῖρας ἐκτείνοντες.
 [00271]  Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν.
000-00-00 Serial Number=0392885029
De incomprehensibili dei natura Ante [Go Back]  
 [00084]  ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.».
 [00822]  Εἶτα τῶν ἐν δυναστείᾳ τις ὄντων ὑπεύθυνος τοῖς ἐγκλήμασι φανείς, σπαρτίον ἐπὶ τοῦ στόματος λαβών, ἐξήγετο τὴν ἐπὶ θάνατον ὁδόν.
 [01413]  Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν.
000-00-00 Serial Number=0588232756
De jejunio sermones 1 Ante [Go Back]  
 [00236]  ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων.
000-00-00 Serial Number=0689628541
De mutatione nominum Ante [Go Back]  
 [00059]  Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
 [00139]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν·
 [00141]  οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν·
000-00-00 Serial Number=0260624290
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00016]  εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται.
000-00-00 Serial Number=0109587729
De paenitentia [1] Ante [Go Back]  
 [00878]  οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε·
 [02016]  Εἰ τοίνυν τὴν Ῥαὰβ ἐκείνην ἡ μετάνοια σωτηρίας τοσαύτης ἠξίωσε, καὶ διὰ στόματος ἁγίων κηρύττεται, Ἰησοῦ μὲν τοῦ Ναυῆ βοῶντος ἐν τῇ ἐρήμῳ·
000-00-00 Serial Number=0314345360
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00005]  Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν;
 [00026]  Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν·
 [00029]  πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στόματος φέρομεν.
000-00-00 Serial Number=0132628620
De paenitentia sermo 1 Ante [Go Back]  
 [00171]  Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, [60.686] ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί.
 [00398]  οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κελεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου·
 [00419]  οἱ ἁρπάζοντες τὰ ἀλλότρια, ἀκούετε τοῦ λαλοῦντος διὰ στόματος τῶν ἁγίων, Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται·
 [00423]  Θεὸς γὰρ, εἶπεν ὁ ∆αυῒδ, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν οἱ κατεπαιρόμενοι παρθένοι τῶν μιγάδων, μνήσθητε τοῦ εἰπόντος Χριστοῦ διὰ στόματος Παύλου, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος.
 [00574]  καὶ ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθ' ἑκάστην ἐπὶ στόματος φέρομεν·
 [00668]  καὶ πάλιν, Ἀπόθεσθε ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν.
 [00693]  Οἱ ἐν σαρκὶ πεποιθότες καὶ ἐπὶ ἰδίᾳ ματαιότητι, ἀκούσατε τοῦ Θεοῦ διὰ στόματος τῶν ἁγίων βοῶντος·
 [00715]  Οἱ τὰς θείας Γραφὰς ἐξουθενοῦντες, καὶ τὸ ἅγιον Πνεῦμα ἐνυβρίζοντες τὸ λαλῆσαν διὰ στόματος τῶν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ, τί ποιήσετε ἐν τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, ὅταν τὸ κριτήριον καθίσῃ, καὶ ἀνοιχθῶσιν αἱ βίβλοι, ἃς νῦν βδελύσσεσθε καὶ ἀποστρέφεσθε;
 [00736]  Καὶ περὶ πρεσβυτέρων τε καὶ πρεσβυτίδων ἐλάλησε τὸ ἅγιον Πνεῦμα διὰ στόματος τῶν ἁγίων, καὶ περὶ δούλων τε καὶ δεσποτῶν διετάξατο, καὶ περὶ βασιλέων εἶπε, καὶ περὶ στρατιωτῶν ἐλάλησε, καὶ περὶ ἐπισκόπων ἐτύπωσε, καὶ οὐδὲν τῶν συμφερόντων παρέδραμεν·
 [00753]  Ταῦτα καὶ τὰ τοιαῦτα διὰ στόματος τῶν ἁγίων τὸ ἅγιον Πνεῦμα ἐλάλησε, κἀγὼ δὲ ὑπέμνησα·
000-00-00 Serial Number=0317610383
De paenitentia sermo 2 Ante [Go Back]  
 [00240]  Οἶδα ἐγὼ ὅσα μοι ἐποιήσατε, γινώσκω ἐγὼ ὅσα ἐκ τοῦ στόματος ὑμῶν ἀπεκόψατε, καὶ τὴν ἐμὴν ψυχὴν ἐνεπλήσατε·
000-00-00 Serial Number=0030670464
De patientia sermo 1 Ante [Go Back]  
 [00334]  ἀλλ' ὁ ∆εσπότης ἡμῶν καὶ Θεὸς ἀγαπήσας ἡμᾶς, ὡς ἐκ στόματος λέοντος, οὕτως ἐκ τοῦ ματαίου βίου ἥρπασεν ἡμᾶς·
000-00-00 Serial Number=0524974108
De proditione Judae Ante [Go Back]  
 [00125]  Ὢ τῆς μιαρᾶς ἐκείνης φωνῆς! Καὶ πῶς ἐξεπήδησε τοῦ στόματος;
 [00315]  καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰὸν, μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας.
 [00524]  Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.
 [00528]  Ὢ μιαρᾶς φωνῆς! ὢ τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.
000-00-00 Serial Number=0829111516
De prophetiarum obscuritate Ante [Go Back]  
 [00649]  Καὶ [56.184] πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.
000-00-00 Serial Number=0493054271
De sancta trinitate Ante [Go Back]  
 [00021]  Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
 [00361]  Οὐκ ἀκούεις τοῦ προφήτου λέγοντος περὶ τοῦ Υἱοῦ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, καὶ τὰ ἑξῆς·
 [00369]  Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐκ τοῦ στόματος αὐτῶν ἐλέγχων αὐτοὺς, φησίν·
000-00-00 Serial Number=0959661067
De sanctis martyribus [1] Ante [Go Back]  
 [00050]  ὥστε πολλῷ πλέον οἱ μάρτυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες·
000-00-00 Serial Number=0622035503
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00097]  Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
 [00101]  αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
 [00105]  Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
 [00108]  Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
 [00126]  ἐκεῖνός ἐστιν, αὐτὸν ποθῶ, αὐτὸν ζητῶ, ἱκετεύω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ.
000-00-00 Serial Number=0135827720
De virginitate Ante [Go Back]  
 [00108]  Ἡ γὰρ βλασφημία καὶ τὰ φαῦλα ῥήματα τίκτεται μὲν ἔνδον, οὐ μένει δὲ ἔνδον ἐν τῇ ψυχῇ, ἀλλὰ μιαίνει μὲν γλῶτταν διὰ στόματος προφερόμενα, μιαίνει δὲ τὴν δεχομένην ἀκοήν, καὶ καθάπερ δηλητήρια φάρμακα εἰς αὐτὴν ἐμπίπτοντα τὴν ψυχὴν παντὸς σητὸς χαλεπώτερον διατρώγει τὴν ῥίζαν καὶ μετ' ἐκείνης καὶ τὸ λοιπὸν ἅπαν ἀπόλλυσι σῶμα.
000-00-00 Serial Number=0029204488
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00470]  Ἐπεὶ, ἂν τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διάνοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχηται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο;
 [01428]  ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος, καὶ ἐπιδεικνύουσιν·
 [01430]  Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, λαμβάνοντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, καλοῦμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν·
 [02059]  Οὕτω δ' ἂν καὶ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσωσι διαπλάσεως (διὰ τούτων γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπίπτουσιν οἱ πολλοί·
 [02646]  Μὴ γὰρ διὰ τοῦτό σοι γέγονε φάρυγξ, ἵνα μέχρι τοῦ στόματος ἄνω σεσηπότος οἴνου καὶ τῆς ἄλλης αὐτὸν ἀποπληρώσῃς διαφθορᾶς;
 [02867]  Ὥστε ἂν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται τῶν ὀφθαλμῶν, τί δὲ τῆς εὐθείας ῥινὸς, τί δὲ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν·
 [03580]  μηδὲ κόπρον ἀπὸ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι·
 [04115]  ∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνεπέτασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν τὸ σκάφος καταποντίζουσα.
 [04238]  καὶ ὅτε ἤρχετο λέων ἢ ἄρκτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ποίμνης μου, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἐπάτασσον τὸν λέοντα καὶ τὴν ἄρκτον·
 [06836]  Ἕλοιντο γὰρ ἂν ἄνθρωποι οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τὴν γλῶτταν ἀποκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι.
 [07535]  τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς ὑψηλότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσιν;
 [07538]  Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ·
 [09267]  τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο, δι' οὗ Παῦλον ἐμάθομεν, δι' οὗ τὸν Παύλου ∆εσπότην;
 [09276]  Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων πηγὴν ἀγαθῶν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡμετέρας ζωῆς.
 [09560]  καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος·
000-00-00 Serial Number=0232313931
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00010]  Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοιπὸν γνωρίζεται, οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐσίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐνδυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται.
000-00-00 Serial Number=0410766363
Epistula ad episcopos Ante [Go Back]  
 [00005]  Οὐδὲν ὑμᾶς κατέπληξε τῶν δοκούντων εἶναι δεινῶν, οὐ δικαστήριον, οὐ δήμιος, οὐ βασάνων νιφάδες, οὐκ ἀπειλαὶ μυρίων γέμουσαι θανάτων, οὐ δικαστὴς πῦρ ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὐκ ἐχθροὶ θήγοντες τοὺς ὀδόντας, καὶ μυρία εἴδη κινοῦντες ἐπιβουλῆς, οὐ συκοφαντίαι τοσαῦται, οὐκ ἀναίσχυντοι κατηγορίαι, οὐ θάνατος πρὸ τῶν ὀφθαλμῶν καθ' ἑκάστην ἡμέραν φαινόμενος·
000-00-00 Serial Number=0199566782
Epistulae Ante [Go Back]  
 [02673]  ∆ιὰ ταῦτα πάντες ὑμᾶς ἀνακηρύττουσι, στεφανοῦσιν, ἐπὶ στόματος φέρουσιν ὑμῶν τὰ κατορθώματα.
000-00-00 Serial Number=0798192382
Expositiones in Psalmos Ante [Go Back]  
 [00949]  Τὸν φονικὸν ἐνταῦθά φησι, τὸν ἐπιβουλεύοντα, τὸν ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος φέροντα, ἕτερα δὲ ἐπὶ τῆς διανοίας, τὸν περικείμενον προσωπεῖον ἐπιεικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν.
 [02598]  Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
 [02599]  Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος.
 [03009]  Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς.
 [03032]  Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο.
 [04361]  Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
 [04362]  Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος.
 [04772]  Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς.
 [04795]  Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο.
 [07372]  Πατάξει τὴν γῆν λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ πνεύματι χειλέων ἀνελεῖ ἀσεβῆ·
 [07374]  Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.
000-00-00 Serial Number=0294735014
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03797]  Καὶ ἀκουσόμεθα τῶν λόγων ἐκ στόματος αὐτοῦ.
 [05575]  Ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾷν τῇ βασιλίσσῃ.
 [05594]  Ὁ λόγος, ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτι ἔγραψε τοὺς λόγους τούτους ἀπὸ στόματος Ἱερεμίου ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα.
 [05967]  Καὶ ἐκδικήσω ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ οὐ μὴ συναχθήσεται ἔτι πρὸς αὐτὸν τὰ ἔθνη.
000-00-00 Serial Number=0365348816
Fragmenta in Job Ante [Go Back]  
 [01540]  οὐκ ἤρκεσε τὰ παρελθόντα, ἀλλὰ καὶ νῦν οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, τὰ αὐτὰ φθέγγεσθε.
 [01745]  οὐ γὰρ ἀπεγίνωσκον, οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος τινὸς ἀρίστου καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος, καὶ ἐκσπῶν, κατὰ τὸ εἰρημένον, ἐκ στόματος λέοντος, σκέλη προβάτου καὶ λοβοὺς ὠτίων.
000-00-00 Serial Number=0160282314
Fragmenta in Proverbia Ante [Go Back]  
 [00817]  Ἀπὸ καρποῦ στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν.
 [00995]  Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως.
 [01304]  Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος.
 [01575]  Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοιλίαν.
000-00-00 Serial Number=0692657113
In Acta apostolorum Ante [Go Back]  
 [00658]  Ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα.
 [00871]  Ἔδει, φησὶ, πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ.
 [00875]  Ἣν προεῖπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ.
 [02623]  περικόψωμεν ἡμῶν τὴν πολυορκίαν τοῦ στόματος, χαλινὸν ἐπιθῶμεν τῇ γλώττῃ, μηδεὶς ὀμνύτω τὸν Θεόν.
 [02784]  Ὁ δὲ Θεὸς, ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως.
 [02812]  Ὧν ἐλάλησε, φησὶν, ὁ Θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ προφητῶν τῶν ἀπ' αἰῶνος.
 [02943]  καὶ πάλιν, Ἃ προκατήγγειλε, φησὶ, διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν αὐτὸν, ἐπλήρωσεν οὕτω.
 [02971]  Εἶτα ἀνωτέρω εἰπὼν, Ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶν ἁγίων αὐτοῦ προφητῶν ἀπ' αἰῶνος, αὐτὸν εἰσάγει λοιπὸν τὸν Χριστόν.
 [03189]  ἀπὸ τοῦ στόματος καὶ τῆς γλώττης τέως γνωριζώμεθα, καθάπερ οἱ βάρβαροι·
 [03516]  ὅτι τοῦ στόματος ὂν τὸ πᾶν οἶδε, καὶ ὅτι εὐκόλως κατορθοῦται.
 [03609]  ὁ διὰ στόματος ∆αυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
 [03690]  ∆έσποτα ὁ Θεὸς ὁ διὰ στόματος ∆αυῒδ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη;
 [08402]  Τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπέλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν·
 [09999]  Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόματος, τί ποιήσει αὐτός;
 [09999]  τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόματος, τοῦ τοιαύτας διαμασωμένου τροφάς;
 [09999]  καὶ τὸ, Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα πληροῦται.
 [09999]  Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας.
 [09999]  Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ.
000-00-00 Serial Number=0531506836
In Christi ascensionem Ante [Go Back]  
 [00016]  «Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.».
000-00-00 Serial Number=0144535303
In Isaiam Ante [Go Back]  
 [01486]  τὴν δέ γε τῶν ψαλμῶν πραγματείαν ἐπὶ στόματος ἅπαντες φέρουσι καὶ αὐτὰς ταύτας τὰς ᾠδάς·
000-00-00 Serial Number=0604216993
In Joannem Ante [Go Back]  
 [00069]  καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην;
000-00-00 Serial Number=0266370654
In Lazarum ii Ante [Go Back]  
 [00074]  Κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου.
000-00-00 Serial Number=0343813479
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00144]  Οὐκ ἔστιν εὑρεῖν ἄρτον, οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει·
000-00-00 Serial Number=0357273579
In Petrum et Paulum Ante [Go Back]  
 [00040]  ὁ ζέων τῷ Πνεύματι, ὁ ἄγγελος καὶ ἄνθρωπος, ὁ χάριτος μεμεστωμένος, ἡ στερεὰ τῆς πίστεως πέτρα, τὸ γηραλέον τῆς Ἐκκλησίας φρόνημα, ὁ μακάριος καὶ υἱὸς περιστερᾶς ἀκούσας διὰ τὴν ἁγνείαν ἐκ τοῦ ∆εσποτικοῦ στόματος, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐξ αὐτοῦ τοῦ Κυρίου εἰληφώς.
000-00-00 Serial Number=0267027557
In Psalmos 101-107 Ante [Go Back]  
 [00895]  τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.
 [00928]  ∆ιὸ προσέταξεν ἀπαγ γεῖλαι τὰ κρίματα τοῦ στόματος αὐτοῦ, διὰ τὸ πάντας ὑποκεῖσθαι τοῖς αὐτοῦ κρίμασι·
000-00-00 Serial Number=0624862790
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00235]  καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον·
000-00-00 Serial Number=0477565587
In Psalmum 100 Ante [Go Back]  
 [00080]  Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐν ἀκακίᾳ, ἀλλ', Ἐν ἀκακίᾳ καρδίας μου, ἀντὶ τοῦ, οὐχ ἕτερα μὲν εἶχον ἐπὶ στόματος, ἕτερα δὲ ἐν καρδίᾳ·
000-00-00 Serial Number=0578331709
In Psalmum 118 Ante [Go Back]  
 [00986]  Καὶ εἰ μὴ παρὰ τοῦ Ἀποστόλου εἴχομεν ἐντολὴν τὴν λέγουσαν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, θύραν ἐπὶ στόματος ἐπεθή καμεν ἂν, καὶ τὰ βάρη τούτων ὑπενεγκεῖν καὶ βαστά σαι.
 [01308]  Καὶ ὁ θεῖος ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε·
 [01452]  Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν, οὐχὶ τὴν κραυγὴν διὰ στόματος.
000-00-00 Serial Number=0986909807
In Psalmum 145 Ante [Go Back]  
 [00125]  Εἶδες πῶς εὐλογεῖ τὰ ἔγκατα τὸν Θεὸν χωρὶς φωνῆς καὶ στόματος καὶ γλώττης;
 [00241]  Εἶτα ἐπειδὴ ἀμφέβαλλον ἐκεῖνοι, καὶ ἐβλασφήμουν, καὶ ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, βουλόμενος αὐτοῖς δεῖξαι, ὅτι Θεός ἐστιν ἀληθῶς, βουλόμενος αὐτοὺς κρῖναι ἐκ τοῦ στόματος αὐτῶν, ἵνα μέλλῃ λέγειν, Ἐκ τοῦ στόματός σου κρινῶ σε·
000-00-00 Serial Number=0566046119
In Psalmum 705 Ante [Go Back]  
 [00029]  ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται), λαβὼν πέντε λίθους, σύμβολον τῆς παρὰ Θεοῦ δεδομένης αὐτοῖς Πεντατεύχου, ὁ μικρὸς, ὁ νεώτε ρος, ὁ παρὰ τοῖς ἰδίοις καὶ τοῖς ἀλλοφύλοις ἐξουδενωμέ νος, μιᾷ λίθου βολῇ κατὰ τοῦ μετώπου τύψας, ἐπὶ στόματος ἔφερε τὸν ὑπερήφανον γίγαντα.
 [00098]  ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος·
 [00102]  ὁ δόλος ἐπὶ στόματος αὐτοῦ ἐφέρετο, καὶ ὁ φθόνος ἐν τῇ καρδίᾳ αὐτοῦ ἐσκιάζετο.
000-00-00 Serial Number=0601525366
In Rachelem et infantes Ante [Go Back]  
 [00044]  Ἐπειδὴ γὰρ ὁ προφήτης ἔλεγεν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, προέλαβεν ὁ τῶν νηπίων χορὸς ὕμνους ἐπινικίους Χριστῷ ἑτοιμάζων, τὸν τοῦ προφήτου λόγον πληρῶν, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
000-00-00 Serial Number=0613923073
In Romanum martyrem Ante [Go Back]  
 [00033]  ἐκκόλαψον τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον.
 [00042]  ὢ στόματος κρυπτόμενον γεννήσαντος μάρτυρα·
 [00044]  ὢ στόματος ἱερεῖον κτησαμένου τὴν γλῶσσαν·
000-00-00 Serial Number=0907723606
In Samaritanam Ante [Go Back]  
 [00288]  ὢ πόρνης τὰς θείας Γραφὰς ἐπὶ στόματος φερούσης.
000-00-00 Serial Number=0970841050
In adorationem venerandae crucis Ante [Go Back]  
 [00196]  Τούτων οὕτω γινομένων, ἰδοὺ φωνὴ ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ χαρὰν καὶ τρόμον ποιοῦσα·
000-00-00 Serial Number=0135431588
In annuntiationem deiparae Ante [Go Back]  
 [00005]  Καὶ καθάπερ ἡ ἐπὶ τοῦ Νῶε περιστερὰ τὸν κλάδον τῆς ἐλαίας ἐπὶ τοῦ στόματος φυλάξας ἀειθαλῆ, καὶ τοῦτον ἔγκαρπον κομίσας ἡμῖν·
000-00-00 Serial Number=0017331362
In catenas sancti Petri Ante [Go Back]  
 [00040]  καὶ ὅπως ἐξ ἀγραμμάτου καὶ ἰδιωτικοῦ στόματος λόγοι σοφίας ἔμπλεοι θείας ἐξεπορεύοντο·
 [00089]  Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστολικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι' ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [φ.
000-00-00 Serial Number=0932117879
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00418]  Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς ἐλθόντα τοῦ ᾅδου τὰς πύλας ἀνελκύσῃ, οὐδὲν ἕτερον ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ' αὐτοῦ τοῦ στόματος ἀνασπῶν τοῦ θανάτου τὸν ἐμπεσόντα.
 [01683]  καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν μεγαλωσύνην αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ.
 [02058]  καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὕτως ἑαυτὸν μολύνει.
 [02070]  Βέλτιον σηπεδόνα ἀπὸ τοῦ στόματος ἀφιέναι, ἢ ῥῆμα αἰσχρόν.
 [04626]  Τοῦτο δὲ καὶ τὸν Τίτον εὐγνώμονα δείκνυσι περὶ τοὺς εὐεργέτας, εἴ γε λαβὼν αὐτοὺς ἐν τῇ ψυχῇ ἐπανῆλθεν ἅπαντας, καὶ διηνεκῶς αὐτῶν μέμνηται, καὶ ἐκείνους ἐπὶ στόματος ἔχει καὶ ἐπὶ διανοίας.
 [07658]  ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
 [07671]  Εἰ γὰρ ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, παρεγενόμην δεύτερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστολῆς·
 [07687]  Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα·
 [08050]  ἀπὸ γὰρ τοῦ αὐτοῦ στόματος, οὗ τὸ φίλημα, πρόεισι καὶ τὰ ῥήματα.
000-00-00 Serial Number=0443800807
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00681]  καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ·
 [00718]  Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
000-00-00 Serial Number=0328124583
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00069]  Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας.
 [02634]  Καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος·
 [02642]  Ἐῤῥύσατό με, φησὶν, ἐκ στόματος λέοντος·
 [02643]  καὶ πάλιν Ῥύσεται, οὐκέτι ἐκ στόματος, ἀλλὰ τί;
000-00-00 Serial Number=0854535580
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01055]  Καὶ καθάπερ ἐκ παιδικοῦ στόματος πολὺς ἀποβλύζων σίελος πολλάκις καὶ σιτίον καὶ ποτὸν ἐμόλυνεν·
 [01056]  οὕτω καὶ τὰ ἀπὸ τοῦ στόματος τῶν Ἑλλήνων ἀποῤῥέοντα ῥήματα μάταια καὶ ἀκάθαρτα·
 [01900]  Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος·
 [02022]  Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν.
 [02665]  τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυμένου;
 [07601]  Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ' αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ τῶν ἀδύτων προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ' εἰς αὐτὸν τὸν ἄνω θρόνον·
 [08963]  εἶθ' οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα.
 [09999]  κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέ-ρεται·
000-00-00 Serial Number=0424655616
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01233]  Τοῦ στόματος τοῦ ἠξιωμένου τοιαύτης μυσταγωγίας μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς, ἡ τῷ θείῳ σώματι προσομιλοῦσα γλῶσσα·
000-00-00 Serial Number=0203736424
In epistulam ad Colossenses Ante [Go Back]  
 [02449]  Ὀργὴν, θυμὸν, κακίαν βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν.
 [02451]  Αἰσχρολογίαν, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν, ἐμφαντικῶς, ὅτι αὐτὸ ῥυποῖ.
 [04218]  Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν.
000-00-00 Serial Number=0585671246
In epistulam ad Ephesios Ante [Go Back]  
 [00198]  Τί γὰρ χαριέστερον ἐκείνου τοῦ στόματος γένοιτ' ἂν, τοῦ τὰ θαυμαστὰ ῥήματα ἀφιέντος, καὶ καθαρᾷ καρδίᾳ καὶ καθαροῖς χείλεσι μεταλαμβάνοντος τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς τῆς λαμπρότητος καὶ τῆς παῤῥησίας;
 [00787]  Καὶ βασιλέα μὲν οὐκ ἂν ἕλοιο καταφιλῆσαι, ὀδωδότος σου τοῦ στόματος·
 [03980]  Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.
 [04035]  Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω·
 [04247]  Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ.
000-00-00 Serial Number=0719835043
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00355]  Χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν·
000-00-00 Serial Number=0164938867
In epistulam ad Philippenses Ante [Go Back]  
 [01337]  καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος.
000-00-00 Serial Number=0224341750
In epistulam ad Romanos Ante [Go Back]  
 [02881]  Τὰ ἀπὸ γλώττης καὶ στόματος.
 [07798]  Καὶ ἡμεῖς τοίνυν καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἁπάντων ἀπαρχώμεθα τῷ Θεῷ·
 [09999]  τὴν κόνιν ἐκείνου τοῦ σώματος, δι' οὗ πανταχοῦ διέδραμε τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς λαμπρότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσι, δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων·
 [09999]  Εἰ γὰρ τοῖς ἡμετέροις ἀπιστεῖς λόγοις, ἐξέτασον Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκρινοῦνται, ὅτι κρίσις ἔσται καὶ ἀντίδοσις.
 [09999]  Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ·
 [09999]  Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ καὶ τῆς καρδίας ἐκείνης ἐβουλόμην τὴν κόνιν ἰδεῖν, ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ στοιχεῖον τῆς ἡμετέρας ζωῆς.
000-00-00 Serial Number=0049490035
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00043]  κἀκείνων ἡ καρδία κύματα λογισμῶν θανατηφόρα διὰ στόματος ἤφριζε.
 [00125]  Καὶ οὐκ ἐγίνωσκον, ὅτι προφητικῶς ἐπληροῦτο τὸ γεγραμμένον, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
000-00-00 Serial Number=0001474380
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00010]  Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν ἀπὸ τῆς γλώττης κομιζομένην ὑμῖν διά λεξιν, καὶ πρὶν ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα.
000-00-00 Serial Number=0550733745
In illud Memor fui dei Ante [Go Back]  
 [00047]  Αἱ μὲν γὰρ ἄλλαι εὐφρασίαι διὰ τοῦ στόματος εἰσέρχονται, καὶ διὰ τοῦ ἀφεδρῶνος μεθοδεύονται·
000-00-00 Serial Number=0624818444
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00023]  Πᾶς λό γος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέ σθω, ἀλλ' εἴ τις ἀγαθός.
000-00-00 Serial Number=0424475968
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00016]  Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο·
000-00-00 Serial Number=0397268534
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00172]  Ποιμαίνων ἤμην ὁ δοῦλός σου ἐν τῷ ποι μνίῳ τοῦ πατρός μου, καὶ ὅταν ἤρχετο λέων ἢ ἄρ κτος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, ἐξηρ χόμην κατόπισθεν αὐτοῦ, καὶ ἐπάτασσον αὐτὸν, καὶ ἐξέσπων ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐκράτουν τοῦ φάρυγγος αὐτοῦ, καὶ ἐθανάτουν αὐτόν·
000-00-00 Serial Number=0051095426
In illud Vidi dominum Ante [Go Back]  
 [01012]  Καὶ καθάπερ οἱ κατάδικοι, ἐπειδὰν σπαρτίον λάβωσιν, ἐξάγουσιν αὐτοὺς τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντας, οὕτω καὶ οὗτος ἀντὶ σπαρτίου ἐπὶ τοῦ μετώπου εἶχεν τὴν λέπραν ἀπαγόμενος, ἐπειδὴ τὴν ἱερωσύνην ὕβρισεν.
 [01103]  οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν.
 [01200]  Καθάπερ οἱ τὴν ἐπὶ θάνατον ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες, τῆς καταδικαζούσης σύμβολον ψήφου, οὕτω καὶ αὐτὸς τῆς ἀτιμίας τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων, ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφαλὴν ὠθούσης.
000-00-00 Serial Number=0310500979
In mediam pentecosten Ante [Go Back]  
 [00033]  καὶ Παῦλος διὰ στόματος ἔχων τὸν ∆εσπότην φθεγγόμενον, Τέλος γὰρ νόμου, φησὶ, Χριστὸς εἰς δικαιο [61.742] σύνην.
000-00-00 Serial Number=0057125628
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00030]  τίς οὗτος, ὁ φωσφόρος ἀπὸ στόματος, κεκλεισμένων τῶν χειλέων λαλῶν μεγάλα;
000-00-00 Serial Number=0680227757
In natalem Christi diem Ante [Go Back]  
 [00025]  τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσῃ αἶνον·
000-00-00 Serial Number=0909493148
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00026]  Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν.
000-00-00 Serial Number=0863481641
In parabolam de filio prodigo Ante [Go Back]  
 [00130]  δέξαι, πάτερ ἅγιε, δέησιν ῥυπαρὰν ἐκ στόματος ῥυπαροῦ.
000-00-00 Serial Number=0263662159
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00021]  ἀλλ' εἶχεν ἐπὶ τοῦ στόματος πάσης εἰκόνας φωνῆς.
000-00-00 Serial Number=0714182615
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00104]  εἶδες δα κρύουσαν γυναῖκα, καὶ πρὸ καιροῦ τῆς ἀναστάσεως τὸν ᾅδην μαστίξας, ἐξήγαγες ἐκεῖθεν τὸν Λάζαρον, ὥσπερ ἐκ στόματος λέοντος ἁρπάσας τοῦ θανάτου τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0096935213
In ramos palmarum [1] Ante [Go Back]  
 [00028]  νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτίσαντος ἐκ στόματος νη πίων καὶ θηλαζόντων αἶνον τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν·
 [00095]  Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
 [00105]  Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
 [00158]  οὐδ' αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν;
000-00-00 Serial Number=0683235526
In ramos palmarum [2] Ante [Go Back]  
 [00035]  οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
000-00-00 Serial Number=0908160269
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00106]  Ἐξήλ λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος.
000-00-00 Serial Number=0719408989
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00084]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπο ρευομένῳ διὰ στόματος Θεοῦ.
000-00-00 Serial Number=0515093982
In sanctum Romanum Ante [Go Back]  
 [00143]  ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
 [00144]  Τότε μὲν οὖν ἐκ στόματος νηπίων καὶ θηλαζόντων, νῦν δὲ ἐκ στόματος ἀγλώτ [50.612] των·
000-00-00 Serial Number=0377245545
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00035]  Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, οὐκέτι δὲ δύο, ἀλλ' ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν [14] ἀσμενίσαντες.
000-00-00 Serial Number=0230671227
In secundum domini adventum Ante [Go Back]  
 [00294]  Εἰ γὰρ τοῖς ἡμετέροις λόγοις ἀπιστεῖτε, ἐξετάσατε Ἰουδαίους, [59.627] Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκριθήσονται, ὅτι κρίσις ἔσται καὶ ἀνταπόδοσις.
000-00-00 Serial Number=0788253069
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00731]  Ὅρα συμφωνίαν μουσι κὴν, ὥσπερ ἐξ ἑνὸς στόματος πάντας ὑμνοῦντας.
 [01101]  εἶδες ἀπὸ στόματος βαρβαρικοῦ ταῦτα λεγόμενα;
 [01465]  Τί γὰρ ἐκείνου τοῦ στόματος μεῖζον γένοιτ' ἂν τοῦ λέγον τος, Ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι;
000-00-00 Serial Number=0449430883
Precatio Ante [Go Back]  
 [00029]  Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον, καὶ ὑγιῆ αὐτὸν χαρισάμενος.
000-00-00 Serial Number=0401627421
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00018]  ∆ιὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνεβάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦσαι θάρσος ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχὰς καὶ δεηθῆναι τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν.
000-00-00 Serial Number=0925347865
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00727]  Ἐνταῦθα κεῖται, Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
 [00884]  Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, τουτέστιν, ἐκ τοῦ στόματος τοῦ λέοντος, καὶ ἐκ σκληροῦ ἀντὶ τοῦ πικροῦ γλυκύ.
 [01862]  Τρῶσαι αὐτὸν, φησὶ, τόξον χάλκειον, καὶ διεξέλθοι διὰ στόματος αὐτοῦ βέλος.
000-00-00 Serial Number=0650756359
Visio Danielis Ante [Go Back]  
 [00082]  Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τῶν ἀνθρώπων μετὰ δόξης οὐρανίου καὶ ἀνελεῖ αὐτὸν ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ κατὰ τοῦ ἀποστόλου φωνήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»