Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στέφανον [235]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στέφανον


000-00-00 Serial Number=0095003068
Ad Innocentium papam ii Ante [Go Back]  
 [00019]  Εἰ δ' ἄρα μὴ τοῦτο γένοιτο, ἀλλ' ὑμεῖς ἀπηρτισμένον ἔχετε τὸν στέφανον παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ τοῖς ἀδικουμένοις οὐ μικρὰ τοῦτο ἔσται παράκλησις, τῆς ὑμετέρας ἀγάπης ἡ ἔνστασις·
000-00-00 Serial Number=0929266334
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00225]  καὶ ἐγένετο παρόμοιον, ὥσπερ ἂν εἴ τις ἀγωνοθέτης ἀθλητὰς ἔχων δύο, τὸν μὲν καὶ συμπλακῆναι ἕτοιμον τῷ ἀνταγωνιστῇ, καὶ καρτερίαν ἐπιδείξασθαι πολλὴν, καὶ στέφανον ἀναδήσασθαι, τὸν δὲ τῆς ταλαιπωρίας ἐκείνης ἀργίαν προτιμῶντα καὶ τρυφὴν, λαβὼν ἐκ μέσου τὸν ἀνταγωνιστὴν, ἀμφοτέρους ἀπράκτους ἐκπέμψειε παρ' αὐτοῦ.
 [00664]  σοὶ δὲ, ὥστε ἀγωνίσασθαι γενναίως, καὶ νικῆσαι λαμπρῶς, καὶ τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον.
 [00821]  Ὅπου γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδεὶς ἱδρώτων χωρὶς στέφανον ἀνεδήσατο καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔχων κοινωνοῦντας τοὺς ἀνταγωνιστὰς, ἔνθα πονηραὶ δυνάμεις ἡμῖν ἀνταίρουσι, πῶς ἔνι θλίψεως καὶ στενοχωρίας ἐκτὸς περιγενέσθαι τῆς μανίας ἐκείνων;
 [01253]  κατὰ τίνος στέφανον ἀνεδήσατο;
 [01288]  εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστράφης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ' οὐκ ἂν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας;
000-00-00 Serial Number=0449364722
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00060]  Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς παρατραπέντες ἀτραποῦ καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες εἰσόδου, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν.
 [00327]  εἴ τίς σε εἰς θέατρον εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρ' οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
000-00-00 Serial Number=0257905006
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00011]  Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὴν τῶν βασάνων ἀνάγκην ἀνεμαχέσαντο τὴν ἧτταν πάλιν καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι.
000-00-00 Serial Number=0413277805
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00354]  [7.11] Τί γὰρ τερπνότερον οὐρανοῦ, νῦν μὲν ὡς σινδόνος καθαρᾶς καὶ διαυγοῦς ὑπὲρ κεφαλῆς ἡπλωμένου, νῦν δὲ ὡς λειμῶνος πολυανθοῦς ποικιλλομένου καὶ τὸν αὐτοῦ φαίνοντος στέφανον;
 [00915]  ἀλλ' οὐχὶ μᾶλλον ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον;
 [00990]  [19.1] Ἐννόησον ὅσοι καὶ μαρτυρίου στέφανον ἀνεδήσαντο.
 [01001]  Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ καὶ οἱ παρεσκευασμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδήσαντο, τοῦτό τε αὐτὸ καὶ ὃ πρότερον εἴρηκα ὅτι ὁ ὑπὲρ ἐλαττόνων σφαγεὶς μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς Παύλου φωνῆς ἀποδεῖξαι τοῦτο πειράσομαι.
 [01013]  Οὕτω πανταχοῦ καὶ ἡ γνώμη, ὅταν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον.
000-00-00 Serial Number=0141678452
Ad illuminandos catecheses Ante [Go Back]  
 [00578]  Καὶ ταῦτα σαυτὸν ἐντεῦθεν ἤδη παίδευσον, ἵνα ὅταν τὴν σφραγῖδα λάβῃς, ἐμπαράσκευος ᾖς στρατιώτης, καὶ τὸ κατὰ τοῦ διαβόλου τρόπαιον στήσας, δέξῃ τὸν τῆς δικαιοσύνης στέφανον·
000-00-00 Serial Number=0560419381
Ad populum Antiochenum Ante [Go Back]  
 [00392]  ἀλλ' ὅμως ὁ Θεὸς συνεχώρησεν, οὐχὶ μισῶν τὸν τιμήσαντα, ἀλλὰ καὶ σφόδρα φιλῶν, καὶ πρὸς τῷ τῆς καλλίστης ἐκείνης θυσίας στεφάνῳ καὶ ἕτερον αὐτῷ τὸν ἀπὸ τοῦ μαρτυρίου παρέχων στέφανον.
 [00403]  Οὐδεὶς τοίνυν πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων προσδοκᾷ στέφανον ἀναδήσασθαι.
 [00585]  Πόσῳ βέλτιον ἦν, εἰ καὶ [49.38] κινδυνεύειν ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς ἐκείνων ἀταξίας;
 [00987]  ἔχει καὶ στέφανον ἐπὶ τῆς κεφαλῆς κείμενον.
 [01454]  Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς.
 [01729]  εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ τῆς ἀδικωτάτης σφαγῆς.
 [02174]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβτὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν στέφανον ἀνεδήσατο.
 [04188]  ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι.
 [04193]  τοῦτο καὶ κατ' ἐκείνην ἡμῶν προστήσεται τὴν ἡμέραν, καὶ τὸν τῆς δικαιοσύνης ἡμῖν οἴσει στέφανον·
 [04218]  ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομίζει στέφανον.
 [04714]  Καθάπερ γὰρ ὁ [49.169] ἔμπορος οὐκ αἰσθάνεται τῆς κατὰ τὴν ναυτιλίαν ταλαιπωρίας, τῇ τῶν φορτίων ἐλπίδι κουφιζόμενος, καὶ ὁ πυκτεύων γενναίως φέρει τὰ τραύματα τῆς κεφαλῆς, πρὸς τὸν στέφανον ἀποβλέπων·
 [05665]  ὁ δὲ ἀκριβῶς ἐπιστάμενος, ὅτι πολλοὶ καταγνώσονται καὶ καταγελάσονται, καὶ οὐδὲ οὕτως ἀφιστάμενος τῆς καταλλαγῆς, διπλασίονα καὶ τριπλασίονα ἕξει τὸν στέφανον·
 [06022]  ἀλλ' ἐὰν θέλῃς, ὦ φιλανθρωπότατε καὶ φιλοσοφώτατε καὶ πολλῆς εὐσεβείας γέμων, τοῦ διαδήματος τούτου μείζονά σοι καὶ λαμπρότερον ἡ ὕβρις αὕτη περιθήσει στέφανον.
000-00-00 Serial Number=0929867983
Adversus Judaeos Ante [Go Back]  
 [01764]  νυνὶ δὲ αὐτοὺς δείκνυμι οὐχ [48.900] ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντας καὶ ῥαγέντας, καθάπερ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς Ἐκκλησίας τὸν στέφανον.
 [02862]  Πόσοι ποσάκις ἐπεθύμησαν μαρτυρίου στέφανον λαβεῖν;
000-00-00 Serial Number=0632008016
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00516]  Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν.
000-00-00 Serial Number=0031630397
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00182]  οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον·
000-00-00 Serial Number=0502135813
Commentarius in Job Ante [Go Back]  
 [02906]  [19,9a] τὴν δόξαν ἀπ' ἐμοῦ ἐξέδυσε [9b] καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου, [19,10a] διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην.
 [03680]  [35b] χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, [35c] συγγραφὴν δέ, ἣν εἶχον κατά τινος, [31,36] ἐπ' ὤμοις περιθέμενος ὡς στέφανον ἀνεγίνωσκον, [31,37a] καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα [37b] οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου μου, [31,38a] εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, [38b] εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν, [31,39a] εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον ἄνευ τιμῆς μόνος, [39b] εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα, [31,40a] ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, [40b] ἀντὶ δὲ κριθῆς βάτος.
000-00-00 Serial Number=0520001888
Comparatio regis et monachi Ante [Go Back]  
 [00021]  Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δό [47.389] ξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται, καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει.
000-00-00 Serial Number=0865756691
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00408]  Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων ∆εσπότην καλεῖν;
000-00-00 Serial Number=0567933202
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00439]  [90] Εἵλκετο μὲν γὰρ ἡ λάρναξ διὰ τῆς ὁδοῦ πάσης, ἐπανῄει δὲ ὁ μάρτυς καθάπερ τις ἀθλητὴς εἰς τὴν ἑαυτοῦ πόλιν δεύτερον φέρων στέφανον ἐν ᾗ καὶ τὸν πρότερον ἀνεδήσατο, ὥστε εἴ τις μὴ καταδέχοιτο τὴν ἀνάστασιν λαμπρότερα τοῦ μάρτυρος μετὰ τὴν τελευτὴν ἔργα θεώμενος αἰσχυνέσθω λοιπόν.
 [00665]  Εἰς πόλεμον γὰρ καθεῖναι φανερὸν ἀνεβάλετο τέως ἑνὸς μὲν καὶ μάλιστα πρώτου τοῦ πεπεΐσθαι σαφῶς ἀδυνάτοις ἐπιχειρῶν, δευτέρου δὲ τοῦ μηδεμίαν ἡμῖν ἀφορμὴν παρασχεῖν μαρτυρίου στέφανον ἀναδήσασθαι.
000-00-00 Serial Number=0430580914
De Davide et Saule Ante [Go Back]  
 [00048]  Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων ἴδοι τὸ μέγεθος, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς, ἀλλὰ τὸ πλέον ὀφείλων.
 [00152]  Θέα μοι λοιπὸν τὴν φιλοσοφίαν, θέα τὴν πάλην, τὴν νίκην, τὸν στέφανον.
 [00167]  Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνηθῇ στέφανον, καὶ φιλοσοφῆσαι φιλοσοφίαν τινὰ καινοτέραν καὶ παράδοξον.
 [00306]  Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν.
 [00343]  Οὐκ ἐξῆλθεν ἔχων τὸ διάδημα τοῦ Σαοὺλ, ἀλλ' ἐξῆλθεν ἔχων στέφανον δικαιοσύνης·
 [00494]  Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα.
 [00605]  Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν ∆αυῒδ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἀνεδήσατο ἀπὸ τῆς τοῦ Σαοὺλ ἐπιβουλῆς.
 [00649]  καὶ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν, χωρὶς ἱδρώτων, καὶ πόνων, καὶ χρόνου μακροῦ.
 [00658]  Ὅταν γὰρ οἱ ὑβρίζοντες, οἱ δημεύοντες, οἱ μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντες ὠφελῶσιν ἡμᾶς, καὶ οἱ μὲν μαρτυρίου στέφανον ἡμῖν πλέκωσι, καθάπερ ἀπεδείξαμεν, οἱ δὲ τὰ ἁμαρτήματα ἡμῶν ὑποσύρωσι, καὶ δικαίους ἡμᾶς ἐργάζωνται, ὥσπερ ἐπὶ τοῦ τελώνου γέγονε, τίνος ἕνεκεν ἐκθηριούμεθα πρὸς αὐτούς;
000-00-00 Serial Number=0372606039
De Lazaro Ante [Go Back]  
 [02165]  Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον.
000-00-00 Serial Number=0644125879
De Maccabeis Ante [Go Back]  
 [00104]  Εὔκαιρον πρὸς ἐκείνην εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο μετὰ τὸν στέφανον τῶν ἑπτὰ παίδων·
000-00-00 Serial Number=0474280715
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00083]  Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν.
 [00180]  ὡς βασίλειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλωπίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ῥαπισμοῖς ἐνσεμνύνομαι.
000-00-00 Serial Number=0237173140
De baptismo Christi Ante [Go Back]  
 [00215]  Οὐχ ὁρᾶτε ἐπὶ τῶν Ὀλυμπίων ἀγώνων, ὅταν ἀγωνοθέτης διὰ τῆς ἀγορᾶς βαδίζῃ, στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχων, στολὴν ἀναβεβλημένος, ῥάβδον ἐν τῇ χειρὶ κατέχων, ὅση ἡ εὐταξία, τοῦ κήρυκος βοῶντος ἡσυχίαν εἶναι μετ' εὐκοσμίας;
000-00-00 Serial Number=0625925064
De caritate [1] Ante [Go Back]  
 [00059]  ἀγάπη τὸν στέφανον τοῦτον τῶν πατέρων ἔπλεξεν ἡμῖν, καὶ τὸ στέλεχος τῆς ἐλπίδος γλυκὺ καὶ καρποφόρον ἵδρυσεν ἡμῖν, ἀγάπη τὸ ποίμνιον εἰς τὴν μάνδραν τῆς Ἐκκλησίας εἰσάγει, καὶ τὴν χλοηφόρον τοῦ παραδείσου νέμεται τρυφήν·
000-00-00 Serial Number=0114881694
De circo Ante [Go Back]  
 [00041]  ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
000-00-00 Serial Number=0619874597
De confessione pretiosae crucis Ante [Go Back]  
 [00013]  ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0376807511
De cruce et latrone Ante [Go Back]  
 [00120]  Τῷ ἀνθήσαντί σοι τὰ ἀγαθὰ τούτῳ στέφανον ἐξ ἀκανθῶν προσάγεις.
000-00-00 Serial Number=0727773905
De eleemosyna [1] Ante [Go Back]  
 [00096]  Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον;
000-00-00 Serial Number=0497079313
De eleemosyna [3] Ante [Go Back]  
 [00095]  Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον;
000-00-00 Serial Number=0660049319
De fato et providentia Ante [Go Back]  
 [00518]  Ἵνα καὶ οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ, κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν ∆εσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ.
000-00-00 Serial Number=0945980608
De incomprehensibili dei natura Ante [Go Back]  
 [00542]  Ὁ δὲ τὸν στέφανον μέλλων ἀπολαμβάνειν καὶ τὸν δρόμον τελέσας, οὐκ ἂν εἶπεν·
000-00-00 Serial Number=0201162815
De jejunio de Davide Ante [Go Back]  
 [00181]  Ἔσπειρεν [62.763] οὖν καὶ Ἰωσὴφ τὰ δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν στέφανον τῆς βασιλείας.
000-00-00 Serial Number=0784187973
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00262]  Καὶ οὕτω καὶ τὰ σφόδρα δυσκατόρθωτα, ῥᾴδια ἡμῖν φανεῖται καὶ κοῦφα, καὶ τὸν βραχὺν τοῦτον καμόντες χρόνον, τὸν ἀγήρω καὶ ἀθάνατον ἐκεῖνον στέφανον φοροῦντες διατελέσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [00370]  Κτῆσαι τὴν ἀγάπην τὴν Παύλου, καὶ τὸν στέφανον ἕξεις ἀπηρτισμένον.
000-00-00 Serial Number=0926897168
De mansuetudine sermo Ante [Go Back]  
 [00097]  ∆ιόπερ χρὴ καρτερεῖν, καὶ τῶν ὀργιζομένων ἡμέρως ἀνέχεσθαι, βλέποντας πρὸς τὸν στέφανον, ὃν ὁ Θεὸς ἑτοιμάζει τοῖς ἐπιεικέσι καὶ χρηστοῖς.
 [00098]  Ἄτοπον γὰρ τοὺς μὲν γυμνικῶν ἀγώνων ἀθλητὰς καὶ κονιορτοῦ καὶ πληγῶν καὶ τραυμάτων ἀνέχεσθαι, πρὸς δόξαν κενὴν καὶ στέφανον οὐδενὸς ἄξιον βλέποντας·
000-00-00 Serial Number=0010915577
De paenitentia [1] Ante [Go Back]  
 [01424]  ἐπίπονος ὁ νόμος καὶ πολὺ τὸ φορτικὸν ἔχει, ὥσπερ οὖν καὶ μέγαν ἔχει τὸν στέφανον.
 [01444]  Ἔθηκε τὸν στέφανον, καὶ κοῦφον ἐποίησε τὸν ἀγῶνα·
 [01447]  ἀνάβλεψον πρὸς τὸν ἄνω σοι κείμενον στέφανον, ἵνα παραδράμῃς τὴν τοιαύτην ὄψιν.
000-00-00 Serial Number=0659922361
De paenitentia sermo 1 Ante [Go Back]  
 [00152]  Μακάριος ἀνὴρ, ὃς ὑπομενεῖ πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
000-00-00 Serial Number=0697215974
De patientia sermo 2 Ante [Go Back]  
 [00046]  εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι' ὑπομονῆς;
 [00105]  εἶδες στέφανον πλεκόμενον;
 [00237]  οἶδα τῆς ὑπομονῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν συμφορῶν, οἶδα οἷον ἀναφανήσεται ἄνθος·
000-00-00 Serial Number=0569893241
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00125]  Εἰ τοίνυν μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον τῶν δὲ ἀποστόλων ἴσος οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων, εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τιμῆς καὶ προεδρίας.
 [00228]  εἰπὲ ἵνα οὗτοι οἱ δύο υἱοί μου τὸν στέφανον λάβωσι·
000-00-00 Serial Number=0185687125
De prophetiarum obscuritate Ante [Go Back]  
 [00808]  Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην;
000-00-00 Serial Number=0074328423
De pseudoprophetis Ante [Go Back]  
 [00385]  Καὶ φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
000-00-00 Serial Number=0887835681
De sacerdotio Ante [Go Back]  
 [00570]  χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον.
000-00-00 Serial Number=0946520448
De sacerdotio lib 7 Ante [Go Back]  
 [00070]  Ἐὰν μέν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμπτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρτον·
000-00-00 Serial Number=0460346520
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00010]  Παρεσκεύαστο μὲν γὰρ καὶ πρὸς βασάνους, καὶ κολαστήρια, καὶ ἅπαν τιμωριῶν εἶδος, ἀλλ' ἐδεδοίκει, μὴ τὸν τῆς παρθενίας ἀπολέσῃ στέφανον.
000-00-00 Serial Number=0286727190
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00004]  Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ' εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ' ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον·
000-00-00 Serial Number=0391508520
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00340]  Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς·
000-00-00 Serial Number=0262894511
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00014]  Καὶ καθάπερ τις στέφανον πλέκων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι τῶν λίθων, λαμπρότερον ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐνυφαίνω τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότερον κατασκευάζειν αὐτὸν προσδοκῶν.
000-00-00 Serial Number=0279046595
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00113]  Ὅρα πῶς πλέκω τὸν στέφανον καὶ τῶν ἀγώνων τὴν ὑπόθεσιν.
000-00-00 Serial Number=0777160168
De spe Ante [Go Back]  
 [00057]  πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
000-00-00 Serial Number=0330609977
De virginitate Ante [Go Back]  
 [00813]  ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθὼν καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρηνοῦ δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὡραΐζεται καὶ καλλωπίζεται πάλιν καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοὺς αὐτοὺς ἐνορᾷ καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας δι' οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο.
 [00974]  οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται ἀλλὰ τοὺς μὲν ἑκόντας καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτὴν καὶ οὐκ ἐθέλοντας προσίεσθαι οὔτε κολάζει οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν.
000-00-00 Serial Number=0464388967
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00950]  Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὸν τῶν βασάνων φόβον, ἀνεμαχέσαντο πάλιν, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι.
 [02741]  τοῦτό σοι μαρτυρίου στέφανον φέρει.
 [02748]  Ὅταν γὰρ καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρτυρίου στέφανον ἀνεδήσω;
 [03626]  Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ' εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ ∆αυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων·
 [03693]  Μὴ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν ∆αυῒδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, ἀλλ' ὅτι διπλοῦν καὶ τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἐδύσατο ἀπὸ τῆς ἐκείνου ἐπιβουλῆς.
 [03767]  Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν χωρὶς ἱδρώτων καὶ πόνων καὶ χρόνου μακροῦ στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν.
 [04107]  Ὁ δὲ ἀνθρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δόξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθοκόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται·
 [04702]  Οὐδεὶς πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων, προσδοκᾷ στέφανον ἀναδήσασθαι.
 [04899]  Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται τὸν στέφανον.
 [06059]  ὁ γὰρ τῆς γεέννης φόβος τὸν τῆς βασιλείας ἡμῖν κομιεῖται στέφανον.
 [06088]  Εἴ τίς σε εἰς θέατρον ἤγαγεν, ἔνθα πάντες ἐκάθηντο χρυσᾶς περιβεβλημένοι στολὰς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἀπέδειξεν ἀπὸ λίθων καὶ μαργαριτῶν μόνων καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον τὸν ἐπὶ τῆς κεφαλῆς ἔχοντα, εἶτά σε ἐπηγγείλατο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον, ἆρα οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν;
 [06974]  Θέα μοι λοιπὸν καὶ τὴν φιλοσοφίαν, θέα μοι τὴν πάλην, τὴν νίκην, τὸν στέφανον.
 [06988]  Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνήσηται στέφανον.
 [07792]  ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν·
 [07896]  εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ ἀδικωτάτης ταύτης σφαγῆς.
 [09334]  ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ.
 [09999]  Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις.
 [09999]  Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον·
 [09999]  Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον·
000-00-00 Serial Number=0868166745
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00011]  τούτοις ἑαυτὸν ἐποικοδομήσας τοῖς ἁγίοις τὸν τῆς ἀφθαρσίας στέφανον ἀπέλαβεν δραμὼν οὐκ ἀδήλως, ἀλλ' ὑπωπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας.
000-00-00 Serial Number=0678989172
Epistula ad abbatem Ante [Go Back]  
 [00117]  Μακάριος ἄνθρωπος, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον καὶ γενήσεται ναὸς τοῦ μεγάλου βασιλέως Χριστοῦ·
000-00-00 Serial Number=0867554605
Epistulae Ante [Go Back]  
 [03316]  Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν [52.731] θερμὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται.
000-00-00 Serial Number=0376260161
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00339]  Καὶ αὐτὸς δὲ ὁ Χριστὸς δεικνὺς ὅσῳ μείζων παρθενίας ἐλεημοσύνη ἧς τὰ σκῆπτρα κατέχεις αὐτὴ καὶ τὸν στέφανον ἀνεδήσω πάλαι, ἀπ' ἐκείνου μὲν τοῦ χοροῦ τὸ ἥμισυ μέρος ἐξέβαλεν, ἐπειδὴ ταύτης εἰσῆλθον χωρίς, μᾶλλον δὲ ἐπειδὴ δαψιλῶς αὐτὴν οὐκ ἐκέκτηντο·
 [01112]  χορὸν γὰρ αὐτὸν ἐγὼ καὶ στέφανον καλῶ καὶ μυρίων βραβείων ἐσμόν.
 [01128]  [11.2] Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον.
 [01170]  Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων αὐτῶν αἰσθάνεσθαι, ἀλλ' ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν, οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα ἔχουσαν, οὐδὲ ἑτέροις παρέχουσαν, ἀλλ' ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις.
 [01217]  οὐδὲ ἀνεδήσω στέφανον ἀνθοῦντα διηνεκῶς;
000-00-00 Serial Number=0814437926
Expositiones in Psalmos Ante [Go Back]  
 [01111]  Ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
000-00-00 Serial Number=0044521332
Fragmenta in Job Ante [Go Back]  
 [00519]  ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης.
 [00523]  ἀλλὰ μὴ μνησθεὶς τοῦ ὀνόματος τούτου πρότερον, νῦν αὐτῷ προσέθηκε τὸν τῆς ἀκακίας στέφανον, ἐπειδὴ τὰ κακὰ εὐχαρίστως ἤνεγκεν.
000-00-00 Serial Number=0407921016
Fragmenta in Proverbia Ante [Go Back]  
 [00072]  [ιβιδ.] Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου, καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσειόν ποτε ἐν τῇ ἀναστάσει τῶν δικαίων, ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ·
000-00-00 Serial Number=0094272256
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00009]  Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα.
 [00010]  Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.
 [00017]  Οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται.
000-00-00 Serial Number=0893067658
Homilia de capto Eutropio Ante [Go Back]  
 [00088]  ἔβλεπον τὰς ἐπιβουλὰς, καὶ ἐλογιζόμην τὸν ἄνω στέφανον·
000-00-00 Serial Number=0360634089
In Acta apostolorum Ante [Go Back]  
 [05127]  γυμνάσια δὲ μὴ ποιεῖν οἴκαδε, καὶ πρὸ τῶν ἀγώνων στέφανον ἡμῖν παρέχοντα;
 [09999]  ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάμπῃ, καὶ μηδὲν αἰσχρὸν ἀναγκάζηται ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέμεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον.
 [09999]  οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον·
000-00-00 Serial Number=0053576887
In Bassum martyrem Ante [Go Back]  
 [00007]  Ὁ μὲν γὰρ ὅσιος καὶ πολυύμνητος μάρτυς καὶ ἐπίσκοπος Βάσσος, ὁ σήμερον ταύτην ἡμῖν συγκροτῶν τὴν πανήγυριν, ἐκ τῶν οἰκείων ἄθλων τὰ ἔπαθλα κέκτηται, οὐδαμῶς μὲν τῆς παρ' ἡμῶν συνεισφορᾶς τῶν ἐγκωμίων δεόμενος, αὐτὸς δὲ τὰς ὑπὲρ ἡμῶν συνήθως πρὸς τὸν ∆εσπότην ἱκεσίας ποιούμενος, οἷα καὶ τὴν πρὸς αὐτὸν διὰ τῆς τοῦ μαρτυρίου παλαίστρας παῤῥησίαν κτησάμενος, καὶ τὸν τῆς ἀφθαρσίας παρ' αὐτοῦ ὑποδεξάμενος στέφανον, ὃν καὶ τοῖς πιστοῖς ὁ Χριστὸς προευτρέπισεν.
000-00-00 Serial Number=0625322223
In Christi natalem diem Ante [Go Back]  
 [00034]  χαῖρε, κεχαριτωμένη, ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον·
000-00-00 Serial Number=0145865023
In Genesim sermones Ante [Go Back]  
 [00009]  Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ' ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευματικῶν·
000-00-00 Serial Number=0314400196
In Isaiam Ante [Go Back]  
 [00628]  Τίς εἶδε, τίς ἤκουσε φόνον στέφανον φέροντα καὶ σφαγὴν νίκην ἐργαζομένην καὶ τότε τὸ στρατόπεδον λαμπρότερον γινόμενον, ὅτε πλείους οἱ σφαττόμενοι παρὰ τῶν πολεμίων ἐφαίνοντο;
000-00-00 Serial Number=0305803955
In Joannem theologum Ante [Go Back]  
 [00146]  οἱ τὰς ἐπερχομένας θλίψεις μὴ παραιτησάμενοι, καὶ τὸν ἐπηγγελμένον τῆς ζωῆς στέφανον κομισάμενοι·
000-00-00 Serial Number=0778064847
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00022]  Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ βραβεῖον ἁρπάσαι·
 [00032]  Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ προθυμίας πολλῆς.
 [00046]  Καὶ ταῦτα ἐποίει πάντα, τὸν τοῦ μαρτυρίου στέφανον ἀμαυρῶσαι βουλόμενος·
 [00049]  Οὐ γὰρ ἀπὸ τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα παθόντες, ἀλλ' ἀπὸ τῆς ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.
000-00-00 Serial Number=0209365666
In Kalendas Ante [Go Back]  
 [00104]  Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπίδειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός, Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω·
000-00-00 Serial Number=0808712721
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00603]  Παρθενία στέφανον ἔχει, ὁ γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν.
000-00-00 Serial Number=0018423021
In catechumenos Ante [Go Back]  
 [00003]  Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ μὲν τοῦ δρόμου ὑπομένουσι κόπον, εἷς δὲ κομίζεται τῆς νίκης τὸν στέφανον·
000-00-00 Serial Number=0303537726
In duodecim apostolos Ante [Go Back]  
 [00053]  ὁ θεωρήσας τὸν παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφίξεως, καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβὼν, καὶ πάλιν, ὡς λέγει, χρεωστούμενον.
000-00-00 Serial Number=0892956793
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00817]  ὥστε μὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς μεγαληγοροῦντι, μηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι, κοινοῖ τὸ καύχημα, καὶ αὐτῶν εἶναί φησι τὸν τῶν ἐγκωμίων στέφανον τοῦτον.
 [01012]  καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ·
 [01048]  Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν.
 [01096]  Τῷ μὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειμένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου μυρίαι πραγμάτων ἐπιβουλαί·
 [03720]  Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου.
 [05586]  Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν·
000-00-00 Serial Number=0227910042
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00990]  ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο·
 [02402]  Τὴν ἀθυμίαν τοῦ μαθητοῦ παραμυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆς ἐπιτυχόντος τελευτῆς.
 [02431]  Ἐκεῖ ἐν ἡμέραις πολλαῖς πονοῦσι καὶ ταλαιπωροῦνται, καὶ ἐν ὥρᾳ μιᾷ τὸν στέφανον ἔλαβον, καὶ παραχρῆμα ἀπέπτη τὰ τῆς ἡδονῆς·
 [02458]  Οὐ τοίνυν ἀλγεῖν χρὴ, ὅτι ἄπειμι στεφανωσόμενος τὸν στέφανον τὸν ἀπὸ Χριστοῦ τιθέμενον ἐπὶ τῆς ἐμῆς κεφαλῆς.
000-00-00 Serial Number=0600918949
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00644]  Ὥσπερ γὰρ τὸ μὲν διδάξαι τοὺς παλαίοντας, ἀνδρός ἐστι γενναίου καὶ παιδοτρίβου σοφοῦ, τὸ δὲ ἐπιθεῖναι τὸν στέφανον τῷ νικήσαντι καὶ τοῦ μὴ δυναμένου παλαίειν ἐστὶ, καίτοι γε ὁ στέφανος λαμπρότερον ποιεῖ τὸν νικήσαντα·
 [03846]  Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί·
 [04956]  ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον.
 [07031]  Ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν·
 [08253]  Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον·
 [09999]  Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ' ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ.
 [09999]  ∆ιὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελ-θὼν περιεχύθη τῷ ∆αυΐδ.
000-00-00 Serial Number=0285786271
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00904]  τοῦτό σοι μαρτυρίου στέφανον φέρει.
 [00913]  Τί γὰρ, εἰπέ μοι, ὅταν καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ μαρτυρίου στέφανον ἀνεδήσω;
000-00-00 Serial Number=0007002175
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01900]  Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς κεφαλῆς, ἡττημένος;
 [04014]  οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πληγάς·
000-00-00 Serial Number=0953400850
In epistulam ad Colossenses Ante [Go Back]  
 [02679]  Ἂν τοίνυν ἐνέγκῃ τὰς ἀλγηδόνας τις, καὶ εὐχαριστήσῃ, μαρτυρίου στέφανον ἔλαχεν.
 [03700]  ἕτερος τὸν στέφανον περίκειται, καὶ σὺ σκιρτᾷς, σὺ ἐγκαλλωπίζῃ.
 [03738]  Εἰ γὰρ ἡ ἀγάπη μέγα καὶ πάντων κεφάλαιον, σὺ τὸν ἐκ ταύτης ἔλαβες στέφανον·
 [03744]  Ἐκεῖνος ἕνα ἔχει στέφανον μόνον, σὺ δὲ δύο, καὶ τοὺς δύο τοῦ ἑνὸς λαμπροτέρους.
 [03757]  Βούλει καὶ τρίτον ἀκοῦσαι στέφανον;
 [03764]  Πατήσωμεν τὰ κέντρα τῆς βασκανίας, ἑαυτοὺς ἐντεῦθεν ὠφελοῦμεν ἀγαπητοὶ, αὐτοὶ ἀναδησόμεθα τὸν στέφανον.
000-00-00 Serial Number=0471565664
In epistulam ad Ephesios Ante [Go Back]  
 [00729]  Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι;
000-00-00 Serial Number=0782488704
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01198]  Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεμείνατε, ζημιῶσαι ὑμᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑμῶν ἁρπάσαι.
000-00-00 Serial Number=0440967143
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01882]  Καθοπλίσωμεν τοίνυν ἑαυτοὺς οὕτω, καὶ δυνησόμεθα περιγενέσθαι τῶν πολεμίων, καὶ τὸν στέφανον τῆς νίκης ἀναδήσασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02119]  Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον·
 [03533]  Νέκρωσόν σου τὸ σῶμα καὶ σταύρωσον, καὶ λήψῃ καὶ αὐτὸς τοῦ μαρτυρίου τούτου τὸν στέφανον.
 [04609]  ∆ιὸ, παρακαλῶ, πάντα ἀφέντες, εἰς ἓν ὁρῶμεν μόνον, ὅπως τὸ βραβεῖον λάβωμεν, καὶ τὸν στέφανον ἀναδησώμεθα·
 [06202]  Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσμοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑμῶν ἡρπάγη·
 [06206]  Ὢ μέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ μηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶτα μέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον·
 [07996]  Ἵνα γὰρ μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, μετὰ σοῦ λαμβάνει τὸν στέφανον.
000-00-00 Serial Number=0129289150
In epistulam ad Philippenses Ante [Go Back]  
 [00010]  Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν αὐτοὺς, καὶ πολλὰ πεπονθέναι λέγων·
 [01113]  τίς πυκτεύων, παρὸν ἀναδήσασθαι τὸν στέφανον, ἕλοιτο πάλιν εἰς τὸν ἀγῶνα εἰσιέναι, καὶ κατακόπτειν τὴν ἑαυτοῦ κεφαλήν;
 [02964]  Οὐ γὰρ μόνον ὑπὲρ τοῦ μὴ θῦσαι μαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις μαρτύριον ποιοῦσι·
 [04847]  Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παραιτήσει καὶ νόμῳ διαίτης καὶ ἀγρυπνίαις καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσειε, πολλῷ μᾶλλον ἐνταῦθα.
000-00-00 Serial Number=0760551155
In epistulam ad Romanos Ante [Go Back]  
 [03598]  Ἀπαιτήσας τοίνυν τοσαύτην ἡμᾶς φιλοσοφίαν, καὶ τὸν στέφανον ταχέως ἐπήγαγε, λέγων·
 [03878]  Ἀλλ' οὐχ ὅταν τὴν ψυχὴν κοσμῇς, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ἄνθρωποι καὶ ἄγγελοι καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης, πάντες σοι τὸν στέφανον πλέκουσιν.
 [04399]  Ἂν γὰρ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, καὶ ὑπὲρ ὧν κακῶς ἐπάθομεν, καὶ ὑπὲρ ὧν εὐεργετοῦμεν, διπλοῦν ἑαυτοῖς ὑφαίνομεν στέφανον.
 [04693]  ἀλλ' ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας·
 [04716]  Τὸ μὲν γὰρ δοῦναί σοι τὸν στέφανον, ἐκείνου·
 [05732]  ἄν τε, ὃ πάντων χαλεπώτερον εἶναι δοκεῖ, θανάτῳ παραδῷς, μαρτυρίου στέφανον ἔπλεξας.
 [05909]  Τοῦτον τοίνυν ἀπελθόντες καὶ ὑμῖν καὶ ἐμοὶ κατασκευάσετε τὸν στέφανον διὰ τῆς τῶν πενήτων χειρὸς, ἵνα καὶ κατὰ τὸν παρόντα βίον χρηστῇ συντραφῶμεν ἐλπίδι, καὶ πρὸς τὴν μέλλουσαν ἀπελθόντες ζωὴν, τῶν μυρίων ἐπιτύχωμεν ἀγαθῶν·
 [06615]  Καὶ γὰρ ἐκεῖ δείξας αὐτὸν ἀπὸ πίστεως δικαιωθέντα, ἵνα μὴ δόξῃ μάτην καὶ εἰκῆ τοσοῦτον εἰληφέναι στέφανον, ὡς οὐδὲν τοῦ πράγματος ὄντος, ἐπαίρων τὴν τῆς πίστεως φύσιν, φησίν·
 [06626]  Ἀλλ' αὐτὸς ἐφ' ἕτερον αὐτὸ ἄγει τὸ γεγενημένον, ἵνα, ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς καὶ μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξῃ τούτοις τὸν στέφανον πλέκειν.
 [06709]  κἂν ἀγαθόν τι ποιήσῃς, μὴ πρὸς ἀρέσκειαν τοῦ Θεοῦ, ἀλλὰ πρὸς ἐπίδειξιν τῶν πολλῶν, ἵνα ἀπολέσῃς τὸν ἐπὶ τούτοις στέφανον·
 [06725]  Κἂν γὰρ πρὸς ὥραν θαυμάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων εἰσὶν ἐπιλελησμένοι καὶ τὸν παρὰ τοῦ Θεοῦ σοι δεδομένον στέφανον ἥρπασαν, καὶ τὸν παρ' ἑαυτῶν οὐκ ἴσχυσάν σοι διατηρῆσαι.
 [06773]  Καὶ καθάπερ τὰ παιδία τὰ παίζοντα χόρτου στέφανον ἐπιτιθέασιν ἀλλήλοις, καὶ τοῦ στεφανωθέντος οὐκ εἰδότος καταγελῶσιν ὄπισθεν πολλάκις·
 [09550]  Πάλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δείκνυσι τούτῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος.
 [09886]  κἂν περιγένῃ, σὺ τὸν στέφανον ἔλαβες·
 [09999]  Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον·
 [09999]  Εἶδες οἷον αὐτῷ στέφανον ἔπλεξε, τοσαύτην φιλοξενίαν μαρτυρήσας, καὶ ὁλόκληρον τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν τὴν ἐκείνου;
000-00-00 Serial Number=0715581059
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00139]  Μὴ ῥίψασπις γένῃ στρατιώτης, μὴ δειλὸς καὶ ὀκνηρὸς ἐργάτης, μὴ φύγῃς τὸν στέφανον.
000-00-00 Serial Number=0491543591
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00132]  δι' ἐμὲ γὰρ ὑπέμεινεν ἐμπτύσματα καὶ ῥαπίσματα, δι' ἐμὲ ἀκάνθινον στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐφόρεσεν, ὄξος σὺν χολῇ μεμιγμένον ἔπιε, δι' ἐμὲ πολλὰ πέπονθεν, ἵνα καὶ τὴν ἡτοιμασμένην τοῦ θανάτου πικρίαν καὶ κακίαν ἐκκενώσῃ·
000-00-00 Serial Number=0677999258
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00155]  αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι;
 [00772]  Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ' οὐδὲ ἀπολήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφα [51.299] νοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος·
000-00-00 Serial Number=0263102472
In illud Ne timueritis Ante [Go Back]  
 [00389]  Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται καὶ τὸν στέφανον.
000-00-00 Serial Number=0011882186
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00325]  μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δεδοικότα τὸ μέλλον οὕτως ἐπὶ τὴν ἄμυναν ἔρχεσθαι, καὶ τοῦτο μετὰ τῶν εἰρημένων ὁλόκληρον αὐτῷ τὸν τῆς ἀνεξικακίας διεγείρει στέφανον.
000-00-00 Serial Number=0440774977
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00152]  μὴ περιμείνητε τῆς ἀῤῥωστίας τὴν ἀνάγκην λαβεῖν τῆς ὑμετέρας γνώμης τὸν στέφανον.
000-00-00 Serial Number=0565900803
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00003]  Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον.
000-00-00 Serial Number=0642610729
In omnes sanctos Ante [Go Back]  
 [00046]  Ἐννόησον ὅσοι καὶ μαρ [305] τυρίου στέφανον ἀνεδήσαντο·
000-00-00 Serial Number=0993718743
In pharisaeum et meretricem Ante [Go Back]  
 [00282]  δέξαι τῆς πίστεως τὴν ἀντίδοσιν, δέξαι τῆς εὐπειθείας τὰς ἀμοιβὰς, δέξαι τῆς εὐσεβείας τὰς δωρεὰς, δέξαι τῆς μετανοίας τὸν στέφανον, δέξαι τῶν πικρῶν στεναγμῶν τὸν γλυκύτατον καρπὸν, [61.733] δέξαι τοῦ σκυθρωποῦ σπόρου τὸ γλυκύτατον θέρος.
 [00294]  Ἦλθες ὡς τετραυματισμένη φάρμακον λαβεῖν, καὶ βασιλικὸν ὡς βασίλισσα ἐφόρεσας στέφανον.
000-00-00 Serial Number=0384181321
In principium indictionis [2] Ante [Go Back]  
 [00056]  τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον παρθενίαν.
000-00-00 Serial Number=0318933725
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00108]  ἑαυτὸν στεφανοῖς διὰ τῆς καυχήσεως, ἀλλὰ ἀπώλεσάς σου τὸν στέφανον διὰ τῆς κατακρίσεως·
000-00-00 Serial Number=0883756101
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00002]  Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους κα θάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μό νον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδεί κνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν και ρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνο μεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦν τες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν.
000-00-00 Serial Number=0019550204
In sancta et magna parasceve Ante [Go Back]  
 [00079]  Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ [50.814] τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον.
000-00-00 Serial Number=0308884203
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00033]  Τριπλοῦν γὰρ στέφανον ἡ τοῦ Πνεύματος πλέξασα χάρις, οὕτω τὴν ἁγίαν ἐκείνην ἀνέδησε κεφαλήν·
 [00075]  Βούλεσθε καὶ ἕτερον ὑμῖν ἐκκαλύψω στέφανον ἀπ' αὐτοῦ τούτου βλαστάνοντα;
 [00109]  Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡμῖν ἀνίσχοντα ταύτης.
 [00119]  Ἐπειδὴ δὲ ἐμνήσθην Πέτρου, καὶ πέμπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόμενον·
000-00-00 Serial Number=0788233280
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00031]  ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐν τῷ παραδείσῳ, καθάπερ ἐν θαλάμῳ, νυμφοστολήσας, καὶ ταῖς ἐκείνων κεφαλαῖς τῇ φωνῇ τὸν στέφανον ἐπι θεὶς, καὶ τῆς εὐπαιδίας τὴν εὐλογίαν προσθεὶς, καὶ εἰπὼν πρὸς αὐτούς·
000-00-00 Serial Number=0995632827
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00046]  Οὕτω καὶ οἱ πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ πρὸς τὸν στέφανον βλέποντες·
 [00142]  Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος·
000-00-00 Serial Number=0374593854
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00076]  ἀποδώσει μοι ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό·
000-00-00 Serial Number=0421731770
In sanctum Romanum Ante [Go Back]  
 [00124]  Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ' ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ' ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον.
000-00-00 Serial Number=0165755033
In sanctum Stephanum ii Ante [Go Back]  
 [00004]  Ἡμεῖς δὲ στέφανον κατασκευάζοντες τῷ μακαρίῳ Στεφάνῳ, ἐξ αὐτοῦ Στεφάνου τὰ πνευματικὰ ἄνθη τρυγήσωμεν, ἵνα στέφανον χαρίτων τῇ κεφαλῇ Στεφάνου πλέξωμεν.
 [00008]  Ἡμεῖς δὲ ἔχομεν αὐτὸν ὑπὲρ [63.933] ἡμῶν πρεσβεύοντα, τὸν τῆς Ἐκκλησίας κόσμον, τὸν τῆς εὐσεβείας ἀθλητὴν, τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν τῶν Ἰουδαίων ἔλεγχον, τὸν τῶν μαρτύρων ἔξαρχον, τὸν τῶν χηρῶν προστάτην, τὸν τῶν πεινώντων τροφέα, τὸν τῶν καταπονουμένων ἀντιλήπτορα, τὸν φρουρὸν τῆς ἁγίας Χριστοῦ πόλεως, τὸν τῶν καλῶν διακόνων στέφανον, τὸν στῦλον τῆς Ἐκκλησίας, τὸ τῶν μαρτύρων ἀγλάϊσμα, τὸ τῆς οἰκουμένης καύχημα, τὸ ἑδραίωμα τῆς πίστεως·
000-00-00 Serial Number=0964874208
In sanctum Stephanum iii Ante [Go Back]  
 [00011]  καὶ οἱ μὲν ἔβαλλον, οἱ δὲ ἔφερον, καὶ τὸν στέφανον ἐπεδίδουν τῷ Στεφάνῳ.
000-00-00 Serial Number=0411449790
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00037]  Ἐχέτω, φησὶν, ἐν προσηγορίᾳ τὸν τῆς νίκης στέφανον ὁ Στέφανος·
000-00-00 Serial Number=0727423728
In synaxim incorporalium Ante [Go Back]  
 [00115]  ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον.
000-00-00 Serial Number=0249899864
Post reditum a priore exsilio Ante [Go Back]  
 [00008]  τοῦ Θεοῦ ἡ φιλανθρωπία, ὅτι μετὰ ἀπόγνωσιν ἀνθρώπων, τότε τὸν στέφανον ἤνεγκε τῷ δικαίῳ.
000-00-00 Serial Number=0958777606
Quales ducendae sint uxores Ante [Go Back]  
 [00452]  Καὶ ἤγετο λοιπὸν ἡ νύμφη αὐλῶν μὲν καὶ κιθάρας καὶ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς ἀκούσασα, μυρίας δὲ παρὰ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τὰς εὐλογίας ἔχουσα, στέφανον διαδήματος παντὸς λαμπρότερον.
000-00-00 Serial Number=0940725923
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00372]  Καὶ πρῶτον ἆθλον ἀνύσαντες τοῦτον καὶ λαμπρὸν ἀναδησάμενοι τὸν στέφανον, καὶ τὸν νόμον καὶ ἐν ἀλλοτρίᾳ τηρήσαντες καὶ ἐπίταγμα καταπατήσαντες τυραννικὸν καὶ φόβον νικήσαντες τοῦ ἀλάστορος καὶ μηδὲν μηδαμόθεν παραβλαβέντες·
 [00390]  Ἀπὸ τούτων αὐτοὺς τῶν ῥημάτων ἀνακηρύττω, ἀπὸ τούτων τὸ βραβεῖον τῆς νίκης ἁρπάσαντες, ἐπὶ τὸν λαμπρὸν ἔδραμον τοῦ μαρτυρίου στέφανον, τῇ τῶν ῥημάτων ὁμολογίᾳ τὴν διὰ τῶν πραγμάτων προσθέντες.
000-00-00 Serial Number=0856636345
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00330]  ὅσων ἀπολαύσεται ἀγαθῶν, οἷον δέξεται στέφανον, ὅσον καρπώσεται μισθὸν, πρὸς αὐτὰς ἁμιλλωμένη τὰς ἀσωμάτους δυνάμεις;
 [00464]  Ὅλως δὲ εἰ πενίᾳ συζῇς, καὶ πανταχόθεν ἀπροστάτευτος εἶ, ἀρετὴν ἐπίδειξαι βίου, καὶ πρὸς ἄνδρα μὲν μηδὲν ἔχε κοινὸν, ἀνάμιξον δὲ σαυτὴν γυναιξὶν εὐσχημόνως βεβηκυίαις, καὶ οὔτε ἀπολεῖς σου τὸν στέφανον, καὶ ἀδείας ἀπολαύσει πάσης.
 [00467]  Ὥσπερ γὰρ τῷ φωτὶ προστρέχομεν ἅπαντες, οὕτως ἂν ἀναλάμψωσί σου τῆς πολιτείας αἱ ἀκτῖνες, πᾶσαι ἐπιδραμοῦνται ἀγα πῶσαι ἑκάστη διακόνου σοι τάξιν ἐπέχειν, καὶ τῆς ἰδίας οἰκίας ἀσφάλειάν σε ἡγήσονται εἶναι καὶ κόσμον τοῦ βίου καὶ στέφανον τῆς ζωῆς, κατὰ τὸν τοῦ Χριστοῦ λόγον·
000-00-00 Serial Number=0961138964
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00134]  Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον.
000-00-00 Serial Number=0778429449
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01839]  Περὶ τοῦ, Τὴν δόξαν μου ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς [56.365] μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»