0345-0407 - Iohannes Chrysostomus - In Juventinum et Maximum martyres
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn Juventinum et Μaximum martyresὰ

[00002]    Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.

50.571

[00003]    αʹ.

[00004]    Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε·

[00005]    σήμερον στρατιωτῶν ξυνωρὶς ἁγίων τὸ τοῦ Χριστοῦ στρατόπεδον ἐπὶ τῆς παρατάξεως ἔστησε·

[00006]    τότε ἅρμα μαρτύρων, νῦν ξυνωρὶς μαρτύρων.

[00007]    ∆ιάφορος ἡ ἡλικία, ἀλλὰ μία ἡ πίστις·

[00008]    ποικίλα τὰ παλαίσματα, ἀλλ' ἡ αὐτὴ ἀνδρεία·

[00009]    ἐκεῖνοι παλαιοὶ κατὰ τὸν χρόνον·

[00010]    οὗτοι νέοι καὶ πρόσφατοι.

[00011]    Τοιοῦτος τῆς Ἐκκλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργαρίτας·

[00012]    ἀλλ' ἓν ἁπάντων τὸ κάλλος.

[00013]    Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ καταῤῥεῖ τῷ χρόνῳ·

[00014]    οὐ δέχεται παλαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις·

[00015]    ἡ μὲν γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου·

[00016]    καὶ γὰρ ἱμάτια δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθητῆς ταύτης περιουσίας ἡ φύσις διαπίπτει τῷ χρόνῳ καὶ ἀφανίζεται.

[00017]    Ἐπὶ δὲ τῶν πνευματικῶν θησαυρῶν οὐχ οὕτως·

[00018]    ἀλλ' ἀεὶ καὶ διαπαντὸς ἐν ἴσῃ μένουσιν ἀκμῇ [50.572] καὶ νεότητι λάμποντες καὶ ἀποστίλβοντες τὴν τῆς οἰκείας λαμπρότητος δόξαν οἱ μάρτυρες.

[00019]    Ὃ δὴ καὶ ὑμεῖς εἰδότες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε·

[00020]    ἀλλὰ μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐτοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας τιμᾶτε καὶ ἀποδέχεσθε.

[00021]    Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ' ἀνδρείαν ἐπιζητεῖτε, καὶ ψυχῆς εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο.

[00022]    Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ βραβεῖον ἁρπάσαι·

[00023]    τὸ δὲ πῶς, ἐγὼ λέγω·

[00024]    ἀλλὰ ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένῳ μοι.

[00025]    [50.573] Ἐγένετό τις βασιλεὺς ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἀσεβείᾳ νικήσας τοὺς ἔμπροσθεν ἅπαντας, περὶ οὗ καὶ πρώην διελέχθην ὑμῖν·

[00026]    οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων θανάτου λέγω, καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους, καὶ πᾶσαν ἡλικίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανερῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο.

[00027]    Πάντες γὰρ, φησὶν, ὡς ἐπὶ κηρίον μέλιτται ἥξουσιν ἐπὶ τὸ μαρτύριον πετόμενοι·

[00028]    καὶ ταῦτα οὐκ ἐξ ἑτέρου, ἀλλὰ παρὰ τῶν προγόνων ἐμάνθανε τῶν ἑαυτοῦ.

[00029]    Καὶ γὰρ καὶ τύραννοι τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ δῆμοι διηνεκῶς ἐπανέστησαν, ὅτι ἔτι βραχὺς ἦν ὁ τῆς εὐσεβείας σπινθήρ·

[00030]    ἀλλ' ὅμως οὐκ ἔσβεσαν, οὐ κατέλυσαν, ἀλλ' αὐτοὶ μὲν κατελύοντο·

[00031]    ὁ δὲ σπινθὴρ ἐκεῖνος αὐξόμενος πρὸς ὕψος ᾔρετο, καὶ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, σφαττομένων, καιομένων, κρημνιζομένων, καταποντιζομένων, θηρίοις παραδιδομένων τῶν πιστῶν ἁπάντων.

[00032]    Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ προθυμίας πολλῆς.

[00033]    Καθάπερ γὰρ τὰ φυτὰ ἀρδευόμενα αὔξεσθαι πέφυκεν·

[00034]    οὕτω καὶ ἡ πίστις ἡ ἡμετέρα πολεμουμένη μᾶλλον ἀνθεῖ, καὶ ἐνοχλουμένη πλεονάζει, καὶ οὐχ οὕτω τοὺς κήπους εὐθαλεῖς ἡ τῶν ὑδάτων ἀρδεία ποιεῖν εἴωθεν, ὡς τὰς Ἐκκλησίας τῶν μαρτύρων τὸ αἷμα ποτίζειν πέφυκε.

[00035]    Ταῦτ' οὖν ἅπαντα καὶ πλείονα τούτων εἰδὼς ἐκεῖνος ἐδεδοίκει φανερῶς τὸν πρὸς ἡμᾶς κινῆσαι πόλεμον·

[00036]    μὴ τρόπαια, φησὶν, ἀλλεπάλληλα στῆσαι, καὶ νίκας ἐργάσασθαι συνεχεῖς, καὶ στεφάνους ἀναδήσασθαι παρασκευάσωμεν.

[00037]    Καὶ τί ποιεῖ;

[00038]    Σκοπεῖτε τὴν κακουργίαν·

[00039]    Ἰατροὺς, καὶ στρατιώτας, καὶ σοφιστὰς, καὶ ῥήτορας ἅπαντας ἀφίστασθαι τῶν ἐπιτηδευμάτων, ἢ τὴν πίστιν ἐξόμνυσθαι ἐκέλευσεν·

[00040]    οὕτω πρὸς ἡμᾶς τὸν πόλεμον ἀκροβολιζόμενος, ἵνα ἂν μὲν εἴξωσι, καταγέλαστος ἡ ἧττα γένηται, ὅτι χρημάτων τὴν εὐσέβειαν οὐ προετίμησαν·

[00041]    ἂν δὲ στῶσι γενναίως καὶ περιγένωνται, μὴ πάνυ λαμπρὰ ἡ νίκη, μηδὲ περιφανὲς τὸ τρόπαιον γένηται·

[00042]    οὐδὲν γὰρ μέγα τέχνης καὶ ἐπιτηδεύματος ὑπὲρ εὐσεβείας καταφρονῆσαι.

[00043]    Καὶ οὐδὲ ἐνταῦθα ἵσταται μόνον·

[00044]    ἀλλὰ καὶ εἴ τις ἦν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἡνίκα βασιλεῖς ἦσαν εὐσεβεῖς, ἢ βωμοὺς καταλύσας, ἢ ναοὺς κατασκάψας, ἢ ἀναθήματα λαβὼν, ἢ ἄλλ' ὁτιοῦν τοιοῦτον ἐργασάμενος, εἰς δικαστήριον εἵλκετο, καὶ ἐσφάζετο, οὐχ ὁ πεποιηκώς τι τοιοῦτον μόνον, ἀλλὰ καὶ ὁ κατηγορηθεὶς ἁπλῶς.

[00045]    Καὶ ἑτέρας δὲ μυρίας καὶ πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας.

[00046]    Καὶ ταῦτα ἐποίει πάντα, τὸν τοῦ μαρτυρίου στέφανον ἀμαυρῶσαι βουλόμενος·

[00047]    ἵνα ὁ μὲν φόνος αὐτῷ προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα.

[00048]    Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγίγνετο.

[00049]    Οὐ γὰρ ἀπὸ τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα παθόντες, ἀλλ' ἀπὸ τῆς ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.

50.574

[00050]    βʹ.

[00051]    Τοιγαροῦν τῶν πραγμάτων ἐν τούτοις ὄντων, καὶ ὠδίνοντος ἐκείνου τὸν πόλεμον ἐξενεγκεῖν, καὶ δεδοικότος τὴν ἧτταν, συνέβη γενέσθαι συμπόσιον στρατιωτικὸν, οὗ μετέσχον οἱ σήμερον ἡμᾶς συναγαγόντες μάρτυρες·

[00052]    καὶ οἷα εἰκὸς ἐν συμποσίῳ, προτεινομένων λόγων πολλῶν, καὶ ἑτέρων ἕτερά τινα διαλεγομένων, οὗτοι τὰ παρόντα ἐθρήνουν κακὰ, καὶ τὸν ἔμπροσθεν ἐμακάριζον χρόνον, καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τοὺς παρόντας ἔλεγον·

[00053]    Ζῇν δὲ λοιπὸν ὅλως ἄξιον;

[00054]    ἀναπνεῖν δὲ, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν, τῶν ἱερῶν καταπατουμένων νόμων, τῆς εὐσεβείας ὑβριζομένης, τοῦ κοινοῦ τῆς κτίσεως ἀτιμαζομένου ∆εσπότου;

[00055]    Πάντα κνίσσης γέμει καὶ καπνοῦ, πάντα θυσιῶν ἀκαθάρτων, οὐδὲ ἀέρα καθαρὸν ἀναπνεῦσαι δυνάμεθα.

[00056]    Σὺ δέ μοι μὴ ἁπλῶς παραδράμῃς τὰ εἰρημένα·

[00057]    ἀλλ' ἐννόησον τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐλέγετο·

[00058]    καὶ σκόπει τὴν εὐλάβειαν τῶν λεγόντων.

[00059]    Εἰ γὰρ ἐν συμποσίῳ στρατιωτικῷ ἔνθα ἄκρατος οἶνος καὶ μέθη καὶ ἅμιλλα ἀσωτίας ἐσχάτης, καὶ παροινίας ἀγὼν καὶ παραπληξίας, οὕτως ἔστενον, οὕτως ἐθρήνουν, τίνες ἦσαν ἐπὶ τῆς οἰκίας ὄντες, καὶ ἀλλήλοις συγγινόμενοι μόνοις;

[00060]    τίνες ἦσαν ἐν ταῖς εὐχαῖς οἱ παρ' αὐτὸν τὸν καιρὸν τῆς τρυφῆς οὕτω συνεσταλμένοι, καὶ ἀποστολικὰ σπλάγχνα ἐπιδεικνύμενοι;

[00061]    Ἄλλοι ἔπιπτον, καὶ οὗτοι ἐθρήνουν·

[00062]    ἕτερος ἠσέβει, καὶ οὗτοι ἐπυροῦντο·

[00063]    οὐδὲ ᾐσθάνοντο τῆς οἰκείας ὑγιείας, διὰ τὴν τῶν ἀδελφῶν ἀῤῥωστίαν·

[00064]    ἀλλ' ὥσπερ κοινοὶ προστάται τῆς οἰκουμένης δοθέντες, οὕτως ἤλγουν καὶ ἐδάκρυον ἐπὶ τοῖς γινομένοις κακοῖς.

[00065]    Ταῦτα εἰπόντες οὐκ ἔλαθον·

[00066]    ἀλλ' εἷς τις τῶν τῆς τραπέζης κοινωνούντων ἐκείνης, εἴρων καὶ κόλαξ, θεραπεῦσαι τὸν βασιλέα βουλόμενος, πάντα τὰ εἰρημένα τούτῳ κατεῖπεν·

[00067]    ὁ δὲ ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβόμενος δυναμένης αὐτοὺς ἀποστερῆσαι τῶν τοῦ μαρτυρίου μισθῶν, κελεύει δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπασαν, τυραννίδα ἐγκαλῶν ὑπὲρ τῶν ῥημάτων τούτων, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσέταξεν.

[00068]    Οἱ δὲ ἔχαιρον καὶ ἠγάλλοντο.

[00069]    Τί γὰρ ἡμῖν περιουσίας, φασὶ, καὶ στολῆς πολυτελοῦς;

[00070]    κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν παραχωρήσομεν.

[00071]    Καὶ σήμαντρα λοιπὸν ἦν ἐν ταῖς οἰκίαις, καὶ πάντα ἀνηρπάζετο τὰ ἐκείνων.

[00072]    Καὶ καθάπερ ἄνθρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν·

[00073]    οὕτω δὴ καὶ ἐπ' ἐκείνων συνέβαινεν.

[00074]    Ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἔμελλον ἀποδημεῖν, προεπέμπετο αὐτῶν ἡ οὐσία, αὐτῶν τῶν ἐχθρῶν πρὸς τὴν παραπομπὴν διακονουμένων.

[00075]    Οὐδὲ γὰρ μόνον τὰ κατὰ λόγον ἐλεημοσύνης διδόμενα χρήματα πρὸς οὐρανὸν μετατίθενται·

[00076]    ἀλλὰ καὶ ἅπερ ἂν ἁρπάζωσιν οἱ τὴν πίστιν πολεμοῦντες καὶ διώκοντες τοὺς ἐν εὐσεβείᾳ ζῶντας, καὶ ταῦτα ἐκεῖ θησαυρίζεται.

[00077]    Ὅτι γὰρ τοῦτο οὐκ ἔλαττον ἐκείνου, ἄκουσον τί φησιν ὁ Παῦλος·

[00078]    Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, προσδοκῶντες ἔχειν κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.

[00079]    Ἦσαν τοίνυν οἱ μάρτυρες ἐν τῷ δεσμωτηρίῳ, καὶ πᾶσα ἡ πόλις ἐκεῖ συνέῤῥει·

[00080]    καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων, εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων.

[00081]    Ἀλλ' ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς [50.575] τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο.

[00082]    Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέχοντο.

[00083]    Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν·

[00084]    οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν.

[00085]    Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον οὕτω διακρούσεσθε κίνδυνον·

[00086]    ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες.

[00087]    Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας;

[00088]    Οἱ δὲ, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν.

[00089]    Φιλάνθρωπον ἔχομεν ∆εσπότην·

[00090]    οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ.

[00091]    Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον·

[00092]    ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν·

[00093]    οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ ∆εσπότῃ προσαγαγεῖν·

[00094]    καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς.

[00095]    Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα·

[00096]    βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος·

[00097]    βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης.

[00098]    Ἐνταῦθα κἂν ἀποθάνῃ τις, οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον.

[00099]    Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος;

[00100]    Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμασιν.

[00101]    Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλων, μετὰ πλείονος τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα.

[00102]    Λάβωμεν τοίνυν ὅπλα πνευματικά·

[00103]    οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου·

[00104]    ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί.

[00105]    Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.

[00106]    γʹ.

[00107]    Ταῦτα καὶ τὰ τούτοις ἐοικότα ἀπηγγέλλετο τῷ βασιλεῖ·

[00108]    ὁ δὲ οὐκ ἀφίστατο, ἀλλ' ἐπεχείρει πάλιν τὰ δελέατα δι' ἐκείνων τιθείς.

[00109]    Ταῦτα γοῦν κατεσκεύαζεν ὁ ὕπουλος καὶ πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρασκευάσῃ θῦσαι ἂν δὲ ἐπιμείνωσι σφοδρὰν τὴν ἀνδρείαν ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμε [50.576] νοι, μὴ φανερὰ γένηται τὰ τῆς νίκης αὐτοῖς, ἀλλ' ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς ἀπαγαγὼν ἀποτέμῃ.

[00110]    Ἀλλ' ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, οὐκ ἀφῆκε λαθεῖν τὴν ἐνέδραν, οὐδὲ τὴν ἐπιβουλὴν ἀφανῆ γενέσθαι·

[00111]    ἀλλ' ὥσπερ ἡ Αἰγυπτία τότε γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν θαλάμῳ καὶ ἐρημίᾳ πολλῇ προσεδόκησε λήσεσθαι πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἀνθρώπους τοὺς μετὰ ταῦτα, ἀλλ' ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ εἶπεν, οὐδενὸς παρόντος, τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται·

[00112]    οὕτω δὴ καὶ οὗτος ἤλπισε μὲν λήσειν ἐν δεσμωτηρίῳ διαλεγόμενος διὰ τῶν ἐσχηματισμένων συμβούλων ἐκείνων, οὐκ ἔλαθε δέ·

[00113]    ἀλλ' ἅπαντες μετὰ ταῦτα ἔμαθον τὴν ἐνέδραν, τὴν ἐπιβουλὴν, τὴν νίκην, τὸ τρόπαιον.

[00114]    Ὡς γὰρ χρόνος ἐτρίβετο καὶ παρέῤῥει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν, ἀλλ' ἐπέτεινεν αὐτῶν μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον αὐτοὺς ἀπαχθῆναι.

[00115]    Καὶ ἐν μέσῳ σκότει οἱ φωστῆρες ἐξήγοντο, καὶ ἀπετέμνοντο.

[00116]    Τότε καὶ φοβερώτεραι λοιπὸν ἦσαν αἱ κεφαλαὶ τῷ διαβόλῳ μᾶλλον ἢ ὅτε φωνὴν ἠφίεσαν·

[00117]    ἐπεὶ καὶ ἡ Ἰωάννου κεφαλὴ οὐχ οὕτω φοβερὰ ἦν φθεγγομένη, ὡς ἄφωνος ἐπὶ τοῦ πίνακος κειμένη.

[00118]    Ἔχει γὰρ καὶ φωνὴν τῶν ἁγίων τὸ αἷμα, οὐ δι' ὤτων ἀκουομένην, ἀλλὰ τοῦ συνειδότος τῶν ἀναιρούντων ἐπιλαμβανομένην.

[00119]    Μετὰ δὲ τὴν μακαρίαν ἐκείνην σφαγὴν, οἱ τὰ τοιαῦτα θηρεύοντες λείψανα, τὴν ἑαυτῶν ὑποθέντες σωτηρίαν, ἀνείλοντο τοὺς ἀριστέας τούτους·

[00120]    καὶ ἦσαν κἀκεῖνοι μάρτυρες ζῶντες.

[00121]    Καὶ γὰρ εἰ καὶ μὴ ἀπετμήθησαν, ἀλλ' ἑλόμενοι πρότερον τοῦτο παθεῖν, οὕτως ἐπὶ τὴν ἄγραν τῶν σωμάτων ὥρμησαν.

[00122]    Λέγουσι τοίνυν οἱ τότε παραγενόμενοι καὶ ταῦτα τὰ σώματα νεοσφαγῆ καταξιωθέντες ἰδεῖν, ὅτι κειμένων αὐτῶν παρ' ἀλλήλων πρὸ τῆς ταφῆς, τοσαύτη τις ἐπήνθησεν αὐτῶν ταῖς ὄψεσι χάρις, οἵαν ἐπὶ Στεφάνου φησὶν ὁ Λουκᾶς γεγενῆσθαι μέλλοντος ἀπολογεῖσθαι τοῖς Ἰουδαίοις, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς χωρὶς φρίκης παρέστη τότε αὐτοῖς.

[00123]    Οὕτω καὶ αὕτη ἡ ὄψις πάντας τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πάντες ἐπεβόων ἐκεῖνο τὸ παρὰ τοῦ ∆αυῒδ εἰρημένον·

[00124]    Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν.

[00125]    Κοινῇ γὰρ καὶ ὡμολόγησαν καὶ τὸ δεσμωτήριον ᾤκησαν, καὶ εἰς τὸ βάραθρον ἀπηνέχθησαν, καὶ τὰς κεφαλὰς ἀπέθεντο, καὶ μία λάρναξ ἀμφοτέρων ἔχει τὰ σώματα·

[00126]    ὥσπερ οὖν καὶ μία σκηνὴ δέξεται αὐτὰ πάλιν ἐν τοῖς οὐρανοῖς, ὅταν αὐτὰ μετὰ πλείονος δόξης ἀνελέσθαι μέλλωσι.

[00127]    Τούτους ἄξιον καὶ στύλους, καὶ σκοπέλους, καὶ πύργους, καὶ φωστῆρας, καὶ ταύρους ὁμοῦ προσειπεῖν.

[00128]    Καὶ γὰρ ὡς στῦλοι τὴν Ἐκκλησίαν ἀνέχουσι, καὶ ὡς πύργοι τειχίζουσι, καὶ ὡς σκόπελοι πᾶσαν ἐπιβουλὴν ἀποκρουόμενοι, πολλὴν τοῖς ἔνδον ποιοῦσι γαλήνην·

[00129]    καὶ ὡς φωστῆρες τὸ σκότος ἀπήλασαν τῆς ἀσεβείας καὶ ὡς ταῦροι ψυχῇ καὶ σώματι, ἴσῃ τῇ προθυμίᾳ, τὸν χρηστὸν εἵλκυσαν τοῦ Χριστοῦ ζυγόν.

[00130]    Συνεχῶς τοίνυν αὐτοῖς ἐπιχωριάζωμεν, καὶ τῆς λάρνακος ἁπτώμεθα, καὶ μετὰ πίστεως τοῖς λειψάνοις αὐτῶν περιπλεκώμεθα, ἵνα εὐλογίαν τινὰ ἐπισπασώμεθα ἐκεῖθεν.

[00131]    Καθάπερ γὰρ οἱ στρατιῶται τραύματα ἐπιδείξαντες, ἅπερ ἐκ τῶν πολεμίων ἔλαβον, μετὰ παῤῥησίας τῷ βασιλεῖ διαλέγονται·

[00132]    οὕτω καὶ οὗτοι τὰς κεφαλὰς ἃς ἀπετμήθησαν ἐπὶ τῶν χειρῶν βαστάζοντες, καὶ εἰς μέσον παράγοντες, εὐκόλως ἅπαντα, ὅσα ἂν θέλωσι, παρὰ τῷ βασιλεῖ τῶν οὐρανῶν ἀνύειν δύνανται.

[00133]    Μετὰ πολλῆς τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς προθυμίας ἐκεῖ [50.577] βαδίζωμεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως τῶν ἁγίων τούτων μνημάτων, καὶ ἀπὸ τῆς ἐννοίας τῶν ἄθλων, καὶ πανταχόθεν πολλοὺς καὶ μεγάλους λαβόντες θησαυροὺς, καὶ τὸν παρόντα βίον δυνηθῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν διανύσαι, καὶ μετὰ πολλῆς τῆς ἐμπορίας εἰς ἐκεῖνον [50.578] καταπλεῦσαι τὸν λιμένα, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00134]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Juventinum et Maximum martyres
Litterarum Omnium Conspectus: 126 Litterae, quae repetitae sunt in 11,956 occasionibus



α

0945 

1,003   

Α

0913 

1   

β

0946 

86   

Β

0914 

1   

γ

0947 

160   

Γ

0915 

0   

δ

0948 

174   

Δ

0916 

0   

ε

0949 

620   

Ε

0917 

1   

ζ

0950 

34   

Ζ

0918 

1   

η

0951 

148   

Η

0919 

0   

θ

0952 

158   

Θ

0920 

3   

ι

0953 

444   

Ι

0921 

1   

κ

0954 

432   

Κ

0922 

19   

λ

0955 

382   

Λ

0923 

3   

μ

0956 

347   

Μ

0924 

4   

ν

0957 

1,045   

Ν

0925 

0   

ξ

0958 

43   

Ξ

0926 

0   

ο

0959 

805   

Ο

0927 

12   

π

0960 

442   

Π

0928 

6   

ρ

0961 

427   

Ρ

0929 

0   

ς

0962 

516   

΢

0930 

0   

σ

0963 

395   

Σ

0931 

4   

τ

0964 

937   

Τ

0932 

12   

υ

0965 

218   

Υ

0933 

0   

φ

0966 

86   

Φ

0934 

1   

χ

0967 

86   

Χ

0935 

4   

ψ

0968 

16   

Ψ

0936 

0   

ω

0969 

203   

Ω

0937 

0   

8164 

5   

 

  

0   

8165 

7   

8172 

   



 ά 

 8049 

 128 

 έ 

 8051 

 160 

 ή 

 8053 

 48 

 ί 

 8055 

 204 

 ό 

 8057 

 123 

 ύ 

 8059 

 70 

 ώ 

 8061 

 22 

 ὰ 

 8048 

 115 

 ὲ 

 8050 

 52 

 ὴ 

 80852 

 67 

 ὶ 

 8054 

 226 

 ὸ 

 8056 

 98 

 ὺ 

 8058 

 43 

 ὼ 

 8060 

 6 

 ᾶ 

 8118 

 22 

   

   

 0 

 ῆ 

 8134 

 92 

 ῖ 

 8150 

 82 

   

   

 0 

 ῦ 

 8166 

 91 

 ῶ 

 8182 

 97 

 ἀ 

 7936 

 137 

 ἐ 

 7952 

 150 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 38 

 ὀ 

 8000 

 3 

 ὐ 

 8016 

 112 

 ὠ 

 8032 

 3 

 ἁ 

 7937 

 18 

 ἑ 

 7953 

 15 

 ἡ 

 7969 

 35 

 ἱ 

 7985 

 24 

 ὁ 

 8001 

 23 

 ὑ 

 8017 

 24 

 ὡ 

 8033 

 15 

 ἂ 

 7938 

 9 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 9 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 1 

 ὃ 

 8003 

 2 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 19 

 ἔ 

 7956 

 34 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 10 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 14 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 10 

 ὅ 

 8005 

 14 

 ὕ 

 8021 

 24 

 ὥ 

 8037 

 6 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 9 

 ἶ 

 7990 

 4 

   

   

 0 

 ὖ 

 8022 

 4 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 2 

 ἷ 

 7991 

 5 

   

   

 0 

 ὗ 

 8023 

 10 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 1 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 1 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 6 

   

   

 0 

 ῃ 

 8131 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 16 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 1 

   

   

 0 

 ῇ 

 8135 

 13 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 24 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In Juventinum et Maximum martyres
Verborum Omnium Conspectus: 1,120Verba, quae repetita sunt in 2,303,513 occasionibus



α [00003]
ἀγγελικοῖς [00094]
ἀγγέλων [00096] [00101]
ἁγίους [00002]
ἁγίῳ [00133]
ἁγίων [00005] [00082] [00105] [00118] [00133]
ἄγραν [00121]
ἀγὼν [00059]
ἀδεκάστου [00049]
ἀδελφῶν [00063]
ᾄδεται [00111]
ἀεὶ [00018]
ἀέρα [00055]
ἄθλων [00133]
αἱ [00116]
Αἰγυπτία [00111]
αἷμα [00034] [00118]
αἰσθητῆς [00016]
αἰσθητοῦ [00103]
αἰῶνας [00133]
αἰώνων [00133]
ἀκαθάρτων [00055]
ἀκλινῆ [00021]
ἀκμῇ [00018]
ἀκοίμητον [00111]
ἀκουομένην [00118]
ἄκουσον [00077]
ἀκούων [00083]
ἄκρατος [00059]
ἀκροβολιζόμενος [00040]
ἀλλ [00008] [00012] [00018] [00021] [00030] [00030] [00049] [00057] [00064] [00066] [00084] [00092] [00108] [00109] [00111] [00111] [00111] [00113] [00114] [00121]
ἄλλ [00044]
Ἀλλ [00048] [00081] [00110]
ἀλλὰ [00007] [00020] [00024] [00026] [00028] [00032] [00044] [00044] [00070] [00076] [00082] [00086] [00118]
ἀλλεπάλληλα [00036]
ἀλλήλοις [00059]
ἀλλήλων [00122]
Ἄλλοι [00061]
ἄλλου [00103]
ἅμα [00133]
ἀμαυροῦται [00013]
ἀμαυρῶσαι [00046]
Ἀμήν [00134]
ἅμιλλα [00059]
ἀμοιβὰς [00101]
ἀμφοτέρων [00125]
ἂν [00040] [00041] [00076] [00109] [00109] [00132]
Ἂν [00101]
ἀναδήσασθαι [00022] [00036]
ἀναθήματα [00044]
ἀναιρούντων [00118]
ἀναμίξαι [00094]
ἀναπνεῖν [00054]
ἀναπνεῦσαι [00055]
ἀνάσχεσθε [00024]
ἄνδρας [00026]
ἀνδρεία [00008]
ἀνδρείαν [00021] [00109]
ἀνείλοντο [00119]
ἀνελέσθαι [00126]
ἀνέχουσι [00128]
ἀνηρπάζετο [00071]
ἀνθεῖ [00034]
ἀνθεξόμεθα [00070]
ἄνθος [00013]
ἄνθρακας [00032]
ἄνθρωποι [00072]
ἄνθρωπος [00099]
ἀνθρώπου [00096]
ἀνθρώπους [00083] [00111] [00111]
ἀντὶ [00093]
ἀνύειν [00132]
ἄνω [00097]
ἄνωθεν [00024] [00049]
ἄξιον [00053] [00127]
ἀξιωθεὶς [00100]
ἀπαγαγὼν [00109]
ἁπαλοὺς [00026]
ἅπαντα [00035] [00132]
ἅπαντας [00020] [00025] [00039] [00045]
ἅπαντες [00113]
ἁπάντων [00012] [00031] [00109]
ἅπασαν [00031] [00067]
ἀπαχθῆναι [00114]
ἀπέθεντο [00125]
ἀπειλῶν [00080]
ἀπειρογάμους [00026]
ἅπερ [00076] [00131]
ἀπετέμνοντο [00115]
ἀπετμήθησαν [00121] [00132]
ἀπηγγέλλετο [00107]
ἀπήλασαν [00129]
ἀπηνέχθησαν [00125]
ἁπλῶς [00026] [00044] [00056]
ἀποδέχεσθε [00020]
ἀποδημεῖν [00072] [00074]
ἀποδύσασθαι [00070]
ἀποθανεῖν [00096]
ἀποθάνῃ [00098]
ἀποθανούμεθα [00095]
ἀποθάνωμεν [00095] [00101]
ἀποκαλύπτων [00110]
ἀποκλειομένας [00093]
ἀποκλεισθείσης [00081]
ἀποκρουόμενοι [00128]
ἀπόκρυφα [00110]
ἀποληψόμεθα [00101]
ἀπολογεῖσθαι [00122]
Ἀποστάτου [00002]
ἀποστερῆσαι [00067]
ἀποστῆναι [00084]
ἀποστίλβοντες [00018]
ἀποστολικὰ [00060]
ἀποτέμῃ [00109]
ἁπτώμεθα [00130]
ἄρασθαι [00022]
ἀρδεία [00034]
ἀρδευόμενα [00033]
ἀρετῆς [00082]
ἀριστέας [00119]
ἀρκεῖ [00104]
ἅρμα [00006]
ἁρπαγὴν [00078]
ἁρπάζωσιν [00076]
ἁρπάσαι [00022]
ἀῤῥωστίαν [00063]
ἀρχῆς [00086]
ἄρχων [00092]
ἃς [00132]
ἀσεβείᾳ [00025]
ἀσέβειαν [00084]
ἀσεβείας [00129]
ἀσεβοῦντος [00096]
ἀσωτίας [00059]
ἀτιμαζομένου [00054]
αὔξεσθαι [00033]
αὐξόμενος [00031]
αὐτὰ [00126] [00126]
αὐτὴ [00008]
αὕτη [00123]
αὐτὴν [00070]
αὐτῆς [00020] [00020]
αὐτὸ [00070] [00087] [00088] [00095]
αὐτοὶ [00030]
αὐτοῖς [00080] [00109] [00122] [00130]
αὐτομολῆσαι [00084]
αὐτὸν [00060]
αὐτοῦ [00002] [00020]
αὐτοὺς [00067] [00081] [00083] [00109] [00109] [00114]
αὐτῷ [00047] [00048]
αὐτῶν [00013] [00067] [00074] [00074] [00084] [00114] [00122] [00122] [00124] [00124] [00130]
ἀφανῆ [00110]
ἀφανίζεται [00016]
ἀφεστηκυῖαν [00072]
ἀφῆκε [00110]
ἀφίστασθαι [00039]
ἀφίστατο [00108]
ἄφωνος [00117]


β [00050]
Βαβύλας [00004]
βαδίζωμεν [00133]
βαθέα [00110]
βάραθρον [00114] [00125]
βασιλέα [00066]
βασιλεῖ [00107] [00131] [00132]
βασιλείας [00133]
βασιλεῖς [00044]
βασιλεὺς [00025] [00026] [00083]
βασιλέως [00084] [00086] [00096] [00098] [00101]
βαστάζοντες [00132]
βελοθήκη [00105]
βέλτιον [00096] [00097]
βελῶν [00103]
βίον [00133]
βλέποντες [00093]
βουλόμενος [00046] [00066] [00083]
βραβεῖα [00047]
βραβεῖον [00022]
βραχὺς [00029]
βωμοὺς [00044]


γ [00106]
γαλήνην [00128]
γὰρ [00015] [00016] [00021] [00022] [00027] [00029] [00032] [00033] [00042] [00049] [00059] [00069] [00070] [00075] [00077] [00082] [00085] [00095] [00099] [00114] [00118] [00121] [00125] [00128] [00131]
γάρ [00105]
γε [00080]
γεγενῆσθαι [00122]
γέμει [00055]
γέμουσαι [00081]
γενεᾶς [00025]
γενέσθαι [00051] [00110]
γένηται [00040] [00041] [00109]
γενναίως [00032] [00041] [00088] [00109]
γινόμενα [00026]
γινομένοις [00064]
γίνωνται [00047]
γλῶττα [00104]
γόητας [00083]
γοῦν [00095] [00109]
γυμνοὺς [00067]
γυνὴ [00111]


δαπανᾶται [00016]
∆αυῒδ [00123]
δὲ [00017] [00019] [00023] [00031] [00041] [00045] [00047] [00053] [00054] [00067] [00068] [00084] [00088] [00101] [00108] [00109] [00111] [00119]
δέ [00056] [00112]
δεδοικότος [00051]
δέῃ [00070]
δελέατα [00108]
δεξάμενος [00090]
δέξεται [00126]
δεσμωτήριον [00067] [00081] [00125]
δεσμωτηρίῳ [00079] [00112]
∆εσπότῃ [00093]
∆εσπότην [00089]
∆εσπότου [00054]
δέχεσθαι [00049]
δέχεται [00014]
δὴ [00019] [00073] [00082] [00085] [00093] [00112]
δημευθῆναι [00067]
δῆμοι [00029]
δι [00081] [00088] [00108] [00118]
διὰ [00063] [00070] [00112]
διαβόλου [00105]
διαβόλῳ [00116]
διάδημα [00032]
διαθέσεως [00020]
διακονουμένων [00074]
διακρούσεσθε [00085]
διαλεγόμενος [00112]
διαλεγομένων [00052]
διαλέγονται [00131]
διαλεχθείη [00080]
διανύσαι [00133]
διαπαντὸς [00018]
διαπίπτει [00016]
διατρίβοντες [00082]
∆ιάφορος [00007]
διδασκαλίαν [00082]
διδασκαλίας [00081]
διδόμενα [00075]
διελέχθην [00025]
διεχωρίσθησαν [00124]
διηγουμένῳ [00024]
διηνεκῶς [00029]
δικαστήριον [00044]
διωγμοῦ [00022]
διώκοντες [00076]
δοθέντες [00064]
δοκοῦν [00133]
δόξα [00133]
δόξαν [00018]
δόξης [00101] [00126]
δυνάμεθα [00055]
δυναμένης [00067]
δύνανται [00132]
δυνηθῆναι [00022]
δυνηθῶμεν [00133]


ἑαυτοῦ [00028]
ἑαυτοὺς [00052] [00088] [00093] [00094]
ἑαυτῶν [00119]
ἐβούλετο [00026]
Ἐγένετό [00025]
ἐγίγνετο [00048]
ἐγίγνοντο [00081]
ἐγίνετο [00081]
ἐγκαλῶν [00067]
ἐγκωμιαστικὴ [00002]
ἐγὼ [00023]
ἐδάκνετο [00026]
ἐδάκρυον [00064]
ἐδεδοίκει [00035]
ἐδέχοντο [00082]
ἔζεον [00022]
ἐζήτει [00067]
ἐθρήνουν [00052] [00059] [00061]
Εἰ [00059]
εἰ [00121]
εἴ [00044] [00080] [00084]
εἶδος [00032]
εἰδότες [00019]
εἰδὼς [00035]
εἴκει [00015]
εἰκὸς [00052]
εἵλκετο [00044]
εἵλκυσαν [00129]
εἴξωσι [00040]
εἶπεν [00111]
εἰπόντες [00065]
εἰρημένα [00056] [00066]
εἰρημένον [00123]
εἴρων [00066]
εἰς [00002] [00044] [00067] [00072] [00109] [00125] [00132] [00133] [00133]
εἷς [00066]
εἰσαχθῆναι [00067]
εἰσιόντες [00082]
εἴωθεν [00034]
ἐκ [00131]
ἑκατέραν [00026]
ἐκεῖ [00076] [00079] [00133]
ἐκεῖθεν [00130]
ἐκεῖνα [00081]
ἐκείνη [00111]
ἐκείνην [00119]
ἐκείνης [00066] [00083]
ἐκεῖνο [00123]
ἐκεῖνοι [00009]
ἐκεῖνον [00111] [00133]
ἐκεῖνος [00031] [00035]
ἐκείνου [00049] [00051] [00077]
ἐκείνους [00081]
ἐκείνων [00071] [00073] [00088] [00108] [00112]
ἐκέλευσεν [00039]
ἐκκλησία [00081]
Ἐκκλησίαν [00029] [00128]
ἐκκλησίας [00081] [00093]
Ἐκκλησίας [00011] [00034]
ἐκλῦσαι [00083]
ἔλαβον [00131]
ἔλαθε [00111] [00112]
ἔλαθον [00065]
ἔλαττον [00077]
ἐλαυνομένους [00093]
ἐλέγετο [00057]
ἔλεγον [00052] [00091]
ἐλεημοσύνης [00075]
ἔλεος [00092]
ἑλόμενοι [00121]
ἔμαθον [00113]
ἐμακάριζον [00052]
ἐμάνθανε [00028]
ἔμελλον [00074]
ἐμπορίας [00133]
ἔμπροσθεν [00025] [00044] [00052]
ἐν [00018] [00044] [00045] [00051] [00052] [00059] [00060] [00071] [00076] [00078] [00079] [00092] [00092] [00111] [00112] [00115] [00124] [00126]
ἓν [00012]
Ἐν [00124]
ἔνδον [00082] [00128]
ἐνδῶσιν [00109]
ἐνέδραν [00110] [00113]
ἔνθα [00059]
ἐννόησον [00057]
ἐννοίας [00133]
ἐνοχλουμένη [00034]
ἐνταῦθα [00004] [00043]
Ἐνταῦθα [00098]
ἐνώπιόν [00092]
ἐξ [00028]
ἐξαγάγοιεν [00109]
ἐξαργυρίσαντες [00072]
ἐξέλυε [00114]
ἐξενεγκεῖν [00051]
ἐξέπληττε [00123]
ἐξετάζετε [00021]
ἐξήγοντο [00115]
ἐξόμνυσθαι [00039]
ἔξωθεν [00082]
ἐοικότα [00107]
ἐπ [00073]
ἐπαλλήλους [00105]
ἐπανέστησαν [00029]
ἐπανήξομεν [00101]
ἐπάξιον [00098]
ἐπεβόων [00123]
ἐπεδείξαντο [00021]
ἐπεὶ [00117]
Ἐπειδὴ [00074]
ἐπέτεινεν [00114]
ἐπεχείρει [00108]
ἐπήνθησεν [00122]
ἐπὶ [00002] [00005] [00025] [00026] [00027] [00027] [00032] [00032] [00059] [00064] [00109] [00114] [00117] [00121] [00122] [00132]
Ἐπὶ [00017]
ἐπιβουλὴν [00110] [00113] [00128]
ἐπιβουλήν [00083]
ἐπιδεικνύμενοι [00060] [00109]
ἐπιδείξαντες [00131]
ἐπιζητεῖτε [00021]
ἐπικείμενον [00085]
ἐπικρεμαμένων [00080]
ἐπιλάβοιντο [00084]
ἐπιλαβομένη [00111]
ἐπιλαβόμενος [00067]
ἐπιλαμβανομένην [00118]
ἐπιλήψεσθε [00086]
ἐπιμείνωσι [00109]
ἔπιπτον [00061]
ἐπισπασώμεθα [00130]
ἐπιτηδεύματος [00042]
ἐπιτηδευμάτων [00039]
ἐπιτυχεῖν [00133]
ἐπιχωριάζωμεν [00130]
ἔπλαττεν [00045]
ἐποίει [00046]
ἐπολέμησαν [00029]
ἐπτερωμένον [00021]
ἐπυροῦντο [00062]
ἐργασάμενος [00044]
ἐργάσασθαι [00036]
ἐρημίᾳ [00111]
ἔσβεσαν [00030]
ἔσπευδον [00094]
ἐσπούδαζον [00093]
ἔστενον [00059]
ἔστησε [00005]
ἐστι [00105]
ἔστιν [00092] [00122]
ἐσφάζετο [00044]
ἐσχάτης [00059]
ἔσχατον [00070]
ἐσχηματισμένων [00112]
ἕτερά [00052]
ἑτέρας [00045]
ἕτερος [00062]
ἑτέρου [00028]
ἑτέρους [00087]
ἑτέρων [00052]
ἑτέρως [00019] [00019]
ἔτι [00029]
ἔτρεχον [00032]
ἐτρίβετο [00114]
εὐθαλεῖς [00034]
εὐκόλως [00132]
εὐλάβειαν [00021] [00058]
εὐλογίαν [00130]
εὑρεῖν [00092]
εὑρὼν [00067]
εὐσεβείᾳ [00045] [00076]
εὐσέβειαν [00040]
εὐσεβείας [00026] [00029] [00042] [00054] [00084]
εὐσεβεῖς [00044]
εὐχαῖς [00060]
ἔχαιρον [00068]
ἔχει [00125]
Ἔχει [00118]
ἔχειν [00078]
ἐχθρῶν [00074]
ἔχομεν [00089]
ἔχων [00011]
ἑώρων [00032]


ζῆλον [00021]
ζηλωτὰς [00114]
Ζῇν [00053]
ζυγόν [00129]
ζωῇ [00124]
ζωῆς [00081]
ζῶντας [00045] [00076]
ζῶντες [00120]


[00007] [00007] [00008] [00014] [00015] [00016] [00034] [00034] [00034] [00040] [00041] [00074] [00079] [00104] [00111] [00117] [00123]
[00039] [00044] [00044] [00044] [00044] [00054] [00096] [00097] [00116]
ἠγάλλοντο [00068]
ἡγούμενος [00092]
ἡδονῆς [00032]
ἤλγουν [00064]
ἤλεγξαν [00032]
ἡλικία [00007]
ἡλικίαν [00026]
ἥλιον [00054]
ἤλπισε [00112]
ἡμᾶς [00004] [00021] [00035] [00040] [00051]
ἡμεῖς [00088]
ἡμερῶν [00114]
ἡμέτερα [00026]
ἡμετέρα [00034]
ἡμετέρας [00025]
ἡμῖν [00069] [00104]
ἡμῶν [00133]
ἦν [00029] [00044] [00071] [00117]
ἡνίκα [00044]
ἥξουσιν [00027]
ᾔρετο [00031]
ἦσαν [00044] [00059] [00060] [00116] [00120]
Ἦσαν [00079]
ἠσέβει [00062]
ᾐσθάνοντο [00063]
ἧττα [00040]
ἧτταν [00051]
ἠφίεσαν [00116]


θαλάμῳ [00111]
θανάτου [00026]
θανάτῳ [00124]
θέλωσι [00132]
Θεὸν [00022]
Θεοῦ [00081]
θεραπεῦσαι [00066]
θερμὸν [00021]
θέσθαι [00097]
Θεῷ [00133]
θηρεύοντες [00119]
θηρίοις [00031]
θησαυρίζεται [00076]
θησαυρὸς [00011]
θησαυροὺς [00133]
θησαυρῶν [00017]
θύματα [00088]
θῦσαι [00109]
θυσία [00092]
θυσίαν [00090]
θυσιαστήρια [00093]
θυσιῶν [00055]


Ἰατροὺς [00039]
ἰδεῖν [00122]
ἱεραὶ [00081]
ἱερεῖς [00093]
ἱερῶν [00054]
Ἰησοῦ [00133]
ἱμάτια [00016]
ἱμάτιον [00070]
ἵνα [00040] [00047] [00088] [00109] [00130] [00133]
ἰὸν [00014]
Ἰουβεντῖνον [00002]
Ἰουδαίοις [00122]
Ἰουλιανοῦ [00002]
ἰοῦται [00016]
ἴσῃ [00018] [00129]
ἱστάμε [00109]
ἵσταται [00043]
Ἰωάννου [00117]
Ἰωσὴφ [00111] [00111]
Ιn [00001]


καθ [00057]
Καθάπερ [00033] [00131]
καθάπερ [00032] [00072] [00091]
καθαρὸν [00055]
καθῆκεν [00083]
καιομένων [00031]
καιρὸν [00057] [00060]
καιρῷ [00092]
καίτοι [00080]
κακὰ [00052]
κἀκεῖνοι [00120]
κακοῖς [00064]
κακοποιῆσαι [00109]
κακουργίαν [00038]
κακουργίας [00049]
κάλλος [00012]
Κἂν [00095]
κἂν [00070] [00098]
καπνοῦ [00055]
καρπῶσαι [00092]
καταγέλαστος [00040]
κατακόψαι [00045]
καταλιπόντες [00094]
καταλλαγῆναι [00090]
καταλύονται [00016]
καταλύσαντες [00086]
καταλύσας [00044]
καταμαλακισθέντες [00109]
καταξιωθέντες [00122]
καταπατουμένων [00054]
καταπλεῦσαι [00133]
καταποντιζομένων [00031]
καταῤῥεῖ [00013]
κατασκαπτόμενα [00093]
κατασκάψας [00044]
καταφρονῆσαι [00042]
καταφρονοῦντες [00081]
κατεῖπεν [00066]
κατέλαβεν [00031]
κατελύοντο [00030]
κατέλυσαν [00030]
κατεπάτησαν [00032]
κατεσκεύαζε [00114]
κατεσκεύαζεν [00109]
κατηγορηθεὶς [00044]
κάτω [00097]
κειμένη [00117]
κειμένων [00122]
κελεύει [00067] [00114]
κεφαλαὶ [00116]
κεφαλὰς [00125] [00132]
κεφαλὴ [00117]
κεφαλῇ [00105]
κεχωρισμένοι [00124]
κήπους [00034]
κηρίον [00027]
κίνδυνον [00085]
κινδύνων [00080]
κινῆσαι [00035]
κνίσσης [00055]
Κοινῇ [00125]
κοινοὶ [00064]
κοινοῦ [00054]
κοινωνήσειεν [00080]
κοινωνούντων [00066]
κόλαξ [00066]
κομιούμεθα [00101]
κράτος [00133]
κρείττονα [00078]
κρείττονος [00086]
κρημνιζομένων [00031]
κρίσεως [00049]
κτίσεως [00054]
κύματα [00032]
κυνῶν [00100]
Κυρίου [00133]


λαβόντες [00133]
Λάβωμεν [00102]
λαβὼν [00044]
λαθεῖν [00110]
λάμποντες [00018]
λαμπρὰ [00026] [00041] [00047]
λαμπρότητος [00014] [00018] [00101]
λάρνακος [00130]
λάρναξ [00125]
λεγόντων [00058]
Λέγουσι [00122]
λέγω [00023] [00026] [00049]
λειμῶνας [00032]
λείψανα [00119]
λειψάνοις [00130]
λήσειν [00112]
λήσεσθαι [00111]
λήψεται [00098]
λιμένα [00133]
λόγον [00075]
λόγων [00052] [00080]
λοιπὸν [00053] [00071] [00081] [00099] [00109] [00114] [00116]
Λουκᾶς [00122]


μακαρίαν [00119]
μακάριος [00004]
μακρὰν [00072]
μᾶλλον [00034] [00114] [00116]
Μαξιμῖνον [00002]
μαργαρίτας [00011]
μάρτυρας [00002]
μάρτυρες [00018] [00051] [00079] [00081] [00093] [00120]
μαρτυρήσαντας [00002]
μαρτύριον [00027]
μαρτυρίου [00022] [00046] [00067]
μαρτύρων [00006] [00006] [00026] [00034] [00047]
μάχης [00022]
μέγα [00042]
μεγάλους [00133]
μεγάλων [00080]
μεγίστην [00082]
μεθ [00032] [00133]
μέθη [00059]
μείζους [00101]
μέλιτται [00027]
μέλλοντες [00072]
μέλλοντος [00122]
μέλλουσι [00049]
μέλλωσι [00126]
μὲν [00015] [00019] [00030] [00040] [00047] [00084] [00088] [00100] [00109] [00112]
μένουσαν [00078]
μένουσιν [00018]
μέσον [00132]
μέσῳ [00115]
μέσων [00114]
μετατίθενται [00075]
μετέσχον [00051]
μηδὲ [00041]
μήκει [00015]
μία [00007] [00125] [00126]
μίαν [00090]
μιαρούς [00083]
μικρὸν [00024] [00095]
μισθῶν [00067]
μνημάτων [00133]
μοι [00024] [00056]
μόνοις [00059]
μόνον [00026] [00032] [00043] [00044] [00075] [00082] [00085] [00111]
μόνων [00084]
μυρίας [00045]
Μaximum [00001]


ναοὺς [00044]
νέοι [00010]
νεοσφαγῆ [00122]
νεότητι [00018]
νέους [00011] [00019]
νίκας [00036]
νίκη [00041]
νίκην [00022] [00113]
νίκης [00109]
νικήσας [00025]
νοι [00109]
νόμων [00054]
νυκτῶν [00114]
νῦν [00006] [00095]


ξίφος [00032]
ξυνωρὶς [00005] [00006]


[00011] [00026] [00029] [00031] [00044] [00044] [00047] [00067] [00077] [00081] [00083] [00108] [00109] [00110] [00122]
[00004]
[00019]
Οἱ [00068] [00088]
οἱ [00018] [00021] [00049] [00051] [00060] [00076] [00079] [00082] [00082] [00091] [00093] [00115] [00119] [00122] [00131]
οἳ [00084]
οἷα [00052]
οἵαν [00122]
οἶδε [00090]
οἰκείας [00018] [00063]
οἰκίαι [00016]
οἰκίαις [00071]
οἰκίαν [00072]
οἰκίας [00059]
οἴκοθεν [00084]
οἰκουμένῃ [00090]
οἰκουμένην [00031]
οἰκουμένης [00064] [00111]
οἶνος [00059]
οἷον [00021]
ὁλοκαύτωσις [00092]
ὅλως [00053]
ὁμιλία [00002]
ὁμοῦ [00127]
ὅμως [00030]
ὃν [00057]
ὄντες [00059]
ὄντων [00051]
ὅπερ [00067] [00111]
ὅπλα [00097] [00102]
ὅπλου [00103]
ὁρᾷν [00054]
ὁρᾶτε [00087]
ὀργὴν [00086]
ὁρῶν [00026]
ὁρῶντας [00123]
ὃς [00122]
ὅσα [00132]
ὅταν [00126]
ὅτε [00116]
ὅτι [00029] [00040] [00092] [00122]
Ὅτι [00077]
ὁτιοῦν [00044]
Οὐ [00021] [00049] [00082] [00085]
οὐ [00013] [00014] [00030] [00032] [00040] [00103] [00103] [00111] [00118] [00124] [00124]
οὗ [00025] [00051] [00133]
Οὐδὲ [00075]
οὐδὲ [00043] [00049] [00055] [00063] [00070] [00100] [00110] [00111]
οὐδεὶς [00122]
οὐδὲν [00042] [00048] [00098]
οὐδενὸς [00111]
Οὐκ [00013] [00092]
οὐκ [00026] [00026] [00028] [00030] [00065] [00077] [00108] [00110] [00111] [00112] [00114] [00122]
οὖν [00035] [00088] [00100] [00126]
οὐρανοῖς [00078] [00126]
οὐρανὸν [00074] [00075]
οὐρανῶν [00132] [00133]
οὐσία [00074]
οὐσίαν [00067]
οὔτε [00092] [00092] [00092]
οὗτοι [00010] [00052] [00061] [00062] [00132]
οὗτος [00026] [00112]
Οὕτω [00022] [00123]
οὕτω [00034] [00034] [00040] [00060] [00073] [00085] [00086] [00093] [00109] [00112] [00117] [00132]
οὕτως [00017] [00059] [00059] [00064] [00121]
Οὐχ [00087]
οὐχ [00017] [00019] [00034] [00044] [00084] [00117]
ὀφθαλμοῖς [00109]
ὀφθαλμὸν [00111]
ὄψεσι [00122]
ὄψεως [00133]
ὄψις [00123]


παθεῖν [00121]
παθόντες [00049]
παῖδας [00026]
παῖδες [00091]
παίδων [00004]
πάλαι [00067]
παλαιοὶ [00009]
παλαιότητος [00014]
παλαιοὺς [00011] [00019]
παλαίσματα [00008]
πάλην [00109]
πάλιν [00108] [00126]
πᾶν [00032]
παννυχίδες [00081]
πανοῦργος [00109]
Πάντα [00055]
πάντα [00046] [00055] [00066] [00071] [00081] [00104]
πάντας [00093] [00111] [00123]
πανταχόθεν [00133]
πανταχοῦ [00111]
Πάντες [00027]
πάντες [00123]
πάντων [00093]
πάντως [00049] [00095]
πάνυ [00041]
παρ [00060] [00122]
παρὰ [00028] [00082] [00084] [00098] [00123] [00132]
παραγενόμενοι [00122]
παράγοντες [00132]
παραδιδομένων [00031]
παραδράμῃς [00056]
παραπληξίας [00059]
παραπομπὴν [00074]
παρασκευάσῃ [00109]
παρασκευάσωμεν [00036]
παρατάξεως [00005]
παραχωρεῖ [00015]
παραχωρήσομεν [00070]
παρέῤῥει [00114]
παρέστη [00122]
παρῄνουν [00084]
παρθένους [00026]
παροινίας [00059]
παρόντα [00052] [00133]
παρόντας [00052]
παρόντος [00111]
παρούσης [00081]
παῤῥησίας [00131]
παρώσατο [00081]
πᾶσα [00016] [00079]
πᾶσαν [00026] [00128]
πάσῃ [00090]
πατουμένης [00097]
Πατρὶ [00133]
πατρίδα [00072]
πατρίδος [00097]
Παῦλος [00077]
πεισόμεθα [00095]
πελάγη [00032]
πεμφθέντες [00084]
πεποιηκότας [00087]
πεποιηκώς [00044]
περὶ [00025]
περιγένωνται [00041]
περιουσία [00015]
περιουσίας [00016] [00069]
περιπλεκώμεθα [00130]
περιφανὲς [00041]
πετόμενοι [00027]
πέφυκε [00034]
πέφυκεν [00033]
πηδῶσαν [00026]
πηλὸν [00032]
πίνακος [00117]
πίστεως [00082] [00130] [00133]
πίστιν [00021] [00039] [00076]
πίστις [00007] [00034]
πιστοὺς [00093]
πιστῶν [00031]
πλεῖον [00048]
πλείονα [00035]
πλείονας [00114]
πλείονος [00086] [00101] [00126]
πλέον [00083]
πλεονάζει [00034]
πληγάς [00105]
πλῆθος [00114]
Πνεύματι [00133]
πνεύματι [00092]
πνευματικά [00102]
πνευματικῆς [00081]
πνευματικῶν [00017]
πόθῳ [00022]
ποιεῖ [00037]
ποιεῖν [00034]
ποικίλα [00008]
ποιοῦσι [00128]
πολεμίων [00131]
πόλεμον [00026] [00035] [00040] [00051]
πολέμου [00022]
πολεμουμένη [00034]
πολεμοῦντες [00076]
πόλις [00079]
Πολλάκις [00100]
πολλάκις [00072] [00084]
πολλῇ [00111]
πολλὴν [00128]
πολλῆς [00032] [00101] [00133] [00133] [00133]
πολλοὶ [00081]
πολλοὺς [00133]
πολλῷ [00101]
πολλῶν [00052] [00081]
πολὺς [00114]
πολυτελοῦς [00069]
πολυτρόπους [00045]
πόνων [00101]
ποτε [00084]
ποτίζειν [00034]
πραγμάτων [00051]
πρὸ [00122]
προγόνων [00028]
προεπέμπετο [00074]
προετίμησαν [00040]
προθυμίᾳ [00129]
προθυμίαν [00114]
προθυμίας [00020] [00032] [00083] [00098] [00133]
προκείσεται [00100]
προπέμπουσιν [00072]
πρὸς [00031] [00035] [00040] [00052] [00052] [00074] [00074] [00075] [00081] [00083] [00084] [00104] [00109] [00111]
προσαγαγεῖν [00093]
προσαγάγωμεν [00088]
προσδεχθείημεν [00092]
προσδοκῶντες [00078]
προσεδέξασθε [00078]
προσεδόκησε [00111]
προσειπεῖν [00127]
προσέλθοι [00080]
προσέταξεν [00067]
προσκύνησις [00133]
προστάται [00064]
πρόσφατοι [00010]
προσχήματι [00109]
προτεινομένων [00052]
πρότερον [00121]
προφάσεις [00045]
προφάσεως [00067]
προφήτης [00092]
προχωρῇ [00047]
πρώην [00004] [00025]
πτωμάτων [00088]
πύργοι [00128]
πύργους [00127]
πῶς [00023]


ῥημάτων [00067]
ῥήτορας [00039]


σαλπίσαι [00026]
σάρκα [00070]
σήμαντρα [00071]
σήμερον [00005] [00021] [00051]
σκηνὴ [00126]
σκόπει [00058]
Σκοπεῖτε [00038]
σκόπελοι [00128]
σκοπέλους [00127]
σκότει [00115]
σκότος [00129]
σου [00092]
σοφιστὰς [00039]
σοφὸς [00109]
σπινθὴρ [00031]
σπινθήρ [00029]
σπλάγχνα [00060]
σπουδὴν [00114]
στέφανον [00022] [00032] [00046] [00049]
Στεφάνου [00122]
στεφάνους [00036] [00101]
στῆσαι [00022] [00036]
στησόμεθα [00088]
στολῆς [00069]
στόμασιν [00100]
στόματα [00105]
στρατιῶται [00131]
στρατιώτας [00039]
στρατιωτικὰ [00094]
στρατιωτικὸν [00051]
στρατιωτικῷ [00059]
στρατιωτῶν [00005]
στρατόπεδον [00005]
στῦλοι [00128]
στύλους [00127]
στῶσι [00041]
Σὺ [00056]
συγγινόμενοι [00059]
συγκαθήμενοι [00084]
συμβολῆς [00022]
συμβουλεύοντες [00084]
συμβούλων [00112]
συμπόσιον [00051]
συμποσίῳ [00052] [00059]
συναγαγόντες [00021] [00051]
συνέβαινεν [00073]
συνέβη [00051]
συνειδότος [00118]
συνέῤῥει [00079]
συνεσταλμένοι [00060]
συνεχεῖς [00036] [00081] [00105]
Συνεχῶς [00130]
συνήγαγε [00004]
συνουσίαι [00081]
συνουσίας [00081]
συντεταγμένων [00087]
συντετριμμένῃ [00092]
συντρεχόντων [00081]
σφαγαὶ [00047]
σφαγὰς [00026]
σφαγὴν [00119]
σφαττομένων [00031]
σφοδρὰν [00109]
σώματα [00101] [00122] [00125]
σώματι [00129]
σωματικὴ [00015]
σωμάτων [00121]
σωτηρίαν [00119]
σωφροσύνης [00082]


τὰ [00008] [00026] [00032] [00032] [00033] [00047] [00052] [00056] [00066] [00071] [00075] [00093] [00097] [00101] [00105] [00107] [00108] [00109] [00119] [00122] [00125]
τάγματα [00094]
ταῖς [00060] [00071] [00122]
ταπεινώσεως [00092]
τὰς [00026] [00034] [00093] [00101] [00105] [00125] [00132]
ταῦροι [00129]
ταύρους [00127]
Ταῦτ [00035]
Ταῦτα [00065] [00083] [00107] [00109]
ταῦτα [00028] [00046] [00049] [00057] [00076] [00111] [00113] [00122]
ταύτης [00014] [00016] [00070]
ταφῆς [00100] [00122]
τειχίζουσι [00128]
τελευτήσαντι [00099]
τελοῦντο [00081]
τέχνης [00042]
τῇ [00090] [00105] [00124] [00129]
τὴν [00018] [00029] [00031] [00038] [00039] [00040] [00051] [00058] [00063] [00067] [00070] [00072] [00074] [00076] [00078] [00083] [00084] [00086] [00109] [00109] [00110] [00110] [00113] [00113] [00113] [00114] [00114] [00119] [00119] [00121] [00128]
τῆς [00005] [00011] [00014] [00016] [00018] [00020] [00020] [00025] [00025] [00026] [00029] [00049] [00049] [00049] [00049] [00054] [00054] [00059] [00060] [00063] [00064] [00066] [00081] [00081] [00081] [00082] [00082] [00083] [00084] [00086] [00097] [00097] [00098] [00101] [00101] [00109] [00111] [00122] [00129] [00130] [00133] [00133] [00133] [00133] [00133] [00133]
Τί [00069] [00099]
τί [00037] [00077]
τι [00044]
τιθείς [00108]
τιμᾶτε [00019] [00020]
τιμὴ [00133]
τιμῆς [00086]
τιμωρίας [00032]
τινὰ [00130]
τινα [00052]
τινας [00083]
τίνες [00059] [00060]
τινὸς [00103]
τις [00025] [00044] [00066] [00080] [00098] [00122]
τὸ [00005] [00012] [00013] [00022] [00023] [00027] [00032] [00034] [00041] [00067] [00070] [00081] [00087] [00109] [00113] [00114] [00114] [00118] [00123] [00125] [00125] [00129] [00133]
τοιαῦτα [00096] [00119]
Τοιγαροῦν [00051]
τοίνυν [00079] [00102] [00122] [00130] [00133]
τοιοῦτον [00021] [00044] [00044]
Τοιοῦτος [00011]
τοῖς [00044] [00064] [00100] [00109] [00122] [00126] [00128] [00130]
τὸν [00009] [00026] [00035] [00040] [00046] [00049] [00051] [00052] [00054] [00057] [00060] [00066] [00070] [00074] [00085] [00111] [00111] [00129] [00133] [00133]
τόξων [00103]
τόπος [00092]
τοσαύτη [00122]
Τότε [00116]
τότε [00006] [00081] [00111] [00122] [00122]
Τοῦ [00002]
τοῦ [00002] [00005] [00015] [00020] [00026] [00046] [00054] [00067] [00081] [00084] [00086] [00092] [00096] [00101] [00105] [00111] [00117] [00118] [00123] [00129] [00133]
τοὺς [00002] [00002] [00019] [00019] [00025] [00032] [00034] [00045] [00052] [00076] [00093] [00093] [00101] [00111] [00119] [00123] [00133]
τοῦτο [00077] [00087] [00088] [00095] [00111] [00121]
τούτοις [00051] [00107]
τοῦτον [00054]
τούτου [00026]
Τούτους [00127]
τούτους [00119]
τούτῳ [00066] [00092]
τούτων [00035] [00067] [00082] [00133]
τραπέζης [00066]
τραύματα [00131]
τρεῖς [00091]
τριῶν [00004]
τρόπαια [00036]
τρόπαιον [00022] [00041] [00113]
τρυφῆς [00060]
τυραννίδα [00067]
τυραννίδος [00109]
τύραννοι [00029]
τῷ [00013] [00015] [00016] [00022] [00032] [00032] [00079] [00092] [00093] [00099] [00107] [00116] [00124] [00131] [00132] [00133] [00133] [00133]
τῶν [00017] [00026] [00028] [00028] [00031] [00034] [00034] [00039] [00047] [00051] [00054] [00058] [00063] [00066] [00067] [00067] [00074] [00078] [00082] [00087] [00088] [00096] [00100] [00101] [00101] [00105] [00112] [00114] [00118] [00118] [00121] [00131] [00132] [00132] [00133] [00133] [00133] [00133]


ὑβριζομένης [00054]
ὑγιείας [00063]
ὑδάτων [00034]
ὑμεῖς [00019]
ὑμῖν [00025] [00087]
ὑμῶν [00078]
ὕπαρξιν [00078]
ὑπαρχόντων [00078]
ὑπὲρ [00026] [00042] [00067] [00081] [00088] [00096] [00096] [00097] [00097] [00101]
ὑπὸ [00109]
ὑποθέντες [00119]
ὑπομονῆς [00082]
ὑποσκελίσαι [00083]
ὕπουλος [00109]
ὕστερον [00095]
ὕψος [00031]


φαίνηται [00047]
φανερὰ [00109]
φανερῶς [00026] [00035]
φασὶ [00069] [00088]
φέρειν [00032]
φέροντα [00105]
φησί [00104]
φησὶν [00027] [00036] [00095] [00122]
φησιν [00077]
φθεγγομένη [00117]
φιλανθρωπίᾳ [00133]
Φιλάνθρωπον [00089]
φίλτρου [00020]
φοβερὰ [00117]
φοβερώτεραι [00116]
φόβος [00081]
φόβων [00080]
φόνος [00047]
φρίκης [00122]
φυγαδευομένους [00093]
φύσιν [00026]
φύσις [00014] [00016]
φυτὰ [00033]
φωνὴν [00116] [00118]
φωστῆρας [00127]
φωστῆρες [00115] [00129]


χαρᾶς [00078]
χαριεῖται [00099]
χάρις [00122]
χάριτι [00133]
χειρῶν [00132]
χοροῖς [00094]
χρεία [00103] [00103]
χρήματα [00075]
χρημάτων [00040]
χρηστὸν [00129]
Χριστὸν [00070]
Χριστοῦ [00005] [00129] [00133]
χρόνοις [00044]
χρόνον [00009] [00021] [00052]
χρόνος [00114]
χρόνου [00015]
χρόνῳ [00013] [00016]
χρυσίον [00016]
χωρὶς [00022] [00022] [00022] [00022] [00122]


ψαλμῳδίαι [00081]
ψήφου [00049]
ψυχῇ [00092] [00129]
ψυχῆς [00021]


ὠδίνοντος [00051]
ὠδυνᾶτο [00026] [00083]
ᾤκησαν [00125]
ὡμολόγησαν [00125]
ὥρμησαν [00121]
ὡς [00022] [00027] [00032] [00032] [00034] [00084] [00084] [00109] [00117] [00128] [00128] [00128] [00129] [00129]
Ὡς [00114]
ὥσπερ [00064] [00088] [00111] [00126]
ὥστε [00045]
ὤτων [00118]