Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐχαῖς [160]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐχαῖς


000-00-00 Serial Number=0163885713
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00015]  σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τάς τε κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς.
000-00-00 Serial Number=0952781975
Ad Eudoxiam i Ante [Go Back]  
 [00019]  ∆ιὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα, ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμον ἀναδεῖξαί σε·
000-00-00 Serial Number=0375827074
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01867]  ∆εῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμοὺς, δεῖ δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος.
 [01887]  Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας.
000-00-00 Serial Number=0424990118
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00202]  Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή.
000-00-00 Serial Number=0260105968
Ad populum Antiochenum Ante [Go Back]  
 [00891]  Ταύταις τοίνυν [49.47] θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν [49.48] των ἐπιτύχωμεν ἀγαθῶν·
 [00957]  Ὁ πατὴρ ἐκεῖ πρεσβεύεται, ἡμεῖς ἐντεῦθεν πρεσβευσώμεθα πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, βοηθήσωμεν αὐτῷ ταῖς εὐχαῖς.
 [02354]  Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου συλλόγου φανῆναί τινα ἐκεῖ ταῦτα πάσχοντα, ἀλλ' εὐχαῖς τῶν ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορθωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξάμενοι, μετὰ πολλῆς ἐντεῦθεν ἀπέλθοιμεν παῤῥησίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [02508]  Σὺ δὲ ἐν εὐχαῖς μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳθυμίας, ὅτε φρίττειν ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν·
 [04809]  εὐχαῖς προσέχωμεν, ἱκετηρίαις συνεχέσιν, εὐλαβείᾳ πολλῇ.
 [05519]  Ἂν ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτι ἔμπροσθεν Θεοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν αἰδῶ καὶ τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι;
 [05897]  Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορθώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0994443476
Adversus Judaeos Ante [Go Back]  
 [01258]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε πεπλανημένους ἀνασωθῆναι, ὑμᾶς τε τῆς ἄγρας περιγενέσθαι, αὐτούς τε τοὺς βλασφήμους ἐκείνους τῆς ἀσεβείας ἀπαλλαγέντας, ἐπιγνῶναι τὸν ὑπὲρ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.
 [01887]  ∆ιὸ δὴ καὶ τοῖς ὑπὲρ δύναμιν ἐπιχειρῆσαι πειράσομαι, ταῖς εὐχαῖς τούτου καὶ τῇ ὑμετέρᾳ τὸ πᾶν ἐπιῤῥίψας ἀγάπῃ.
 [02819]  πῶς αὐτὸν καλέσεις ἐν ταῖς εὐχαῖς;
000-00-00 Serial Number=0509875774
Adversus catharos Ante [Go Back]  
 [00014]  Ἐπειδὴ γὰρ ἐξ ἑκατέρου μέρους τὰ στρατόπεδα παρετάττετο, καὶ νέφη βελῶν ἠφίετο, καὶ τροπὴ τῶν οἰκείων ἐγίνετο, τῶν ἐναντίων ἐπικειμένων σφοδρῶς, ἀποπηδήσας τοῦ ἵππου, καὶ τὴν ἀσπίδα χαμαὶ θεὶς, καὶ γόνατα κλίνας, ἐκ τῶν οὐρανῶν τὴν συμμαχίαν ἐκάλει, καὶ τὸν τόπον τῆς παρατάξεως τόπον ἐκκλησίας ἐποίει, οὐ τόξοις καὶ βέλεσιν, οὐδὲ δόρασι πολεμῶν, ἀλλὰ δάκρυσι καὶ εὐχαῖς·
000-00-00 Serial Number=0495744407
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01342]  καὶ γὰρ ὢν ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους.
000-00-00 Serial Number=0879141927
Catecheses ad illuminandos Ante [Go Back]  
 [00265]  καὶ τὸν καιρὸν ἅπαντα τῆς ἡμέρας διανείμωμεν, τὸν μὲν ἐν εὐχαῖς καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆς καὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν ἡμῖν εἶναι τὰς διαλέξεις.
 [01145]  Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ' ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ' εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.
 [01147]  Ὁράτωσαν τοῦ Κορνηλίου τούτου τὴν ἐν ταῖς εὐχαῖς προσεδρείαν, τὴν περὶ τὰς ἐλεημοσύνας δαψίλειαν, καὶ ἐγκαλυπτέσθωσαν.
 [01149]  Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι.
 [01182]  οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν διαγωγὴν μιμούμενοι.
 [01183]  [8.5] Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδάζουσι.
000-00-00 Serial Number=0893439114
Catechesis de juramento Ante [Go Back]  
 [00250]  γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις·
 [00253]  γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0794578314
Commentarius in Job Ante [Go Back]  
 [00207]  οὐχὶ παραινέσει καὶ συμβουλῇ μόνον, ἀλλὰ καὶ προστασίᾳ καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεόν, οὐχ ὡς πατὴρ μόνον, ἀλλὰ καὶ ὡς ἱερεὺς αὐτῶν ἐκήδετο, καίτοι οὐδένα ἴσμεν ἱερέα τότε.
000-00-00 Serial Number=0946568429
Comparatio regis et monachi Ante [Go Back]  
 [00040]  Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουληθείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν ὀρνίθων, ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα·
 [00086]  ∆ιόπερ ὁ μὲν φρουρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς·
000-00-00 Serial Number=0861874938
Contra Anomoeos Ante [Go Back]  
 [00163]  Τὸ δὲ αἴτιον οὐδέποτε τὴν ἐπισυναγωγὴν ἑαυτῶν κατελίμπανον, ἀλλ' ἀεὶ μετ' ἀλλήλων ἦσαν ἐν τῷ ἱερῷ διημερεύοντες, καὶ εὐχαῖς καὶ ἀναγνώσεσι προσέχοντες·
000-00-00 Serial Number=0189624846
Contra ludos et theatra Ante [Go Back]  
 [00165]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων τούς τε διαφθαρέντας ἤδη ταχέως ἐπανελθεῖν, τούς τε μείναντας ἀσινεῖς ἐπὶ μεῖζον προκόψαι κοσμιότητος καὶ σωφροσύνης·
000-00-00 Serial Number=0422866821
De Anna i Ante [Go Back]  
 [00333]  ∆ιπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός·
 [00866]  Φιλῶ γὰρ ὀφθαλμοὺς δακρύοντας ἐν εὐχαῖς, διὰ παντὸς μελετῶντας.
 [00997]  Ἂν τοίνυν οὕτω ποιῇς, κἂν μυρίοι πνεύσωσιν ἄνεμοι λοιπὸν, κἂν πειρασμοὶ κἂν ἀθυμίαι, κἂν λογισμοί τινες ἀηδεῖς, κἂν ὁτιοῦν ἐπέλθῃ δεινὸν, οὐ δυνήσεται καταβαλεῖν τὴν οἰκίαν ἐκείνην πυκναῖς οὕτως εὐχαῖς συνδεδεμένην.
 [01035]  Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ' ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμβάνοντες.
000-00-00 Serial Number=0761165798
De Chananaea Ante [Go Back]  
 [00507]  Ταῦτα τοίνυν εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητὲ, γίνεσθαι, τὴν Χαναναίαν μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, τὴν ἀλλόφυλον, τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον.
000-00-00 Serial Number=0569694161
De Christi divinitate Ante [Go Back]  
 [00287]  Ἵνα οὖν, ἀγαπητοὶ, γενώμεθα φίλοι τῷ Θεῷ, τοῦτο καθ' ἑκάστην ἡμέραν ἐξασκῶμεν τὸ κάλλος, τῇ τῶν Γραφῶν ἀναγνώσει πᾶσαν κηλῖδα ἀποσμήχοντες, ταῖς εὐχαῖς, ταῖς ἐλεημοσύναις, τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ·
000-00-00 Serial Number=0861333191
De Lazaro Ante [Go Back]  
 [01072]  καὶ πολλῆς ἡμῖν δεῖ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν.
000-00-00 Serial Number=0272243738
De Maccabeis Ante [Go Back]  
 [00230]  ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.
000-00-00 Serial Number=0869529188
De beato Philogonio Ante [Go Back]  
 [00102]  Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὀρῶν κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν, ἀλείφωσιν εὐχαῖς, ὁμονοίᾳ, ἀγάπῃ·
000-00-00 Serial Number=0525121570
De decem millium talentorum debitore Ante [Go Back]  
 [00284]  Μὴ τοίνυν ἀναπίπτωμεν, μηδὲ ὀκνῶμεν ἐν ταῖς εὐχαῖς.
000-00-00 Serial Number=0403498232
De fato et providentia Ante [Go Back]  
 [00184]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία, γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα.
 [00263]  Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ, λογισμοῖς εὐσεβέσιν.
000-00-00 Serial Number=0670406818
De jejunio [1] Ante [Go Back]  
 [00094]  Νήστευε τοίνυν, παράμενε ταῖς εὐχαῖς, ταῖς συνάξεσι, ταῖς νουθεσίαις, μὴ ἀπολιμπανόμενος τῆς συναγωγῆς, καθὼς ἔθος τισί·
000-00-00 Serial Number=0851065338
De mansuetudine sermo Ante [Go Back]  
 [00101]  Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη·
 [00106]  τοὺς καταλιθάσαντας πολλάκις ταῖς εὐχαῖς διασώζοντες·
000-00-00 Serial Number=0302436948
De mutatione nominum Ante [Go Back]  
 [00528]  ἀλλ' ὥστε μὴ ἐνοχλῆσαι τῷ μήκει, εἰς ἑτέραν ταῦτα διάλεξιν ὑπερθέμενοι καταπαύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς, τοὺς γεννηθέντας κατὰ τὸν Ἰσαὰκ, μιμεῖσθαι τοῦ Ἰσαὰκ τὴν πραότητα καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, ἵνα εὐχαῖς ἐκείνου τοῦ δικαίου καὶ τῶν προέδρων τούτων ἁπάντων εἰς κόλπους Ἀβραὰμ ἅπαντες καταντῆσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0155780613
De paenitentia [1] Ante [Go Back]  
 [01330]  Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ καὶ τῶν συνέδρων ἁπάντων δυνηθῆναι καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0410874128
De paenitentia sermo 1 Ante [Go Back]  
 [00108]  Οἱ τοιοῦτοι καὶ ἐν ταῖς συνάξεσιν ἀσύντακτοι, καὶ ἐν ἑορταῖς ἀνέορτοι, καὶ ἐν ταῖς εὐχαῖς ἀνευλόγητοι, ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀμνημόνευτοι, ἐν τῷ τὴν εἰρήνην διδόναι ἀδόκιμοι, ἐν τῇ ἐκκλησίᾳ ἀνέτοιμοι, ἐν τῇ μεταλήψει ἀνάξιοι, ἐν τῇ κοιμήσει τῆς ἐξόδου τεταραγμένοι καὶ ἔμφοβοι καὶ κατηφεῖς καὶ σκοτεινοὶ καὶ ἀπεγνωσμένοι·
 [00756]  Καὶ ἀρκέσει τέως ὑμῖν τὰ εἰρημένα, καὶ μάλιστα τοῖς σπουδαιοτέροις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντα κατὰ τὸν προειρηκότα καιρὸν οἰκονομήσαντος εἰς τὴν ἡμῶν σωτηρίαν, καὶ προσκαλουμένου εἰς τὴν αἰώνιον αὐτοῦ [60.699] βασιλείαν, εὐχαῖς δὲ τῶν μνημονευθέντων ἁγίων, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι
000-00-00 Serial Number=0887720048
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00060]  Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς.
 [00183]  Παρακαλῶ οὖν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, σπουδάζειν ἡμᾶς καθ' ἑκάστην ἡμέραν τὴν τούτων μνήμην ποιεῖσθαι, λέγω δὴ τῆς ἐλπίδος, τῆς πίστεως, τῆς ἀγάπης, τῆς ταπεινοφροσύνης, τοῦ σφραγίζεσθαι πάντοτε ἐν ταῖς εὐχαῖς τοῦ Θεοῦ, καὶ ταῖς μελέταις τῶν θείων Γραφῶν, καὶ τῇ ἡσυχίᾳ.
000-00-00 Serial Number=0668302894
De precatione [1] Ante [Go Back]  
 [00004]  ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λατρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι δυνηθῶσιν.
 [00062]  ὁ δὲ μέγας ∆αυῒδ ταῖς ἁγίαις εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρατηγῶν καὶ ταξιάρχων καὶ ἱππάρχων, οὐδὲ χρήματα συλλέγων, οὐδὲ ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν ἐξ οὐρανοῦ καταφέρων.
 [00066]  ἐπεὶ καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν.
 [00183]  Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ' ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας;
 [00238]  Μετὰ ταύτης ὁ ∆αυῒδ τοσούτους καὶ τοιούτους πολέμους ἀπώσατο, οὐχ ὅπλα κινῶν, οὐδὲ δόρυ σείων, οὐδὲ ξίφος ἕλκων, ἀλλ' εὐχαῖς τειχιζόμενος·
000-00-00 Serial Number=0880692542
De resurrectione mortuorum Ante [Go Back]  
 [00141]  οὕτω καὶ ὁ τὴν σάρκα τὴν ἑαυτοῦ μὴ μέθῃ, μηδὲ ἀνέσει καὶ τρυφῇ καταλιπαίνων, ἀλλὰ νηστείαις καὶ εὐχαῖς, καὶ τῇ πολλῇ τῶν θλίψεων ὑπομονῇ κουφοτέραν καὶ λεπτοτέραν κατασκευάζων, καθάπερ [50.424] τις ὑπόπτερος ἄνωθεν καταβαίνων, οὕτω μετὰ πολλῆς τῆς ῥύμης εἰς τὰς τῶν δαιμόνων ἐμπίπτων φάλαγγας, καταφέρει ῥᾳδίως τὰς ἀντικειμένας δυνάμεις, καὶ ὑποχειρίους ποιεῖ.
000-00-00 Serial Number=0018609047
De salute animae Ante [Go Back]  
 [00090]  σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώσεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις·
000-00-00 Serial Number=0967103183
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00132]  Γένοιτο δὲ εὐχαῖς τῆς ἁγίας ταύτης, καὶ τῶν τὰ αὐτὰ ἠθληκότων αὐτῇ, καὶ τούτων, καὶ τῶν ἄλλων τῶν εἰρημένων ἀκριβῆ τὴν μνήμην ὑμᾶς κατασχεῖν, καὶ διὰ τῶν ἔργων ἅπαντα ἐπιδειξαμένους, ἐν πᾶσιν εὐαρεστοῦντας διατελεῖν τῷ Θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0972389817
De sanctis martyribus [1] Ante [Go Back]  
 [00083]  εἰς δὲ μαρτύριον ἀπελθόντες, οὐδενὸς συμβουλεύοντος, τὸν τάφον μόνον ἰδόντες, τῶν ἁγίων πολλὰς ἐξεχέατε δακρύων πηγὰς, καὶ διεθερμάνθητε ἐν ταῖς εὐχαῖς.
000-00-00 Serial Number=0591722786
De virginitate Ante [Go Back]  
 [00635]  Ἐπεὶ οὖν τοσαύτην ἐν ταῖς εὐχαῖς πρόσιμεν σβέσοντες ὀργὴν καὶ ὃν οὕτω καθ' ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης μονονουχὶ λέγων·
 [00644]  Βούλει, φησίν, ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς οὐρανόν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς;
000-00-00 Serial Number=0265645266
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00448]  πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ, καὶ ταῖς εὐχαῖς προσκαρτερεῖν, μὴ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγομένους.
 [00654]  Ἐὰν γὰρ ὁ Θεὸς ἐξετάσῃ τὴν ῥᾳθυμίαν ἡμῶν τὴν ἐν ταῖς εὐχαῖς καὶ τὴν ὀλιγωρίαν, καὶ ὅτε ἔμπροσθεν αὐτοῦ ἑστῶτες καὶ παρακαλοῦντες αὐτὸν, οὐδὲ τοσαύτην αὐτῷ παρέχομεν τιμὴν, ὅσην τοῖς δεσπόταις οἱ δοῦλοι, ὅσην τοῖς ἄρχουσιν οἱ στρατιῶται, ὅσην τοῖς φίλοις οἱ φίλοι·
 [02765]  πῶς αὐτὸν καλέσῃς ἐν ταῖς εὐχαῖς;
 [03065]  Ταῦτα ἐντειλάμενος, καὶ ταύταις με ταῖς εὐχαῖς ἐφοδιάσας ἐξέπεμψεν.
 [07853]  ∆ι' αὐτὸ μὲν οὖν τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν ὡς ἂν οἷόν τε ᾖ, οὐ δάκρυσιν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς.
 [09999]  διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν, τὸν ἄγγελον αἰτοῦντες τῆς εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν (οὐδὲν γὰρ ταύτης ἴσον), ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προῤῥήσεσι·
 [09999]  Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ τῷ δακρύειν, ἀλλ' εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς.
 [09999]  Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ ταῦτα πάσχομεν ἐκ τοῦ μὴ ἐν ταῖς εὐχαῖς καὶ θείαις συνάξεσι σχολάζειν ἡμᾶς.
000-00-00 Serial Number=0335613668
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00046]  εὐσεβῆ αὔξεσθαι καὶ προκόπτειν διὰ τῆς διδασκαλίας πρὸς τὴν εὐσέβειαν θελήσειν, ἵνα οὕτως πολιτευσάμενοι καταξιωθῶμεν τῆς τῶν οὐρανῶν λήξεως ταῖς εὐχαῖς καὶ πρεσβείαις σου καὶ πάντων τῶν συναθλησάντων σοι χάριτι Χριστοῦ, μεθ' οὗ ἡ δόξα τῷ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0788000941
Epistulae Ante [Go Back]  
 [00630]  Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ προηγουμένως διηνεκῶς ἐν ταῖς ἁγίαις σου μεμνημένος εὐχαῖς·
 [01070]  Θρηνοῦμεν δὲ τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην.
 [01072]  Λανθάνοντες γὰρ καὶ κρυπτόμενοι, πλείονα σχολὴν ἔχετε νῦν προσκαρτερεῖν ταῖς εὐχαῖς, καὶ μετὰ θλιβομένης διανοίας.
 [01092]  Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ.
 [01588]  Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ προηγουμένως διηνεκῶς ἐν ταῖς ἁγίαις σου μεμνημένος εὐχαῖς·
 [02028]  Θρηνοῦμεν δὲ τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην.
 [02030]  Λανθάνοντες γὰρ καὶ κρυπτόμενοι, πλείονα σχολὴν ἔχετε νῦν προσκαρτερεῖν ταῖς εὐχαῖς, καὶ μετὰ θλιβομένης διανοίας.
 [02050]  Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ.
000-00-00 Serial Number=0631461680
Expositiones in Psalmos Ante [Go Back]  
 [00236]  Ὁ δὲ τῷ Βασιλεῖ ὅμοιος γενόμενος κατὰ τὸ ἐγχωροῦν, ἐννόησον ὅσης ἀπολαύσεται τῆς παῤῥησίας ἐν ταῖς εὐχαῖς.
000-00-00 Serial Number=0936711788
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02614]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους ταῖς εὐχαῖς ταῖς τούτου θαῤῥοῦντας γενέσθαι χείρους, οὗτος δὲ οὐκ ἠνείχετο μὴ εὔχεσθαι ὑπὲρ αὐτῶν·
000-00-00 Serial Number=0201564491
Fragmenta in Job Ante [Go Back]  
 [00191]  Ὁρᾷς καθαρισμὸν οὐχὶ Μωσαϊκὸν, ἀλλ' ἀποστολικὸν, τὴν διάνοιαν αὐτοῖς, ἀλλ' οὐ τὸ σῶμα, ταῖς εὐχαῖς ἀποσμήχοντα.
000-00-00 Serial Number=0802697301
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00307]  καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς ἐκκλησίαις, εἰρήνην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι.
000-00-00 Serial Number=0999726117
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00111]  καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ ∆αυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας.
000-00-00 Serial Number=0844857931
Homilia in martyres Ante [Go Back]  
 [00061]  λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς, ἐνδιάτριβε ἀεὶ τοῖς διηγήμασι τῶν παλαισμάτων ἐκείνου·
000-00-00 Serial Number=0688307703
In Acta apostolorum Ante [Go Back]  
 [00293]  Καθάπερ οὖν αὐτῷ συναλιζόμενοι τῷ Χριστῷ, καὶ τραπέζης κοινωνοῦντες, μηδὲν ἁπλῶς πράττωμεν, ἀλλ' ἐν νηστείαις καὶ εὐχαῖς, καὶ σωφροσύνῃ πολλῇ διάγωμεν.
 [02211]  Οὐ γὰρ ἐν ταῖς εὐχαῖς μόνον ἡ κοινωνία, οὐδὲ ἐν τῇ διδασκαλίᾳ, ἀλλὰ καὶ ἐν τῇ πολιτείᾳ.
 [02299]  Πίστιν γνησίαν, βίον ὀρθὸν, τὴν ἐν ἀκροάσει καρτερίαν, τὴν ἐν εὐχαῖς, τὴν ἐν ἀφελείᾳ, τὴν ἐν εὐφροσύνῃ.
 [02307]  ∆ιὰ γοῦν τῆς ἀφελείας τὴν πᾶσαν αὐτῶν ἐδήλωσεν ἀρετὴν, πολὺ καὶ τῆς τῶν χρημάτων ὑπεροψίας, καὶ τῆς νηστείας, καὶ τῆς ἐν ταῖς εὐχαῖς καρτερίας μείζονα οὖσαν.
 [02490]  Αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες.
 [03718]  Ἐπένευσεν αὐτῶν τῇ δεήσει, καὶ δῆλον τοῦτο ἐποίησε σείσας τὸν τόπον, ὅτι πάρεστι ταῖς εὐχαῖς αὐτῶν.
 [03819]  Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν·
 [07369]  Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει.
 [08885]  Οἱ μὲν λελυμένοι ἐν εὐχαῖς ἦσαν·
 [08933]  μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν.
000-00-00 Serial Number=0958922744
In Genesim sermones Ante [Go Back]  
 [00200]  Οὐ γὰρ οἰκείᾳ δυνάμει θαῤῥήσαντες, ἀλλὰ ταῖς εὐχαῖς [54.587] τῶν προέδρων καὶ ταῖς ὑμετέραις τὸ πᾶν ἐπιῤῥίψαντες ἀπεδυσάμεθα πρὸς τὸ στάδιον.
 [01246]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες, τὸν λόγον [54.617] εἰς διδασκαλίαν προτείνομεν, ταῖς εὐχαῖς αὐτῶν τὸ πᾶν ἐπιῤῥίψαντες.
000-00-00 Serial Number=0931684554
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00060]  τίνες ἦσαν ἐν ταῖς εὐχαῖς οἱ παρ' αὐτὸν τὸν καιρὸν τῆς τρυφῆς οὕτω συνεσταλμένοι, καὶ ἀποστολικὰ σπλάγχνα ἐπιδεικνύμενοι;
000-00-00 Serial Number=0097078323
In Kalendas Ante [Go Back]  
 [00018]  Ἐπεὶ οὖν οὐ πάρεστιν ἡμῖν ὁ πατὴρ, φέρε, ταῖς εὐχαῖς ταῖς ἐκείνου θαῤῥήσαντες τῆς πρὸς ὑμᾶς διδασκαλίας ἁψώμεθα.
 [00164]  Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ' ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ.
000-00-00 Serial Number=0037359416
In Lazarum i Ante [Go Back]  
 [00034]  Καὶ σὺ τοίνυν, ὅταν παῖς, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ γνώριμος ἀσθενῶν ὑπὸ τῶν κάτω δημίων ἕλκωνται, πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν ἀνδρῶν ἰσχυροτέραις οὔσαις, καὶ μίμησαι τὰς περὶ τὴν Μάρθαν γυναῖκας.
000-00-00 Serial Number=0844628930
In Psalmum 145 Ante [Go Back]  
 [00127]  Ἵνα μὴ τῆς γλώττης φθεγγομένης ἐκείνη ῥέμβηται, ὃ πολλάκις καὶ ἐν ταῖς εὐχαῖς πάσχομεν καὶ ἐν ταῖς ὑμνῳδίαις·
 [00282]  ὁ δὲ τὰ συμφέροντα ἡμῖν μᾶλλον εἰδὼς, ὁ Θεὸς οὐκ ἐπινεύει ταῖς ἡμετέραις εὐχαῖς, τὸ λυσιτελὲς ἡμῖν καὶ ἀγνοούντων ἡμῶν οἰκονομῶν.
 [00308]  Σχολάσωμεν οὖν ταῖς εὐχαῖς διηνεκῶς, μὴ μόνον δι' ἡμέρας, ἀλλὰ καὶ διὰ νυκτός.
 [00311]  Ἄνθρωπος βασιλεὺς ἐν φροντίσι τοσαύταις ὢν, δήμων καὶ πόλεων καὶ ἐθνῶν ἀρχὴν ἐγκεχειρισμένος, εἰρή νης φροντίζων, πολέμους καταλύων, πραγμάτων ἄφα τον ὄχλον ὁρῶν περὶ αὐτὸν ἀεὶ περιεστῶτα, οὐδὲ μι κρὸν ἀναπνεῦσαι ἔχων, οὐ μόνον τὰς ἡμέρας, ἀλλὰ καὶ τὰς νύκτας προσετίθει ταῖς εὐχαῖς.
000-00-00 Serial Number=0725982010
In decollationem sancti Joannis Ante [Go Back]  
 [00067]  Ὢ χάρις γυναικός! ὢ μάλαγμα ὀδύνων προμαλακτήριον! ὢ φιλίας ὁμοζύγου θεσμός! Ἆρα σοῦ ποτε ἀῤῥωστούσης τοιοῦτον ἐφθέγξατο ῥῆμα, καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις τὴν νόσον σου ἀπέσμηξεν;
000-00-00 Serial Number=0609937906
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00294]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων, καὶ τῶν προέδρων ἁπάντων, τήν τε ὀρθότητα τῶν δογμάτων, ἣν ἄνωθεν καὶ ἐκ προγόνων παρελάβομεν, ἀκέραιον διατηρῆσαι, καὶ βίον αὐτῇ συμβαίνοντα προσθεῖναι, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0061524808
In duodecim apostolos Ante [Go Back]  
 [00061]  τουτέστι, Φυλάξατε, τειχίσατε, ταῖς εὐχαῖς ὀχυρώσατε, ἵνα, ὅταν εὐκαίρως ὀργίζωμαι, καὶ σαλεύω τὴν σύμπασαν, βλέπων τὸν ὑμῶν ἀτελεύτητον τάφον, καὶ ἅπερ ἑκουσίως δι' ἐμὲ βαστάζετε στίγματα, νικῶ τὸν θυμὸν εὐσπλαγχνίᾳ, καὶ προλαμβάνω τὴν ὑμῶν διὰ ταύτην πρεσβείαν.
000-00-00 Serial Number=0333900332
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00439]  τὸ εὐχαῖς προσηλῶσθαι·
 [00441]  ∆είξας τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήματα, καὶ προθυμοτέρους εἰς ἀρετὴν ποιεῖ, μεγάλα αὐτῶν μαρτυρῶν ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο·
 [00455]  ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς·
 [00758]  Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς ἐῤῥύσατο, καὶ τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ ταῖς εὐχαῖς τούτων τὸ πᾶν ἀνέθηκεν·
 [00759]  ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν.
 [00835]  καὶ γὰρ τὴν σωτηρίαν ταύτην ταῖς εὐχαῖς αὐτῶν λογίζεται·
 [00899]  Καὶ τί θαυμάζεις, εἰ τὰ μέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συμφέρον ἀγνοεῖ;
 [00901]  Καὶ οὐ λέγει τοῦτο μόνον, ἵνα δόξῃ μετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συμφέρον ἐν εὐχαῖς ἠγνόησε.
 [01748]  Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα.
 [02508]  Ἑτέροις σεαυτὸν δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουμένων, εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶ τῶν μελλόντων·
 [05167]  Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα.
000-00-00 Serial Number=0822865069
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00857]  Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις.
 [00861]  ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ;
 [00965]  Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ προστρέχειν, καὶ μηδενὸς τῶν εἰς ἀρετὴν φερόντων ἀντιλαμβάνεσθαι·
000-00-00 Serial Number=0875196934
In epistulam I ad Corinthios Ante [Go Back]  
 [09999]  καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέ-ροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ' ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλο-καρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ [61.313] πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων.
000-00-00 Serial Number=0848023117
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03097]  Τὴν σπατάλην ἐκκόπτων, προνοητικὴν αὐτὴν εἶναι βούλεται, οἰκονομικὴν, εὐχαῖς διαπαντὸς προσκαρτερεῖν.
 [03176]  Προθυμότερος γενοῦ ἐν ταῖς εὐχαῖς, περιεργάζου καὶ ἁγίους ἄνδρας, τοὺς ὄντως ἁγίους, τοὺς ἐν ταῖς ἐρημίαις καθημένους, τοὺς οὐ δυναμένους ἐπαιτεῖν, τοὺς προσανέχοντας τῷ Θεῷ βάδιζε μακρὰν ὁδὸν, δίδου διὰ σαυτοῦ·
000-00-00 Serial Number=0477579236
In epistulam ad Colossenses Ante [Go Back]  
 [00436]  Κατάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς.
 [01006]  ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι·
 [03215]  Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς ῥᾳθυμεῖν πολλάκις ποιεῖ, διὰ τοῦτό φησι·
 [03222]  Τοῦτο γὰρ, φησὶν, ἔργον ὑμῶν ἔστω, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἑκόντας καὶ ὑπὲρ ὧν ἄκοντας ἐποίησεν εὖ, καὶ ὑπὲρ βασιλείας καὶ ὑπὲρ γεέννης, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως.
 [04035]  ἐν εὐχαῖς, ἐν παραινέσεσιν;
 [04049]  Ἐπικείσθω νόμος, ἐν εὐχαῖς μόναις καὶ παραινέσεσι κεχρῆσθαι τούτοις·
000-00-00 Serial Number=0132306874
In epistulam ad Ephesios Ante [Go Back]  
 [00551]  ὅσων ἐμέμνητο ἐν ταῖς εὐχαῖς, ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ μέγιστα εὐεργετούμενος.
 [00843]  Οὐκοῦν καὶ τῆς κοινωνίας ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς.
 [04120]  καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν.
000-00-00 Serial Number=0975435972
In epistulam ad Philippenses Ante [Go Back]  
 [00777]  Ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, καθάπερ ὁ προφήτης φησί·
000-00-00 Serial Number=0711612642
In epistulam ad Romanos Ante [Go Back]  
 [00416]  τὸ ἐν εὐχαῖς ἔχειν καὶ ἀδιαλείπτως ἔχειν, ἐννόησον πόσης ἐστὶ διαθέσεως καὶ φιλίας.
 [00447]  Καὶ δοκεῖ μὲν ἕν τι λέγειν, τέσσαρα δὲ τίθησιν ἐνταῦθα, καὶ ὅτι μέμνηται, καὶ ὅτι ἀδιαλείπτως, καὶ ὅτι ἐν εὐχαῖς, καὶ ὅτι ὑπὲρ μεγάλων πραγμάτων.
 [09999]  ∆ιὸ καὶ ὑμεῖς εἰδότες τὸν πόνον, συμπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυμίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡμεῖς ὑμῶν, καὶ ἡμῶν ὑμεῖς καύχημα γένησθε.
000-00-00 Serial Number=0643890738
In illud Domine non est in homine Ante [Go Back]  
 [00025]  οὕτω καὶ σήμερον προσδοκῶ ταῖς εὐχαῖς ταῖς ὑμετέραις, ἂν μετὰ καρτερίας καὶ πολλῆς τῆς ὑπομονῆς τὴν προκειμένην ἡμῖν διανύσωμεν ὁδὸν, καὶ ἐπὶ τὴν κορυφὴν αὐτὴν ἀναβῆναι δυνηθῶμεν, ἰσόπεδα καὶ λεῖα καὶ ὕπτια πάντα εὑρήσειν ἐκεῖ.
000-00-00 Serial Number=0612132132
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00010]  ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε, ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον ἐργαζόμενοι τὴν διδασκαλίαν.
000-00-00 Serial Number=0849680901
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00323]  ἧς γένοιτο διηνεκῶς ἐντρυφᾷν, εὐχαῖς καὶ πρεσβείαις πάντων τῶν ἁγίων, εἰς [56.280] δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0397715747
In illud Ne timueritis Ante [Go Back]  
 [00598]  Καλὸς ἄνθρωπος, ὡραῖος, ἐπιεικὴς, θαυμαστὸς, ἐλεήμων, φιλόφρων, συντετριμμένος, ἀεὶ ἐν εὐχαῖς προσέχων, ἀεὶ ἐν νηστείαις παραμένων, ἀεὶ ἐν τῇ ἐκκλησίᾳ σχολάζων, ἀεὶ ἀχώριστός ἐστι τῆς θείας διδασκαλίας.
 [00674]  Ἀνθρώπου δόξα, πίστις ὀρθὴ, ζῆλος ὁ κατὰ Θεὸν, ἀγάπη, πραότης, ἐπιείκεια, ἡ ἐν [55.514] εὐχαῖς ἐκτένεια, ἡ τῆς ἐλεημοσύνης φιλοσοφία, σωφροσύνη, κοσμιότης, τὰ λοιπὰ ἅπαντα τῆς ἀρετῆς μέλη.
000-00-00 Serial Number=0909067750
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00096]  Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰτιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρίβειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμελεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλανᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές;
000-00-00 Serial Number=0096142113
In martyres Aegyptios Ante [Go Back]  
 [00071]  Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς·
000-00-00 Serial Number=0809027910
In omnes sanctos Ante [Go Back]  
 [00008]  Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων·
000-00-00 Serial Number=0535543859
In principium Actorum Ante [Go Back]  
 [00114]  Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις·
 [00734]  ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0697975993
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00135]  Αἱ γὰρ κατὰ τὴν ὁδὸν πόλεις συντρέχουσαι πάντοθεν ἤλειφον τὸν ἀθλητὴν, καὶ μετὰ πολλῶν ἐξέπεμπον τῶν ἐφοδίων, εὐχαῖς καὶ πρεσβείαις αὐτῷ συναγωνιζόμεναι.
 [00204]  Ἅπερ ἅπαντα λογιζόμενοι, πάσης τέρψεως, πάσης ἡδονῆς τὴν ἐνταῦθα προτιμῶμεν διατριβὴν, ἵν' ὁμοῦ καὶ εὐφραινόμενοι καὶ κερδαίνοντες, καὶ ἐκεῖ σύσκηνοι τοῖς ἁγίοις τούτοις καὶ ὁμοδίαιτοι γενέσθαι δυνηθῶμεν εὐχαῖς αὐτῶν τῶν ἁγίων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0372239649
In sanctum Romanum Ante [Go Back]  
 [00072]  Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων, ὁ μακάριος οὗτος Ῥωμανὸς παρελθὼν εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν καταπεσόντας ἀνορθῶν, τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος εὐχαῖς, καὶ παραινέσεσι, καὶ συμβουλαῖς, περὶ τῶν μελλόντων,
000-00-00 Serial Number=0302268505
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00059]  Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες.
000-00-00 Serial Number=0341222465
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00277]  Ταῦτ' οὖν εἰδότες ὅτι πάντα κινεῖ καὶ πραγματεύεται ὁ Θεὸς, ὥστε ἡμᾶς ἀπαλλάξαι κολάσεως καὶ τιμωρίας, πολλὰς παρέχωμεν αὐτῷ τὰς ἀφορμὰς, ἐξομολογούμενοι, μετανοοῦντες, δακρύοντες, εὐχόμενοι, τοῖς πλησίον τὴν ὀργὴν ἀφιέντες, τὴν τῶν πέλας πενίαν διορθούμενοι, ἐν ταῖς εὐχαῖς νήφοντες, ταπεινοφροσύνην ἐπιδεικνύμενοι, τῶν ἁμαρτημάτων μεμνημένοι συνεχῶς.
000-00-00 Serial Number=0674739003
Non esse desperandum Ante [Go Back]  
 [00066]  Ἀλλὰ τίνος ἕνεκεν τοῦ τελώνου οὕτω ταχέως ἐπήκουσεν ὁ Θεὸς, τὸν δὲ Ἰσαὰκ ἀφῆκεν εἴκοσιν ἔτη δέεσθαι καὶ παρακαλεῖν αὐτὸν περὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τότε ἐπένευσε ταῖς εὐχαῖς τοῦ δικαίου;
000-00-00 Serial Number=0510554135
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00261]  σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέραν ἐκείνης.
 [00264]  Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ κατὰ τῆς τιμωρίας τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται·
000-00-00 Serial Number=0931514502
Post reditum a priore exsilio Ante [Go Back]  
 [00221]  Παρακαλέσωμεν τὸν Θεὸν, ἀξιώσωμεν ἐκείνην, παραμείνωμεν ταῖς εὐχαῖς·
000-00-00 Serial Number=0570916116
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00376]  Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι' ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ' ἢ τὸν νυμφίον μόνον ὡς παρόντα καὶ φαινόμενον, ἀναχωρῇ δὲ οἴκαδε πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν·
000-00-00 Serial Number=0883363128
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00110]  ταῖς εὐχαῖς προσέχετε.
000-00-00 Serial Number=0441566527
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00072]  καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις ἀπεσμήξατό σου τὴν νόσον;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»