0345-0407 - Iohannes Chrysostomus - Homilia dicta postquam reliquiae martyrum
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Homilia dicta postquam reliquiae martyrum

[00001]    ΟΜΙΛΙΑ Βʹ.

63.467

[00002]    Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλη σίαν προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά σης τῆς ἀγορᾶς ἕως ∆ρυπίας, τοῦ μαρτυρίου ἀπ έχοντος θʹ σημεῖα τῆς πόλεως·

[00003]    ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων.

[00004]    αʹ.

[00005]    Τί εἴπω καὶ τί λαλήσω;

[00006]    σκιρτῶ καὶ μαίνομαι μανίαν σωφροσύνης βελτίονα·

[00007]    πέτομαι καὶ χορεύω καὶ μετάρσιος φέρομαι καὶ μεθύω λοιπὸν ὑπὸ τῆς ἡδονῆς ταύτης τῆς πνευματικῆς.

[00008]    Τί εἴπω καὶ τί λαλήσω;

[00009]    τῶν μαρτύρων τὴν ἰσχύν;

[00010]    τῆς πόλεως τὴν προθυμίαν;

[00011]    τῆς βασιλίδος τὸν ζῆλον;

[00012]    τῶν ἀρχόντων τὴν συνδρομήν;

[00013]    τοῦ διαβόλου τὴν αἰσχύνην;

[00014]    τῶν δαιμόνων τὴν ἧτταν;

[00015]    τῆς Ἐκκλησίας τὴν εὐγένειαν;

[00016]    τοῦ σταυροῦ τὴν ἰσχύν;

[00017]    τοῦ [63.468] σταυρωθέντος τὰ θαύματα;

[00018]    τοῦ Πατρὸς τὴν δόξαν;

[00019]    τοῦ Πνεύματος τὴν χάριν;

[00020]    τοῦ δήμου παντὸς τὴν ἡδονήν;

[00021]    τῆς πόλεως τὰ σκιρτήματα;

[00022]    τῶν μοναχῶν τοὺς συλλόγους;

[00023]    τῶν παρθένων τοὺς χορούς;

[00024]    τῶν ἱερέων τὰ τάγματα;

[00025]    τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν;

[00026]    Εὔκαιρον ἐφ' ἅπασιν εἰπεῖν·

[00027]    Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε;

[00028]    ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου;

[00029]    Γυναῖκες θαλαμευόμεναι καὶ κηροῦ μαλακώτεραι, τὰ κατάστεγα οἰκήματα καταλιποῦσαι, πρὸς τοὺς ἰσχυροτάτους τῶν ἀνδρῶν ἡμιλλῶντο τῇ προθυμίᾳ, μῆκος ὁδοῦ τοσοῦτον βάδην ἀνύουσαι·

[00030]    οὐ νέαι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι·

[00031]    καὶ οὔτε ἡ τῆς φύ [63.469] σεως ἀσθένεια, οὔτε τὸ τῆς διαγωγῆς ἁβροδίαιτον, οὔτε ὁ τῆς περιφανείας τῦφος γέγονε κώλυμα τῇ προθυμίᾳ.

[00032]    Ἄρχοντες πάλιν καὶ αὐτοὶ τὰ ὀχήματα καταλιπόντες καὶ τοὺς ῥαβδούχους καὶ τοὺς δορυφόρους, τοῖς ἰδιώταις ἑαυτοὺς ἀνέμιξαν.

[00033]    Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρχοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ' ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν;

[00034]    Ἀλλ' ὁ τῶν μαρτύρων πόθος καὶ ἡ τυραννὶς καὶ ἡ τῆς ἀγάπης φλὸξ ἅπαντα ταῦτα τὰ προσωπεῖα ῥῖψαι ἀνέπεισε, καὶ γυμνῇ τῇ προθυμίᾳ τὸν ζῆλον ἐπιδείξασθαι τὸν περὶ τοὺς ἁγίους μάρτυρας.

[00035]    Καὶ γὰρ ἀνεμνήσθη τοῦ μακαρίου ∆αυῒδ, ὃς καὶ ἁλουργίδα περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὰ σκῆπτρα τοῦ τῶν Ἑβραίων ἔχων δήμου, ἐπειδὴ τὴν κιβωτὸν ἀνέφερε, τὴν σκηνὴν ἅπασαν ἐκείνην ἀφεὶς, ἐσκίρτα καὶ ἐχόρευε καὶ ἐπήδα μεγάλα παίζων τε καὶ ὀρχούμενος, καὶ διὰ τῶν ἁλμάτων τὴν ἡδονὴν ἐπιδεικνύμενος, ἢν εἶχεν ἐπὶ τοῖς τελουμένοις.

[00036]    Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας·

[00037]    ἐπεὶ καὶ αὕτη κιβωτὸν ἀνῆγε πολλῷ βελτίονα ἐκείνης τῆς τοῦ ∆αυΐδ.

[00038]    Οὐ γὰρ πλάκας λιθίνας, ἀλλὰ πλάκας ἔχει πνευματικὰς, καὶ χάριν ἐπανθοῦσαν, καὶ δωρεὰν ἀποστίλβουσαν, καὶ ὀστᾶ αὐταῖς ἀντιλάμποντα ταῖς ἀκτῖσι·

[00039]    μᾶλλον δὲ λαμπροτέραν ἀφίενται ἀστραπήν.

[00040]    Ἀκτῖνα μὲν γὰρ βλέποντες ἡλιακὴν, οὐδὲν πάσχουσι δαίμονες·

[00041]    τὴν δὲ ἐντεῦθεν ἐκπηδῶσαν λαμπηδόνα μὴ φέροντες, ἀποτυφλοῦνται καὶ δραπετεύουσι καὶ ἐκ πολλοῦ φεύγουσι τοῦ διαστήματος·

[00042]    τοσαύτη καὶ τῆς τέφρας τῶν ἁγίων ἡ δύναμις, οὐκ ἔνδον ἐγκαθημένη μόνον ἐν τοῖς λειψάνοις, ἀλλὰ καὶ περαιτέρω προϊοῦσα καὶ τὰς ἀκαθάρτους ἀπελαύνουσα δυνάμεις, καὶ τοὺς μετὰ πίστεως προσιόντας μετὰ πολλῆς ἁγιάζουσα τῆς περιουσίας.

[00043]    ∆ιά τοι τοῦτο καὶ ἡ φιλόχριστος αὕτη παρείπετο τοῖς λειψάνοις, συνεχῶς ἐφαπτομένη, καὶ τὴν εὐλογίαν ἐπισπωμένη, καὶ τοῖς ἄλλοις πᾶσι διδάσκαλος γινομένη τῆς καλῆς ταύτης καὶ πνευματικῆς ἐμπορίας, καὶ διδάσκουσα πάντας ἀρύεσθαι ἀπὸ τῆς πηγῆς ταύτης τῆς ἀεὶ μὲν ἀντλουμένης, οὐδέποτε δὲ κενουμένης.

[00044]    Καθάπερ γὰρ τὰ νάματα τῶν πηγῶν βρύοντα, οὐκ εἴσω τῶν οἰκείων κόλπων κατέχεται, ἀλλ' ὑπερβλύζει καὶ ὑπερχεῖται·

[00045]    οὕτω δὴ καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ τοῖς ὀστέοις παρακαθημένη καὶ τοῖς ἁγίοις συνοικοῦσα, καὶ εἰς ἑτέρους πρόεισι τοὺς μετὰ πίστεως ἐφεπομένους αὐτῇ, καὶ ἀπὸ ψυχῆς εἰς σώματα, καὶ ἀπὸ σωμάτων εἰς ἱμάτια, καὶ ἀπὸ ἱματίων εἰς ὑποδήματα, καὶ ἀπὸ ὑποδημάτων εἰς σκιὰς ἐκτρέχει.

[00046]    ∆ιά τοι τοῦτο οὐ τὰ σώματα ἐνήργει μόνον τῶν ἁγίων ἀποστόλων, ἀλλὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια·

[00047]    καὶ οὐ τὰ σουδάρια μόνον καὶ τὰ σιμικίνθια, ἀλλὰ καὶ αἱ σκιαὶ τοῦ Πέτρου τῶν ζώντων δυνατώτερα εἰργάζοντο.

[00048]    Ἤδη που καὶ μηλωτὴ κατενεχθεῖσα ἐπὶ τὸ σῶμα τοῦ Ἑλισσαίου διπλοῦν αὐτῷ χάρισμα κατήγαγεν·

[00049]    οὐ γὰρ τὸ σῶμα Ἑλισσαίου μόνον, ἀλλὰ καὶ τὸ ἱμάτιον ἐκεῖνο τῆς χάριτος ἦν ἐμπεπλησμένον.

[00050]    ∆ιά τοι τοῦτο καὶ ἐπὶ τῶν τριῶν παίδων·

[00051]    οὐ γὰρ τὰ σώματα αὐτῶν [63.470] ᾐδέσθη μόνον τῆς φλογὸς ἡ φύσις, ἀλλὰ καὶ αὐτὰ τὰ ὑποδήματα·

[00052]    καὶ ἐπὶ τοῦ Ἑλισσαίου οὐδὲ τελευτήσαντος, οὕτως ἐλύετο θάνατος, εἰς τάφον τοῦ προφήτου ῥιφέντος ἑτέρου νεκροῦ.

[00053]    Οὕτω δὴ καὶ σήμερον γέγονε·

[00054]    τῶν γὰρ λειψάνων φερομένων, ἐμπρησμοὶ δαιμόνων, ὀλολυγαὶ καὶ κωκυτοὶ πανταχόθεν ᾔροντο, τῆς ἀκτῖνος τῶν ὀστῶν ἐκπηδώσης, καὶ τὴν φάλαγγα τῶν ἀντικειμένων κατακαιούσης δυνάμεων.

[00055]    βʹ.

[00056]    ∆ιὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, ὅτι τὴν ἔρημον πόλιν ἐποιήσατε, τὴν πόλιν κενώσαντες·

[00057]    ὅτι τὸν πλοῦτον ἡμῖν τῆς Ἐκκλησίας ὑπεδείξατε σήμερον.

[00058]    Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος·

[00059]    πόσαι ἄμπελοι, καὶ οὐδαμοῦ ἄκανθα·

[00060]    πόσοι στάχυες, καὶ οὐδαμοῦ ζιζάνια.

[00061]    Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλαγμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη·

[00062]    θάλαττα μέλιτος παντὸς γλυκυτέρα, τῶν ποτίμων ὑδάτων ποτιμωτέρα.

[00063]    Οὐκ ἄν τις ἁμάρτοι τὴν θάλατταν ταύτην καὶ ποταμὸν πυρὸς προσειπών·

[00064]    οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι.

[00065]    Καὶ ταῦτα μὲν ἐν τῇ νυκτί·

[00066]    τῆς δὲ ἡμέρας φανείσης ἕτεραι λαμπάδες πάλιν ἐφαίνοντο·

[00067]    ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ·

[00068]    τοῦ γὰρ πυρὸς ἐκείνου τοῦ φαινομένου θερμότερον τὸ τῆς προθυμίας τῆς ὑμετέρας ἦν·

[00069]    καὶ ἕκαστος διπλῆν ἔφερε λαμπάδα, τὴν τοῦ πυρὸς ἐν τῇ νυκτὶ, τὴν τῆς προθυμίας καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ ἡμέρᾳ·

[00070]    μᾶλλον δὲ οὐδὲ νύκτα λοιπὸν ἐκείνην καλῶ·

[00071]    πρὸς γὰρ τὴν ἡμέραν ἡμιλλᾶτο, τοὺς υἱοὺς τοῦ φωτὸς ὑμᾶς περιφέρουσα, καὶ μυρίων ἀστέρων καὶ ἑωσφόρου λαμπροτέρους ἀποφαίνουσα.

[00072]    Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες.

[00073]    ∆ιὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον·

[00074]    Νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·

[00075]    καὶ ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ·

[00076]    καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται·

[00077]    ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.

[00078]    Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκχυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυσάντων;

[00079]    Οὐδὲ γὰρ ἦν ἔδαφος γυμνὸν ἰδεῖν, ἀλλὰ πᾶσαν τὴν ὁδὸν σώμασιν ἀνθρωπίνοις καλύψαντες, μίαν σειράν τινα χρυσῆν καὶ συνεχῆ, καὶ ποταμὸν ἕνα πολλῷ τῷ ῥοθίῳ φερόμενον διὰ πάσης ἐδείξατε τῆς ὁδοιπορίας·

[00080]    καὶ ἄνω μὲν εἰς τὸν οὐρανὸν ἀναβλέποντες ἑωρῶμεν σελήνην καὶ ἀστέρας ἐν μέσῳ, κάτω δὲ τῶν πιστῶν τὸ πλῆθος, καὶ τῆς σελήνης λαμπρότερον ἐν τῷ μέσῳ τὴν βασιλίδα φερομένην.

[00081]    Ὥσπερ γὰρ οἱ ἀστέρες οἱ κάτω ἀμείνους τῶν ἄνω·

[00082]    οὕτω καὶ αὕτη πολὺ φαιδροτέρα ἐκείνης.

[00083]    Τί γάρ;

[00084]    τοσοῦτον σελήνη, ὅσον ψυχὴ ἐν ἀξιώματι τοσούτῳ τοσαύτῃ κατακοσμουμένη πίστει;

[00085]    Τί ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι' ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως;

[00086]    Βασιλίδες μὲν γὰρ πολλαὶ πολλάκις ἐγένοντο, αἳ τῆς στολῆς αὐτῆς καὶ τῶν διαδημάτων ἐκοινώνησαν μόνον, καὶ τῆς δόξης τῆς βασιλικῆς·

[00087]    ταύτης δὲ μόνης

[00088]    [63.471] οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς.

[00089]    ∆ιά τοι τοῦτο τῶν μαρτύρων οὐκ ἔλαττον τὸν δῆμον ὠφέλησεν.

[00090]    Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχήνεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ' ἐξηρτημένην λάρνακος.

[00091]    ∆ιὰ ταῦτά σε μακαρίζοντες οὐ παυόμεθα, οὐχ ἡμεῖς δὲ μόνοι, ἀλλὰ καὶ αἱ γενεαὶ μετὰ ταῦτα πᾶσαι.

[00092]    γʹ.

[00093]    Τὰ γὰρ ἐνταῦθα γενόμενα ἀκούσεται μὲν τὰ πέρατα τῆς οἰκουμένης, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν·

[00094]    ἀκούσονται δὲ οἱ μεθ' ἡμᾶς, καὶ οἱ μετ' ἐκείνους, καὶ χρόνος οὐδεὶς λήθῃ παραδώσει τὸ γεγενημένον, τοῦ Θεοῦ πανταχοῦ τῆς οἰκουμένης καὶ πανταχοῦ τῶν μετὰ ταῦτα γενεῶν αὐτὸ μετὰ πολλῆς ἐκπομπεύοντος τῆς περιφανείας.

[00095]    Εἰ γὰρ πόρνης γυναικὸς ἔργον πρὸς τὰ τέρματα τῆς οἰκουμένης ἀφικέσθαι ἐποίησε, καὶ τῇ μνήμῃ κατέστησεν ἀθάνατον·

[00096]    πολλῷ μᾶλλον τῆς κοσμίας καὶ σεμνῆς καὶ σώφρονος γυναικὸς καὶ ἐν βασιλείᾳ τοσαύτην ἐπιδειξαμένης εὐλάβειαν, οὐκ ἀφήσει τὸ ἔργον λαθεῖν, ἀλλὰ μακαριοῦσί σε πάντες, τὴν ξενοδόχον τῶν ἁγίων, τὴν προστάτιν τῶν Ἐκκλησιῶν, τὴν ὁμόζηλον τῶν ἀποστόλων.

[00097]    Εἰ γὰρ γυναικείαν ἔλαχες φύσιν, ἀλλ' ἔξεστί σοι καὶ πρὸς ἀποστολικὰ κατορθώματα ἁμιλλᾶσθαι.

[00098]    Ἐπεὶ καὶ ἡ Φοίβη τότε ἐκείνη ἡ τὸν διδάσκαλον τῆς οἰκουμένης ὑποδεξαμένη καὶ προστάτις αὐτοῦ γενομένη, γυνὴ ἦν καὶ τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦσα·

[00099]    ἀλλ' ὅμως τοσοῦτον ἔλαμψεν, ὡς τὸν ἅγιον ἐκεῖνον τὸν τῶν οὐρανῶν ἄξιον καὶ τῶν ἀποστόλων πάντων μείζονα ἀνακηρῦξαι αὐτὴν καὶ εἰπεῖν, ὅτι Προστάτις πολλῶν ἐγένετο, καὶ ἐμοῦ αὐτοῦ.

[00100]    Καὶ Πρίσκιλλα δὲ γυναικείαν ἦν λαχοῦσα φύσιν·

[00101]    ἀλλ' οὐδὲν αὐτῇ κώλυμα γέγονε τοῦτο εἰς τὸ ἀνακηρυχθῆναι καὶ ἀθάνατον αὐτῆς γενέσθαι τὴν μνήμην.

[00102]    Καὶ ἕτερος δὲ πολὺς γυναικῶν ἦν τότε χορὸς ἀποστολικὸν μεταχειρισαμένων βίον.

[00103]    ∆ιὸ καὶ ἡμεῖς μετ' ἐκείνων σε νῦν ἀριθμοῦντες, οὐχ ἁμαρτησόμεθα, ὅτι δὴ λιμὴν εἶ τῶν Ἐκκλησιῶν ἁπασῶν, καὶ τῇ βασιλείᾳ τῇ παρούσῃ πρὸς τὴν κτῆσιν τῆς μελλούσης ἀποκέχρησαι βασιλείας, Ἐκκλησίας ὀρθοῦσα, ἱερέας τιμῶσα, αἱρετικῶν καταλύουσα πλάνην, μάρτυρας ὑποδεχομένη, οὐ τραπέζῃ, ἀλλὰ γνώμῃ, οὐ σκηνῇ, ἀλλὰ προαιρέσει, μᾶλλον δὲ καὶ σκηνῇ καὶ [63.472] προαιρέσει.

[00104]    Προηγήσατό ποτε καὶ Μαρία τοῦ λαοῦ, τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπιφερομένη, καὶ ᾖσεν ᾠδήν·

[00105]    ἀλλ' ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων·

[00106]    ἐκείνη τοῦ Φαραὼ καταποντισθέντος, σὺ δὲ τοῦ διαβόλου κατενεχθέντος·

[00107]    ἐκείνη κύμβαλα ἔχουσα, σὺ δὲ διάνοιαν καὶ ψυχὴν ὑπὲρ σάλπιγγα ἠχοῦσαν·

[00108]    ἐκείνη Ἰουδαίων ἐλευθερωθέντων, σὺ δὲ τῆς Ἐκκλησίας στεφανουμένης·

[00109]    ἐκείνη δῆμον ἕνα ἐξάγουσα ὁμόγλωττον, σὺ δὲ μυρίους δήμους ἑτερογλώσσους.

[00110]    Καὶ γὰρ μυρίους ἡμῖν ἐξήγαγες χοροὺς, τοὺς μὲν τῇ Ῥωμαίων, τοὺς δὲ τῇ Σύρων, τοὺς δὲ τῇ βαρβάρων, τοὺς δὲ τῇ Ἑλλάδι φωνῇ τὰ τοῦ ∆αυῒδ ἀνακρουομένους ᾄσματα·

[00111]    καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ ∆αυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας.

[00112]    Ἐπεζήτει τῆς ἑορτῆς ταύτης ἡ εὐφροσύνη καὶ τὸν θεοφιλέστατον βασιλέα τὸν μετὰ σοῦ τὸ ἄροτρον τῆς εὐσεβείας ἕλκοντα·

[00113]    ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν παρουσίαν.

[00114]    Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν.

[00115]    Εἰ μὲν γὰρ ἀμφοτέροι σήμερον παρεγένοντο, σήμερον ἂν τέλος ἔλαβε τὰ τῆς ἑορτῆς·

[00116]    ἵνα δὲ καὶ ἡσυχίαν ἐργάσηται τῇ παρούσῃ ἡμέρᾳ, καὶ τῇ προσθήκῃ τῆς αὔριον ἐπιδαψιλεύσηται τὴν εὐφροσύνην, διενείματο πρὸς αὐτὸν τὴν λειτουργίαν, καὶ αὐτὴ σήμερον παραγενομένη, αὔριον ἡμῖν ἐπηγγείλατο τὴν ἐκείνου παρουσίαν.

[00117]    Ὥσπερ γὰρ κοινωνεῖ τῆς βασιλείας αὐτῷ, οὕτω καὶ τῆς εὐσεβείας, καὶ οὐκ ἀφίησιν ἐν τοῖς κατορθώμασιν ἄμοιρον εἶναι, ἀλλὰ πανταχοῦ συμμεριστὴν λαμβάνει.

[00118]    Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκταθῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐτὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεασώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, τὴν ἀπὸ τῆς πίστεως·

[00119]    καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ·

[00120]    Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν·

[00121]    καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν·

[00122]    ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00123]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Homilia dicta postquam reliquiae martyrum
Litterarum Omnium Conspectus: 123 Litterae, quae repetitae sunt in 10,368 occasionibus



α

0945 

855   

Α

0913 

2   

β

0946 

58   

Β

0914 

2   

γ

0947 

135   

Γ

0915 

1   

δ

0948 

193   

Δ

0916 

0   

ε

0949 

448   

Ε

0917 

6   

ζ

0950 

20   

Ζ

0918 

0   

η

0951 

163   

Η

0919 

0   

θ

0952 

106   

Θ

0920 

4   

ι

0953 

394   

Ι

0921 

2   

κ

0954 

361   

Κ

0922 

9   

λ

0955 

291   

Λ

0923 

1   

μ

0956 

332   

Μ

0924 

3   

ν

0957 

907   

Ν

0925 

1   

ξ

0958 

30   

Ξ

0926 

0   

ο

0959 

701   

Ο

0927 

5   

π

0960 

338   

Π

0928 

10   

ρ

0961 

380   

Ρ

0929 

0   

ς

0962 

441   

΢

0930 

0   

σ

0963 

363   

Σ

0931 

1   

τ

0964 

879   

Τ

0932 

7   

υ

0965 

206   

Υ

0933 

1   

φ

0966 

79   

Φ

0934 

2   

χ

0967 

88   

Χ

0935 

1   

ψ

0968 

19   

Ψ

0936 

0   

ω

0969 

151   

Ω

0937 

0   

8164 

1   

 

  

0   

8165 

6   

8172 

1   



 ά 

 8049 

 122 

 έ 

 8051 

 153 

 ή 

 8053 

 56 

 ί 

 8055 

 166 

 ό 

 8057 

 85 

 ύ 

 8059 

 90 

 ώ 

 8061 

 28 

 ὰ 

 8048 

 99 

 ὲ 

 8050 

 46 

 ὴ 

 80852 

 90 

 ὶ 

 8054 

 191 

 ὸ 

 8056 

 93 

 ὺ 

 8058 

 32 

 ὼ 

 8060 

 1 

 ᾶ 

 8118 

 17 

   

   

 0 

 ῆ 

 8134 

 121 

 ῖ 

 8150 

 56 

   

   

 0 

 ῦ 

 8166 

 102 

 ῶ 

 8182 

 88 

 ἀ 

 7936 

 113 

 ἐ 

 7952 

 110 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 40 

 ὀ 

 8000 

 10 

 ὐ 

 8016 

 79 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 19 

 ἑ 

 7953 

 12 

 ἡ 

 7969 

 40 

 ἱ 

 7985 

 20 

 ὁ 

 8001 

 15 

 ὑ 

 8017 

 18 

 ὡ 

 8033 

 5 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 2 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 1 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 12 

 ἔ 

 7956 

 19 

 ἤ 

 7972 

 0 

 ἴ 

 7988 

 5 

 ὄ 

 8004 

 0 

 ὔ 

 8020 

 8 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 10 

 ἕ 

 7957 

 7 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 2 

 ὅ 

 8005 

 10 

 ὕ 

 8021 

 16 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 7 

 ἶ 

 7990 

 3 

   

   

 0 

 ὖ 

 8022 

 1 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 2 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 1 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 1 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 10 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 2 

   

   

 0 

 ῇ 

 8135 

 27 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 17 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Homilia dicta postquam reliquiae martyrum
Verborum Omnium Conspectus: 959Verba, quae repetita sunt in 1,949,623 occasionibus



α [00004]
ἁβροδίαιτον [00031]
ἀγαθῶν [00121]
ἀγάπης [00034]
ἀγάσαιτο [00085]
ἁγιάζουσα [00042]
ἁγίοις [00033] [00045]
ἅγιον [00099]
ἁγίους [00034] [00119]
ἁγίῳ [00122]
ἁγίων [00042] [00046] [00096]
ἀγορὰν [00078]
ἀγορᾶς [00002]
ἀδάμαντος [00085]
ἀεὶ [00043] [00122]
ἀθάνατον [00095] [00101]
αἱ [00047] [00064] [00064] [00064] [00091]
αἳ [00086]
Αἰγυπτίων [00105]
αἰνέσεις [00028]
αἱρετικῶν [00103]
αἰσχύνην [00013]
αἰῶνας [00119] [00122]
αἰωνίων [00121]
αἰώνων [00122]
ἀκαθάρτους [00042]
ἄκανθα [00059]
ἀκηράτους [00119]
ἀκούσεται [00093]
ἀκούσονται [00094]
ἀκουστὰς [00028]
Ἀκτῖνα [00040]
ἀκτῖνος [00054]
ἀκτῖσι [00038]
ἀληθείας [00036]
ἀλλ [00033] [00044] [00090] [00097] [00099] [00101] [00105]
Ἀλλ [00034]
ἀλλὰ [00030] [00038] [00042] [00046] [00047] [00049] [00051] [00079] [00091] [00096] [00103] [00103] [00113] [00117]
ἄλλοις [00043]
ἁλμάτων [00035]
ἁλουργίδα [00035]
ἅμα [00122]
ἁμαρτησόμεθα [00103]
ἁμάρτοι [00063]
ἀμαυροτέρας [00067]
ἀμείνους [00081]
Ἀμήν [00123]
ἁμιλλᾶσθαι [00097]
ἄμοιρον [00117]
ἄμπελοι [00059]
ἀμφοτέροι [00115]
ἂν [00115]
ἄν [00063] [00085]
ἀναβλέποντες [00080]
ἀνακηρῦξαι [00099]
ἀνακηρυχθῆναι [00101]
ἀνακρουομένους [00110]
ἀναμιγνυμένη [00088]
ἀνδράσι [00114]
ἀνδρῶν [00025] [00029]
ἀνέμιξαν [00032]
ἀνεμνήσθη [00035]
ἀνέπεισε [00034]
ἀνέφερε [00035]
ἀνῆγε [00037]
ἀνθρωπίνοις [00079]
ἀνθρώπινον [00033]
ἀνίσχων [00067]
ἀντὶ [00085]
ἀντικειμένων [00054]
ἀντιλάμποντα [00038]
ἀντλουμένης [00043]
ἀνύουσαι [00029]
ἄνω [00080] [00081]
ἀνωμαλίαν [00088]
ἄξια [00114]
ἄξιον [00099]
ἀξιωθῆναι [00122]
ἀξιώματι [00084]
ἀπ [00002]
ἀπαγορεύουσαν [00090]
ἅπαντα [00034] [00085]
ἅπαντας [00111]
ἁπάντων [00078] [00119]
ἅπασαν [00033] [00035] [00088]
ἅπασι [00033]
ἅπασιν [00026]
ἁπασῶν [00103]
ἀπέκρυψε [00085]
ἀπελάσασα [00088]
ἀπελαύνουσα [00042]
ἀπηλλαγμένη [00061]
ἀποκάμνουσαν [00090]
ἀποκέχρησαι [00103]
ἀποπνιγομένων [00105]
ἀποστίλβουσαν [00038]
ἀποστολικὰ [00097]
ἀποστολικὸν [00102]
ἀποστόλων [00046] [00096] [00099]
ἀποσχέσθαι [00033]
ἀποτυφλοῦνται [00041]
ἀποφαίνουσα [00071]
ἀπρὶξ [00090]
ἁπτομένη [00033]
ἀραμένης [00002]
ἀριθμοῦντες [00103]
ἄροτρον [00112]
ἀρύεσθαι [00043]
ἀρχομένων [00025]
ἄρχοντας [00033]
Ἄρχοντες [00032]
ἀρχόντων [00003] [00012] [00025]
ἀσθένεια [00031]
ᾄσματα [00110]
ἀστέρας [00080]
ἀστέρες [00081]
ἀστέρων [00071]
ἀστραπήν [00039]
αὐλαῖς [00033]
αὔριον [00113] [00116] [00116] [00118]
αὐτὰ [00051]
αὐταῖς [00038]
αὐτὴ [00033] [00116]
αὐτῇ [00045] [00101]
αὕτη [00037] [00043] [00078] [00082] [00088]
αὐτὴν [00090] [00099] [00118] [00118]
αὐτῆς [00003] [00077] [00077] [00085] [00086] [00088] [00098] [00101]
αὐτὸ [00094]
αὐτοὶ [00032]
αὐτοῖς [00119]
αὐτὸν [00113] [00116]
αὐτοῦ [00098] [00099]
αὐτῷ [00048] [00117]
αὐτῶν [00051]
ἀφεὶς [00035]
ἀφήσει [00096]
ἀφίενται [00039]
ἀφίησιν [00117]
ἀφικέσθαι [00095]


Β [00001]
β [00055]
βάδην [00029]
βαρβάρων [00110]
βασιλέα [00112] [00118]
βασιλείᾳ [00096] [00103]
βασιλείαν [00085]
βασιλείας [00103] [00117]
βασιλίδα [00080]
Βασιλίδες [00086]
βασιλίδος [00002] [00011]
βασιλίδων [00088]
βασιλικαῖς [00033]
βασιλικῆς [00086]
βελτίονα [00006] [00037]
βίον [00102] [00119]
βίου [00088]
βιωτικῶν [00025]
βλέποντες [00040]
βρύοντα [00044]


γ [00092]
γὰρ [00035] [00038] [00040] [00044] [00049] [00051] [00054] [00067] [00068] [00071] [00072] [00078] [00079] [00081] [00086] [00088] [00090] [00093] [00095] [00097] [00110] [00114] [00115] [00117] [00120]
γάρ [00083]
γε [00119]
γεγενημένον [00094]
γεγηρακυῖαι [00030]
γεγηρακυίαις [00114]
γέγονε [00031] [00053] [00078] [00101]
γενεαὶ [00091]
γενέσθαι [00101]
γενεῶν [00094]
γένοιτο [00122]
γενόμενα [00093]
γενομένη [00098]
γῆν [00093]
γῆρας [00119]
γινομένη [00043]
γλυκυτέρα [00062]
γνώμῃ [00103]
γυμνῇ [00034]
γυμνὸν [00079]
γυναῖκας [00033]
γυναικείαν [00097] [00100]
Γυναῖκες [00029]
γυναικὸς [00095] [00096]
γυναικῶν [00102]
γυνὴ [00098]


δαίμονες [00040]
δαιμόνων [00014] [00054] [00105]
∆αυῒδ [00035] [00110] [00111]
∆αυΐδ [00037]
δὲ [00036] [00039] [00041] [00043] [00066] [00067] [00070] [00080] [00085] [00087] [00091] [00094] [00100] [00102] [00103] [00105] [00106] [00107] [00108] [00109] [00110] [00110] [00110] [00116]
δεῖ [00033] [00118]
δὴ [00045] [00053] [00073] [00103]
δῆμον [00089] [00109]
δήμου [00020] [00035]
δήμους [00109]
δήμῳ [00033]
δήμων [00078]
δι [00085]
∆ιὰ [00056] [00073] [00091]
∆ιά [00043] [00046] [00050] [00089]
διὰ [00002] [00035] [00064] [00073] [00079] [00085] [00090]
διαβόλου [00013] [00106]
διαγωγῆς [00031]
διάδημα [00033] [00035]
διαδήματα [00085]
διαδημάτων [00086]
διανοίᾳ [00067]
διάνοιαν [00107]
διανοίας [00085]
διανύσαι [00119]
διαπαντὸς [00064]
διαστήματος [00041]
διαταράξῃ [00114]
διάφορα [00111]
διαφόρους [00111]
διδάσκαλον [00098]
διδάσκαλος [00043]
διδάσκουσα [00043]
διενείματο [00114] [00116]
∆ιὸ [00103]
διπλῆν [00069]
διπλοῦν [00048]
δόξα [00122]
δόξαν [00018]
δόξης [00086]
δορυφορίαν [00088]
δορυφόρους [00032]
δούλων [00025]
δραπετεύουσι [00041]
∆ρυπίας [00002]
δυνάμεις [00042]
δυνάμεων [00054]
δύναμις [00042]
δυναστείας [00027]
δυνατώτερα [00047]
δωρεὰν [00038]


ἑαυτῆς [00114]
ἑαυτοὺς [00032]
Ἑβραίων [00035]
ἐγένετο [00088] [00099] [00113]
ἐγένοντο [00086]
ἐγκαθημένη [00042]
ἐγρηγορότες [00072]
ἔδαφος [00079]
ἔδει [00036]
ἐδείκνυ [00067]
ἐδείξατε [00079]
ἔθνη [00111]
Εἰ [00036] [00095] [00097] [00115] [00120]
εἶ [00103]
εἴδομεν [00118]
εἶναι [00117]
εἰπεῖν [00026] [00099]
εἴπω [00005] [00008]
εἰργάζοντο [00047]
εἰς [00002] [00045] [00045] [00045] [00045] [00045] [00052] [00080] [00101] [00113] [00118] [00122]
εἴσω [00044]
εἶχεν [00035]
ἐκ [00041]
ἕκαστος [00069]
ἑκάστου [00067]
ἐκείνας [00067]
ἐκείνη [00098] [00105] [00106] [00107] [00108] [00109]
ἐκείνην [00035] [00070]
ἐκείνης [00037] [00082]
ἐκεῖνο [00049] [00073]
ἐκεῖνον [00099]
ἐκείνου [00068] [00116]
ἐκείνους [00094]
ἐκείνων [00103]
ἐκεχήνεσαν [00090]
ἐκκλη [00002]
Ἐκκλησίας [00015] [00057] [00103] [00108]
Ἐκκλησιῶν [00096] [00103]
ἐκοινώνησαν [00086]
ἐκπηδῶσαν [00041]
ἐκπηδώσης [00054]
ἐκπομπεύοντος [00094]
ἔκρυπτε [00067]
ἐκταθεῖσαι [00064]
ἐκταθῆναι [00118]
ἐκτρέχει [00045]
ἐκχυθέντων [00078]
ἔλαβε [00115]
ἔλαμψεν [00099]
ἔλαττον [00089]
ἔλαχες [00097]
ἐλευθερωθέντων [00108]
ἐλευθέρων [00025]
ἐλέχθη [00003]
Ἑλισσαίου [00048] [00049] [00052]
ἕλκοντα [00112]
Ἑλλάδι [00110]
ἐλύετο [00052]
ἐμοῦ [00099]
ἐμπεπλησμένον [00049]
ἐμπορίας [00043]
ἐμπρησμοὶ [00054]
ἐν [00003] [00033] [00033] [00036] [00042] [00065] [00067] [00069] [00069] [00069] [00074] [00078] [00080] [00080] [00084] [00096] [00117]
ἕνα [00079] [00109]
ἔνδον [00042]
ἐνδυσαμένη [00085]
ἐνήργει [00046]
ἐνταῦθα [00093]
ἐντεῦθεν [00041] [00085]
ἐξάγουσα [00109]
ἐξαίρετος [00088]
ἔξεστί [00097]
ἐξετάθη [00061]
ἐξήγαγες [00110]
ἐξηρτημένην [00090]
ἑορτὴν [00114]
ἑορτῆς [00112] [00115]
ἐπανθοῦσαν [00038]
Ἐπεζήτει [00112]
ἐπεὶ [00037]
Ἐπεὶ [00098] [00118]
ἐπειδὴ [00035]
ἐπηγγείλατο [00116]
ἐπήδα [00035]
ἐπὶ [00035] [00036] [00048] [00050] [00052]
ἐπιδαψιλεύσηται [00116]
ἐπιδεικνύμενος [00035]
ἐπιδείκνυσθαι [00036]
ἐπιδειξαμένης [00096]
ἐπιδείξασθαι [00034]
ἐπιδειξώμεθα [00118]
ἐπιδοθῆναι [00119]
ἐπικειμένης [00033]
ἐπικλυσάντων [00078]
ἐπιοῦσαν [00118]
ἐπισπωμένη [00043]
ἐπιταθῆναι [00119]
ἐπιτύχωμεν [00121]
ἐπιφερομένη [00104]
ἐποιήσατε [00056]
ἐποίησε [00095]
ἐργάζονται [00072]
ἐργάσηται [00116]
ἔργον [00095] [00096]
ἔρημον [00056]
ἐσκίρτα [00035]
ἕτεραι [00066]
ἑτερογλώσσους [00109]
ἕτερος [00102]
ἑτέρου [00052]
ἑτέρους [00045]
ἐτίθει [00067]
εὐγένειαν [00015]
Εὔκαιρον [00026]
εὐλάβειαν [00096] [00119]
εὐλαβείας [00088] [00118]
εὐλογίαν [00043]
εὐνούχοις [00033]
εὐξώμεθα [00119]
εὐσεβείας [00112] [00117]
εὐφροσύνη [00112]
εὐφροσύνην [00116]
εὐχαῖς [00111]
εὐχῶν [00119]
ἐφ [00026]
ἐφαίνοντο [00066]
ἐφαπτομένη [00043]
ἐφεπομένους [00045]
ἔφερε [00069]
ἐφορᾷ [00093]
ἔχει [00038]
ἐχομένην [00090]
ἔχοντας [00111]
έχοντος [00002]
ἐχόντων [00078]
ἐχόρευε [00035]
ἔχουσα [00061] [00107]
ἔχων [00035]
ἑωρῶμεν [00080]
ἑώρων [00090]
ἕως [00002]
ἑωσφόρου [00071]


ζῆλον [00011] [00034] [00085] [00119]
ζήλου [00118]
ζιζάνια [00060]
ζωῆς [00119]
ζώντων [00047]


[00003] [00031] [00033] [00034] [00034] [00042] [00043] [00045] [00045] [00051] [00078] [00098] [00098] [00112] [00122]
[00033]
ᾐδέσθη [00051]
Ἤδη [00048]
ᾖδον [00073]
ἡδονὴν [00035]
ἡδονήν [00020]
ἡδονῆς [00007] [00056]
ἠλευθερωμένη [00061]
ἡλιακὴν [00040]
ἥλιος [00067] [00093]
ἡμᾶς [00094] [00122]
ἡμεῖς [00091] [00103]
ἡμέρᾳ [00069] [00116]
ἡμέρα [00076]
ἡμέραν [00071] [00072] [00072]
ἡμέρας [00066] [00078]
ἡμιλλᾶτο [00071]
ἡμιλλῶντο [00029]
ἡμῖν [00057] [00110] [00116] [00118]
ἡμῶν [00122]
ἢν [00035]
ἣν [00033]
ἦν [00049] [00068] [00079] [00098] [00100] [00102] [00111]
ἠνέσχετο [00033]
ᾔροντο [00054]
ἧς [00085]
ᾖσεν [00104]
ἡσυχίαν [00116]
ἧτταν [00014]
ἠχοῦσαν [00107]


θ [00002]
θαλαμευόμεναι [00029]
Θάλαττα [00061]
θάλαττα [00061] [00062]
θάλατταν [00063]
θάνατος [00052]
θαύματα [00017]
θεασώμεθα [00118]
θεάτρῳ [00033]
θέμις [00033]
Θεοῦ [00094] [00119]
θεοφιλέστατον [00112]
θεοφιλῆ [00118]
θεραπαινὶς [00033]
θερμότερον [00068] [00085]
θερμότητα [00036]
Θεῷ [00118]
θήκης [00033]
θόρυβος [00114]
θυσίαν [00118]


ἰδεῖν [00033] [00079] [00111]
ἰδιώταις [00032]
Ἰδοὺ [00058]
ἱερέας [00103]
ἱερέων [00024]
Ἰησοῦ [00122]
ἱμάτια [00045]
ἱμάτιον [00049]
ἱματίων [00045]
ἵνα [00116] [00118]
Ἵνα [00114]
Ἰουδαίων [00108]
ἱππέων [00114]
ἰσχύν [00009] [00016]
ἰσχυροτάτους [00029]
Ἰωσὴφ [00104]


Καθάπερ [00044]
κἀκεῖθεν [00002]
καλῆς [00043]
καλύψαντες [00079]
καλῶ [00070]
κατακαιούσης [00054]
κατακοσμουμένη [00084]
καταλιπόντες [00032]
καταλιποῦσαι [00029]
καταλύουσα [00103]
καταπατοῦσα [00033]
καταποντισθέντος [00106]
καταποντισθέντων [00105]
κατάστεγα [00029]
κατασχεῖν [00113]
κατενεχθεῖσα [00048]
κατενεχθέντος [00106]
κατέστησεν [00095]
κατέχεται [00044]
κατήγαγεν [00048]
κατορθώμασιν [00117]
κατορθώματα [00097]
κάτω [00080] [00081]
κενουμένης [00043]
κενώσαντες [00056]
κηροῦ [00029]
κιβωτὸν [00035] [00037]
κιθάραν [00111]
κοινωνεῖ [00117]
κοινωνοὺς [00119]
κοινωνοῦσα [00098]
κόλπων [00044]
κοσμίας [00096]
κόσμος [00088]
κτῆσιν [00103]
κυμάτων [00061]
κύμβαλα [00107]
Κύριε [00027]
Κυρίου [00122]
κωκυτοὶ [00054]
κώλυμα [00031] [00101]


λαβόντες [00119]
λαθεῖν [00096]
λαλήσει [00027]
λαλήσω [00005] [00008]
λαμβάνει [00117]
λαμπάδα [00069]
λαμπάδες [00064] [00066]
λαμπηδόνα [00041]
λαμπροτέραν [00039]
λαμπρότερον [00080]
λαμπροτέρους [00071]
λάμψασα [00085]
λαοῦ [00104]
λάρνακος [00090]
λαχοῦσα [00100]
λέγειν [00033]
λειτουργίαν [00116]
λείψανα [00002] [00090]
λειψάνοις [00042] [00043]
λειψάνων [00033] [00054]
λήθῃ [00094]
λιθίνας [00038]
λιμὴν [00103]
λιπαρὸν [00119]
λοιπὸν [00007] [00070]
λύκος [00058]
λυμήνηται [00114]


μαίνομαι [00006]
μακαρίζοντες [00091]
μακαρίου [00035]
μακαριοῦσί [00096]
μαλακώτεραι [00029]
μᾶλλον [00036] [00039] [00070] [00096] [00103]
μανίαν [00006]
Μαρία [00104]
Μάρτυρας [00088]
μάρτυρας [00034] [00103] [00119]
μαρτυρίου [00002] [00064]
μαρτυρίῳ [00003]
μαρτύρων [00002] [00009] [00034] [00089]
μεγάλα [00035]
μεγάλην [00002]
μεθ [00094] [00122]
μεθύοντες [00072]
μεθύω [00007]
μείζονα [00099]
μειζόνως [00085]
μέλιτος [00062]
μελλούσης [00103]
μὲν [00040] [00043] [00065] [00067] [00080] [00085] [00086] [00093] [00105] [00110] [00115]
μέσῳ [00033] [00080] [00080]
μέσων [00002]
μετ [00094] [00103]
μετάρσιος [00007]
μεταχειρισαμένων [00102]
μέχρι [00061] [00064]
μηδὲ [00114]
μῆκος [00029] [00119]
μηλωτὴ [00048]
μίαν [00079] [00111]
μικρὸν [00033]
μνήμῃ [00095]
μνήμην [00101]
μοναχῶν [00022]
μόνη [00088]
μόνης [00087] [00088]
μονογενεῖ [00119]
μόνοι [00091]
μόνον [00030] [00042] [00046] [00047] [00049] [00051] [00086]
μου [00074]
μυρίους [00109] [00110]
μυρίων [00071]


νάματα [00044]
ναυάγιον [00061]
νέαι [00030]
νεκροῦ [00052]
νύκτα [00070] [00072] [00072]
νυκτὶ [00069] [00069]
νυκτί [00065]
νυκτὸς [00064] [00073]
νυκτῶν [00002]
νῦν [00103] [00122]
Νὺξ [00074]
νὺξ [00076] [00078]


ξενοδόχον [00096]
ξένων [00025]


[00031] [00034] [00067] [00088] [00114]
ὁδοιπορίας [00079] [00090]
ὁδὸν [00033] [00078] [00079]
ὁδοῦ [00029]
ὀθόνης [00033]
οἱ [00072] [00072] [00081] [00081] [00094] [00094]
οἰκείων [00044]
οἰκήματα [00029]
οἴκοι [00113]
οἰκουμένης [00093] [00094] [00095] [00098]
ὅλην [00088]
ὀλολυγαὶ [00054]
ΟΜΙΛΙΑ [00001]
ὁμόγλωττον [00109]
ὁμόζηλον [00096]
ὅμως [00099]
ὅπου [00033]
ὀρθοῦσα [00103]
ὀρχούμενος [00035]
ὁρῶντες [00090]
ὁρῶσι [00064]
ὃς [00035]
ὅσην [00093]
ὅσον [00084]
ὀστᾶ [00038] [00104]
ὀστέοις [00045]
ὀστῶν [00054] [00090]
ὅτι [00056] [00057] [00075] [00099] [00103]
Οὐ [00038]
οὐ [00030] [00046] [00047] [00049] [00051] [00075] [00078] [00091] [00103] [00103]
οὗ [00122]
οὐδαμοῦ [00058] [00059] [00060]
Οὐδὲ [00079]
οὐδὲ [00033] [00033] [00052] [00070] [00090] [00090]
οὐδεὶς [00094]
οὐδὲν [00040] [00101]
οὐδέποτε [00043]
Οὐκ [00063]
οὐκ [00042] [00044] [00061] [00089] [00096] [00117]
οὖν [00118]
οὐρανὸν [00080]
οὐρανῶν [00099]
οὔτε [00031] [00031] [00031]
οὗτος [00088]
Οὕτω [00053]
οὕτω [00045] [00072] [00077] [00082] [00090] [00117]
οὕτως [00052] [00064] [00118] [00119]
οὐχ [00091] [00103]
ὀχήματα [00032]


πά [00002]
παῖδας [00119] [00119]
παίδων [00050] [00119]
παίζων [00035]
πάλιν [00032] [00066] [00118]
πανήγυριν [00114] [00118]
παννυχεύοντες [00072]
πάντα [00033]
πάντας [00043] [00085] [00122]
πανταχόθεν [00054]
πανταχοῦ [00094] [00094] [00117]
πάντες [00090] [00096]
παντὸς [00020] [00062]
πάντων [00099]
παρὰ [00033]
παραγενομένη [00116]
παραγινόμενον [00118]
παραδώσει [00094]
παρακαθημένη [00045]
παρεγένοντο [00115]
παρείπετο [00043]
παρεῖχον [00064]
παρηκολούθει [00033]
παρθένοις [00114]
παρθένων [00023]
παρόντα [00119]
παρόντος [00061]
παρούσῃ [00103] [00116]
παρούσης [00003]
παρουσίαν [00113] [00116]
πᾶσαι [00091]
πᾶσαν [00079]
πάσας [00028]
πάσης [00003] [00073] [00079]
πᾶσι [00043]
πάσχουσι [00040]
Πατρὶ [00122]
Πατρὸς [00018]
παυόμεθα [00091]
πένητες [00090]
πενήτων [00025]
περαιτέρω [00042]
πέρατα [00093]
περὶ [00034]
περιβεβλημένη [00033]
περιβεβλημένος [00035]
περικειμένη [00033]
περικείμενος [00035]
περικόψασα [00088]
περιουσίας [00042] [00085]
περιφανείας [00031] [00094]
περιφέρουσα [00071]
πέτομαι [00007] [00056]
Πέτρου [00047]
πηγῆς [00043]
πηγῶν [00044]
πίστει [00084]
πίστεως [00042] [00045] [00118]
πίστιν [00085]
πιστῶν [00080]
πλάκας [00038] [00038]
πλάνην [00103]
πλήθει [00088]
πλῆθος [00080] [00114]
πλούσιοι [00090]
πλοῦτον [00057]
πλουτούντων [00025]
Πνεύματι [00122]
πνευματικὰς [00038]
πνευματικὴν [00078] [00118]
πνευματικῆς [00007] [00043]
Πνεύματος [00019] [00045]
πόθος [00034]
Ποίας [00078]
ποιήσει [00028]
ποιοῦσα [00114]
ποιοῦσιν [00072]
πόλεως [00002] [00003] [00010] [00021] [00061] [00118]
πόλιν [00056] [00056]
πολιτῶν [00025]
πολλαὶ [00086]
πολλάκις [00086]
πολλῆς [00042] [00085] [00088] [00094]
πολλοῦ [00041]
πολλῷ [00036] [00037] [00079] [00096]
πολλῶν [00099]
πολὺ [00082]
πολὺς [00102]
πόρνης [00095]
πορφυρίδα [00033]
πορφυρίδος [00085]
πόσα [00058]
πόσαι [00059]
πόσοι [00060]
ποταμὸν [00063] [00079]
ποταμοῦ [00064]
ποτε [00104]
ποτίμων [00062]
ποτιμωτέρα [00062]
που [00048]
πρεσβύταις [00114]
Πρίσκιλλα [00100]
πρό [00119]
προαιρέσει [00103] [00103]
πρόβατα [00058]
πρόεισι [00045]
προέπεμψε [00088]
Προηγήσατό [00104]
προθυμίᾳ [00029] [00031] [00034]
προθυμίαν [00010]
προθυμίας [00068] [00069]
προπεμψαμένης [00002]
πρὸς [00029] [00071] [00090] [00090] [00095] [00097] [00103] [00116]
προσάγοντα [00118]
προσεδρείαν [00090]
προσειπών [00063]
προσελθούσης [00002]
προσθήκῃ [00116]
προσιόντας [00042]
προσομιλία [00003]
προστάτιν [00096]
Προστάτις [00099]
προστάτις [00098]
προσωπεῖα [00034]
πρότερον [00085]
προφητικὸν [00073]
προφήτου [00052]
προϊοῦσα [00042]
πυκναὶ [00064]
πυρίνου [00064]
πυρὸς [00063] [00068] [00069] [00085]


ῥαβδούχους [00032]
ῥιφέντος [00052]
ῥῖψαι [00034]
ῥίψασα [00085]
ῥοθίῳ [00079]
Ῥωμαίων [00110]


σάλπιγγα [00107]
σε [00091] [00096] [00103] [00111]
σειράν [00079]
σελήνη [00084]
σελήνην [00080]
σελήνης [00080]
σεμνῆς [00096]
σεως [00031]
σημεῖα [00002]
σήμερον [00053] [00057] [00113] [00115] [00115] [00116] [00118]
σῆς [00113]
σης [00002]
σίαν [00002]
σιμικίνθια [00046] [00047]
σκηνῇ [00103] [00103]
σκηνὴν [00035]
σκῆπτρα [00035]
σκιᾷ [00036]
σκιαὶ [00047]
σκιὰς [00045]
σκιρτήματα [00021]
σκιρτῶ [00006] [00056]
σκιρτώντων [00078]
σκοπέλων [00061]
σκοτισθήσεται [00075]
σκότος [00075] [00077]
σοὶ [00098]
σοι [00097]
σοῦ [00075] [00112]
σου [00027] [00028]
σουδάρια [00046] [00047]
σπουδὴν [00118]
σπουδῆς [00088]
σταυροῦ [00016]
σταυρωθέντος [00017]
στάχυες [00060]
στεῤῥοτέραν [00085]
στεφανουμένης [00108]
στεφανοῦντας [00111]
στολὴν [00085]
στολῆς [00086]
στρατιωτῶν [00114]
στρατοπέδου [00118]
στρεφομένοις [00033]
σὺ [00105] [00106] [00107] [00108] [00109]
συλλόγους [00022]
συμβασιλεῦσαι [00119]
συμβασιλεύσομεν [00120]
συμμεριστὴν [00117]
συνδρομήν [00012]
συνέσεως [00113] [00114]
συνεχεῖς [00064]
συνεχῆ [00079]
συνεχῶς [00043]
συνοικοῦσα [00045]
συντριβὴν [00085]
Σύρων [00110]
σχεδὸν [00088]
σῶμα [00048] [00049]
σώμασιν [00079]
σώματα [00045] [00046] [00051]
σωμάτων [00045]
σώφρονος [00096]
σωφροσύνης [00006]


Τὰ [00093]
τὰ [00002] [00017] [00021] [00024] [00029] [00032] [00034] [00035] [00044] [00046] [00046] [00046] [00047] [00047] [00051] [00051] [00090] [00093] [00095] [00104] [00110] [00115]
τάγματα [00024]
ταῖς [00033] [00038] [00111]
ταπεινοφροσύνην [00085]
ταπεινοφροσύνης [00085]
τὰς [00027] [00028] [00042] [00067]
ταῦτά [00091]
ταῦτα [00034] [00056] [00065] [00091] [00094]
ταύτην [00063] [00118]
ταύτης [00007] [00043] [00043] [00085] [00087] [00090] [00112]
τάφον [00052]
τε [00035]
τελευτήσαντος [00052]
τέλος [00115]
τελουμένοις [00035]
τέρματα [00095]
τέφρας [00042]
τῇ [00029] [00031] [00034] [00036] [00065] [00067] [00069] [00069] [00069] [00074] [00095] [00103] [00103] [00110] [00110] [00110] [00110] [00116] [00116]
τὴν [00009] [00010] [00012] [00013] [00014] [00015] [00016] [00018] [00019] [00020] [00033] [00033] [00035] [00035] [00035] [00041] [00043] [00054] [00056] [00056] [00063] [00069] [00069] [00071] [00072] [00072] [00078] [00078] [00079] [00080] [00085] [00085] [00085] [00085] [00085] [00088] [00088] [00090] [00096] [00096] [00096] [00101] [00103] [00111] [00113] [00113] [00114] [00114] [00116] [00116] [00116] [00118] [00118] [00118] [00118] [00118] [00118] [00118] [00118] [00118] [00119]
Τῆς [00002]
τῆς [00002] [00002] [00003] [00007] [00007] [00010] [00011] [00015] [00021] [00031] [00031] [00031] [00033] [00033] [00033] [00034] [00036] [00036] [00037] [00042] [00042] [00043] [00043] [00043] [00049] [00051] [00054] [00056] [00057] [00061] [00064] [00066] [00068] [00068] [00069] [00079] [00080] [00085] [00085] [00085] [00085] [00086] [00086] [00086] [00088] [00093] [00094] [00094] [00095] [00096] [00098] [00098] [00103] [00108] [00112] [00112] [00113] [00114] [00115] [00116] [00117] [00117] [00118] [00118] [00118]
Τί [00005] [00008] [00083] [00085]
τί [00005] [00008] [00033]
τιμῆς [00088]
τιμῶσα [00103]
τινα [00079]
Τίς [00027]
τις [00063] [00085]
τὸ [00031] [00033] [00048] [00049] [00049] [00068] [00073] [00077] [00077] [00080] [00088] [00094] [00096] [00101] [00112] [00113] [00114]
τοι [00043] [00046] [00050] [00089]
τοῖς [00032] [00033] [00033] [00035] [00042] [00043] [00043] [00045] [00045] [00064] [00117]
τὸν [00011] [00025] [00033] [00034] [00034] [00057] [00080] [00085] [00085] [00085] [00089] [00098] [00099] [00099] [00112] [00112] [00118] [00119] [00119]
τόνον [00025]
τοσαύτῃ [00078] [00084]
τοσαύτη [00042]
τοσαύτην [00036] [00096]
τοσαύτης [00088] [00088] [00090]
τοσοῦτον [00029] [00084] [00099]
τοσούτῳ [00033] [00084]
τοσούτων [00078]
τότε [00098] [00102]
τοῦ [00002] [00013] [00016] [00017] [00018] [00019] [00020] [00035] [00035] [00037] [00041] [00045] [00047] [00048] [00052] [00052] [00061] [00064] [00068] [00068] [00069] [00071] [00088] [00094] [00104] [00104] [00106] [00106] [00110] [00111] [00118] [00118] [00119] [00122]
τοὺς [00022] [00023] [00029] [00032] [00032] [00034] [00042] [00045] [00071] [00110] [00110] [00110] [00110] [00119] [00119] [00122]
τοῦτο [00043] [00046] [00050] [00073] [00088] [00089] [00101] [00113]
τοῦτον [00119]
τούτου [00064]
τούτων [00119]
τραπέζῃ [00103]
τριῶν [00050]
τρόπαιον [00088]
τρυφῇ [00074]
τύπῳ [00036]
τυραννὶς [00034]
τῦφον [00033] [00085]
τῦφος [00031]
τῷ [00003] [00036] [00079] [00080] [00088] [00118] [00119] [00122] [00122]
τῶν [00002] [00003] [00009] [00012] [00014] [00022] [00023] [00024] [00025] [00025] [00025] [00025] [00025] [00025] [00025] [00025] [00025] [00029] [00033] [00034] [00035] [00035] [00042] [00044] [00044] [00046] [00047] [00050] [00054] [00054] [00054] [00062] [00080] [00081] [00086] [00089] [00090] [00094] [00096] [00096] [00096] [00099] [00099] [00103] [00114] [00114] [00119] [00121] [00122]


ὑδάτων [00062]
υἱοὺς [00071]
Υἱῷ [00119]
ὑμᾶς [00071]
ὑμετέρας [00068]
ὑπεδείξατε [00057]
ὑπὲρ [00107]
ὑπερβλύζει [00044]
ὑπερβολῇ [00078]
ὑπερβολῆς [00088]
ὑπερχεῖται [00044]
ὑπὸ [00007] [00056]
ὑποδεξαμένη [00098]
ὑποδεχομένη [00103]
ὑποδήματα [00045] [00051]
ὑποδημάτων [00045]
ὑπομένομεν [00120]
ὑποσχέσθαι [00113]


φαιδροτέρα [00078] [00082]
φαιδροτέρας [00067]
φαινομένη [00033]
φαινομένου [00068]
φάλαγγα [00054]
φανείσης [00066]
φαντασίαν [00064]
Φαραὼ [00106]
φέρομαι [00007]
φερομένην [00080]
φερόμενον [00079]
φερομένων [00054]
φέροντες [00041]
φεύγουσι [00041]
φησὶ [00120]
φιλανθρωπίᾳ [00122]
φιλόχριστον [00118]
φιλόχριστος [00043]
φλογὸς [00051]
φλὸξ [00034]
Φοίβη [00098]
φύ [00031]
φύσεως [00098]
φύσιν [00097] [00100]
φύσις [00051]
φωνῇ [00110]
φῶς [00077]
φωτισθήσεται [00076]
φωτισμὸς [00074]
φωτὸς [00071]


χαρὰν [00078]
χαρᾶς [00078]
χάριν [00019] [00038]
χάρις [00045]
χάρισμα [00048]
χάριτι [00122]
χάριτος [00036] [00049]
χορεύω [00007]
χορὸς [00102]
χοροὺς [00110] [00111]
χορούς [00023]
Χριστοῦ [00122]
χρόνος [00094]
χρυσῆν [00079]
χωρίου [00061]


ψυχὴ [00084]
ψυχὴν [00107]
ψυχῆς [00045]


ᾠδήν [00104]
ὧν [00122]
ὡπλισμένων [00114]
ὡς [00076] [00077] [00099] [00119]
ὥσπερ [00033] [00118]
Ὥσπερ [00072] [00081] [00090] [00117]
ὠφέλησεν [00089]