Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνθρωπίνης [181]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνθρωπίνης


000-00-00 Serial Number=0167098582
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00386]  πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν.
000-00-00 Serial Number=0196988583
Ad Eudoxiam i Ante [Go Back]  
 [00007]  [287.10] «Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννητόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρωπίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύτην ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν.
000-00-00 Serial Number=0819171607
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00055]  Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς;
000-00-00 Serial Number=0754563451
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00495]  Ἀναπηδήσας καὶ ἐξαλλόμενος εὐθέως ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὸ ὕψος ἀναδραμὼν τοῦ ὑποσχομένου καὶ ἐννοήσας αὐτοῦ τὴν ἄφατον δύναμιν, ἐπείσθη σαφῶς ὅτι πάντως ἔσται τὸ εἰρημένον.
000-00-00 Serial Number=0730065167
Ad populum Antiochenum Ante [Go Back]  
 [00184]  ∆ευτέρα, ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι.
 [00232]  Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης φύσεως πολλοὶ πολλάκις ἔμελλον ὑποπτεύειν περὶ αὐτῶν, εἰ μὴ τοσαῦτα πάσχοντας ἑώρων, ἄκουσον πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος.
 [04936]  Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον ἐγίνετο, ἔνθα πολλῷ πάντοθεν οἱ τοῖχοι κατελάμποντο χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν καὶ ὕλης πολυτέλεια καὶ τέχνης ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε·
 [05739]  ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας·
000-00-00 Serial Number=0896028280
Ad viduam juniorem Ante [Go Back]  
 [00015]  Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς πάντα δυναμένης χειρός, τῆς συνέσεως ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως.
000-00-00 Serial Number=0808234155
Adversus Judaeos Ante [Go Back]  
 [01339]  Ταῦτα οὖν ἀνθρωπίνης δυνάμεως, εἰπέ μοι, τὸ τοιαῦτα προαναφωνεῖν;
000-00-00 Serial Number=0778830886
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00547]  τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν.
 [01176]  οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ' ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες;
000-00-00 Serial Number=0932897627
Catecheses ad illuminandos Ante [Go Back]  
 [01190]  Οὕτως ὁ πατριάρχης Ἀβραὰμ ἀνεκηρύχθη παρὰ τοῦ δεσπότου, τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως παραδραμὼν καὶ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου πᾶσαν αὐτοῦ τείνας τὴν διάνοιαν.
000-00-00 Serial Number=0710626602
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00031]  Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως.
000-00-00 Serial Number=0345152080
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00148]  ποιοῦσιν ἄνθρωπον, μηδὲν παρὰ τῆς ἀνθρωπίνης ἐρανιζόμενοι φύσεως.
 [00150]  τὸν αὐτὸν τρόπον καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παρθένῳ οὐ χρώμασιν, ἀλλὰ βουλῇ ἔμψυχον κατεσκεύασεν ἄνθρωπον, παρὰ τῆς ἀνθρωπίνης φύσεως μὴ ἐρανισάμενος σπέρμα εἰς σύστασιν τοῦ πλαττομένου.
000-00-00 Serial Number=0475938439
De Anna i Ante [Go Back]  
 [00298]  Οὐ γὰρ ἀνθρωπίνης βοηθείας, [54.644] ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυμίας ἐκείνης·
 [01145]  Οὐδὲν γὰρ κοινὸν αὐτῇ πρὸς τὴν γῆν ἦν, ἀλλ' ὑπερεώρα ἀνθρωπίνης βοηθείας ἁπάσης, καὶ ἐπτέρωτο τῇ τοῦ Πνεύματος χάριτι, καὶ μετάρσιος ἦν, καὶ πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπε, καὶ τῶν ἐπικειμένων δεινῶν τὴν λύσιν ἐκεῖθεν ἐζήτει.
000-00-00 Serial Number=0167990983
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00235]  Ποῦ γὰρ εἰπέ μοι χρήσιμον γονῆς ἀπογεύεσθαι ἀνθρωπίνης ὅπερ ὁ Σταγειρίτης ἐποίει;
 [00359]  Καίτοι γε ἐχρῆν εἰ τῆς ἀρετῆς ἐπεμελεῖτο τῆς ἀνθρωπίνης καὶ τῆς εὐζωίας τῶν προσκειμένων αὐτῷ λόγον εἶχε βραχὺν πλέον βίου ζητεῖν ἀρίστου καὶ τρόπων ὀρθότητος καὶ τὴν ἀσχήμονα πᾶσαν ἐκείνην ἀφεῖναι θοίνην.
 [00470]  Καὶ ἐνταῦθα εἵλκετο μὲν ὁ ἱερεὺς ἵνα μὴ θείας ὀργῆς ἀλλ' ἀνθρωπίνης κακουργίας ἔργον εἶναι μαρτυρήσῃ τὸ γεγονός.
 [00511]  Ὅτι οὔτε ἐβλάπτετο παρ' αὐτοῦ οὔτε σαρκικῆς ἔχρῃζε συμμαχίας ἀλλὰ καὶ τότε καὶ νῦν χωρὶς ἀνθρωπίνης αὐτὸν κατέβαλε χειρός.
 [00565]  Μέχρι τίνος οὐ διαβλάψεις, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἀνθρωπίνης εἶναι λέγων χειρὸς καὶ ὥσπερ οἱ παραπαίοντες ἐναντιολογῶν καὶ σαυτῷ μαχόμενος;
000-00-00 Serial Number=0276098490
De Lazaro Ante [Go Back]  
 [00911]  Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως.
 [02648]  τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα.
000-00-00 Serial Number=0086480558
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00091]  Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται·
000-00-00 Serial Number=0188720584
De beato Philogonio Ante [Go Back]  
 [00010]  Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβὰς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης [48.749] εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών·
000-00-00 Serial Number=0469341815
De consubstantiali Ante [Go Back]  
 [00087]  εἴ ποτέ τι τῆς ἀνθρωπίνης φύσεως εἶπε πλέον, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζοντο·
 [00246]  Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ Θεοῦ πρὸς τὸν παρόντα βίον.
000-00-00 Serial Number=0302954197
De futurae vitae deliciis Ante [Go Back]  
 [00066]  Μᾶλλον δὲ, εἰ δοκεῖ, πρότερον εἴπωμεν τῶν ἐπιταγμάτων τὸ μέγεθος, καὶ πῶς ὑψηλὸν τὸ πτερὸν κατεσκεύαζε, καὶ τῆς ἀνθρωπίνης σχεδὸν ἐξοικίζων φύσεως, πρὸς οὐρανὸν μεθωρμίσθαι πάντας ἐκέλευσε.
000-00-00 Serial Number=0463188827
De incomprehensibili dei natura Ante [Go Back]  
 [00027]  Ἐκεῖνα μὲν γὰρ τῆς ἄνωθεν χάριτός ἐστι δῶρα μόνης, τοῦτο δὲ καὶ τῆς ἀνθρωπίνης σπουδῆς ἐστι κατόρθωμα.
 [00161]  ὁ δὲ Ἡσαΐας οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς ἀνθρωπίνης φύσεως ἀποκεκλεῖσθαι τὴν διήγησιν ταύτην.
 [00397]  καὶ ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήναντο περὶ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι;
 [00463]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε·
 [00559]  Εἰ γὰρ ἁπλῶς ἀνάστασιν οὐ δύναται παραστῆσαι λογισμός μεῖζον γὰρ τοῦτο τῆς ἀνθρωπίνης φύσεως καὶ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐστί , τὴν τοσοῦτον τῶν ἄλλων ἀναστάσεων διαφέρουσαν ἀνάστασιν ποῖος δυνήσεται παραστῆσαι λογισμός;
 [00635]  Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεόν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφίμ, τὸν ἀκατανόητον τοῖς Χερουβίμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ καὶ Πνεύματος μόνου γνωριζόμενον.
 [00710]  Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεώς εἰσι.
 [00820]  Τοῦτο καὶ ἐξ ἀνθρωπίνης ἱστορίας ὑμῖν ποιῆσαι βούλομαι φανερόν.
 [00829]  Καὶ καθάπερ οἱ ἄνθρωποι, κλάδους ἐλαιῶν ἐκκόψαντες, ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ αὐτοὺς ἐλέου καὶ φιλανθρωπίας ἀναμιμνήσκοντες, οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν ∆εσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες ὅτι ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτὸς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν σεαυτοῦ·
 [00849]  Φέρε οὖν ἐπὶ τὸν οὐρανὸν ὑμᾶς ἐπαναγάγωμεν τῷ λόγῳ πάλιν, οὐχὶ περιεργαζόμενοι οὐδὲ πολυπραγμονοῦντες, ἀλλὰ τῶν οὐκ ἐπισταμένων ἑαυτοὺς οὐδὲ ἀνεχομένων εἰδέναι μέτρα φύσεως ἀνθρωπίνης τὴν ἄκαιρον φιλονεικίαν καταλῦσαι σπεύδοντες.
 [00969]  ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστής, εἰδὼς ὡς οὐκ ἔστιν ἀνθρωπίνης φύσεως τὸ τὰ τοιαῦτα εἰδέναι καὶ ὅτι οὐδὲ ταῖς δυνάμεσι κατάληπτός ἐστιν ὁ Θεός, αὐτὸν τὸν ἐκ δεξιῶν αὐτοῦ καθήμενον καὶ ταῦτα ἀκριβῶς ἐπιστάμενον παράγει τοῦ δόγματος ἡμῖν τούτου διδάσκαλον·
 [01236]  Ἄκουσον γοῦν τί περὶ τῶν ἀγγέλων φησὶν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης.
000-00-00 Serial Number=0936769605
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00265]  [3.1] Ὁ μακάριος Παῦλος τῆς ἀνθρωπίνης προθυμίας ἐνδεικνύμενος τὴν ἰσχύν, καὶ ὅτι πρὸς αὐτὸν δυνάμεθα πτῆναι τὸν οὐρανόν, ἀφεὶς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάμεις, ποτὲ μὲν δι' ἑαυτοῦ μόνου μιμητὰς γενέσθαι κελεύει τοῦ Χριστοῦ λέγων·
 [00555]  Οὐδὲ γάρ, ἂν ἴδῃς τινὰ πόλεις κατασκευάζοντα, καὶ τάφρους περιελαύνοντα, καὶ μηχανήματα προσάγοντα τείχεσι, καὶ ὅπλα χαλκεύοντα, καὶ στρατιώτας καταλέγοντα, καὶ χρήματα ἔχοντα ἄπειρα, καὶ μὴ δυνάμενον πόλιν μίαν ἑλεῖν, ἄλλον δὲ γυμνῷ σώματι προσβαλόντα, καὶ χερσὶ μόναις χρώμενον, οὐχὶ μίαν καὶ δευτέραν καὶ εἴκοσι πόλεις, ἀλλὰ μυρίας κατὰ τὴν οἰκουμένην ἐπιτρέχοντα, καὶ αὐτάνδρους λαμβάνοντα, ἀνθρωπίνης ἂν εἴποις εἶναι τοῦτο δυνάμεως.
000-00-00 Serial Number=0840673268
De mutatione nominum Ante [Go Back]  
 [00015]  Ψυχῆς δὲ ἀνθρωπίνης οὐδὲν οὕτω τεκμήριον, ὡς τῶν θείων ἐρᾷν λογίων·
 [00660]  ἀλλ' ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ' ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ' ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν.
000-00-00 Serial Number=0592524290
De negatione Petri Ante [Go Back]  
 [00145]  Ὁ δὲ Πέτρος πάλιν κλαπεὶς τὴν διάνοιαν, μὴ συνειδὼς τὸ τρεπτὸν τῆς ἀνθρωπίνης ἕξεως, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων·
000-00-00 Serial Number=0633785188
De paenitentia [1] Ante [Go Back]  
 [01237]  Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν·
000-00-00 Serial Number=0557060599
De paenitentia sermo 1 Ante [Go Back]  
 [00569]  ὅτι καὶ ὁ ᾅδης γυμνὸς φανήσεται, καὶ πάντα γυμνὰ τοῖς ὀφθαλμοῖς αὐτοῦ, οἴδαμεν, καὶ ὅτι πᾶν ἔργον καὶ πᾶσα πρᾶξις, κἄν τε ἀγαθὴ κἄν τε φαύλη, εἴτε μικρὰ εἴτε μεγάλη, εἰς μέσον τοῦ θεάτρου ἐκείνου ἐπὶ ἀγγέλων καὶ πασῶν δυνάμεων καὶ πάσης πνοῆς ἀναγινώσκεται ἀνθρωπίνης.
000-00-00 Serial Number=0833560050
De paenitentia sermo 3 Ante [Go Back]  
 [00031]  ὁ Κύριος ἔλαβε τὴν ἁμαρτίαν, ἵνα τῆς ἀνθρωπίνης φύσεως ἐλευθερώσῃ τὸ ἀτόπημα.
000-00-00 Serial Number=0302584648
De precatione [1] Ante [Go Back]  
 [00112]  παιδεύοντες, οἶμαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι μὲν τῆς ἀνθρωπίνης φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους, μηδὲν τῶν παρόντων ὁρᾷν, ἀλλ' ἐν μέσῳ τῶν ἀγγέλων ἑστάναι νομίζειν, καὶ τὴν αὐτὴν ἐκείνοις λατρείαν ἐπιτελεῖν.
000-00-00 Serial Number=0687442005
De sacerdotio Ante [Go Back]  
 [00644]  εἰ δὲ οὐκ ἔχεις, ἀλλ' ἀπὸ δόξης ἀνθρωπίνης φέρεις τὴν ψῆφον, ἀπαλλάγηθί ποτε ἐξαπατώμενος·
 [00668]  Ἐγὼ δὲ πρότερον τῶν ἔξωθεν ἀρχόντων κατεγέλων ὅτι τὰς τῶν τιμῶν διανομὰς οὐκ ἀπὸ τῆς ἀρετῆς τῆς ἐν ταῖς ψυχαῖς, ἀλλ' ἀπὸ χρημάτων καὶ πλήθους ἐτῶν καὶ ἀνθρωπίνης ποιοῦνται προστασίας·
 [00730]  ∆ιὰ τοῦτο καί τις ἀνὴρ σοφώτατος, εἴς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδὼν καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μή τις αἰτούμενος παρ' αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τῷ δεομένῳ, λέγων·
000-00-00 Serial Number=0094576478
De sancta Droside martyre Ante [Go Back]  
 [00050]  Ὅτι γὰρ οὐκ ἀνθρωπίνης δυνάμεως μυριάδας τοσαύτας ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν καὶ παρθένων ἀπειρογάμων καὶ παιδίων μικρῶν πείθειν [50.686] ὑπερορᾶν τῆς παρούσης ζωῆς, καὶ κατατολμᾷν θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεσθαι ζωὴν, οὐδὲ τῶν ἡμετέρων ἐλέγχων δεήσονται, ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων.
000-00-00 Serial Number=0375553429
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00027]  Οὐκ ἦν ταῦτα ἀνθρωπίνης φύσεως·
000-00-00 Serial Number=0462981462
De sancta pentecoste Ante [Go Back]  
 [00205]  οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ, Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς [50.459] ἀναμιμνήσκοντες αὐτοὺς ὅτι οὐδὲν αὐτὸς ὁ παρὼν πράττει, οὐδὲ ἀνθρωπίνης ἐστὶ φύσεως κατορθώματα τὰ προκείμενα δῶρα, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις παροῦσα καὶ πᾶσιν ἐφιπταμένη τὴν μυστικὴν ἐκείνην κατασκευάζει θυσίαν.
 [00294]  οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἐγένετο φύσεως·
 [00512]  οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυχῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενόμενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτηδείαν γενέσθαι παρεσκεύασε.
000-00-00 Serial Number=0097120702
De virginitate Ante [Go Back]  
 [01800]  Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς·
000-00-00 Serial Number=0442932963
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01881]  οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν, αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν ∆εσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες, ὅτι Ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτοὺς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ·
 [04018]  Τὰ μὲν γὰρ θηρία καίτοι κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται·
 [04282]  οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς αἱ τῶν ἀγγέ [63.700] λων δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης εἰσὶ φύσεως·
 [04668]  καὶ ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους αὐτοὺς εἶναι νομίσωσι·
 [05789]  ∆ιὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῆς τῶν ἀνθρώπων φύσεως διδασκάλους ἐποίησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον καὶ τῆς ἀνθρωπίνης ἀσθενείας τὴν ἄγνοιαν ἀφειδέστερον ποιῶνται τὰς καθ' ἡμῶν ἐπιτιμήσεις·
 [06696]  Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ' ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες αὐτὸν καὶ ξύλον ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε·
 [07930]  καὶ μὴ τὸ τῆς ἀνθρωπίνης ὄψεως ἄνθος θαύμαζε, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους·
 [08419]  Πῶς γὰρ ἂν τῷ ἡμετέρῳ γένει ἐκεχάριστο, ἀνθρωπίνης φύσεως ἢ ἀγγελικῆς τὴν περὶ ἡμᾶς οἰκονομίαν ὑπερχομένης, ἐν δεξιᾷ τοῦ Πατρὸς ἱδρυνθῆναι, καὶ πάσης ἀγγελικῆς καὶ ἀρχαγγέλων χοροστασίας ὑπεράνω γενέσθαι, καὶ τιμῆς καὶ δόξης ἀπολαῦσαι τοσαύτης καὶ τηλικαύτης, ὡς καὶ αὐτῶν τῶν ἄνω δυνάμεων καὶ ἐγγυτάτω Θεοῦ ἑστηκότων, ἐπιθυμούντων μὲν εἰς τὴν ἡμετέραν δόξαν, ἧς διὰ τοῦ φυράματος ἀπολαύομεν, παρακύψαι, μείζονα δὲ τὴν ἐπιτυχίαν τῆς ἐπιθυμίας εὑρισκόντων, ταύτης δὲ τῆς μακαρίας λήξεως τοῦ ἀνθρωπίνου γένους τὴν στέρησιν ὑπομένοντος, ἅτε δὴ μηδὲ τοῦ φυράματος ἡμῶν δι' ἀνθρωπίνης ἢ ἀγγελικῆς ἑνώσεως, τῆς δόξης, ἐν ᾖ νῦν ἐκλάμπει, τὴν ἀπόλαυσιν προεσχηκότος, μηδὲ πρὸς τὴν τοιαύτην ἡμῶν ἀναδραμόντων ἰσχὺν καὶ ῥώμην καὶ τῆς τιμῆς τὸ ἐξαίρετον;
000-00-00 Serial Number=0848306239
Epistula ad monachos Ante [Go Back]  
 [00131]  Μὴ οὖν τυφωθεὶς ὑπεραρθῇς ὑπὲρ ὃ εἶ καὶ μείζω φρονήσῃς τῆς φύσεως τῆς ἀνθρωπίνης μηδὲ ἐπαινούμενος φυσιωθῇς μηδὲ δόξαν ἐπιζήτει μηδὲ μέγα τι σεαυτὸν εἶναι νομίσῃς, ἐπεὶ ἔσει ὥσπερ πτηνὸν ἀστήρικτον, ὧδε κἀκεῖσε περιφερόμενον.
000-00-00 Serial Number=0741256237
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01129]  Ταῦτα γὰρ ἅπαντα τῆς ἀνθρωπίνης εὐημερίας ἡ ματαιότης καὶ τούτων δὲ εὐτελέστερα.
000-00-00 Serial Number=0422696769
Expositiones in Psalmos Ante [Go Back]  
 [02429]  Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ' ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες καὶ ξύλον αὐτὸν ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε, καὶ ἀντὶ μὲν σχοινίου ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου προσήγαγεν αὐτὸν ἡ ἡμίονος.
 [03680]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
 [05443]  Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης·
 [06929]  Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν.
 [07163]  ∆εικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης σπουδῆς ἐστι τὰ λεγόμενα, ἀλλὰ θείας ἐπιπνοίας τῆς κινούσης αὐτὸν, ἐρυγὴν τὴν προφητείαν ἐκάλεσεν.
 [07214]  Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν·
000-00-00 Serial Number=0235003591
Fragmenta ex homiliis diversis Ante [Go Back]  
 [00003]  περὶ ἐνεργείων θεϊκῆς καὶ ἀνθρωπίνης.
000-00-00 Serial Number=0415697873
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00490]  Ἐπειδὴ γὰρ καὶ ἐν τῷ νόμῳ ὁ μακάριος Μωϋσῆς παραθέσει τῆς πρὸς Αἰγυπτίους ἐπῄνεσε τὴν τῆς Παλαιστίνης γῆν, ὡς οὐκ ἀναμένουσαν συναγωγὴν ὕδατος ὥστε πολυχειρίᾳ τὴν γῆν ὡς κῆπον ἀρδεύειν, ἀλλ' ἄνωθεν μὲν ἐκ τοῦ οὐρανοῦ φέρεται τὸ ὕδωρ, οὐ διὰ χειρὸς ἀνθρωπίνης, τοῦ Θεοῦ δεικνύντος τὴν περὶ τὴν γῆν πρόνοιαν, ἐκείνων μέμνηται, ὀνειδίζων αὐτούς.
 [05872]  ∆είκνυσιν ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας τὸ πρᾶγμα ἦν.
000-00-00 Serial Number=0458270788
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00156]  Οὐ γὰρ ἐστὶν ἀνθρωπίνης δυνάμεως διὰ τοσούτων κρατῆσαι κρημνῶν, διὰ τοσούτων πλεῦσαι κυμάτων, διὰ τοσούτων χωρῆσαι βελῶν, ἀλλὰ θείας καὶ ἀμάχου ταῦτα ἰσχύος.
000-00-00 Serial Number=0264084756
In Acta apostolorum Ante [Go Back]  
 [03747]  Καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.
 [05217]  Καίτοι οὐκ ἔστιν ἴσον αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ ἀπὸ προαιρέσεως ἀνθρωπίνης τι γενέσθαι.
 [05218]  Ταῦτα γοῦν οὐκ ἀπὸ προαιρέσεως ἀνθρωπίνης ἦν.
 [07000]  Οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖνο.
 [08924]  Ἂν ἐννοήσῃς, ὅτι οἱ μεθ' ἡμέραν κράζοντες, γελῶντες, σκιρτῶντες, πηδῶντες, ἀδικοῦντες, πλεονεκτοῦντες, ἀπειλοῦντες, μυρία ἐπανατεινόμενοι δεινὰ, οὗτοι νῦν τῶν νεκρῶν οὐδὲν διαφέρουσι, καταγνώσῃ τῆς ἀνθρωπίνης αὐθαδείας ἁπάσης.
 [09999]  καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης.
 [09999]  ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης.
 [09999]  Ὅτι γὰρ ἐπιμελείας ἀνθρωπίνης ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν ἅπαντας τοῦτο τοὺς κύνας ἔχειν.
 [09999]  Πάλιν δι' ἀνθρωπίνης σώζεται προμηθείας.
 [09999]  οὐ μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν, ἀλλὰ τὰ ἐνόντα ἐξ ἀνθρωπίνης σοφίας συνιδεῖν οὐ προῆκε.
000-00-00 Serial Number=0983544707
In Ecclesiasten Ante [Go Back]  
 [00600]  Ταῦτα λέγει διδάσκων μὴ τοῖς πράγμασιν θαρρεῖν, ἀλλὰ τὴν ἐλπίδα ἔχειν εἰς τὸν θεόν, μὴ τὰ πλεονεκτήματα τῆς ἀνθρωπίνης φύσεως μέγα τι νομίζειν.
000-00-00 Serial Number=0601959288
In Genesim sermo 3 Ante [Go Back]  
 [00218]  Ὁ γὰρ ἐκ γῆς χοϊκὸς γενόμενος ἀθάνατος, καὶ τὴν ἀξίαν τῆς διαπλάσεως εἰληφὼς χειρὶ τοῦ Παντοκράτορος, καὶ ὁ τῆς ἀνθρωπίνης ἐπωνυμίας διὰ δεσποτικῆς ἀξίας προσλαβὼν τὸ ὄνομα, καὶ ἧς οὐκ ἦν ἄξιος προσηγορίας ἀκούσας, ταύτης καὶ τὴν πρᾶξιν εἰληφὼς, εἰς θεότητος ἀξίαν τὸν νοῦν ἑαυτοῦ ἀνεπτέρωσε, καὶ κατὰ τοῦ πλάστου αὐτοῦ πτέρναν ὁ ἄθλιος ἐπῆρε·
000-00-00 Serial Number=0853832245
In Genesim sermones Ante [Go Back]  
 [00132]  εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν;
 [00777]  ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ μεγάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ' οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν·
000-00-00 Serial Number=0464363277
In Heliam et viduam Ante [Go Back]  
 [00114]  Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν·
000-00-00 Serial Number=0471820474
In Isaiam Ante [Go Back]  
 [00554]  Τὸ γάρ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ καὶ ὅσα τοιαῦτα, οὐδεὶς ἂν οὐδὲ τῶν σφόδρα ἀνοήτων περὶ ἀνθρωπίνης εἴποι λέγεσθαι φύσεως.
 [01012]  Ἀλλὰ πολὺ τὸ μέσον τούτου κἀκείνου καὶ τοσοῦτον, ὅσον συνέσεως ἀνθρωπίνης καὶ θείας χάριτος τὸ διάφορον.
 [01016]  ἀλλ' ὁ μὲν ἀπὸ συνέσεως ἀνθρωπίνης παρὰ τῆς φύσεως λαβὼν ἀφορμὰς ἐπὶ τῶν πόρνων γυναικῶν ἐκείνων·
000-00-00 Serial Number=0119798005
In Joannem Ante [Go Back]  
 [00185]  Οὐ γὰρ ἀνθρωπίνης ἁπλῶς ψυχῆς περὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης φύσεως τοιαῦτα φιλοσοφεῖν, περὶ τῶν μετ' ἐκείνην δυνάμεων, περὶ ἀθανασίας καὶ ζωῆς ἀπείρου, περὶ φύσεως σωμάτων θνητῶν τε καὶ ἀθανάτων ὕστερον ἐσομένων, περὶ κολάσεως, περὶ τοῦ μέλλοντος δικαστηρίου, περὶ τῶν ἐσομένων εὐθυνῶν, τῶν ἐν ῥήμασι, τῶν ἐν πράξεσι, τῶν ἐν λογισμοῖς καὶ διανοίᾳ·
 [00431]  Ἐκείνη μὲν γὰρ ἀνθρωπίνης ἐστὶ διανοίας, αὕτη δὲ τῆς τοῦ Πνεύματος δυνάμεως καὶ τῆς χάριτος.
 [01345]  καταγελάσῃ τῆς πεύσεως, ὡς οὐκ ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι τὸ εἰρημένον, ἀρκοῦσαν ἔχοντα ἀπόδειξιν τοῦ λεχθέντος τὴν δύναμιν τοῦ εἰρηκότος·
 [02091]  Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο·
 [02929]  Ὅρα πῶς ἀνύποπτον ἐνταῦθα τὴν μαρτυρίαν ἐργάζεται, δεικνὺς αὐτὴν οὐκ ἀνθρωπίνης οὖσαν φιλίας, ἀλλ' ἐξ ἀποκαλύψεως θείας γεγενημένην.
 [03205]  Ἄλλως δὲ καὶ εἰ περινοστῶν ταῦτα ἔλεγεν, ἔδοξεν ἂν ἐκ σπουδῆς τινος ἀνθρωπίνης γίνεσθαι τὰ γινόμενα, καὶ ὑποψίας ἦν μεστὸν τὸ κήρυγμα.
 [04779]  Ταῦτα οὖν ἅπαντα λογιζόμε [59.158] νοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν·
000-00-00 Serial Number=0602318048
In Kalendas Ante [Go Back]  
 [00164]  Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ' ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ.
000-00-00 Serial Number=0562900007
In Psalmos 101-107 Ante [Go Back]  
 [01289]  Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν.
 [01500]  Τῶν γὰρ ἐθνῶν, ὡς ἔφην, ταλαιπωρουμένων ἐν τῇ τῶν εἰρημένων ἀγαθῶν στερήσει, οἱ προεστῶτες αὐ τῶν ἄγγελοι τοῦ Θεοῦ, οἷα δὴ ποιμένες τῆς ἀνθρωπίνης ἀγέλης, ἐβόων πρὸς τὸν Θεὸν, κοινὸν αὐτοῖς καταπεμφθῆ ναι Σωτῆρα.
000-00-00 Serial Number=0394227862
In Psalmum 100 Ante [Go Back]  
 [00089]  Ἐν ταύτῃ γὰρ καὶ πᾶσα ἡ κίνησις τῆς φύσεως τῆς ἀνθρωπίνης.
000-00-00 Serial Number=0948523104
In annuntiationem deiparae Ante [Go Back]  
 [00194]  Τί οὖν μετὰ τοὺς λόγους τούτους ἡ [62.768] ἁγία Μαρία, ἡ παρθένος τῷ σώματι καὶ τῇ ψυχῇ, ἡ εὐσεβὴς καὶ εὐλαβὴς καὶ εὐπειθὴς, ἡ φιλοτιμία τῆς ἀνθρωπίνης φύσεως, ἡ πύλη τῆς ἡμετέρας ζωῆς, ἡ πρόξενος τῆς σωτηρίας ἡμῶν;
000-00-00 Serial Number=0578300953
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00064]  ἰδὼν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, καὶ ὅτι πολλῆς δεῖται συμμαχίας, ἐχαρίσατο τὴν τοῦ ἁγίου Πνεύματος βοήθειαν, ἵνα ἀκαταγώνιστος γένηται ὁ ἄνθρωπος πρὸς τὰς τοῦ διαβόλου μηχανάς.
000-00-00 Serial Number=0498476684
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00071]  ὁ τῶν αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῇς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυπώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν ∆αυῒδ εἰς βασιλέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύσας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας·
000-00-00 Serial Number=0246921659
In assumptionem domini Ante [Go Back]  
 [00046]  Νεφέλη ὄχημα πεποίηται τῆς ἀνθρωπίνης αὐτοῦ περιβολῆς·
000-00-00 Serial Number=0662170231
In catenas sancti Petri Ante [Go Back]  
 [00097]  Ἠλέγχετο γὰρ ἔτι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια, καὶ τὸ ὑπὲρ φύσιν καὶ ἀφράστως γινόμενον τῇ φυσικῇ ἀκολουθίᾳ παραμετρούμενον, εἰς ἀνυπόστατον ὅραμα διεκρίνετο.
 [00182]  ἔσθ' ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπίζοντα καὶ δι' ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀνθρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε κατα πίπτειν καὶ τεθηπέναι [φ.
000-00-00 Serial Number=0872174025
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00898]  Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο;
 [02718]  Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρωπίνης δυνάμεως κατορθώματα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου.
 [05195]  καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως.
 [05717]  τουτέστι, Πόλεμον ἀνεδεξάμεθα καὶ μάχην, ἀλλ' οὐχὶ σαρκικοῖς πολεμοῦμεν ὅπλοις, οὐ διά τινος ἀνθρωπίνης συμμαχίας.
 [05829]  Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν.
 [07119]  Τοῦτο δὲ ᾠκονομεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε μὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, μηδὲ ἕνα τῶν πολλῶν αὐτὸν εἶναι νομισθῆναι τῶν ὑπ' ἐκείνων χειροτονηθέντων.
000-00-00 Serial Number=0562414110
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00423]  Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας·
 [00584]  Οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς οὐδὲ δυνάμεως, τοσαῦτα ἐμπιστευθέντα ἀρκέσαι πρὸς τὴν φυλακήν.
 [00770]  Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι.
 [02682]  Πολλὰ γὰρ συνεχώρει ὁ Θεὸς, ὥστε δείκνυσθαι τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως.
000-00-00 Serial Number=0468439460
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00785]  Τοὺς δὲ οὕτω διακειμένους διὰ σοφίας ἀνθρωπίνης πείθειν οὐκ ἔνι·
 [00856]  Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης.
 [00857]  Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν·
 [01082]  καὶ ὅτι ὁ σταυρὸς ἀφάτου δυνάμεως καὶ σοφίας ἀπόδειξις, καὶ ὅτι πολλῷ μεῖζον τὸ μωρὸν τοῦ Θεοῦ τῆς ἀνθρωπίνης σοφίας, καὶ τοῦτο πάλιν οὐχὶ διὰ τῶν διδασκάλων, ἀλλὰ καὶ δι' αὐτῶν ἀποδείκνυσι τῶν μαθητῶν·
 [01446]  Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις.
 [01450]  ∆ιόπερ εἰπὼν, Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἐπήγαγεν·
 [01803]  οὐ γὰρ περὶ αὐτῶν μόνον φησὶν, ἀλλὰ περὶ πάσης τῆς ἀνθρωπίνης φύσεως.
 [01840]  Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
 [01874]  Ἐπεὶ οὖν καὶ σὺ τῇ σοφίᾳ εἰς ἀθέτησιν ἀπεχρήσω τοῦ Θεοῦ, καὶ μείζονα ἀπῄτησας αὐτὴν τῆς οἰκείας ἰσχύος, ἀπάγων σε τῆς ἀνθρωπίνης ἐλπίδος, ἔδειξεν αὐτῆς τὴν ἀσθένειαν.
 [02955]  Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνα κριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας·
 [02977]  Τί δέ ἐστιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας;
 [03010]  Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας.
 [03014]  νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡμέρας, παραμυθίαν ἐκόμισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς τῆς καταφρονήσεως.
 [08058]  μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα.
 [08938]  πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν.
 [09999]  Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκα-νίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύ-θερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπ-ηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν μεθωρμίσατο Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ' ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν·
000-00-00 Serial Number=0007626593
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00446]  Τοῦτο οὖν, εἰπέ μοι, ἀνθρωπίνης διανοίας;
 [01182]  οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνημα.
000-00-00 Serial Number=0055775642
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00570]  Τοῦτο οὐκ ἦν ἀνθρωπίνης ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως.
 [02927]  Ἀλλ' οὐκ ἔστι τοῦτο ζωῆς ἀνθρωπίνης τεκμήριον, ἐπεὶ καὶ τὰ ἄλογα ἐσθίει καὶ πίνει.
000-00-00 Serial Number=0601697147
In epistulam ad Colossenses Ante [Go Back]  
 [01444]  ἢ ἄνωθεν πάλιν, ὅτι οὐ λίθοι, οὐ ζῶα, οὐ φυτὰ, οὐ στοιχεῖα, οὐ τὰ ἄνω, οὐ τὰ κάτω, οὐκ ἄνθρωπος, οὐ δαίμονες, οὐκ ἄγγελοι, οὐκ ἀρχάγγελοι, οὐχ ἑτέρα τις τῶν ἄνω δυνάμεων ἐκείνων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως θεραπεύεσθαι ὀφείλει.
 [02086]  ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα.
 [03370]  Τὸ γὰρ ὁρᾷν ἄνδρα τῆς φύσεως τῆς ἀνθρωπίνης μείζονα, καὶ οὐδὲν ἔχοντα ἀνθρώπινον, ἀλλ' ἄγγελον ἐπὶ γῆς, θαυμασιώτερον τοῦ ὁρᾷν γυναῖκα κεκαλλωπισμένην.
000-00-00 Serial Number=0830326676
In epistulam ad Ephesios Ante [Go Back]  
 [01760]  Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπίνης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅμως ὑμεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα·
 [02286]  εἰ δὲ οὕτως ᾠκονόμησεν, ὥστε δειχθῆναι ὅτι οὐκ ἀνθρωπίνης κακουργίας, ἀλλὰ θείας θαυματουργίας τὸ πρᾶγμα ἦν, τί δὴ τοῦτο ἐποίησεν;
000-00-00 Serial Number=0732755959
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00388]  καὶ πάλιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας.
 [01094]  Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται.
 [01992]  Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάμενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγματα εἰς τὴν ψυχὴν πηγνύς·
000-00-00 Serial Number=0698014498
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01571]  τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ ὁ λόγος αὐτῆς·
000-00-00 Serial Number=0472099721
In epistulam ad Philippenses Ante [Go Back]  
 [00281]  νῦν δὲ πάντα ὑπομένων, καὶ δεσμὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα.
 [00653]  Ὄντως καὶ τοῦτο ἐλάττωμα τῆς ἀνθρωπίνης φύσεως, τὸ μὴ φέρειν τὰ ἀγαθὰ γενναίως, ἀλλ' εἰς τὰς εὐπραγίας ἐξυβρίζειν.
 [01596]  Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας·
 [02162]  ἀλλ' οὐκ ἔστι τοῦτο κένωσις, τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁμοδούλους.
000-00-00 Serial Number=0077761531
In epistulam ad Romanos Ante [Go Back]  
 [03744]  Οὐδὲ γὰρ ἀνθρωπίνης ἰσχύος ἦν, φησὶν, ἐκείνων ἡμᾶς ἀπαλλάξαι πάντων, ἀλλὰ τῷ Θεῷ χάρις τῷ τοσαῦτα καὶ βουληθέντι καὶ δυνηθέντι.
 [05815]  Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών·
 [09432]  Οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος.
000-00-00 Serial Number=0664523661
In epistulam ad Titum Ante [Go Back]  
 [01141]  Οὐδὲν γὰρ τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας·
000-00-00 Serial Number=0130494595
In illud Messis quidem multa Ante [Go Back]  
 [00065]  ἔτι μὴν καὶ ὁ τολμη τὴς Ἡσαΐας περὶ τῆς ἀνθρωπίνης φύσεως φιλοσοφῶν, καὶ ὁ τούτων ∆εσπότης Ἰησοῦς τοῖς μαθηταῖς διαλεγό μενος καὶ λέγων·
000-00-00 Serial Number=0741309822
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00044]  Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!
000-00-00 Serial Number=0820180058
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00002]  [1] Ἀδιήγητον πέλαγος δι' αἰῶνος ἐμφανίζεται σήμερον, ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.
 [00029]  καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι' αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.
000-00-00 Serial Number=0037121594
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00026]  ὦ λίθε, ὃν εἶδε ∆ανιὴλ ἀπὸ ὄρους τεμνόμενον ἄνευ χειρὸς ἀνθρωπίνης! ὦ παρθένου βρέφους παρθένε μῆτερ, καὶ τέκνον ἱερὸν μητρὸς ἀνυμφεύτου! Ποῦ οἱ φιλοπράγμονες;
000-00-00 Serial Number=0463140249
In principium jejuniorum Ante [Go Back]  
 [00025]  Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ νηστευτῶν καταβαλλόμενος, ὑπὸ φύσεως ἀνθρωπίνης ἐλαυνόμενος.
000-00-00 Serial Number=0642054498
In sancta et magna parasceve Ante [Go Back]  
 [00033]  Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμο νεύων·
000-00-00 Serial Number=0671901107
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00055]  ἀλλὰ καὶ εἴ τίς <τι> ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ' ἀνάγκην ὑποκείμενον, οὗτος ἐνιαύσιον οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος ᾔσθετο τῆς ἐν Χριστῷ.
000-00-00 Serial Number=0070093215
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00204]  [45.3] Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύ ματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι <**> διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρω πίνην
 [00275]  Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ.
000-00-00 Serial Number=0849821091
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00615]  Οὐ γὰρ δή που περὶ ἀνθρωπίνης ταῦτα θέμις εἰπεῖν, ὅτι ἄπειρος ἔσται ἡ βασιλεία, ἀλλ' εἰκὸς εἶναί τινα, περὶ οὗ ταῦτα λέλεκται.
000-00-00 Serial Number=0275224864
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00038]  ∆ιὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῇ τῶν ἀνθρώπων φύσει διδασκάλους ἐπέστησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον, καὶ τῆς ἀνθρωπίνης ἀσθενείας τὴν ἄγνοιαν, ἀφειδέστερον ποιῶνται τὰς καθ' ἡμῶν ἐπιτιμήσεις·
000-00-00 Serial Number=0642751336
Oratio secunda Ante [Go Back]  
 [00063]  σὺ γὰρ οἶδας, ∆έσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.
000-00-00 Serial Number=0796458542
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00193]  Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρωπίνης·
 [00194]  τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης ∆ιὰ τοῦτο δὲ ἀμφότερα
000-00-00 Serial Number=0003977060
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00249]  ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν;
000-00-00 Serial Number=0063001096
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00085]  Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν.
000-00-00 Serial Number=0778690219
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02368]  Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»