0345-0407 - Iohannes Chrysostomus - In illud Verumtamen frustra conturbatur
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn illud: Verumtamen frustra conturbaturὰ

[00002]    ΕΙΣ ΤΟ ΠΡΟΦΗΤΙΚΟΝ ΡΗΤΟΝ ΤΟ ΛΕΓΟΝ, Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν·

[00003]    καὶ περὶ ἐλεημοσύνης.

55.559

[00004]    αʹ.

[00005]    Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται·

[00006]    καὶ θηρατὴν ὕλη θηροτρόφος, ὅταν ὄρη διερευνήσας, καὶ κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας.

[00007]    Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει, πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων, οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον, ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε;

[00008]    Φέρε οὖν, ἀγαπητὲ, ∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος, καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν·

[00009]    Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν·

[00010]    Ταράσσεται, καὶ τὸ τέλος ἀπόλλυται·

[00011]    ταράσσεται, καὶ πρὶν καταστῆναι καταποθεῖται·

[00012]    ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται·

[00013]    ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται·

[00014]    ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται·

[00015]    ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται·

[00016]    ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται·

[00017]    ὡς πομφόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται·

[00018]    ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν·

[00019]    ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.

[00020]    Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί·

[00021]    αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί·

[00022]    αὐτοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι·

[00023]    αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις·

[00024]    αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι·

[00025]    αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί·

[00026]    παρ' αὐτῷ ὁ στεναγμὸς, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί·

[00027]    παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα·

[00028]    αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.

[00029]    Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.

[00030]    Ἄνθρωπος, τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα, τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτομαθὲς ἐπιβούλευμα, τὸ εὔτεχνον εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ εὐφυὲς εἰς ἀπιστίαν, τὸ ὑπέρογκον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ εὐδιάλυτον φρύαγμα, τὸ εὐκαθαίρετον ὕψωμα, τὸ εὐάλωτον τόλμημα, ὁ πηλὸς ὁ αὐθάδης, ἡ τέφρα ἡ στασιώδης, ἡ κόνις ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ πεφυσιωμένη, ὁ σπινθὴρ ὁ εὐκατάσβεστος, ἡ φλὸξ ἡ εὐμάραντος, ὁ εὐρίπιστος λύχνος, τὸ ἑτοιμοφθόρον ξύλον, ὁ εὐξήραντος χόρτος, ἡ εὐνέκρωτος χλόη, ἡ εὐδαπάνητος φύσις·

[00031]    ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν·

[00032]    ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ·

[00033]    ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι·

[00034]    ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ·

[00035]    ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς·

[00036]    ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν·

[00037]    ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν·

[00038]    ὁ ἄρτι φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος·

[00039]    ὁ ἐν [55.560] εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος·

[00040]    ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ αὐτὸν πολυπραγμονῶν·

[00041]    ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος·

[00042]    ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος·

[00043]    τὸ πάσης ἀῤῥωστίας προκείμενον πάρεργον, τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον, τὸ τῶν πυρετῶν ἀδιάφορον καθημερινὸν γυμνάσιον, τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον.

[00044]    Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!

[00045]    Ὢ πόσα εἶπον, καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον, τῆς λεγούσης·

[00046]    Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ, εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ, καθάπερ ἐν ζόφῳ θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα.

[00047]    Οὗτος ἐκείνου τὸν ἀγρὸν παρεσπάσατο, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασε·

[00048]    καὶ ὁ μὲν περὶ ὕδατος τῷ γείτονι κρίνεται, ὁ δὲ περὶ ἀέρος τῷ συνοικήτορι πολεμεῖ.

[00049]    Οἱ μὲν διὰ μέτρα τῆς γῆς διακαπνίζονται, οἱ δὲ περὶ οἰκοδομῆς ἀλλήλους διαθλίβουσιν·

[00050]    οὗτος, ἅπερ οὐκ ἔδωκε, λαβεῖν ἐπιφύεται·

[00051]    ἐκεῖνος, ἅπερ ἔλαβε, μὴ δοῦναι δικάζεται.

[00052]    Ὁ μὲν περὶ τόκους ἀπληστεύεται·

[00053]    ὁ δὲ καὶ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται·

[00054]    οὗτος ἀπορῶν ὀδυνᾶται·

[00055]    ἐκεῖνος εὐπορῶν θορυβεῖται·

[00056]    ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων ἐπιβουλεύεται·

[00057]    ὁ ἐν ἀρχαῖς, ὑποβλέπεται·

[00058]    ὁ ἐν ἐξουσίαις, μισεῖται·

[00059]    ὁ ἐν δυναστείαις, σκευάζεται.

[00060]    Οἱ πόλεμοι συνέχουσιν, οἱ φθόνοι ἐπάλληλοι, ἡ ἀπληστία τυραννεῖ, ἡ πλεονεξία καταδυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται, ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν, ἡ φιλία μέχρι τραπέζης περιορίζεται.

[00061]    Οἱ ἄλλοι τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν·

[00062]    ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται, ὁ ἀὴρ μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται.

[00063]    ∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε·

[00064]    διὰ τὰ χρήματα ἐλεύθερα στοιχεῖα πεπράκαμεν·

[00065]    ὁδοὶ τελωνεύονται, ἡ γῆ ἀποκεκλήρωται, ὕδατα δεσποτεύονται, ὁ ἀὴρ ὠναῖς ὑποβάλλεται·

[00066]    δεκατολόγοι καὶ φορολόγοι καὶ τελῶναι τὰς πόλεις συνέχουσιν·

[00067]    οἱ πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται·

[00068]    οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται·

[00069]    οἱ ἅρπαγες τὸν βίον ταράττουσιν·

[00070]    οἱ φιλοχρήμονες τὰ δικαστήρια κατατρίβουσιν·

[00071]    οἱ ἔμποροι τὰς συμφορὰς πραγματεύονται·

[00072]    οἱ συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν.

[00073]    Ἀλλήλοις ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν·

[00074]    εἰς τὸ ὀμνύειν μόνον τὸν Θεὸν ἐπιστάμεθα.

[00075]    βʹ.

[00076]    Οὕτω πάντας ἐν κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης, καὶ τὸν βίον ταλανίζων, ἔλεγε·

[00077]    Πλὴν μάτην τα [55.561] ράσσεται πᾶς ἄνθρωπος ζῶν.

[00078]    Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται;

[00079]    ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται;

[00080]    Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον.

[00081]    Ταράσσεται, φησὶ, τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται·

[00082]    σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται·

[00083]    κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι·

[00084]    θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται·

[00085]    διεγείρεται φλὸξ, καὶ ὑποκειμένην ὕλην ἀναλίσκουσα σβέννυται.

[00086]    Ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται·

[00087]    ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει·

[00088]    ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε.

[00089]    Τὰ ἑκατὸν διπλασιάζειν φιλονεικεῖ, ἐπὶ τοῖς τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν ἐπείγεται, καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται, ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ·

[00090]    καὶ τῇ δίψῃ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον πλοῦτον, τὸν τάχα ἀβεβαιότερον φίλον, τὸν ἐπίβουλον πόθον, τὸν πολυδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ὑπόπτερον δέσμιον, τὸν πολέμιον νεκρὸν, τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον·

[00091]    πλοῦτον, τὸν πάσης ἀτοπίας γεννήτορα, τὸν πάσης κακίας εὑρετὴν, τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς, τὸν ἀντίπαλον τῆς ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην.

[00092]    Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς κεκτημένους ἀφείς;

[00093]    Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος.

[00094]    Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι φωνήν·

[00095]    Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε;

[00096]    τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε;

[00097]    τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε, ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας παραπέμποντες;

[00098]    Εἰ θέλετε κἂν τῶν ὀνείρων κουφότερον ἀναπαῦσαί με, ἐάσατέ με καὶ εἰς τὰς τῶν πενήτων δεξιὰς μεταπεμφθῆναι.

[00099]    Ἀλλά φησι·

[00100]    Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι.

[00101]    Καλῶς ὁ πολυφάνταστος πλούσιος·

[00102]    τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει·

[00103]    τὰ καθ' ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων φροντίζει·

[00104]    εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται.

[00105]    Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι·

[00106]    εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον.

[00107]    Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς;

[00108]    τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος;

[00109]    τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον;

[00110]    τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα;

[00111]    Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ.

[00112]    Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων, καὶ νεκρῶν κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον.

[00113]    Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας τίνι συνάγεις αὐτά;

[00114]    τί τὰ τῶν ὀρφανῶν κατέχεις, τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων;

[00115]    Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά·

[00116]    τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ τὰ μετὰ σοῦ γεννηθέντα.

[00117]    Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον, ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης.

[00118]    Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει.

[00119]    Ὁ βρέχων ἐξ οὐρανοῦ, τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ·

[00120]    ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει·

[00121]    ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ.

[00122]    Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι.

[00123]    ∆ὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς.

[00124]    Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου ἀνατεῖναι βούλῃ, καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ.

[00125]    ∆ὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον·

[00126]    δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις μετ' οὐ πολὺ ἀπολαμβάνειν.

[00127]    Πατέρα ἔχουσι βασιλέα·

[00128]    δὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν τὴν ἀμεριμνίαν.

[00129]    Ποίαν ταύτην;

[00130]    Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.

[00131]    Ὁ γὰρ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, οὐ μόνον τὸ χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει, ἀλλὰ καὶ ὁμολογίαν λαμβάνει, τὴν λέγουσαν φωνὴν, Ὁ διδοὺς πτωχῷ, Θεῷ δανείζει.

[00132]    Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν.

[00133]    Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος! Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.

[00134]    ∆ιὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, [55.562] ἀλλὰ, ∆ανείζει;

[00135]    Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν·

[00136]    προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς·

[00137]    ἀλλ', Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας, ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον.

[00138]    Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.

[00139]    Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν.

[00140]    Τί οὖν θέλεις αὐτὸν κριτὴν ἔχειν, ἢ χρεώστην;

[00141]    Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα·

[00142]    ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον.

[00143]    γʹ.

[00144]    Ἀναγκαῖον δὲ, ἀδελφοὶ, καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ.

[00145]    Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς τὸν πλεονασμὸν, ὡς ἔφθην εἰπὼν, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας (ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων)·

[00146]    ἐπεὶ οὖν οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ·

[00147]    πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων (οὐ κέκτηται γὰρ οὐδὲν), οὐκ ἐνέχυρα φέρων (γεγύμνωται γὰρ), οὐ τὸν ἀντιφωνοῦντα παρέχων (ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν), ὡς εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν ἔχοντα χρήματα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι.

[00148]    Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν;

[00149]    Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν.

[00150]    Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν·

[00151]    εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα.

[00152]    Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.

[00153]    Θάρσει, φησὶν, ἐμοὶ δανείζεις.

[00154]    Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων;

[00155]    Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον.

[00156]    Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα.

[00157]    ∆ός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν, ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν.

[00158]    Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.

[00159]    Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων·

[00160]    καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν·

[00161]    ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

[00162]    Ὑπὲρ τίνων;

[00163]    Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·

[00164]    ἐδίψησα, καὶ ἐποτίσατέ με·

[00165]    γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με·

[00166]    ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με.

[00167]    Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·

[00168]    Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν, ἢ διψῶντα, καὶ ἐποτίσαμεν, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσιν;

[00169]    ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ;

[00170]    πότε δὲ ταῦτα πεποιήκαμεν;

[00171]    Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε.

[00172]    Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει;

[00173]    Ἀλλ' ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν, οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν·

[00174]    Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

[00175]    ∆ιὰ τί;

[00176]    ὑπὲρ τίνος;

[00177]    Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν.

[00178]    Οὐκ εἶπεν, Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε·

[00179]    κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης.

[00180]    ∆ιὰ τὶ δὲ, ὦ Κύριε, οὐδὲν τῶν ἄλλων φέρεις εἰς μνήμην;

[00181]    Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·

[00182]    οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας.

[00183]    Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, παρήκατε τοσαύτην εὐεργεσίαν.

[00184]    Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν, ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας, ἐπ

[00185]    [55.563] αινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ δίδωμι βασι [55.564] λείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοῦς αἰῶνας τῶν αἰώνων Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Verumtamen frustra conturbatur
Litterarum Omnium Conspectus: 129 Litterae, quae repetitae sunt in 10,479 occasionibus



α

0945 

831   

Α

0913 

1   

β

0946 

54   

Β

0914 

0   

γ

0947 

98   

Γ

0915 

2   

δ

0948 

221   

Δ

0916 

0   

ε

0949 

646   

Ε

0917 

7   

ζ

0950 

60   

Ζ

0918 

0   

η

0951 

135   

Η

0919 

2   

θ

0952 

111   

Θ

0920 

18   

ι

0953 

469   

Ι

0921 

3   

κ

0954 

321   

Κ

0922 

6   

λ

0955 

318   

Λ

0923 

1   

μ

0956 

272   

Μ

0924 

1   

ν

0957 

929   

Ν

0925 

3   

ξ

0958 

32   

Ξ

0926 

0   

ο

0959 

676   

Ο

0927 

17   

π

0960 

389   

Π

0928 

11   

ρ

0961 

408   

Ρ

0929 

2   

ς

0962 

367   

΢

0930 

0   

σ

0963 

331   

Σ

0931 

2   

τ

0964 

821   

Τ

0932 

14   

υ

0965 

141   

Υ

0933 

1   

φ

0966 

110   

Φ

0934 

2   

χ

0967 

90   

Χ

0935 

1   

ψ

0968 

17   

Ψ

0936 

0   

ω

0969 

144   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

9   

8172 

   



 ά 

 8049 

 119 

 έ 

 8051 

 126 

 ή 

 8053 

 62 

 ί 

 8055 

 205 

 ό 

 8057 

 92 

 ύ 

 8059 

 78 

 ώ 

 8061 

 21 

 ὰ 

 8048 

 74 

 ὲ 

 8050 

 41 

 ὴ 

 80852 

 75 

 ὶ 

 8054 

 152 

 ὸ 

 8056 

 147 

 ὺ 

 8058 

 13 

 ὼ 

 8060 

 6 

 ᾶ 

 8118 

 13 

   

   

 0 

 ῆ 

 8134 

 43 

 ῖ 

 8150 

 71 

   

   

 0 

 ῦ 

 8166 

 72 

 ῶ 

 8182 

 87 

 ἀ 

 7936 

 123 

 ἐ 

 7952 

 125 

 ἠ 

 7968 

 2 

 ἰ 

 7984 

 47 

 ὀ 

 8000 

 11 

 ὐ 

 8016 

 102 

 ὠ 

 8032 

 2 

 ἁ 

 7937 

 9 

 ἑ 

 7953 

 14 

 ἡ 

 7969 

 37 

 ἱ 

 7985 

 31 

 ὁ 

 8001 

 52 

 ὑ 

 8017 

 19 

 ὡ 

 8033 

 23 

 ἂ 

 7938 

 3 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 9 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 3 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 25 

 ἔ 

 7956 

 22 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 6 

 ὄ 

 8004 

 3 

 ὔ 

 8020 

 9 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 0 

 ἵ 

 7989 

 5 

 ὅ 

 8005 

 19 

 ὕ 

 8021 

 8 

 ὥ 

 8037 

 1 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 0 

 ἶ 

 7990 

 16 

   

   

 0 

 ὖ 

 8022 

 5 

 ὦ 

 8038 

 4 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 4 

   

   

 0 

 ῃ 

 8131 

 9 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 12 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 8 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 29 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Verumtamen frustra conturbatur
Verborum Omnium Conspectus: 1,008Verba, quae repetita sunt in 3,417,913 occasionibus



[00126]
[00117]
α [00004]
ἀβεβαιότερον [00090]
ἀβίωτος [00063]
ἀγαθότητα [00151]
ἀγαθῶν [00185]
ἀγανακτεῖς [00114]
ἀγαπητὲ [00008] [00046]
ἀγγέλοις [00174]
ἀγνοεῖ [00103]
ἀγνοῶν [00040]
ἄγραν [00005]
ἄγρας [00006]
ἀγρὸν [00047]
ἀδάμαστον [00030]
ἀδελφοὶ [00144]
ἀδελφῶν [00130]
ᾅδῃ [00028]
ἀδιάφορον [00043]
Ἀδικεῖται [00093]
ἀδικίαν [00030]
ἀέρος [00048]
ἀὴρ [00062] [00065]
αἱ [00020] [00020] [00022] [00022] [00023] [00023] [00024] [00024] [00025] [00025]
αἰδεῖται [00141]
αἰθέρος [00062]
αινῶ [00185]
αἰτεῖ [00121]
αἰτούμενος [00114]
αἰῶνας [00185]
αἰώνιον [00155] [00185]
αἰώνιος [00042]
αἰώνων [00185]
ἀκαρπίαν [00173]
ἀκόρεστον [00030]
Ἄκουε [00158]
ἀκούσας [00137]
ἀλήθεια [00060]
ἀληθὴς [00172]
ἁλιέα [00005]
ἁλιεῦσι [00007]
ἀλλ [00007] [00137] [00146] [00151]
Ἀλλ [00133] [00173]
ἀλλὰ [00131] [00134] [00179] [00181] [00182]
Ἀλλὰ [00092]
Ἀλλά [00099]
ἀλλήλοις [00046]
Ἀλλήλοις [00073]
ἀλλήλους [00049] [00060]
ἀλλήλων [00046]
ἄλλο [00088]
ἄλλοι [00028] [00061]
ἄλλος [00047]
ἄλλων [00020] [00021] [00022] [00023] [00024] [00025] [00180]
ἁμαρτήσαντας [00182]
ἁμαρτίαν [00181]
ἁμαρτίας [00131]
ἀμεριμνίαν [00128]
Ἀμήν [00185]
ἂν [00089]
Ἀναγκαῖον [00144]
ἀνακαίεται [00012]
ἀνακρούσωμεν [00008]
ἀναλίσκουσα [00085]
ἀναλίσκων [00114]
ἀναπαῦσαί [00098]
ἀναπτύξας [00006]
ἀναῤῥιπίζεται [00014]
ἀνατεῖναι [00124]
ἀνελεημοσύνης [00179]
ἄνεμοι [00083]
ἄνεμον [00090]
ἀνέμων [00046]
ἄνευ [00145]
ἀνηλώσαμεν [00073]
ἄνθος [00015]
ἀνθρωπίνην [00008]
ἀνθρωπίνης [00044]
ἄνθρωπος [00002] [00009] [00029] [00046] [00077]
Ἄνθρωπος [00030] [00078] [00086]
ἀνθρώπου [00159]
ἀνθρώπων [00046]
ἀνταποδόσεως [00157]
ἀντίδοσιν [00132]
ἀντιμισθίαν [00136]
ἀντίπαλον [00091]
ἀντιφωνοῦντα [00145] [00147]
ἀνυπέρθετον [00030]
ἀξίαν [00167]
ἀπ [00174]
ἀπαιτεῖ [00145]
ἀπαιτῶ [00156]
ἀπανθρωπίαν [00147] [00181] [00184]
ἀπανθρωπίας [00179] [00183]
ἀπαραμύθητος [00039]
ἀπατᾷς [00107]
ἀπειλῶ [00185]
ἀπειλῶν [00031]
ἅπερ [00050] [00051]
ἀπέρχεται [00019]
ἀπέφυγεν [00060]
Ἀπιστεῖς [00148]
ἀπιστεῖται [00147]
ἀπιστίαν [00030]
ἁπλῆν [00136]
ἀπληστεύεται [00052]
ἀπληστίᾳ [00018]
ἀπληστία [00060] [00136]
ἀπληστίαν [00030]
ἁπλῶς [00136]
ἀποβλέπει [00087]
ἀποδίδωσιν [00158]
ἀποδῷς [00156]
ἀποκαθίσταται [00081]
ἀποκεκλήρωται [00065]
ἀπολαμβάνειν [00126]
ἀπολαύσεις [00023]
ἀπολήψεως [00157]
ἀπόλλυται [00010]
ἀπομειοῦται [00016]
ἀπορίᾳ [00147]
ἀπορίαν [00147] [00148]
ἀπόρῳ [00151]
ἀπορῶν [00054]
ἀποσβέννυται [00017]
ἀποστερεῖν [00053]
ἀποτεφροῦται [00012]
ἀπώλεσαν [00061]
ἄρα [00139]
ἀρετῆς [00091]
ἀριστερῶν [00173]
Ἀρκεῖ [00118] [00122]
ἁρμοδιώτερον [00045]
ἁρπαγαὶ [00025]
ἅρπαγες [00069]
ἀῤῥωστίας [00043]
ἄρτι [00038]
ἀρχαῖς [00057]
ἀσεβείας [00184]
ἀσθένειαν [00167]
ἀστράπτων [00120]
ἀσφαλείας [00145]
ἀσφαλειῶν [00145]
ἀσφάλισαι [00105]
ἀτοπίας [00091]
αὐθάδης [00030]
αὔριον [00031] [00032] [00033] [00034] [00035] [00036] [00037] [00106]
αὐτά [00113]
αὐτὴ [00007]
αὐτοδίδακτον [00030]
αὐτοῖς [00125] [00126] [00128]
αὐτομαθὲς [00030]
αὐτὸν [00040] [00094] [00140] [00147]
αὐτὸς [00028] [00093]
Αὐτοῦ [00020]
αὐτοῦ [00021] [00022] [00023] [00024] [00025] [00028] [00062] [00089] [00132] [00159] [00159] [00174]
αὐτοὺς [00094] [00116]
αὐτῷ [00026] [00027]
αὐτῶν [00093] [00114] [00125] [00126] [00128] [00128]
ἀφείς [00092]
ἀφήρπασε [00047]
ἀφθονίαν [00149]
ἀφιέναι [00094]
ἀφιπτάμενον [00090]
ἀφόρητος [00039]
ἀφορῶντες [00167]
ἄφρων [00105]


β [00075]
βασι [00185]
βασιλέα [00127]
βασιλεία [00007]
βασιλείαν [00161] [00173]
βαστάζειν [00062]
βίον [00069] [00076]
βίος [00046] [00063]
βλέπει [00146]
βλέπουσα [00136]
βουλεύεται [00104]
βούλῃ [00124]
βουλόμενος [00156]
βρέχων [00119]
βροντῶν [00120]
βύθιος [00005]


γ [00143]
γὰρ [00131] [00145] [00147] [00147] [00147]
γάρ [00094]
γέγονε [00063]
γεγύμνωται [00147]
γείτονι [00048]
γεννηθέντα [00116]
γεννήτορα [00091]
γένωνται [00100]
γῆ [00062] [00065] [00082]
γῆν [00060]
γῆς [00049]
γλυκὺς [00007]
Γραφὴ [00135]
γυμνάσιον [00043]
γυμνὸς [00165]


δάκρυα [00027]
∆ανείζει [00134]
δανείζει [00131] [00133] [00137] [00138] [00144] [00146] [00152] [00172]
δανείζειν [00145]
δανείζεις [00153]
δανείζεται [00139]
δανείζοντι [00147]
δανείζων [00145] [00154]
δανεισάμενος [00158]
δανεισαμένου [00167]
δανείσαντα [00141]
δάνεισμα [00030]
δανείσματος [00137]
δανεισταὶ [00068]
δανείσωμεν [00132]
∆αυῒδ [00008]
∆αυϊδικῆς [00008]
δὲ [00007] [00048] [00049] [00053] [00086] [00124] [00142] [00144] [00147] [00147] [00159] [00170] [00180] [00185] [00185]
δεδομένα [00110]
δεδωρημένην [00173]
δεῖνα [00047]
δεκατολόγοι [00066]
δεξιάν [00118]
δεξιὰς [00098]
δεξιῶν [00159] [00160] [00173]
δέσμιον [00090]
δεσμοῖς [00096]
δεσμούμενος [00093]
δεσποτεύονται [00065]
∆εῦτε [00161]
δεχόμενος [00145]
δι [00116]
∆ιὰ [00063] [00134] [00175] [00180]
διὰ [00049] [00064] [00090] [00118] [00136] [00145] [00147] [00147] [00148] [00149] [00151] [00158] [00173] [00173]
διαβάλλω [00092]
διαβόλῳ [00174]
διαδήματι [00033]
διαθλίβουσιν [00049]
διακαπνίζονται [00049]
διακινδυνεύοντα [00147]
διακονήσαντες [00167]
διαλύεται [00014]
διάπλασις [00079]
διδοὺς [00131] [00144]
δίδωμι [00155] [00185]
δίδωσι [00134] [00136]
διεγείρεται [00085]
διερευνήσας [00006]
διισχυρίζεται [00053]
δικάζεται [00051]
δικαζόμενον [00142]
δίκαιον [00112]
δικαστήρια [00070]
δίκτυον [00005]
διοικεῖσθαι [00110]
διοικητὴς [00112]
διορίζῃ [00109]
διπλασιάζειν [00089]
δίψῃ [00090]
διψῶντα [00168]
δόξα [00185]
δόξης [00159]
∆ὸς [00123] [00125]
∆ός [00157]
δὸς [00117] [00126] [00128]
δόσιν [00136]
δοῦναι [00051] [00117]
δραπέτην [00096]
δύνασαι [00112]
δυναστείαις [00059]
δύναται [00062]
δυσπραγίαις [00039]
δυσωδίαν [00018]
δυσωπεῖται [00142]


ἐάσατέ [00098]
ἑαυτὸν [00040] [00103] [00137] [00147] [00151]
ἑαυτοῦ [00145]
ἐγγύας [00145]
ἔγγυον [00147]
ἐγκρατείας [00091]
ἐγχειρισθέντα [00116]
ἐδαφίζεται [00013]
ἔδειξε [00173]
ἐδίψησα [00164]
ἑδράζεται [00082]
ἐδώκατέ [00163] [00177]
ἔδωκε [00050]
ἔδωκεν [00151]
ἐθρέψαμεν [00168]
Εἰ [00007] [00098] [00139]
εἰ [00046] [00046] [00046] [00046] [00046] [00046] [00104]
Εἶδε [00150]
εἶδε [00151]
εἶδεν [00145] [00147]
εἴδομεν [00168] [00169]
εἰδὼς [00041]
εἶναι [00108] [00112]
εἰπέ [00105] [00106]
εἶπεν [00134] [00136] [00144] [00178]
εἶπον [00045]
εἴπωμεν [00008]
εἰπὼν [00145] [00145]
εἰς [00030] [00030] [00030] [00030] [00030] [00074] [00097] [00098] [00145] [00146] [00146] [00167] [00167] [00168] [00174] [00180] [00185]
ΕΙΣ [00002]
Εἶτα [00167]
ἐκ [00030] [00159] [00160] [00173]
ἑκάστου [00112]
ἑκατὸν [00089]
Ἑκατονταπλασίονά [00155]
ἐκεῖθεν [00046]
ἐκεῖνο [00087] [00088]
ἐκεῖνος [00051] [00055]
ἐκείνου [00047]
ἐκκλησιαστικῶν [00007]
ἐκλέψατε [00178]
ἐκράτησεν [00088]
ἐκτήκονται [00067]
ἐκτὸς [00146]
ἐκφορᾷ [00034]
ἔλαβε [00051] [00087]
ἔλαβες [00117]
ἐλαχίστων [00130] [00171]
ἔλεγε [00076]
ἐλεηθῇς [00123]
ἐλεημοσύνην [00132] [00183]
ἐλεημοσύνης [00003]
ἐλέησον [00123]
Ἐλέησον [00120]
ἔλεον [00137]
ἐλεύθερα [00064]
ἐλεῶν [00133] [00134] [00136] [00137] [00138] [00152] [00172]
ἐλπίζουσιν [00168]
ἐμοὶ [00130] [00153] [00171]
Ἐμοὶ [00144] [00149]
ἐμοιχεύσατε [00178]
ἐμοῦ [00174]
ἐμπαίκτην [00090]
ἐμπιστεύει [00145]
ἐμπλέκεται [00046]
ἔμποροι [00071]
ἐν [00028] [00028] [00032] [00032] [00033] [00033] [00034] [00034] [00035] [00035] [00036] [00036] [00039] [00039] [00046] [00057] [00058] [00059] [00076] [00080] [00090] [00121] [00166] [00167] [00169] [00185]
ἐναλίων [00005]
ἐνδείᾳ [00169]
ἐνεδύσατέ [00165]
ἕνεκεν [00144]
ἐνέχυρα [00145] [00147]
ἐνέχυρον [00147] [00151]
ἑνὶ [00130] [00171]
ἐντρυφῶσι [00028]
ἐξ [00119] [00159] [00173]
ἐξαλείφει [00131]
ἐξουσίαις [00058]
ἐξώτερον [00174]
Ἔοικε [00094]
ἐπ [00184]
ἐπαίρεται [00013]
ἐπάλληλοι [00060]
ἐπανέλθῃ [00006]
ἐπάρσει [00042]
ἐπεὶ [00146]
ἐπείγεται [00089]
Ἐπειδὴ [00145]
ἐπείνασα [00163]
ἐπείνων [00177]
ἐπὶ [00046] [00086] [00089] [00131] [00159]
ἐπιβουλεύεται [00056]
ἐπιβούλευμα [00030]
ἐπίβουλον [00090]
ἐπιδῷ [00137]
ἐπικάμπτῃ [00124]
ἐπιστάμεθα [00074]
ἐπίσταται [00104]
ἐπιστῇ [00125]
ἐπιφύεται [00050]
ἐπιωρκήσατε [00178]
ἐποιήσατε [00130] [00130] [00171]
ἐπορνεύσατε [00178]
ἐποτίσαμεν [00168]
ἐποτίσατέ [00164]
ἐπτοημένοις [00007]
ἐρεῖ [00160]
ἔρημος [00147]
ἐρίφια [00159]
ἐστιν [00139]
ἑτέροις [00026] [00027]
ἕτερον [00144]
ἕτοιμον [00030]
ἑτοιμοφθόρον [00030]
εὐάλωτον [00030]
εὐδαπάνητος [00030]
εὐδιάβατον [00043]
εὐδιάλυτον [00030]
εὐεργεσίαν [00183]
εὐκαθαίρετον [00030]
εὐκατάσβεστος [00030]
εὐλογημένοι [00161]
εὐμάραντος [00030]
εὐμήχανον [00030]
εὐνέκρωτος [00030]
εὐξήραντος [00030]
εὐπαράδεκτον [00043]
εὐπορῶν [00055]
εὐπραγίαις [00039]
εὑρετὴν [00091]
εὐρίπιστος [00030]
εὗρον [00045] [00080]
εὐτέλειαν [00008]
εὐτελείας [00044] [00044]
εὔτεχνον [00030]
εὐφροσύναι [00022]
εὐφυὲς [00030]
εὐωνύμων [00159]
Ἐφ [00130] [00171]
ἐφέλκηται [00005]
ἔφθην [00145] [00145]
ἔχειν [00140]
ἔχοντα [00145] [00147]
ἔχοντες [00183]
ἔχοντι [00151]
ἔχουσι [00127]
ἔχων [00056] [00056] [00147]
ἐψευδομαρτυρήσατε [00178]
ἕως [00089]


ζητεῖ [00136]
ζητοῦσιν [00115]
ζόφῳ [00046]
ζυγοστατῶν [00112]
ζωὴν [00155]
ζωῆς [00030]
ζῶν [00002] [00009] [00029] [00046] [00077]
ζώντων [00112]
ζώοις [00080]
ζῶον [00030]


[00007] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00044] [00060] [00060] [00060] [00060] [00060] [00062] [00065] [00079] [00082] [00135] [00136] [00185]
[00080] [00140] [00145] [00145] [00145] [00145] [00145] [00168] [00169]
ἡδοναί [00025]
ἠλέησεν [00150]
ἤλθετε [00166]
ἡμᾶς [00046]
ἡμερινὸν [00007]
ἡμετέραν [00135]
ἡμετέρας [00044]
ἤμην [00165] [00166]
ἡμῶν [00136] [00139] [00139] [00145] [00185]
ἠπείλησε [00173]
ἡσυχάζουσι [00083]
ἡτοιμασμένην [00161]
ἡτοιμασμένον [00174]


θάλατταν [00046]
θαλαττίῳ [00046]
θάνατον [00107]
θανάτου [00030]
θάπτεται [00104]
Θάρσει [00153]
θέλεις [00108] [00140]
θέλετε [00098]
θέλοντα [00145]
Θεὸν [00074]
Θεόν [00122]
Θεὸς [00118] [00139] [00144] [00146]
Θεοῦ [00110]
θεραπεῖαι [00024]
Θεῷ [00109] [00131] [00132] [00133] [00134] [00136] [00137] [00138] [00152] [00172]
θήραν [00007]
θηρατὴν [00006]
θηρίον [00084]
θηροτρόφος [00006]
θησαυρίζων [00113]
θησαυροί [00021]
θησαυροῖς [00035]
θλίψεις [00023]
θνητὸς [00042]
θορυβεῖται [00055] [00084]
θράσος [00030]
θρηνούμενος [00038]
θρίαμβος [00044]
θρόνου [00159]
θύελλα [00013]


ἰδεῖν [00144]
ἴδια [00115]
ἰδίαν [00061]
Ἰησοῦ [00185]
ἵνα [00100] [00123] [00132] [00136] [00137]
Ἵνα [00156]
ἰσχὺν [00061]
Ιn [00001]


καθ [00103] [00144]
καθάπερ [00046] [00046] [00096]
καθέστηκε [00007]
καθημερινὸν [00043]
καθίσῃ [00159]
καιρὸν [00157]
καιρῷ [00167]
κακὰ [00062]
κἀκεῖσε [00046]
κακίας [00091] [00184]
κακοῖς [00076]
κακουργίαν [00030]
κακοῦργον [00097]
καλάμη [00012]
Καλῶς [00101]
καλῶς [00167]
κάμνουσαν [00005]
κἂν [00098] [00179]
καπνὸς [00014]
κατ [00046]
καταβολῆς [00161]
καταγώγιον [00043]
καταδεσμεῖτε [00097]
καταδικάζω [00183]
καταδυναστεύει [00060]
καταιγίδες [00046]
κατάκομον [00006]
καταποθεῖται [00011]
κατάραι [00024]
καταστῆναι [00011]
κατατρίβουσιν [00070]
κατέλιπεν [00060]
κατέχεις [00114]
κατηγορεῖται [00079]
κατηραμένοι [00174]
κατώτερα [00179]
κεκτημένους [00092]
κέκτηται [00147]
κερδαίνει [00018]
κερδαίνω [00154]
κέρδανον [00117]
κέρδη [00007]
κέρδος [00007] [00146]
κεφάλαιον [00053]
κέχηνε [00088]
κιθάρας [00008]
κινοῦνται [00083]
κλέπτην [00091]
κληρονομήσατε [00161]
κληρονόμοι [00100]
κληρονόμων [00104]
κολάζεται [00028]
κόλαξι [00036]
κόλπος [00005]
κόλπων [00007]
κόνις [00013] [00030]
κορεννύμενον [00084]
κορυφὴν [00006]
κόσμου [00161]
κόσμῳ [00090]
κουφότερον [00098]
κράτος [00185]
κρίνεται [00048]
κρίνω [00181] [00182]
κριτὴν [00140]
κριτὴς [00112] [00142]
Κύριε [00168] [00180]
Κυρίῳ [00185]


λάβε [00128]
λαβεῖν [00050] [00117]
λάβωμεν [00132]
λαμβάνει [00131]
λαμβάνων [00019]
λαμπρᾶς [00006]
λανθάνοντα [00091]
λέγει [00120]
ΛΕΓΟΝ [00002]
λέγουσαν [00131]
λεγούσης [00045]
λέγουσι [00167]
λείαν [00185]
λιτανευόμενος [00124]
λιτανεύουσι [00122]
λογικὴ [00079]
λογοθέσιον [00125]
λόγος [00172]
λοιπὸν [00062]
λύπης [00043]
λύχνος [00030]


μᾶλλον [00007]
μαραίνονται [00068]
ματαιοπονεῖς [00113]
μάτην [00002] [00009] [00029] [00046] [00077]
με [00095] [00096] [00097] [00098] [00098] [00164] [00165] [00166]
μεγαλοῤῥῆμον [00030]
μεγαλόφρων [00030]
μέλλεις [00126]
μελλόντων [00041] [00102]
μέλος [00008]
μεμόλυνται [00062]
μὲν [00048] [00049] [00052] [00147] [00159] [00179] [00185]
μερίμναις [00068]
μέσον [00147]
μετ [00038] [00126]
μετάλλων [00097]
μετανοήσαντας [00182]
μεταπεμφθῆναι [00098]
μέτρα [00049]
μέχρι [00060]
μέχρις [00062]
μηδαμοῦ [00145]
μηδὲν [00151]
μιμεῖται [00046]
μισεῖται [00058]
μνήματι [00033]
μνήμην [00180]
μοι [00094] [00105] [00106] [00156] [00157] [00163] [00177]
μόνη [00079]
μόνον [00074] [00078] [00131] [00146]
μου [00130] [00161]
μυρίοις [00096]


νεκρὸν [00090]
νεκρὸς [00108] [00112]
νεκρῶν [00112]
νεφέλαις [00121]
νέφος [00016]
νομίζει [00042]
νομίσῃς [00136]
νομοθετεῖς [00110]


ξηραίνεται [00015]
ξηρᾶς [00046]
ξύλον [00030]


[00007] [00026] [00030] [00030] [00030] [00030] [00030] [00030] [00031] [00032] [00033] [00034] [00035] [00036] [00037] [00038] [00039] [00040] [00041] [00042] [00044] [00046] [00048] [00048] [00053] [00056] [00056] [00057] [00058] [00059] [00062] [00063] [00065] [00076] [00101] [00118] [00120] [00121] [00137] [00142] [00144] [00144] [00145] [00146] [00147] [00158] [00159] [00172]
[00052] [00119] [00131] [00131] [00133] [00134] [00136] [00137] [00138] [00141] [00152] [00172]
ὀγκοῦται [00017]
ὁδοὶ [00065]
ὀδυνᾶται [00054]
Οἱ [00049] [00060] [00061]
οἱ [00021] [00021] [00026] [00049] [00060] [00067] [00068] [00069] [00070] [00071] [00072] [00083] [00122] [00161] [00167] [00168] [00174]
οἶδας [00113]
οἶδε [00102]
Οἶδεν [00135]
οἶδεν [00146]
οἰκείαν [00167]
οἰκέτας [00047]
οἰκοδομῆς [00049]
οἴκοθεν [00114]
οἴκτειρον [00123]
οἷς [00007]
ὀλίγον [00038]
ὀμνύειν [00074]
ὁμολογίαν [00131]
ὁμολογουμένως [00179]
ὃν [00168]
ὀνειδίζεται [00056]
Ὀνειδίζω [00184]
ὀνείρων [00098]
ὄνομα [00137]
ὁρᾷ [00146]
ὅρα [00046]
ὄρη [00006]
ὅρισον [00157]
ὅρκους [00073]
ὀρφανῶν [00114]
ὀρῶν [00076]
ὅσον [00130] [00171]
ὅταν [00005] [00006]
Ὅταν [00159]
ὅτι [00117] [00118] [00122] [00136] [00144] [00146] [00172] [00178] [00178] [00178] [00178] [00183]
Ὅτι [00163] [00177] [00178]
Οὐ [00112] [00181]
οὐ [00062] [00115] [00116] [00117] [00126] [00131] [00142] [00147] [00147] [00151] [00182]
οὐδὲ [00007] [00124] [00146]
οὐδεὶς [00146]
Οὐδὲν [00080] [00111]
οὐδὲν [00019] [00045] [00147] [00180]
οὐδέποτε [00086] [00089]
Οὐκ [00178]
οὐκ [00041] [00050] [00102] [00104] [00113] [00124] [00134] [00136] [00147] [00172] [00177]
οὖν [00008] [00113] [00134] [00140] [00146]
οὐρανὸν [00121]
οὐρανοῦ [00119]
οὐρανῶν [00007] [00185]
Οὗτος [00047]
οὗτος [00050] [00054]
Οὕτω [00076]
οὕτω [00173]
οὐχ [00007] [00147]
ὀφειλὴν [00158]
ὀφθαλμοὶ [00168]
ὄφλημα [00030]
ὀφρύας [00124]


πάθους [00043]
παίδων [00103]
πάλιν [00028] [00081] [00082] [00083] [00089]
πᾶν [00084]
πανδοχεῖον [00043]
πάντας [00076]
παντὸς [00043]
πάντων [00147] [00168] [00185]
παρ [00026] [00026] [00027] [00027] [00114] [00132] [00139]
παρὰ [00121] [00128]
παραπέμποντες [00097]
παρέθηκεν [00147]
παρεῖδεν [00151]
πάρεργον [00043]
παρεσπάσατο [00047]
παρέχων [00147]
παρήκατε [00183]
παρὸν [00041]
παρόντα [00102]
πᾶς [00002] [00009] [00029] [00046] [00077]
πάσης [00043] [00043] [00091] [00091] [00091] [00184] [00184]
Πατέρα [00127]
Πατρός [00161]
πατρὸς [00128]
παύεται [00084] [00086] [00089]
πέδαις [00093]
πεινῶντα [00168]
πένητα [00131]
πένητες [00122]
πένητι [00147]
πενήτων [00098] [00113]
πενίας [00100]
πεποιήκαμεν [00170]
πεποιήκατε [00171]
πεπράκαμεν [00064]
περὶ [00003] [00007] [00007] [00041] [00048] [00048] [00049] [00052] [00102] [00103] [00104] [00105] [00111]
περιβάλλων [00121]
περιέρχεται [00090]
περιλαβὼν [00005]
περιορίζεται [00060]
περιπτύσσεσθε [00097]
περισφίγγετε [00096]
περιφερόμεθα [00046]
πεφυσιωμένη [00030]
πηλὸς [00030]
πιπράσκουσιν [00072]
πίστευσον [00149]
πιστεύω [00106]
πίστις [00060]
πλέον [00046]
πλεονασμοί [00026]
πλεονασμὸν [00136] [00145]
πλεονεξία [00060]
πλεονεξίαν [00030] [00135] [00136] [00145]
Πλὴν [00002] [00009] [00029] [00046] [00077]
πλουσίας [00006]
πλούσιε [00113]
πλούσιοι [00067]
πλούσιος [00101]
πλοῦτον [00090] [00091] [00092] [00095] [00100]
πλούτῳ [00032]
πνεῦμα [00030]
πόθον [00090]
Ποίαν [00129]
πόλεις [00066]
πολεμεῖ [00048]
πολέμιον [00090] [00091]
πόλεμοι [00060]
πολλὴν [00005] [00151]
πολὺ [00126]
πολυδέσποτον [00090]
πολυέραστον [00090]
πολυπόθητον [00090]
πολυπραγμονῶν [00040]
πολυφάνταστος [00101]
πομφόλυξ [00017]
πονήρευμα [00030]
πόνοι [00021]
πόνος [00007]
Πορεύεσθε [00174]
πορφύρᾳ [00034]
πόσα [00045]
πόση [00044]
πόσος [00044]
πόσῳ [00007]
πότε [00156] [00158] [00168] [00169] [00170]
ποῦ [00158]
πράγματα [00046]
πραγματεύονται [00071]
πραγμάτων [00145]
πρακτέον [00109]
πρὶν [00011] [00125]
προαιρέσεως [00030]
πρόβατα [00159]
προέστη [00151]
προθεσμίαν [00157]
προκείμενον [00043]
πρόνοιαν [00110]
πρὸς [00060] [00087] [00088] [00094] [00111] [00136] [00137]
πρός [00166]
προσαιτεῖ [00119]
πρόσγειον [00007]
προσέσχεν [00136]
προσετάχθης [00117]
πρόσκαιρον [00030]
προτείνει [00118]
Προτρέπεται [00005]
προφῆτα [00078]
προφήτης [00076]
προφητικῆς [00045]
ΠΡΟΦΗΤΙΚΟΝ [00002]
πτωχὸν [00131] [00133] [00134] [00136] [00137] [00138] [00150] [00151] [00152] [00172]
πτωχὸς [00147]
πτωχοῦ [00118]
πτωχῷ [00131] [00144]
πτωχῶν [00158]
πῦρ [00012] [00185]
πυρετῶν [00043]


ῥάκιον [00121]
ράσσεται [00077]
ῥέπουσαν [00145]
ῥήματος [00133]
ΡΗΤΟΝ [00002]
ῥίζαν [00184] [00185]
ῥίψας [00005]


σά [00115]
σαγήνην [00005]
σαλεύεται [00082]
σβέννυται [00085]
σὲ [00111]
σέ [00111]
σε [00119] [00122] [00168] [00169]
σεαυτὸν [00107]
σεσωρευμένους [00076]
σήμερον [00031] [00032] [00033] [00034] [00035] [00036] [00037] [00106]
σκευάζεται [00059]
σκότος [00174]
σκώληξιν [00036]
σοὶ [00110] [00120] [00154]
σοι [00106] [00116] [00118] [00118] [00122] [00155] [00158]
σοῖς [00113]
σὸν [00105]
σοροῖς [00035]
σοῦ [00116] [00121]
σου [00124]
σοφωτάτου [00133]
σπινθὴρ [00017] [00030]
σποδὸς [00030]
σταγὼν [00016]
στασιώδης [00030]
στεναγμὸς [00026]
στηλιτεύσαντες [00008]
στηρίξαι [00156]
στήσει [00159]
στοιχεῖα [00064]
στοιχείοις [00080]
Σὺ [00124]
συγκρούουσιν [00046]
συκοφάνται [00072]
συμπίπτομεν [00046]
συμποδίζετε [00095]
συμφορὰς [00071]
σύμφωνα [00156]
συνάγεις [00113]
συνάγω [00100]
συνάλλαγμα [00156]
συνεργὸν [00091]
συνετῶς [00158]
συνεχόμενος [00090] [00093]
συνέχουσιν [00060] [00066]
συνιὼν [00131]
συνοικήτορι [00048]
σφοδρότερον [00046]
σωρεύειν [00089] [00089]
σωρευθῇ [00089]
σωτηρίας [00183]
σωφροσύνης [00091]


Τὰ [00089] [00115]
τὰ [00027] [00027] [00040] [00046] [00046] [00062] [00063] [00064] [00070] [00081] [00089] [00102] [00103] [00106] [00106] [00110] [00113] [00114] [00115] [00116] [00116] [00125] [00126] [00128] [00145] [00156] [00159] [00159]
τα [00077]
ταῖς [00067] [00068]
ταλανίζων [00076]
Ταράσσεται [00010] [00081]
ταράσσεται [00002] [00009] [00011] [00018] [00019] [00029] [00046] [00078]
ταρασσόμενον [00080]
ταρασσόμενος [00086]
ταράττουσιν [00069]
ταραχαὶ [00020]
ταραχῆς [00019] [00046]
τὰς [00066] [00071] [00097] [00098] [00124]
ταῦτα [00007] [00156] [00170] [00179]
ταύτην [00129]
τάφῳ [00032]
τάχα [00090]
Τέκνοις [00100]
τέκνων [00105]
τελευτῶν [00031]
Τέλος [00046]
τέλος [00010] [00089] [00105]
τελῶναι [00066]
τελωνεύονται [00065]
τέφρα [00030]
τῇ [00018] [00042] [00090] [00147]
τηλικοῦτον [00183]
τὴν [00005] [00008] [00018] [00060] [00061] [00110] [00117] [00118] [00119] [00128] [00131] [00132] [00135] [00136] [00136] [00145] [00147] [00147] [00148] [00149] [00157] [00158] [00161] [00167] [00167] [00173] [00173] [00173] [00173] [00181] [00181] [00183] [00184] [00185]
τῆς [00006] [00019] [00030] [00044] [00044] [00045] [00045] [00046] [00046] [00046] [00049] [00090] [00091] [00091] [00091] [00106] [00106] [00131] [00157] [00157] [00179] [00179]
Τί [00095] [00107] [00113] [00140]
τὶ [00180]
τί [00092] [00096] [00097] [00108] [00109] [00110] [00114] [00114] [00134] [00154] [00175]
τιμωρίαν [00173]
τίνι [00113]
τίνος [00144] [00176]
τίνων [00162]
ΤΟ [00002] [00002]
τὸ [00005] [00007] [00008] [00010] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00030] [00041] [00043] [00043] [00043] [00043] [00053] [00060] [00072] [00074] [00089] [00105] [00109] [00112] [00125] [00131] [00137] [00146] [00156] [00174] [00174] [00174] [00185]
τοίνυν [00184]
τοῖς [00007] [00007] [00028] [00089] [00113] [00160] [00173] [00173] [00174] [00185] [00185]
τόκους [00052]
τόλμημα [00030]
τὸν [00047] [00069] [00074] [00076] [00090] [00090] [00090] [00090] [00090] [00090] [00090] [00090] [00091] [00091] [00091] [00091] [00091] [00091] [00092] [00095] [00100] [00121] [00136] [00141] [00142] [00145] [00145] [00145] [00147] [00147] [00150] [00151] [00157]
τοσαῦτα [00089]
τοσαύτῃ [00169]
τοσαύτην [00183]
τοσούτοις [00089]
τοσοῦτον [00154] [00183]
τότε [00105] [00106]
τοῦ [00008] [00030] [00047] [00062] [00089] [00110] [00118] [00128] [00133] [00137] [00159] [00161] [00167]
τοὺς [00047] [00073] [00092] [00182] [00182]
τοῦς [00185]
τοῦτο [00087] [00136]
τούτῳ [00148]
τούτων [00130] [00145] [00146] [00147] [00171]
τραγῳδία [00044]
τραπέζης [00060]
τριῶν [00145]
τρόπον [00144]
τρυφαί [00020]
τρυφῆς [00091]
τυραννεῖ [00060]
τῷ [00005] [00048] [00048] [00090] [00109] [00147] [00147] [00151] [00151] [00174] [00185]
τῶν [00005] [00007] [00007] [00019] [00041] [00043] [00046] [00046] [00080] [00098] [00098] [00102] [00103] [00104] [00105] [00111] [00113] [00114] [00130] [00130] [00145] [00158] [00171] [00180] [00185]


ὑγρᾶς [00046]
ὕδατα [00065] [00081]
ὕδατος [00048]
Υἱὸς [00159]
ὕλη [00006]
ὕλην [00085]
ὑμᾶς [00183]
ὑμῖν [00161]
ὑμῶν [00097]
ὑπ [00093]
ὑπάρχει [00007]
ὑπὲρ [00040] [00176]
Ὑπὲρ [00162] [00183]
ὑπεραίρεται [00060]
ὑπεραπλοῦται [00016]
ὑπέρογκον [00030]
ὑποβάλλεται [00065]
ὑποβλέπεται [00057]
ὑποθήκην [00145] [00145] [00147]
ὑποκειμένην [00085]
ὑπόπτερον [00090]
ὕψωμα [00030]


φαγεῖν [00163] [00177]
φανταζόμενος [00041]
φάρμακον [00183]
Φέρε [00008]
φέρεις [00180]
φέρων [00147]
φησὶ [00081] [00148] [00181]
φησι [00099]
φησὶν [00153] [00171]
φθόνοι [00060]
φιλανθρωπίαν [00146] [00173] [00185]
φιλανθρωπίας [00132]
φιλαργυρίας [00090]
φιλία [00060]
φιλοκερδὴς [00137]
φίλον [00090] [00097]
φιλονεικεῖ [00089]
φιλοχρήμονες [00070] [00095]
φλὸξ [00014] [00030] [00085]
φορολόγοι [00066]
φόρτῳ [00005]
φροντίδες [00022]
φροντίζει [00102] [00103]
φροντίσιν [00067]
φρύαγμα [00030]
φρυαττόμενος [00038]
φυλακῇ [00166]
φύσει [00042]
φύσις [00030]
φωνὴν [00131]
φωνήν [00094]
φωνῆς [00045]


χαλκοῦ [00119]
χειμαζόμεθα [00046]
χεῖρας [00097]
χειρόγραφον [00131]
χλευαζόμενος [00108]
χλευαστὴν [00090]
χλόη [00030]
χόρτος [00015] [00030]
χρεώστην [00140]
χρεώστης [00139] [00141]
χρήμασιν [00086]
χρήματα [00027] [00046] [00063] [00064] [00145] [00145] [00147]
χρῆσιν [00117]
Χριστῷ [00185]
χρυσίου [00090]


ψάλλοντες [00028]
ψαλμικὸν [00008]
ψεκάδα [00119]
ψευδόμενοι [00073]
ψεῦδος [00060] [00072]
ψυχοφθόρου [00091]


[00044] [00133]
[00078] [00095] [00113] [00180]
[00044] [00045]
[00105]
[00185]
ὧδε [00046]
ὢν [00037]
ὤν [00037]
ὠναῖς [00065]
ὡραΐζεται [00015]
ὡς [00012] [00012] [00013] [00013] [00014] [00014] [00015] [00015] [00016] [00016] [00017] [00017] [00042] [00097] [00097] [00114] [00122] [00145] [00145] [00147] [00184] [00185]
ὥσπερ [00173]
ὠχρότερος [00090]