0345-0407 - Iohannes Chrysostomus - Christi discipulum benignum esse debere
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Christi discipulum benignum esse debere

[00001]    ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ὅτι χρὴ τὸν Χριστοῦ μαθητὴν ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι.

48.1069

[00002]    Ἡ θεία φωνὴ τοῦ Κυρίου ἐν τοῖς Εὐαγγελίοις διδάσκει ἡμᾶς, ἡ ἀναπληροῦσα τὸν νόμον, οὐ καταργοῦσα, μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ, καὶ διὰ τῆς προσθήκης ταύτης τοῦ λόγου ἀνεπλήρωσε τὸ, Οὐ φονεύσεις, αὐτὴν τὴν ῥίζαν ἐξαίρων τοῦ φόνου, καὶ τὴν καρδίαν ἔσωθεν καθαρίζων, καὶ οὐχὶ τὰς χεῖρας ἔξωθεν.

[00003]    Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ' εὐθὺ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων·

[00004]    Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει.

[00005]    Οὐ γὰρ ὀξεῖαι αἱ παρὰ Χριστοῦ τιμωρίαι, καθάπερ ἐν τῷ νόμῳ·

[00006]    ἀλλὰ πολλὴ μὲν ἀναβολὴ τῶν κατὰ τὸ δίκαιον ἀνταποδόσεων, φοβερὰ δὲ ὕστερον ἡ δίκη.

[00007]    Ὥσπερ ἐπιτάττει τὰ μείζω, οὕτω καὶ μειζόνως μακροθυμεῖ, κάθαρσιν καρ [48.1070] δίας ἐπιζητῶν, ἣν δυσκόλως ἔστιν ἐξεργάσασθαι.

[00008]    ∆ιόπερ εἰ καὶ προαχθείημεν εἰς ὀργὴν, οὐκ εὐθὺ τιμωρεῖται·

[00009]    εἰ γὰρ παρ' εὐθὺ ἐτιμωρεῖτο, οὐκ ἂν ἦν διὰ μετανοίας ἐπάνοδος.

[00010]    ∆ιὰ τοῦτο ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἔχωμεν καιρὸν μετανοίας, ἵνα ὁ χθὲς ὀργισθεὶς τῷ ἀδελφῷ, σήμερον μετανοήσῃ, καὶ διαθήκην ἑαυτῷ διάθηται μηκέτι ὀργίζεσθαι τῷ ἀδελφῷ·

[00011]    καὶ κατὰ μέρος ὅμοιοι Θεῷ γινώμεθα.

[00012]    Μεταβάλλει γὰρ ἡμᾶς ἐκ τῶν ἀλλοτριούντων τὴν ζωὴν ἡμῶν ἐκ τῆς ὁμοιώσεως τοῦ Θεοῦ, καὶ ἄγει εἰς τὸ κατὰ φύσιν καλὸν μετὰ τὸ προκείμενον·

[00013]    εἰς γὰρ τὸ κατὰ φύσιν ἀγόμεθα, καὶ εἰς τὴν τοῦ θείου Πνεύματος κοινωνίαν, καὶ τὴν διηνεκῆ μετὰ Θεοῦ ζωὴν περὶ τηλικούτων ἀγωνιζόμενοι.

[00014]    Πρόσχωμεν ἑαυτοῖς, καὶ μὴ καταφρο [48.1071] νήσει τὸ ἔργον τῆς εἰς Θεὸν ὁμοιώσεως διαφθείρωμεν, ἐπειδὴ χρονίζει ὁ Κύριος τοῦ ἐλθεῖν·

[00015]    μὴ ἑαυτοῖς ἄδειαν δῶμεν εἰς τὸ παραβαίνειν τὰ λόγια Κυρίου, μὴ ἀπελπίσαντες ὡς μὴ δυνάμενοι τούτου τυχεῖν τοῦ καθ' ὁμοίωσιν Θεοῦ, καταλίπωμεν τὸν ἀγῶνα, ἀλλ' ἡ ἐλπὶς παρέστω διὰ τὸν προστάξαντα καὶ δύναμιν χαριζόμενον ἐπὶ τῷ προσταχθέντι.

[00016]    Ἡ δὲ καταφρόνησις καὶ ἡ ἀμέλεια ἀπέστω, φοβερωτέραν ἡμῶν προσδοκώντων τὴν τιμωρίαν διὰ τὴν μακροθυμίαν.

[00017]    Ὅσον γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρίσασι τὴν χάριν ἐπελεύσεται ὀξέως.

[00018]    Καταφρονείσθω δὲ ἡμῖν ἅπαντα τὰ τοῦ αἰῶνος τούτου πράγματα μᾶλλον, ἢ τὸ θεῖον πρόσταγμα·

[00019]    πολλὰ γὰρ τὰ εἰς ὀργὴν εἰσκαλούμενα τοὺς ὀξεῖς εἰς ὀργὴν, τοὺς εὐχερῶς παροξυνομένους.

[00020]    Ὁ δὲ τὸ πρόσταγμα τοῦ φοβεροῦ βασιλέως φοβούμενος, τοῦ κελεύσαντος ὅλως μὴ ὀργίζεσθαι, πάντων καταπτύσεται τῶν παροξύνειν θελόντων·

[00021]    εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι' ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ' αὐτῷ ὡρισμένην κόλασιν.

[00022]    ∆ιὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παραδέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακωθῶμεν τὴν ψυχὴν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα.

[00023]    Ὁ γὰρ χρημάτων καταφρονεῖν διδαχθεὶς, πῶς διὰ χρήματα παροξυνθήσεται, εἰ καὶ βούλεταί τις ἁρπάζειν;

[00024]    καὶ ὁ δόξης μὴ ὀρεγόμενος, πῶς διὰ δόξαν παροξυνθήσεται;

[00025]    Ἀπόδυσαι τοίνυν τὸ κοσμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι·

[00026]    ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον, ἵνα τὸν νέον ἐνδύσῃ.

[00027]    ∆ιὰ τοῦτο γὰρ ἀναγέννησις λέγεται, καὶ βεβόηται

[00028]    Επιτρέπετα

[00029]    παρὰ τοῖς θείοις γράμμασι.

[00030]    Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ' ὅ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν.

[00031]    Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως.

[00032]    Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι·

[00033]    Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

[00034]    ∆ιὸ ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον·

[00035]    ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων·

[00036]    ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής·

[00037]    τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόῤῥιψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς.

[00038]    Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν.

[00039]    Ὁ θέλων κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων.

[00040]    ∆ιὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα.

[00041]    Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα.

[00042]    Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκαλιῶν·

[00043]    Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ' ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες.

[00044]    Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ' ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι·

[00045]    Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ·

[00046]    γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.

[00047]    Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κἀγώ·

[00048]    σκέψαι τί σοι Χριστὸς [48.1072] ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς.

[00049]    Οὐκ ἦλθε γὰρ κριτὴς, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενος·

[00050]    καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτηρίαν πραγματευόμενος.

[00051]    Ἡ γὰρ Χριστοῦ ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄγριον θυμὸν τοῦ Πονηροῦ κατεπάλαισε.

[00052]    Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προτίθει.

[00053]    Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται·

[00054]    Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου·

[00055]    ὑμεῖς δὲ ἀτιμάζετέ με·

[00056]    ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου·

[00057]    ἔστιν ὁ ζητῶν καὶ κρίνων.

[00058]    Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ' ἀνάμενε τὸν κριτήν.

[00059]    Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν ∆εσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει.

[00060]    Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην·

[00061]    οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

[00062]    Ἠδίκησεν ὁ ἀδελφὸς, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη·

[00063]    ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα.

[00064]    Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς, ἀδελφοκτονίαν ὡπλίσατο, ἐχθρὸς ἀνεφάνη ἀντ' ἀδελφοῦ, πονηρίας ἔδειξεν ὑπερβολὴν, οὐδὲν ἀδικούμενος ἀδικεῖ.

[00065]    Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν ∆αυΐδ·

[00066]    Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.

[00067]    Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακὸν, προκαλοῦ αὐτὸν εἰς τὸ ἀγαθὸν, λῦσον τὸν θυμὸν ἠπιότητι, δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστὸν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων.

[00068]    Ἀλλ' ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται.

[00069]    Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων ἀγριώτερος καθέστηκε.

[00070]    Μὴ φιλονείκει πρὸς τὸν τοιοῦτον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν·

[00071]    ἔκκλινον δὲ ὥσπερ τὰς χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης·

[00072]    φύλαξαι δὲ ὥσπερ

[00073]    Επιτρέπετα

[00074]    ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾴδοντος.

[00075]    Ἐξαγόρασον τὸν καιρὸν, Ὅτι αἱ ἡμέραι πονηραί εἰσιν·

[00076]    ἐν σοφίᾳ περιπάτει, εἰδὼς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες σου.

[00077]    Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι·

[00078]    μὴ λύκος ἀντὶ προβάτου γίνου·

[00079]    πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς·

[00080]    φυλάσσου τοὺς διαρπάζοντας·

[00081]    φρόνιμος ὢν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς·

[00082]    εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρασκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος·

[00083]    Ἐγενήθημεν ὡς πρόβατα σφαγῆς·

[00084]    ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.

[00085]    Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀνεξικακῶν μετὰ Χριστοῦ.

[00086]    Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.

[00087]    Καὶ ὁ Ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή.

[00088]    Θεοῦ δὲ μακροθυμοῦντος, μακροθύμει καὶ σύ·

[00089]    ὅτε γὰρ σήμερον πάσχει Χριστὸς, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον.

[00090]    Βόα πρὸς αὐτὸν, καὶ ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει·

[00091]    συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος·

[00092]    μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι.

[00093]    Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

[00094]    Ἀμήν.

[00095]    Επιτρέπετα


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Christi discipulum benignum esse debere
Litterarum Omnium Conspectus: 116 Litterae, quae repetitae sunt in 6,794 occasionibus



α

0945 

474   

Α

0913 

2   

β

0946 

38   

Β

0914 

1   

γ

0947 

110   

Γ

0915 

1   

δ

0948 

161   

Δ

0916 

0   

ε

0949 

372   

Ε

0917 

5   

ζ

0950 

26   

Ζ

0918 

0   

η

0951 

93   

Η

0919 

0   

θ

0952 

111   

Θ

0920 

12   

ι

0953 

330   

Ι

0921 

0   

κ

0954 

245   

Κ

0922 

15   

λ

0955 

154   

Λ

0923 

2   

μ

0956 

198   

Μ

0924 

10   

ν

0957 

583   

Ν

0925 

1   

ξ

0958 

38   

Ξ

0926 

0   

ο

0959 

422   

Ο

0927 

11   

π

0960 

191   

Π

0928 

8   

ρ

0961 

284   

Ρ

0929 

0   

ς

0962 

250   

΢

0930 

0   

σ

0963 

231   

Σ

0931 

2   

τ

0964 

500   

Τ

0932 

3   

υ

0965 

104   

Υ

0933 

3   

φ

0966 

66   

Φ

0934 

0   

χ

0967 

46   

Χ

0935 

10   

ψ

0968 

7   

Ψ

0936 

0   

ω

0969 

110   

Ω

0937 

0   

8164 

2   

 

  

0   

8165 

5   

8172 

   



 ά 

 8049 

 58 

 έ 

 8051 

 72 

 ή 

 8053 

 32 

 ί 

 8055 

 130 

 ό 

 8057 

 75 

 ύ 

 8059 

 56 

 ώ 

 8061 

 15 

 ὰ 

 8048 

 78 

 ὲ 

 8050 

 34 

 ὴ 

 80852 

 83 

 ὶ 

 8054 

 80 

 ὸ 

 8056 

 96 

 ὺ 

 8058 

 22 

 ὼ 

 8060 

 7 

 ᾶ 

 8118 

 5 

   

   

 0 

 ῆ 

 8134 

 26 

 ῖ 

 8150 

 37 

   

   

 0 

 ῦ 

 8166 

 65 

 ῶ 

 8182 

 40 

 ἀ 

 7936 

 93 

 ἐ 

 7952 

 75 

 ἠ 

 7968 

 6 

 ἰ 

 7984 

 36 

 ὀ 

 8000 

 17 

 ὐ 

 8016 

 50 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 4 

 ἑ 

 7953 

 10 

 ἡ 

 7969 

 21 

 ἱ 

 7985 

 5 

 ὁ 

 8001 

 19 

 ὑ 

 8017 

 14 

 ὡ 

 8033 

 9 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 2 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 2 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 11 

 ἔ 

 7956 

 17 

 ἤ 

 7972 

 5 

 ἴ 

 7988 

 2 

 ὄ 

 8004 

 1 

 ὔ 

 8020 

 0 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 2 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 13 

 ὅ 

 8005 

 12 

 ὕ 

 8021 

 5 

 ὥ 

 8037 

 3 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 4 

 ἶ 

 7990 

 4 

   

   

 0 

 ὖ 

 8022 

 0 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 2 

   

   

 0 

 ὗ 

 8023 

 0 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 1 

   

   

 0 

 ῃ 

 8131 

 12 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 6 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 7 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 29 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Christi discipulum benignum esse debere
Verborum Omnium Conspectus: 721Verba, quae repetita sunt in 850,558 occasionibus



ἀγαθὸν [00067]
ἀγαθῷ [00067]
ἀγανακτήσει [00017]
ἄγει [00012]
ἅγιον [00022]
ἀγόμεθα [00013]
ἄγριον [00051]
ἀγριώτερος [00069]
ἀγῶνα [00015]
ἀγωνιζόμενοι [00013]
ἄδειαν [00015]
ἀδελφοκτονίαν [00064]
ἀδελφὸν [00021]
ἀδελφὸς [00062] [00064]
ἀδελφότητα [00063]
ἀδελφότητος [00062]
ἀδελφοῦ [00064]
ἀδελφοὺς [00064]
ἀδελφῷ [00002] [00004] [00010] [00010]
ἀδικεῖ [00064]
ἀδικούμενος [00064]
ἀδικοῦντα [00041]
ἀδικοῦντι [00040]
ἀδικοῦσι [00044]
ἀδίκως [00067]
ἀδιόρθωτός [00068]
ἄθεον [00059]
αἱ [00005] [00075]
αἰσχρὸν [00021]
αἰῶνας [00093]
αἰῶνος [00018]
Ἄκουσον [00032]
ἀκούων [00053]
ἀλλ [00015] [00044] [00058]
Ἀλλ [00068]
ἀλλὰ [00003] [00006] [00045] [00050] [00053] [00054] [00059] [00063]
Ἀλλὰ [00065]
ἄλλην [00021]
ἀλλότριοι [00022]
ἀλλοτριούντων [00012]
ἁμαρτίαις [00034]
ἁμαρτίαν [00060]
ἁμαρτωλῶν [00091]
ἀμέλεια [00016]
ἀμέτρως [00036]
Ἀμὴν [00033]
Ἀμήν [00094]
ἀμνὸς [00084]
ἄμυναν [00044]
ἀμύνασθαι [00041]
ἀμυνόμενος [00049]
ἂν [00009]
ἀναβολὴ [00006]
ἀναγέννησις [00027]
ἀνάμενε [00058]
ἀνάξιος [00062]
ἀναπληροῦσα [00002]
ἀνεξικακία [00051]
ἀνεξικακίας [00050]
ἀνεξικακῶν [00085]
ἀνεπλήρωσε [00002]
ἀνεφάνη [00064]
ἀνθρωπίνης [00031]
ἀνθρωπίνῳ [00059]
ἄνθρωπον [00026]
ἀνθρώπων [00069]
ἀντ [00064]
ἀνταπέδωκε [00059]
ἀνταποδιδόναι [00040]
ἀνταποδιδοὺς [00040]
ἀνταποδίδωσιν [00047]
ἀνταποδόσεων [00006]
ἀνταποδώσω [00046] [00047]
ἀντελοιδόρει [00059]
ἀντὶ [00043] [00078]
ἀντίδικον [00044]
ἀντιπαρεξάγαγε [00070]
ἄνωθεν [00033]
ἀξίοις [00059]
ἄξιον [00067]
ἀόργητον [00038]
ἀοργήτως [00044]
ἅπαντα [00018]
ἀπελπίσαντες [00015]
ἀπεστάλης [00077]
ἀπέστω [00016]
ἀπηλλάχθαι [00022]
ἀποδιδόντες [00043]
ἀπόδυσαι [00026]
Ἀπόδυσαι [00025]
ἀποκρίνεται [00053]
ἀπολέσῃς [00040] [00079]
ἀπόῤῥιψον [00037]
ἀπόστολοι [00077]
Ἀπόστολος [00087]
ἀπωλείας [00059]
ἄρξαι [00034]
ἁρπάζειν [00023]
ἀρχῆς [00037]
ἀσπίδα [00074]
ἀτάραχον [00038]
ἀτιμάζετέ [00055]
αὐτὴν [00002]
αὐτῆς [00074]
αὐτοῖς [00060]
αὐτὸν [00067] [00084] [00084] [00090]
αὐτὸς [00059]
ΑΥΤΟΥ [00001]
αὐτοῦ [00086]
αὑτοῦ [00004]
Αὐτῷ [00093]
αὐτῷ [00021] [00067]
Ἄφες [00060]
ἀφίστασθαι [00022]
ἀφορῶν [00084]
ἄφωνος [00084]


βασιλείαν [00033]
βασιλέως [00020]
βεβόηται [00027]
βίον [00030] [00034] [00034]
βλάψειεν [00082]
Βόα [00090]
βούλεταί [00023]
βύουσαν [00074]


γὰρ [00003] [00004] [00005] [00009] [00012] [00013] [00017] [00019] [00022] [00023] [00027] [00030] [00031] [00033] [00040] [00045] [00046] [00049] [00051] [00059] [00059] [00060] [00061] [00086] [00089] [00092]
γε [00050]
γέγονας [00031]
γέγραπται [00046]
γενέσεως [00031]
γενέσθαι [00044]
γενέσθω [00035] [00036]
γένῃ [00041]
γενναίως [00021]
γεννηθῇ [00033]
γενώμεθα [00030]
γῆς [00076]
γίνεσθε [00043]
γίνου [00078]
γινώμεθα [00011]
γράμμασι [00029]


δαιμόνιον [00054]
δαιμονιῶν [00053]
∆αυΐδ [00065]
δὲ [00006] [00016] [00018] [00020] [00021] [00021] [00022] [00030] [00055] [00056] [00059] [00069] [00071] [00072] [00082] [00082] [00088]
δεδομένον [00037]
δεῖ [00089]
δεῖξον [00067]
δεῖται [00030]
∆εσπότην [00059]
δι [00021]
∆ιὰ [00010] [00022] [00027] [00040]
διὰ [00002] [00009] [00015] [00016] [00021] [00022] [00023] [00024] [00039] [00039] [00050] [00089]
διαβόλου [00051]
διαθήκην [00010]
διάθηται [00010]
διάκονον [00089]
διαπτύεσθαι [00039]
διαρπάζοντας [00080]
δίας [00007]
διατεθῶμεν [00022]
διατελεῖν [00038]
διαφθείρῃς [00063]
διαφθείρωμεν [00014]
διδασκαλιῶν [00042]
διδάσκει [00002]
διδαχθεὶς [00023]
διηνεκῆ [00013]
δίκαιον [00006] [00091]
δίκαιος [00041] [00091]
δικαιοσύνης [00079]
δικαίως [00059]
δίκη [00006]
δίκην [00044] [00044]
∆ιὸ [00034]
∆ιόπερ [00008]
διορθουμένων [00017]
διόρθωσιν [00017]
διώκει [00067]
διώκεσθαι [00067]
δόξα [00093]
δόξαν [00024] [00056]
δόξης [00024]
δότε [00045]
δυνάμενοι [00015]
δυνάμενος [00059]
δύναμιν [00015]
δύναμις [00079]
δύναται [00033]
δυσκόλως [00007]
δῶμεν [00015]


ἐὰν [00033]
ἑαυτοῖς [00014] [00015] [00043]
ἑαυτὸν [00058]
ἑαυτοῦ [00044]
ἑαυτοὺς [00045]
ἑαυτῷ [00010] [00022] [00050]
ἐβάστασε [00059]
Ἐγενήθημεν [00083]
ἐγὼ [00046] [00056]
Ἐγὼ [00054]
ἔδειξεν [00064]
Εἰ [00059]
εἰ [00008] [00009] [00023] [00082] [00082]
εἶ [00076]
εἰδὼς [00076]
εἰκῆ [00004]
εἰκόνα [00039]
εἶναι [00001] [00039]
εἴπῃς [00065]
εἰρήνην [00066]
εἰρηνικός [00066]
εἰς [00008] [00012] [00013] [00013] [00014] [00015] [00019] [00019] [00022] [00033] [00048] [00052] [00067] [00069] [00077] [00084] [00093]
εἰσακούσεται [00074]
εἰσελθεῖν [00033]
εἰσιν [00075]
εἰσκαλούμενα [00019]
εἶχες [00031]
ἐκ [00012] [00012] [00031] [00031] [00031]
ἐκδίκει [00058]
ἐκδικῆσαι [00087]
ἐκδίκησιν [00090]
ἐκδίκησις [00046]
ἐκδικοῦντες [00045]
ἐκεῖνος [00069]
ἐκέλευσεν [00040]
ἔκκλινον [00071]
ἐκραύγασεν [00086]
ἔλεγεν [00060]
ἐλθεῖν [00014]
ἐλθὼν [00048] [00059]
ἐλπὶς [00015]
ἐμιμήσατο [00064]
Ἐμοὶ [00046]
ἐν [00002] [00005] [00022] [00034] [00059] [00067] [00067] [00076] [00086] [00087] [00090]
ἐναντίον [00065] [00084]
ἐναρξώμεθα [00030]
ἔνδυμα [00025]
ἔνδυσαι [00025]
ἐνδύσῃ [00026]
ἔνοχος [00004]
ἐξ [00037]
Ἐξαγόρασον [00075]
ἐξαίρων [00002]
ἐξεδέχετο [00059]
ἐξεργάσασθαι [00007]
ἐξευτελίζεσθαι [00039]
ἐξυβρίσασι [00017]
ἐξυβρίσασιν [00053]
ἔξωθεν [00002]
ἐπ [00021]
ἐπάγοντα [00021]
ἐπάγοντι [00044]
ἐπᾴδοντος [00074]
ἐπαναλάβῃς [00037]
ἐπανισταμένους [00049]
ἐπάνοδος [00009]
ἐπέδειξεν [00048]
ἐπέθηκεν [00003]
ἐπειδὴ [00014]
ἐπελεύσεται [00017]
ἐπὶ [00003] [00015] [00076] [00084]
ἐπιβουλάς [00081]
ἐπιγενόμενον [00037]
ἐπιδεικνύων [00067]
ἐπιδείξῃ [00048]
ἐπιζητῶν [00007]
ἐπιπροτείνει [00059]
ἐπίῤῥιψον [00044]
ἐπιστρέψαι [00092]
ἐπιτάττει [00007]
Επιτρέπετα [00028] [00073] [00095]
ἔργον [00014]
ἔργων [00021]
ἐσμὲν [00030]
ἐσμεν [00030]
ἔσται [00004]
ἐστι [00068]
ἔστι [00044]
ἐστιν [00038]
ἔστιν [00007] [00057]
ἔσωθεν [00002]
ἕτεροι [00030]
ἕτερον [00030]
ἐτιμωρεῖτο [00009]
ἑτοίμῳ [00087]
ἐτυγχάνομεν [00030]
Εὐαγγελίοις [00002]
εὐθὺ [00003] [00008] [00009]
εὑρεθῇ [00021]
εὐχερῶς [00019] [00021]
ἔχειν [00087]
ἐχθρὸς [00064]
ἔχω [00054]
ἔχωμεν [00010]


ζήλωσον [00048]
ζητεῖν [00044]
ζητῶ [00056]
ζητῶν [00017] [00057]
ζωὴν [00012] [00013]
ζωῆς [00048]


[00002] [00006] [00015] [00016] [00030] [00030] [00051] [00087] [00093]
[00018]
[00002] [00016] [00051]
ἠδικηκότι [00040]
Ἠδίκησεν [00062]
ἡδονὴν [00022]
ἦθος [00031]
ἤκουσέ [00086]
ἦλθε [00049]
ἡμᾶς [00002] [00012] [00092]
ἡμέραι [00075]
ἡμερότητα [00068] [00069]
ἡμετέρα [00030]
ἤμην [00066]
ἡμῖν [00018]
ἡμῶν [00012] [00016] [00017]
ἣν [00007]
ἦν [00009]
ἥνπερ [00003]
Ἥξει [00085]
ἠπείλει [00059]
ἤπιον [00001]
ἠπιότης [00051]
ἠπιότητα [00040]
ἠπιότητι [00067]
ἠπίως [00053]
ἤρισεν [00086]
ἦσθα [00031]
ἥτις [00074]
ἤχθη [00084]


θαυμαστὴν [00021]
θεία [00002]
θείοις [00029]
θεῖον [00018]
θείου [00013]
θέλοντας [00021]
θελόντων [00020]
θέλων [00039]
Θεὸν [00014]
θεοποιήτου [00031]
Θεὸς [00047] [00091]
Θεοῦ [00012] [00013] [00015] [00039] [00059] [00088]
Θεῷ [00011] [00031] [00044]
θηρία [00069]
θηρίων [00069]
θησαυρὸν [00079]
θρασύτητα [00051]
θυμὸν [00051] [00067]
θυμόν [00070]
θυμῷ [00070]


ἱερῶν [00042]
ἵνα [00010] [00010] [00021] [00022] [00026] [00030] [00030] [00037] [00040] [00048] [00048] [00065] [00079]
ἰσχυρὸς [00091]
Ἰωσὴφ [00064]


κἀγώ [00047]
καθ [00015]
καθάπερ [00005]
καθαρίζων [00002]
κάθαρσιν [00007]
καθέστηκε [00069]
καθὼς [00076]
καινότερον [00034]
καιρὸν [00010] [00075]
καιρὸς [00085]
καίτοι [00050]
κακὰ [00040]
κακὸν [00043] [00067]
κακοῦ [00043]
κακωθῶμεν [00022]
κακῶς [00037]
καλὸν [00012] [00044]
καλῶς [00037]
καρ [00007]
καρδίαν [00002]
καρτερήσει [00021]
κατ [00039]
καταβέβληκε [00051]
κατάλειπε [00034]
καταλίπωμεν [00015]
καταπτύσεται [00020]
καταργοῦσα [00002]
καταφρο [00014]
καταφρονεῖν [00023]
καταφρονεῖσθαι [00039]
Καταφρονείσθω [00018]
καταφρόνησις [00016]
κατεπάλαισε [00051]
κατευθυνεῖ [00091]
κείροντος [00084]
κεκτημένος [00021]
κελεύσαντος [00020]
κέρδος [00050]
κοινωνίαν [00013]
κόλασιν [00021]
κοσμικὸν [00025]
κόσμον [00048]
κόσμῳ [00050]
κρατοῦντες [00030]
κρίνοντι [00059]
κρίνων [00057]
κρίσει [00004]
κρίσεως [00003]
κρίσιν [00059]
κριτήν [00058]
κριτὴς [00049] [00059] [00091]
κυβερνήτης [00071]
Κύριον [00084]
Κύριος [00014] [00046] [00086]
Κυρίου [00002] [00015] [00032] [00051]
Κυρίῳ [00021]
κωφὴν [00074]


λέγε [00047]
λέγει [00046]
λέγεται [00027]
λέγοντας [00053]
λέγοντος [00082]
λέγω [00033]
λέγων [00003]
λόγια [00015]
ΛΟΓΟΣ [00001]
λόγου [00002]
λόγων [00021]
λοιδορίας [00021]
Λοιδορούμενος [00059]
λύκος [00078] [00082]
λύκους [00079]
λύκων [00077]
λυπεῖν [00021]
λυποῦντας [00021]
λῦσον [00067]


μαθητὴν [00001]
μακαρισμοῦ [00021]
μακροθύμει [00088]
μακροθυμεῖ [00007] [00017] [00092]
μακροθυμίαν [00016]
μακρόθυμος [00091]
μακροθυμοῦντος [00088]
μᾶλλον [00018]
με [00055]
μεθύων [00036]
μειζόνως [00007]
μείζω [00007]
μέλλοι [00082]
μελῳδὸν [00065]
μεμνημένος [00082]
Μέμνησο [00042]
μὲν [00006] [00069]
μέρος [00011]
μέσον [00077]
Μεταβάλλει [00012]
μεταβάλλεται [00068] [00069]
Μεταβολῆς [00030]
μετανοήσῃ [00010]
μετανοίας [00009] [00010]
μέχρι [00059]
μηδὲ [00043] [00070]
μηδὲν [00022]
μηκέτι [00010]
Μικρόν [00038]
μίμησαι [00059]
μίμησιν [00052]
μισούντων [00066]
μνηστευόμενος [00050]
μου [00054] [00056]


νέον [00026]
νήσει [00014]
νηστευτής [00036]
Νίκα [00067]
νίκης [00085]
νικήσῃς [00085]
νόμον [00002]
νόμος [00003]
νόμῳ [00005]


ξένος [00076]


[00003] [00010] [00014] [00024] [00035] [00036] [00057] [00059] [00062] [00071] [00082] [00085] [00086] [00087] [00091]
[00030]
[00004] [00020] [00023] [00039] [00064]
οἱ [00076] [00077]
οἴδασι [00061]
οἷον [00031]
οἷος [00031]
ὅλως [00020] [00022]
ὀμνύοντος [00032]
ὅμοιοι [00011]
ὁμοιώσεως [00012] [00014]
ὁμοίωσιν [00015] [00039]
ὃν [00030]
ὀξεῖαι [00005]
ὀξεῖς [00019]
ὀξέως [00017]
ὅπερ [00030]
ὀργῇ [00045]
ὀργὴν [00008] [00019] [00019] [00021]
ὀργίζεσθαι [00001] [00002] [00010] [00020]
ὀργιζόμενος [00004]
ὀργισθεὶς [00010]
ὀρεγόμενος [00024]
ὃς [00059]
Ὃς [00084]
ὅση [00079]
Ὅσον [00017]
ὅταν [00085] [00087]
ὅτε [00089]
ὅτι [00001] [00067] [00076]
Ὅτι [00075]
Οὐ [00002] [00005]
οὐ [00002] [00033] [00056] [00061] [00068]
οὐδὲ [00031] [00040] [00044] [00049] [00086] [00086]
οὐδὲν [00064]
Οὐκ [00031] [00044] [00049] [00053]
οὐκ [00008] [00009] [00054] [00059] [00059] [00059] [00067] [00074] [00086]
Οὐκοῦν [00058]
οὐρανῶν [00033]
οὕτω [00007] [00059]
οὐχ [00050]
οὐχὶ [00002] [00003]
ὀφείλει [00039]
ὄφις [00081]


παίδων [00031]
παλαιὸν [00026]
παλαιωθέντα [00034]
πάντες [00076]
πάντων [00020] [00039]
παρ [00003] [00009] [00030] [00043]
παρὰ [00005] [00029] [00031]
παραβαίνειν [00015]
παραβάσεως [00030]
παραδέχεσθαι [00022]
παρακελεύεται [00022]
παρακοὴν [00087]
παραμυθίαν [00021]
παρασκευάζου [00082]
παρεδίδου [00059]
παρεπίδημος [00076]
παρέστω [00015]
πάροικος [00076]
παροξύνειν [00020]
παροξυνθήσεται [00023] [00024]
παροξυνομένους [00019]
πᾶσαν [00087]
πάσχει [00089]
πάσχοντος [00089]
πάσχων [00059]
Πατέρα [00054] [00060]
πατέρες [00076]
Παύλου [00042]
παυσώμεθα [00030]
περὶ [00013]
περιπάτει [00076]
πετρῶν [00071]
πλάσεως [00031]
πλατείαις [00086]
πληρωθῇ [00087]
Πνεῦμα [00022]
πνευματικὸν [00025]
Πνεύματος [00013]
ποιήσει [00090]
ποίησον [00059] [00065]
ποιοῦσιν [00061]
πολλὰ [00019]
πολλὴ [00006]
πονηραί [00075]
πονηρίαν [00091]
πονηρίας [00064]
Πονηροῦ [00051]
πόρνος [00035]
πράγματα [00018]
πραγματευόμενος [00050]
πραγμάτων [00039]
πραέως [00053]
πρὸ [00030]
προαχθείημεν [00008]
πρόβατα [00083]
Πρόβατον [00077]
πρόβατον [00084]
προβάτου [00078]
προκαλοῦ [00067]
προκείμενον [00012]
πρὸς [00021] [00021] [00053] [00060] [00068] [00070] [00079] [00090] [00092]
προσδοκώντων [00016]
προσθήκης [00002]
πρόσταγμα [00018] [00020]
προστάξαντα [00015]
προσταχθέντι [00015]
Πρόσχωμεν [00014]
προτέρων [00030]
προτίθει [00052]
πῶς [00023] [00024]


ῥῆμα [00021]
ῥημάτων [00039]
ῥίζαν [00002]


Σαμαρείτης [00053]
σβέσῃ [00021]
σε [00082]
σεαυτὸν [00041] [00067]
σήμερον [00010] [00035] [00036] [00089]
σὴν [00068]
σῆς [00085]
σιαγόνα [00021]
σκέψαι [00048]
σοὶ [00067]
σοι [00048]
σοῦ [00089]
σου [00044] [00076]
σοφίᾳ [00076]
σοφὸς [00071]
σπαράττειν [00082]
σταυροῦ [00059]
στρέψει [00021]
σὺ [00052] [00058] [00059] [00063] [00065] [00065] [00077]
σύ [00088]
συμπαθείας [00022]
συντελέσει [00091]
σφαγὴν [00084]
σφαγῆς [00083]
σχήματι [00059]
σωθῇς [00048]
σωματικῆς [00022]
σωτηρία [00030]
σωτηρίαν [00050] [00059]
σωτήριον [00048]
σώφρων [00035]


τὰ [00007] [00015] [00018] [00019] [00074]
ταῖς [00086]
τὰς [00002] [00071] [00081]
ταύτην [00060]
ταύτης [00002]
τάχει [00090]
ταχέως [00001]
τε [00022]
τῇ [00004] [00045]
τηλικούτων [00013]
τὴν [00002] [00002] [00003] [00003] [00010] [00012] [00013] [00013] [00016] [00016] [00017] [00017] [00021] [00021] [00021] [00021] [00022] [00033] [00040] [00044] [00044] [00044] [00050] [00051] [00056] [00059] [00060] [00063] [00066] [00068] [00069] [00086] [00090] [00091]
τῆς [00002] [00003] [00012] [00014] [00022] [00030] [00031] [00031] [00048] [00050] [00062] [00076] [00079] [00085]
τί [00048] [00061]
τιμῶ [00054]
τιμωρεῖται [00008]
τιμωρίαι [00005]
Τιμωρίαν [00003]
τιμωρίαν [00010] [00016]
τις [00023] [00033] [00086]
τὸ [00002] [00006] [00012] [00012] [00013] [00014] [00015] [00018] [00020] [00022] [00025] [00025] [00031] [00037] [00037] [00038] [00065] [00067] [00092]
τοιαύτην [00003]
τοίνυν [00025] [00032] [00041] [00052] [00059]
τοιοῦτον [00031] [00070]
τοιοῦτος [00031]
τοῖς [00002] [00029] [00044] [00053] [00059]
τὸν [00001] [00002] [00015] [00015] [00021] [00021] [00026] [00026] [00034] [00041] [00048] [00051] [00052] [00054] [00058] [00059] [00060] [00065] [00067] [00067] [00067] [00070] [00075] [00079] [00084] [00089]
τόπον [00045]
τοσοῦτον [00017]
ΤΟΥ [00001]
τοῦ [00002] [00002] [00002] [00012] [00013] [00014] [00015] [00018] [00020] [00020] [00021] [00032] [00041] [00042] [00051] [00051] [00051] [00064] [00067] [00082] [00084]
τοὺς [00019] [00019] [00021] [00021] [00049] [00053] [00064] [00080] [00093]
τοῦτο [00010] [00022] [00027] [00040]
τοῦτον [00048]
τούτου [00015] [00018]
τούτων [00022]
τύπον [00048] [00052]
τύπτοντι [00021]
τυχεῖν [00015]
τῷ [00002] [00004] [00005] [00010] [00010] [00015] [00021] [00021] [00040] [00040] [00044] [00050] [00059] [00067]
τῶν [00006] [00012] [00020] [00030] [00033] [00042] [00066] [00069] [00069] [00071] [00087]


ὕβριν [00059]
ὑμεῖς [00055]
ὑμῖν [00033]
ὑπακοή [00087]
ὑπακουσάντων [00087]
ὑπὲρ [00044]
ὑπερβολὴν [00064]
ὑπερτίθεται [00010]
ὑπήκοος [00021]
ὑπὸ [00039]
ὑποίσει [00021]
ὑπομενεῖ [00021]
ὑπομένειν [00089]
ὕστερον [00006] [00037]


φέρειν [00082]
φεύγειν [00022]
φησὶ [00033] [00043]
φησὶν [00045] [00059] [00087]
φιλοδοξίας [00022]
φιλονείκει [00070]
φιλονεικῶν [00079]
φιλοχρηματίαν [00022]
φοβερὰ [00006]
φοβεροῦ [00020]
φοβερωτέραν [00016]
φοβήθητι [00032]
φοβούμενος [00020]
φονεύσεις [00002]
φόνου [00002]
φρόνιμοι [00043]
φρόνιμος [00041] [00081]
φύγῃ [00021]
φύλαξαι [00072]
φυλάσσου [00079] [00080] [00081]
φύσιν [00012] [00013] [00040]
φωνὴ [00002]
φωνὴν [00074] [00086]


χαλεπὰς [00071]
χαριζόμενον [00015]
χάριν [00017] [00021]
χεῖρας [00002]
χθὲς [00010] [00035] [00036]
χρὴ [00001]
χρήματα [00023]
χρημάτων [00023]
Χριστὸν [00067] [00089]
Χριστὸς [00022] [00048] [00089]
Χριστοῦ [00001] [00005] [00051] [00085] [00089]
χρονίζει [00014]


ψυχὴν [00022]


ὢν [00041] [00081]
ὡπλίσατο [00064]
ὠργίσθη [00053]
ὡρισμένην [00021]
ὡς [00015] [00017] [00041] [00081] [00083] [00084] [00084]
ὥσπερ [00071] [00072] [00077]
Ὥσπερ [00007]
ὦτα [00074]
ὤφθη [00062]