Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum περιουσίαν [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum περιουσίαν


000-00-00 Serial Number=0610469401
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00750]  ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ὀρθὴν ὥδευσεν ὁδὸν καὶ τὴν ἀρετὴν διετήρησε καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτόν τε διασωθῆναι καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων;
000-00-00 Serial Number=0816094875
Ad populum Antiochenum Ante [Go Back]  
 [02416]  ἐγὼ γὰρ τοσαύτην περιουσίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δεικνύναι καὶ τὴν φιλανθρωπίαν.
000-00-00 Serial Number=0114196479
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00399]  Ἐρήσομαι δέ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάντας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἵλου τὴν περιουσίαν, ὥστε μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ' ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι;
000-00-00 Serial Number=0412457585
Catecheses ad illuminandos Ante [Go Back]  
 [00132]  [1.27] Εἴδετε ἀγαθότητος περιουσίαν;
000-00-00 Serial Number=0127476513
Commentarius in Job Ante [Go Back]  
 [02218]  ὁρᾷς, πόσην λέγει περιουσίαν τῆς τοῦ θεοῦ δικαιοσύνης καὶ τῆς ἡμετέρας ἀσθενείας, οἳ μηδὲ τὰ ἁμαρτήματα συνιδεῖν δυνάμεθα;
000-00-00 Serial Number=0590512991
De Christi precibus Ante [Go Back]  
 [00025]  ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλοὺς, τότε τὴν ἡμετέραν αὔξομεν περιουσίαν.
000-00-00 Serial Number=0064623773
De beato Abraham Ante [Go Back]  
 [00127]  κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων·
000-00-00 Serial Number=0990130782
De confessione pretiosae crucis Ante [Go Back]  
 [00122]  Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές.
000-00-00 Serial Number=0357591689
De jejunio et eleemosyna Ante [Go Back]  
 [00080]  Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός.
000-00-00 Serial Number=0260763168
De paenitentia [1] Ante [Go Back]  
 [00209]  διανειμάμενοι δὲ τὴν πατρικὴν περιουσίαν ἑκάτεροι, ὁ μὲν αὐτῶν ἔμεινεν ἐπὶ τῆς οἰκίας·
000-00-00 Serial Number=0222086132
De paenitentia sermo 3 Ante [Go Back]  
 [00062]  Καὶ γὰρ ὁ πλούσιος ὁρῶν τοῦ Λαζάρου τὴν ἔνδειαν εἰς εὐθηνίαν μεταβληθεῖσαν, καὶ τὴν ἑαυτοῦ περιουσίαν εἰς ἄπειρον πτωχείαν καταπεσοῦσαν, ἔστενε μὲν, οὐκ ἠλεεῖτο δέ·
000-00-00 Serial Number=0263105035
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00081]  οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον προαιρέσεως·
000-00-00 Serial Number=0552584946
De prophetiarum obscuritate Ante [Go Back]  
 [00520]  ἀλλ' ἡ ἄπειρος αὐτοῦ ἀγαθότης καὶ ἡ ἄῤῥητος φιλανθρωπία καὶ ἑτέραν ἡμῖν περιουσίαν δικαιωμάτων παρέχει.
 [00799]  Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται;
000-00-00 Serial Number=0884035349
De sacerdotio Ante [Go Back]  
 [00746]  Πολλῆς οὖν δεῖ τῆς προμηθείας ὡς μήτε πλεονάζειν μήτε ἐλλείπειν τῆς Ἐκκλησίας τὴν περιουσίαν, ἀλλὰ πάντα μὲν σκορπίζειν ταχέως τοῖς δεομένοις τὰ ποριζόμενα, ἐν δὲ ταῖς τῶν ἀρχομένων προαιρέσεσι συνάγειν τῆς Ἐκκλησίας τοὺς θησαυρούς.
000-00-00 Serial Number=0977513731
De studio praesentium Ante [Go Back]  
 [00008]  ∆ιὸ καὶ τοὺς ἀπολιμπανομένους οὐ παύομαι ταλανίζων, καὶ τοὺς παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον καὶ πλοῦτον ἀδαπάνητον καὶ περιουσίαν φθόνον οὐκ ἔχουσαν, καὶ πολλῆς ἐμπλησθέντες τῆς εὐφροσύνης οἴκαδε ἀναχωρεῖτε.
000-00-00 Serial Number=0371089816
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03010]  Ἐννόησον ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον καὶ ἀνδράποδα καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν καὶ τρόπων εὐγένειαν.
 [03012]  οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι, ἀλλὰ κἂν μυρίων ᾖ κακῶν ἀνάμεστος, ἒν μόνον ἐπιζητοῦσι, τῶν χρημάτων τὴν περιουσίαν, καὶ τὰ ἄλλα πάντα δεύτερα αὐτοῖς νενόμισται·
 [09447]  Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν καὶ πέλαγος ἀχανές.
000-00-00 Serial Number=0355827868
Expositiones in Psalmos Ante [Go Back]  
 [03891]  Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν.
 [05654]  Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν.
000-00-00 Serial Number=0342714787
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04844]  καὶ προῤῥήσεων περιουσίαν, ἵνα μὴ μόνον τῇ πείρᾳ τῶν παρόντων, ἀλλὰ καὶ ταῖς ἔλπισι τῶν μελλόντων εὐφραίνωνται.
000-00-00 Serial Number=0246250808
Fragmenta in Job Ante [Go Back]  
 [00179]  Παῖδας γὰρ ἔχων, τοῖς χρήμασιν ἔμεινεν ἄτρωτος, εὐπορίαν τιθέμενος καὶ περιουσίαν, τῆς ἐπιθυμίας τὴν ἔνδειαν, καὶ φιλοτιμίαν, τὸ μὴ δεδουλῶσθαι τοῖς πάθεσιν.
000-00-00 Serial Number=0880552411
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00179]  τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐ [63.500] ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι·
000-00-00 Serial Number=0130418599
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00142]  Ἐπειδὴ τοίνυν οὗτος ὁ βασιλεὺς λαμπρὸς ὢν καὶ περιφανὴς, καὶ πολλὴν ἔχων πλούτου περιουσίαν, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπελθὼν, καὶ τὴν βασιλείαν ἐκτείνας τὴν ἑαυτοῦ, ἀθρόον ἀνηρπάσθη καὶ ἀπέθανεν·
000-00-00 Serial Number=0360007048
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ὅτι γὰρ χρημάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρημάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περι [60.261] ποιησάμενος·
000-00-00 Serial Number=0421180665
In Genesim sermones Ante [Go Back]  
 [00673]  Ἵνα τῆς ἐλευθερίας μάθῃς τὴν περιουσίαν.
000-00-00 Serial Number=0925342917
In Isaiam Ante [Go Back]  
 [00124]  Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, διὰ τὴν περιουσίαν τῶν εὐεργεσιῶν μὴ κατὰ μικρὸν ἐνδιατρίβειν τῇ διηγήσει τῶν γεγενημένων.
000-00-00 Serial Number=0537306845
In Kalendas Ante [Go Back]  
 [00205]  Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρονῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων περιουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν·
000-00-00 Serial Number=0765563011
In Psalmum 118 Ante [Go Back]  
 [00590]  Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν ἄλλων ἁπάντων ὑπεριδὼν, σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ πλοῦτον.
000-00-00 Serial Number=0575850666
In Samaritanam Ante [Go Back]  
 [00233]  Κύριον ὡμολόγησε, καὶ χρημά των περιουσίαν οὐκ ἐπεζήτησε.
000-00-00 Serial Number=0597319245
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00146]  Ἵνα γὰρ μὴ καταβάλῃ τοὺς μαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἀναμνῆσαι [61.387] τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα·
 [01869]  Σὺ δέ μοι κἀντεῦθεν σκόπει τὴν περιουσίαν αὐτοῦ τῆς σοφίας.
 [05501]  Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι.
 [05805]  καὶ ποῦς μόνος παρ' ἑτέροις διώκει καὶ καταβάλλει, ἵνα μάθῃς δυνάμεως περιουσίαν, καὶ ὅτι καὶ περικοπτόμενος ἀρκεῖ πάντας ἑλεῖν τοὺς ἐναντιουμένους.
 [06247]  Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν·
 [06274]  Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαμοῦ περιουσίαν.
000-00-00 Serial Number=0363418877
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06762]  Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ.
 [09408]  Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης.
000-00-00 Serial Number=0011103868
In epistulam ad Ephesios Ante [Go Back]  
 [04524]  Πλὴν πῶς δυνήσῃ λέγειν, Πένης εἰμὶ, καὶ οὐ δύναμαι συγχωρῆσαι, ὅταν καὶ ἃ δύνασαι συγχωρῆσαι, μὴ συγχωρήσῃς, καὶ ἐνταῦθα ζημίαν ἡγῇ, οὐχὶ πλοῦτον μᾶλλον, οὐχὶ περιουσίαν, οὐχὶ εὐπορίαν;
 [05514]  Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως.
000-00-00 Serial Number=0917597234
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05259]  Ὁρᾷς πάλιν τὴν περιουσίαν;
000-00-00 Serial Number=0586972117
In epistulam ad Philippenses Ante [Go Back]  
 [02983]  Πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν στρατευομένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέρειν, καὶ ἐνδύματα καὶ τροφὰς, οὐ κατὰ τὴν χρείαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν περιουσίαν, τῷ δὲ στρατευομένῳ βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ παραταττομένῳ πρὸς πολλῷ χαλεπωτέρους (Ἡ πάλη γὰρ, φησὶν, οὐ πρὸς αἷμα καὶ σάρκα), μηδὲ τὴν ἀναγκαίαν χρείαν χορηγεῖν;
000-00-00 Serial Number=0599782526
In epistulam ad Romanos Ante [Go Back]  
 [03652]  Εἶδες τὴν περιουσίαν τῆς τοῦ Χριστοῦ χάριτος;
 [04442]  Ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως, ἵνα δείξας πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον καὶ ἡνίκα τὸν νόμον ἔλαβεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν περιουσίαν·
 [06691]  ἐκ τῶν τὰς οἰκίας οἰκοδομούντων τὰς λαμπρὰς καὶ πολυτελεῖς, καὶ τὰ ἄλλα πάντα τὰ εἰς περιουσίαν κατασκευαζόντων ἀνόνητον, ἅπερ οὐκ ἔστιν ἐπελθεῖν τῷ λόγῳ νῦν.
 [09974]  Ἀλλ' οὐκ εἶπεν, Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος.
000-00-00 Serial Number=0936046124
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00299]  αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι.
000-00-00 Serial Number=0490670860
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00019]  Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ τῶν γινομένων ἐπιδεικνύ μενος.
000-00-00 Serial Number=0074050069
In illud Ne timueritis Ante [Go Back]  
 [00024]  Τί συνάγεις χρήματα ἀπολλύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολλυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴν
 [00680]  Καὶ γὰρ ὡς ὠμοὺς καὶ ἀπανθρώπους καὶ βαναύσους καὶ φιλοσοφίας ἀλλοτρίους, οὕτως ἅπαντες κωμῳδοῦσι τοὺς ἐν τούτοις τὴν περιουσίαν ἐπιδεικνυμένους·
000-00-00 Serial Number=0769652188
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00024]  Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλεξιν ἀναλώσωμεν, μᾶλλον δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν ὑμῖν ἡμέραν ταμιευθῆναι τὴν τῶν θεωρημάτων περιουσίαν, τῶν τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως.
 [00124]  ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν οἰκίᾳ τικτόμενος τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμπρὰ τοῦ βίου τούτου κεχηνέναι πράγματα, ἀλλ' εὐτελείας εἶναι ἐραστὴν πανταχοῦ, καὶ πτωχείαν διώκειν, καὶ περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπίζεσθαι.
 [00377]  Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα.
 [00400]  ποίαν χρημάτων εἶχον περιουσίαν;
 [00403]  Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο·
 [00437]  Τοιοῦτοί τινες ἦσαν καὶ οὗτοι οἱ Παύλου ξενοδόχοι, ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας, οἳ χρημάτων μὲν περιουσίαν οὐκ εἶχον, πλούτου δὲ παντὸς εὐπορωτέραν ἐκέκτηντο γνώμην, καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες ἡμέραν, καὶ ἐν σφαγαῖς καὶ αἵμασι ζῶντες, καὶ διὰ παντὸς μαρτυροῦντες τοῦ χρόνου.
000-00-00 Serial Number=0783126593
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00382]  Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον·
000-00-00 Serial Number=0129361093
In illud Vidi dominum Ante [Go Back]  
 [00679]  Ἐὰν λέγῃς μοι ἀξιώματα καὶ χρημάτων περιουσίαν, ἀπὸ τῶν φύλλων τὸ δένδρον ἐπαινεῖς καὶ οὐκ ἀπὸ τοῦ καρποῦ.
000-00-00 Serial Number=0868184447
In illud Vidua eligatur Ante [Go Back]  
 [00392]  Ἵνα γὰρ μὴ λέγῃς, ∆απανῶ τὰ χρήματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευάζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν.
000-00-00 Serial Number=0506633818
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00110]  στασιάζουσαν παραλαβόντες, πρὸς εὐταξίαν ἐχειραγώγησαν, οὐ δόρατα κινοῦντες, οὐ τόξα βάλλοντες, οὐ βέλος ἀφιέντες, οὐ χρημάτων ἔχοντες περιουσίαν, οὐ λόγων ῥητορικῶν·
000-00-00 Serial Number=0464027405
In principium indictionis [1] Ante [Go Back]  
 [00044]  Μισθὸν τοῖς θεραπεύειν ἐθέλουσι, πᾶσαν ἣν εἶχε περιουσίαν ἐξήντλησε, τῆς ἀνάγκης βιαζομένης τὴν δόσιν·
000-00-00 Serial Number=0661121547
In principium jejuniorum Ante [Go Back]  
 [00093]  Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περινοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης ὑπερθέσεως δίδωμι.
000-00-00 Serial Number=0799514413
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00037]  Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτη μάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως;
000-00-00 Serial Number=0382809937
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00003]  Οἱ πολυτελεῖς καὶ φιλότιμοι τῶν ἑστιατόρων πυκνὰς καὶ ἐπαλλήλους ποιοῦνται τὰς ἑστιάσεις, ὁμοῦ μὲν τὴν οἰκείαν περιουσίαν ἐπιδεικνύμενοι, ὁμοῦ δὲ τὴν περὶ τοὺς ἐπιτηδείους φιλοφροσύνην ἐμφαίνοντες.
000-00-00 Serial Number=0075001001
Post reditum a priore exsilio Ante [Go Back]  
 [00043]  Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα.
000-00-00 Serial Number=0359694898
Quales ducendae sint uxores Ante [Go Back]  
 [00200]  Ὅταν γὰρ εἰς τὸν τῆς προικὸς λόγον ἅπασαν τὴν περιουσίαν ἐπιδοὺς, εἶτα ἀώρου συμβάντος θανάτου, καταβαλεῖν παρὰ τῶν κηδεστῶν ἀναγκάζηται τὴν προῖκα ἅπασαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»