Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πατρίδα [121]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πατρίδα


000-00-00 Serial Number=0997266889
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00970]  ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς·
000-00-00 Serial Number=0545900166
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00730]  Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφεὶς καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης;
 [01184]  Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν.
000-00-00 Serial Number=0816687346
Ad illuminandos catecheses Ante [Go Back]  
 [00022]  ἀλλ' ἔτι τριάκοντα ἡμέραι, καὶ ἀποκαταστήσει ὑμᾶς οὐχὶ Φαραὼ, ἀλλ' ὁ τῶν οὐρανῶν βασιλεὺς εἰς τὴν ἄνω πατρίδα, εἰς τὴν ἐλευθέραν Ἱερουσαλὴμ, εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς.
000-00-00 Serial Number=0941764772
Ad populum Antiochenum Ante [Go Back]  
 [00727]  πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες, ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς.
 [05298]  Ἐπειδὴ γὰρ τῆς Περσίδος ἀπαλλαγέντες οἱ Ἰουδαῖοι καὶ τῆς τυραννίδος ἐλευθερωθέντες ἐκείνης, πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, Εἶδον δρέπανον, φησὶ, πετόμενον μήκους πηχῶν εἴκοσι, καὶ πλάτους πηχῶν δέκα·
 [05992]  ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν [49.215] εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν.
 [06104]  Μὴ γάρ μοι γένοιτο πατρίδα ἐπιγράψασθαί ποτε ἐκείνην, πρὸς ἢν ὁ φιλανθρωπότατος σὺ καὶ πάντων ἀνθρώπων ἡμερώτατος οὐκ ἂν ἕλοιο σπείσασθαι καὶ καταλλαγῆναι.
000-00-00 Serial Number=0691715598
Adversus Judaeos Ante [Go Back]  
 [01281]  Καὶ γὰρ οἱ ἅγιοι ἐκεῖνοι, ἕως ὅτε πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπανῆλθον, οὐδὲν ἐτόλμων ποιεῖν ὧν σὺ ποιεῖς νῦν.
 [01910]  Λοιπὸν δὲ ἡδέως ἂν αὐτοὺς ἐροίμην ἐγὼ, Τίνος ἕνεκεν, εἰπέ μοι, ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον, ἀπελάβετε τὴν οἰκείαν πατρίδα, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπαχθέντες, ἐπανήλθετε εἰς τὰ Ἱεροσόλυμα;
000-00-00 Serial Number=0253813803
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00461]  τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς.
 [00575]  πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται·
000-00-00 Serial Number=0569167137
Catecheses ad illuminandos Ante [Go Back]  
 [01217]  «Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
 [01221]  Εἶδες πῶς τοῦ Θεοῦ πανταχοῦ αἰσθητὰ ἐπαγγελομένου καὶ περὶ γῆς διαλεγομένου, οὗτοι ἐκείνην ἐζήτουν τὴν πατρίδα καὶ ἐκείνης ὀρέγοντο τῆς ἐπουρανίου;
000-00-00 Serial Number=0305663288
Catechesis de juramento Ante [Go Back]  
 [00149]  καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ.
000-00-00 Serial Number=0986006379
Contra ludos et theatra Ante [Go Back]  
 [00026]  ἀλλ' ἐν παρασκευῇ, ὅτε ὁ ∆εσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο, καὶ θυσία τοιαύτη προσεφέρετο, καὶ παράδεισος ἠνοίγετο, καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα, κατάρα ἐλύετο, καὶ ἁμαρτία ἠφανίζετο, καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος, καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο, καὶ πάντα μετεῤῥυθμίζετο·
000-00-00 Serial Number=0462982476
Contra theatra Ante [Go Back]  
 [00411]  ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον·
000-00-00 Serial Number=0915538073
De Anna i Ante [Go Back]  
 [00965]  Ἡμεῖς μὲν γὰρ ξένους ἐκείνους καλοῦμεν τοὺς τὴν αὐτῶν πατρίδα ἀφέντας, καὶ εἰς ἑτέραν γῆν ἐλθόντας·
 [00968]  Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρίδος ἐφίεσθαι τῆς ἀεὶ μενούσης.
 [00970]  Οἱ δὲ ταῦτα λέγοντες, ἐμφαίνουσιν ὅτι πατρίδα ζητοῦσι.
 [00971]  Ποίαν, εἰπὲ, πατρίδα;
000-00-00 Serial Number=0594919622
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00031]  οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους, καὶ ὁμοζύγους μετὰ παίδων καταλιμπάνοντες, ὀλίγων ἕνεκα κερδῶν τὴν ξένην ἀσπάζονται.
000-00-00 Serial Number=0383129954
De cruce et latrone i Ante [Go Back]  
 [00069]  Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει·
 [00083]  Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον·
000-00-00 Serial Number=0726934016
De cruce et latrone ii Ante [Go Back]  
 [00089]  ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν.
 [00114]  Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ' ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν.
000-00-00 Serial Number=0007716656
De futurae vitae deliciis Ante [Go Back]  
 [00077]  Ἐπειδὴ γὰρ ἐκ παραδείσου τὸ πρᾶγμα ἀπέπτη, καὶ μετὰ τὴν παρακοὴν ἀνεχώρησε κατιὼν ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτὴν ἐπανήγαγε, καθάπερ φυγάδα πρὸς τὴν ἀρχαίαν ἐπαναγαγὼν πατρίδα, καὶ τῆς μακρᾶς ἐξορίας ἀπαλλάττων·
000-00-00 Serial Number=0916284263
De jejunio sermones 1 Ante [Go Back]  
 [00096]  Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν, ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει·
000-00-00 Serial Number=0875334859
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00044]  Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, ἀφῆκε πατρίδα, καὶ οἰκίαν, καὶ φίλους καὶ συγγενεῖς, καὶ πάντα ἦν αὐτῷ τὸ ἐπίταγμα τοῦ Θεοῦ.
 [00047]  Ὃς οὐ πατρίδα καὶ οἰκίαν καὶ συγγενεῖς ἀφῆκεν, ἀλλ' αὐτὸν τὸν κόσμον διὰ τὸν Ἰησοῦν, μᾶλλον δὲ αὐτὸν τὸν οὐρανόν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ὑπερεῖδε, καὶ ἓν μόνον ἐζήτει, τοῦ Ἰησοῦ τὴν ἀγάπην.
000-00-00 Serial Number=0131422818
De negatione Petri Ante [Go Back]  
 [00035]  ὁ εἷς μὲν αὐτῶν ὀρνεόβρωτος ἐγένετο, ὁ δὲ ἕτερος εἰς τὴν ἰδίαν πατρίδα ἀποκαταστήσεται·
000-00-00 Serial Number=0400939703
De sancta Droside martyre Ante [Go Back]  
 [00031]  Οὐ μόνον δὲ λογισμοὺς τοιούτους δεξόμεθα, ἀλλὰ καὶ πρὸς τὴν αἰώνιον ἡμῶν πατρίδα σπεύδειν καὶ παρασκευάζεσθαι ἀρκοῦσαν παράκλησιν ἕξομεν, καὶ πάντα πρὸς τὴν ἀποδημίαν τὴν ἐκεῖ τὰ καθ' ἡμᾶς εὐτρεπίζειν, εἰδότας ὅπερ ἂν ἐνταῦθα τῶν ἡμετέρων καταλίπωμεν, ζημίαν ἡμῖν οἴσειν καταλειφθέν.
 [00032]  Καθάπερ γὰρ ὁδοιπόρος μακρὰν ὁδεύων ὁδὸν καὶ πρὸς τὴν πατρίδα ἐπειγόμενος τὴν ἑαυτοῦ, ὅπερ ἂν ἐν τῷ πανδοχείῳ καταλίπῃ, πάντως ἀπώλεσε, καὶ ἐζημίωται·
000-00-00 Serial Number=0166546762
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00033]  Ὁ γὰρ Ἀβραὰμ ὁ πατριάρχης, ὁ δίκαιος, ὁ τοῦ Θεοῦ φίλος, ὁ πατρίδα ἀφεὶς, καὶ οἰκίαν, καὶ συγγενεῖς, καὶ φίλους, καὶ πάντων ὑπεριδὼν τῶν παρόντων διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ, οὕτως ἐδεδοίκει καὶ ἐφοβεῖτο τὸν θάνατον, ὡς εἰς τὴν Αἴγυπτον εἰσιέναι μέλλων εἰπεῖν πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ ταῦτα·
 [00103]  Ἀλλ' ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις, ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ·
 [00190]  Καὶ γὰρ οἱ ἔξωθεν προσβάλλοντες δικασταὶ καὶ ἄρχοντες καὶ στρατιῶται οὐκ ἀλλόφυλοί τινες ἦσαν, καὶ βάρβαροι, καὶ ἄλλης ἀρχῆς καὶ βασιλείας, ἀλλὰ τοῖς αὐτοῖς διοικούμενοι νόμοις, τὴν αὐτὴν πατρίδα οἰκοῦντες, τῆς αὐτῆς μετέχοντες πολιτείας.
 [00206]  Τότε τοίνυν ἐξῆλθον αὗται τὴν πατρίδα ἀφεῖσαι, καὶ τὸν πατριάρχην ζηλώσασαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρητο·
 [00243]  Ὅστις γὰρ ἀφῆκεν ἀδελφοὺς καὶ ἀδελφὰς, ἢ πατρίδα, ἢ οἰκίαν, ἢ φίλους, ἢ συγγενεῖς, ἑκατονταπλασίονα λήψεται, φησὶ, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
 [00281]  εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρόντων·
000-00-00 Serial Number=0084752440
De virtute animi Ante [Go Back]  
 [00049]  Ὁδὸν γὰρ τὸν βίον, οὐ πατρίδα κεκτήμεθα.
000-00-00 Serial Number=0872554839
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01556]  Ὡς γὰρ οἱ ἐπ' ἀλλοτρίᾳ διατρίβοντες πάντα ποιοῦσι καὶ πραγματεύονται πρὸς τὴν ἐπὶ τὴν πατρίδα κατάστασιν, καὶ καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν, τὴν ἐνεγκοῦσαν ἰδεῖν·
 [08694]  Καὶ γὰρ τοῦτο δὴ τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι, καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν.
 [09162]  Ἀλλὰ τὸν Ἀβραὰμ θαυμάζομεν, ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, ἀφῆκε πατρίδα καὶ οἰκίαν, καὶ φίλους καὶ συγγενεῖς, καὶ πάντα ἦν αὐτῷ τὸ ἐπίταγμα τοῦ Χριστοῦ;
 [09164]  Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον, ὃς οὐ πατρίδα καὶ οἰκίαν καὶ συγγενεῖς ἀφῆκεν, ἀλλ' αὐτὸν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα διὰ τὸν Ἰησοῦν, καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἓν μόνον ἐζήτει, τοῦ Ἰησοῦ τὴν ἀγάπην;
000-00-00 Serial Number=0319389343
Epistula ad Cyriacum Ante [Go Back]  
 [00463]  Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι' ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00493]  Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διατί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα;
000-00-00 Serial Number=0235660732
Epistula ad abbatem Ante [Go Back]  
 [00003]  ∆υνατὸς δέ ἐστιν ὁ Κύριος τῆς δόξης Χριστὸς Ἰησοῦς γενέσθαι σοι ὁδηγός, ἐὰν γνησίως προσενέγκῃς ἑαυτὸν μετὰ τῶν ἀδελφῶν Κυρίῳ τῷ Θεῷ σου, ἐὰν θέλῃς πατρίδα, γένος, ὕπαρξιν καὶ ὅλον ὁμοῦ τὸν κόσμον ἀθλητικῶς ἀποδύσασθαι ὁ γὰρ μὴ ἀποτασσόμενος πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καὶ ἀποθνῄσκων ὅλῳ τῷ κόσμῳ οὐ δύναται τοῦ Κυρίου γενέσθαι μαθητής , ἐὰν ἀγαπήσῃς Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν, ἐὰν τὴν παρθενίαν σου ἀμέμπτως φυλάξῃς σώματι καὶ ψυχῇ ἕως τέλους, ἐὰν ἔλεον καὶ συμπάθειαν κτήσηται ἕκαστος ὑμῶν ἐν τοῖς τῆς καρδίας ἀγγείοις καὶ ἑτοιμάσῃ ἑαυτὸν μετὰ λαμπάδων φαιδρῶν εἰς ἀπάντησιν τοῦ ἐπουρανίου νυμφίου, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ σβεσθῇ ἡ λαμπὰς ἑκάστου μὴ ἔχουσα ἔλαιον.
000-00-00 Serial Number=0654021859
Epistulae Ante [Go Back]  
 [00973]  ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι·
 [00974]  οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι βίου, μήτε ὑπὸ τῶν λυπηρῶν καταβαπτίζεσθαι, ἀλλ' ἓν μόνον σκοπεῖν, ὅπως εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν πατρίδα μετὰ πολλῆς παραγένησθε τῆς παῤῥησίας.
 [01931]  ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι·
 [01932]  οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι βίου, μήτε ὑπὸ τῶν λυπηρῶν καταβαπτίζεσθαι, ἀλλ' ἓν μόνον σκοπεῖν, ὅπως εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν πατρίδα μετὰ πολλῆς παραγένησθε τῆς παῤῥησίας.
 [02837]  Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἐν τῇ πρὸς τὴν πατρίδα τὴν ὑμετέραν ἐπιστολῇ, πολλὰς ἀνακηρύττει γυναῖκας, λέγων αὐτὰς οὐ μικρὰ πεπονηκέναι ἐν τῷ ἄνδρας διορθοῦν, καὶ ἐνάγειν ἐπὶ τὰ προσήκοντα.
000-00-00 Serial Number=0084912598
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00802]  ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.
 [00834]  Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα;
 [01197]  Πῶς γὰρ οὐκ ἂν καλέσῃς μῦθον, εἰπέ μοι, θνητὸν σῶμα λαχοῦσα καὶ θανάτου οὕτω καταφρονοῦσα ὡς οἱ τὴν ἀλλοτρίαν ἐπειγόμενοι καταλιπεῖν καὶ πρὸς τὴν οἰκείαν ἐπανελθεῖν πατρίδα;
000-00-00 Serial Number=0171818018
Expositiones in Psalmos Ante [Go Back]  
 [06614]  Εἰ τοίνυν βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην·
000-00-00 Serial Number=0459868848
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00085]  Τὸ μὲν ὄνομα Ἱερεμίας, ὡς καὶ ἡ Βίβλος φησὶ, τὴν δὲ φυλὴν Λευΐτης, τὴν δὲ πατρίδα Ἀναθωθίτης, τὴν δὲ χώραν ἐν Βενιαμεὶμ κατῴκει, ἐκ τοῦ ἱερατικοῦ γένους.
 [01857]  τοῦτο δὲ μεγίστη κατηγορία τῶν Ἰουδαίων, εἰ τὴν μὲν γῆν ὡς πατρίδα οὖσαν ἐφίλουν, τὸν δὲ Θεὸν ὄντα πατρῷον ἀπέφευγον.
 [04381]  Τί γὰρ, εἰ τὴν πατρίδα ἔχετε ἔτι, ἀλλὰ διεφθαρμένοι ἐστέ;
 [05412]  Οἱ δὲ τεσσαράκοντα ἔτη ἀπολελαυκότες φωνῆς, οὐ συγγένειαν, οὐ πατρίδα, οὐκ ἄλλο αἰδεσθέντες οὐδὲν, θηρίων ἀγριώτεροι γεγόνασιν.
 [05443]  Μεῖζον αὐτῷ δίδωσιν, ἢ εἰ τὴν πατρίδα δέδωκεν αὐτῷ.
000-00-00 Serial Number=0886915088
Fragmenta in Job Ante [Go Back]  
 [00161]  Σὺ δέ μοι θέα πῶς ἐν ὀλίγῳ τὸν ἔπαινον τοῦ ἀνδρὸς, ὁ τοῦ θείου Πνεύματος συνήγαγε νόμος, ἀληθινὸν μὲν εἰπὼν τὸν Ἰὼβ κατὰ τὴν δημιουργίαν, ὥσπερ πατρίδα ταύτην καὶ προγόνους ἀπογραφόμενος, ἄμεμπτον δὲ κατὰ τὴν πρᾶξιν, δίκαιον κατὰ τὴν εὐνομίαν, καὶ τὴν τῶν ὄντων αὐτῷ κοινωνίαν, καὶ ἔτι κατὰ τὸ ὀρθὰς τὰς ψήφους ἐπὶ τοῖς κρινομένοις ἐκφέρειν, καὶ τὸ κῦρος πάντων, θεοσεβῆ κατὰ τὴν πίστιν, καὶ τὸ πρὸς τὰ εἴδωλα μῖσος, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν τῶν πονηρῶν θερμοτάτην ἀπέχθειαν.
000-00-00 Serial Number=0919680178
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00175]  Ἀλλ' οὐχ οἱ μάγοι, ἀλλὰ πατρίδα καταλιπόντες καὶ οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, καὶ εἰς κίνδυνον ἑαυτοὺς ἔῤῥιψαν.
000-00-00 Serial Number=0317173481
In Acta apostolorum Ante [Go Back]  
 [00596]  Τί γὰρ ἔδει τοὺς εἰδότας τὴν πατρίδα μαθεῖν, εἰ μὴ τοῦτο ἦν;
 [01862]  Εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι.
 [03282]  Μὴ νομίσητε, φησὶν, ὅτι κρύπτομεν τὴν πατρίδα ἢ τὸ πάθος.
 [04915]  Ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα.
 [04972]  Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν (ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸ κληρονομίαν ἐνταῦθα μὴ λαβεῖν·
 [06461]  Ἀπέρχομαι εἰς τὴν πατρίδα, ἐκεῖ λαμβάνω τὸ λουτρὸν, τὰ ψυχρὰ ῥήματα τῶν πολλῶν.
 [09999]  Τὴν πολλὴν αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν, ὅπου γε καὶ πατρίδα τηλικαύτην ἀφεὶς τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον.
000-00-00 Serial Number=0324827850
In Genesim sermones Ante [Go Back]  
 [01505]  Μάθε τοίνυν αὐτοῦ τὸ ὄνομα τὸ παλαιὸν, ἵνα ὅταν ἴδῃς αὐτὸν τὴν Παλαιστίνην οἰκοῦντα, διὰ τῆς προσηγορίας αὐτοῦ πρὸς τὴν ἀρχαίαν πατρίδα χειραγωγούμενος, καὶ μανθάνων τὴν αἰτίαν, δι' ἣν αὐτὴν ἐγκατέλιπεν, ἱκανὴν πρὸς τὸν αὐτὸν ζῆλον λάβῃς παράκλησιν.
 [01573]  Ξένος ὁ πατρίδα λαβὼν, εἰπέ μοι, καὶ χώραν τοσαύτην;
 [01576]  Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι ἑτέραν πατρίδα ζητοῦσιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἐκείνην τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω.
 [01579]  Οἱ γὰρ ταῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι.
000-00-00 Serial Number=0638961911
In Heliam et viduam Ante [Go Back]  
 [00169]  Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλλαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν παλαιὰν πατρίδα ἐπάνοδον·
000-00-00 Serial Number=0872768223
In Isaiam Ante [Go Back]  
 [01321]  [3.9] Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ' ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν ἀκολασίαν ἐμφῆναι.
000-00-00 Serial Number=0080223799
In Joannem Ante [Go Back]  
 [00145]  Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε διαλέξεσθαι, καὶ τὰ αὐτοῦ πρὸς ἡμᾶς ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν καὶ ἀνατροφήν.
 [04577]  δέον τὴν ἀρχαίαν πατρίδα ἀπολαβεῖν·
000-00-00 Serial Number=0418733537
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00072]  Καὶ καθάπερ ἄνθρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν·
000-00-00 Serial Number=0458074927
In Psalmos 101-107 Ante [Go Back]  
 [00747]  Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην ἰδίᾳ νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύον τας, ἀποκομίζουσι δὲ, καθάπερ εἰς ἑτέραν γῆν τινα ἢ χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν.
 [01485]  Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα κατα λαβεῖν, οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπίσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν.
000-00-00 Serial Number=0362938941
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00771]  οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον·
000-00-00 Serial Number=0017182350
In diem natalem Ante [Go Back]  
 [00077]  Ὁ γὰρ νόμος ὁ κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ, ὥστε ἀπογράφεσθαι.
 [00083]  Καὶ ὁ μὲν ἀστὴρ τοὺς μάγους ἤγαγεν ἀπὸ τῆς ἀνατολῆς, ὁ δὲ νόμος τὴν Μαριὰμ εἷλκεν ἐπὶ τὴν πατρίδα τὴν ὑπὸ τῶν προφητῶν εἰρημένην.
000-00-00 Serial Number=0635445774
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04810]  καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον.
000-00-00 Serial Number=0975174546
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07612]  Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν.
 [08273]  Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ' ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς.
000-00-00 Serial Number=0559931099
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02263]  ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύζομεν.
000-00-00 Serial Number=0431332827
In epistulam ad Ephesios Ante [Go Back]  
 [01408]  Οἱ γὰρ τοιαῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν.
 [06182]  Οὐδὲν ἡγεῖτο πατρίδα πρῶτον·
 [06805]  Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέμπωμεν εἰς τὴν πατρίδα τὴν ἡμετέραν.
000-00-00 Serial Number=0627613485
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01913]  Τὴν γὰρ οἰκείαν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντες τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, ἀπὸ μὲν τῆς ἄνω Ἱερουσαλὴμ καὶ τῆς ἐλευθέρας ἐκβάλλοντες, βιαζόμενοι δὲ καθάπερ αἰχμαλώτους καὶ μετανάστας πλανᾶσθαι.
000-00-00 Serial Number=0544813991
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04395]  Ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὦσι τῶν ἐν οὐρανοῖς, ὅταν πατρίδα ἔχωμεν ἐκεῖ, καὶ πόλιν, καὶ πολίτευμα, ὅταν ξένοι ὦμεν τῶν ἐνταῦθα, πῶς οὐκ ἐπουράνια ταῦτα πάντα τυγχάνει;
 [06912]  Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.
 [06969]  Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν·
 [06989]  Ταῦτα δὲ πάσχοντες ἔφερον, δεικνύντες ὅτι πατρίδα ἐπιζητοῦσιν ἑτέραν·
 [06990]  Βαβαὶ, πόση διαφορά! ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν·
 [06994]  Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν, ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς [63.169] δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν·
 [07000]  ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν.
 [07037]  Ἔχομεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα.
000-00-00 Serial Number=0462585032
In epistulam ad Romanos Ante [Go Back]  
 [07364]  ἀλλ' ὅμως ἑβδομήκοντά σε ἔτη παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα, καὶ προφῆται πάλιν καὶ Πνεύματος χάρις·
000-00-00 Serial Number=0138654232
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00174]  Πάντα τοίνυν ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν·
000-00-00 Serial Number=0509799659
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00261]  Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ' ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμέ νων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐν τολῶν τοῦ Θεοῦ παραβαθεισῶν·
000-00-00 Serial Number=0135804296
In illud Messis quidem multa Ante [Go Back]  
 [00190]  οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι·
 [00191]  Ἐπαν [63.523] έλθω εἰς τὴν πατρίδα, ἴδω τὴν γυναῖκα, ἴδω τὰ παιδία μετὰ τῶν ἐμῶν συγγενῶν·
000-00-00 Serial Number=0226967633
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00013]  καὶ οἱ μὲν πρὸς τὴν θεω [51.188] ρίαν τῆς τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνόματα, καὶ ἀγέλην, καὶ γένος, καὶ πατρίδα, καὶ ἀνατροφὴν τῶν ἵππων ἔχουσιν εἰπεῖν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας δρόμων, καὶ τίς τίνι συνταττόμενος τὴν νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν ἀντίτεχνον παραδραμεῖται.
 [00014]  Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω τούτων, ἀλλὰ καὶ πλείω μανίαν περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦντας ἐπιδείκνυνται, μίμους λέγω καὶ ὀρχηστρίας, καὶ γένος αὐτῶν, καὶ πατρίδα, καὶ ἀνατροφὴν, καὶ τὰ ἄλλα πάντα καταλέγοντες·
000-00-00 Serial Number=0483445883
In infirmos Ante [Go Back]  
 [00019]  ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες.
000-00-00 Serial Number=0811606348
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00132]  Ἐγώ εἰμι ὁ τὸν οὐρανὸν πήξας, ὁ τὴν γῆν θεμελιώσας, ὁ τὴν θάλασσαν διαλύσας, ὁ τὸ καθ' ὑμῶν χειρόγραφον τῷ σταυρῷ προσηλώσας, ὁ τὸν παλαιὸν νόμον ἀνατρέψας, ὁ εἰς τὴν ἀρχαίαν ἐπαναγαγὼν ὑμᾶς πατρίδα, ὁ τὰ ἰσχυρὰ παραλύων, καὶ τὰ παραλελυμένα ἐνισχύων.
000-00-00 Serial Number=0471839309
In principium Actorum Ante [Go Back]  
 [00028]  τῶν ὑστερουμένων, τῶν κακουχουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ [51.6668] κόσμος;
 [00033]  Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ.
000-00-00 Serial Number=0744497359
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00111]  Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι τὴν ἡμετέραν.
000-00-00 Serial Number=0603952408
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00117]  Ὁ γὰρ εἰπὼν, ὅτι Χριστιανός εἰμι, καὶ πατρίδα, καὶ γένος, καὶ ἐπιτήδευμα, καὶ πάντα ἐδήλωσε·
000-00-00 Serial Number=0680799663
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00275]  Κατάλιπε, φησὶ, πατρίδα, ἄφες ὅλον τὸ γένος, ἀπόταξαι τῇ γῇ ἐν ᾗ ἐγεννήθης, χωρίσθητι πατρὸς καὶ τεκούσης.
000-00-00 Serial Number=0422120690
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01283]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς, καθὼς οἱ πατέρες ἡμῖν παρ έδωκαν, πρὸς ἀνατολὰς ὁρῶντες εὐχόμεθα, πόλιν καὶ [56.227] ἡμεῖς καὶ πατρίδα ἀρχαίαν ζητοῦμεν·
 [01957]  Εἰ καὶ μεγάλα τὰ δεινὰ, καὶ ἐβούλετο ἀποβαλεῖν τὴν πατρίδα.
000-00-00 Serial Number=0470069230
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00095]  τὴν γὰρ οἰκουμένην εἶχε πατρίδα, μᾶλλον δὲ καὶ αὐτὴ αὐτῷ μικρὰ πόλις ἦν, καὶ βοᾷ Παῦλος λέγων·
000-00-00 Serial Number=0947988749
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00108]  Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατρίδα ἀλλ', εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν.
 [00126]  ἐπειδὴ γὰρ οὔτε πλοῦτος, οὔτε τὸ ἐλεύθερον εἶναι οὔτε τὸ πατρίδα οἰκεῖν, οὔτε τὰ ἄλλα ἅπερ εἶπον, ἀνθρώπου εἰσὶν ἀρεταί, ἀλλὰ τῆς ψυχῆς τὰ κατορθώματα, εἰκότως, ὅταν εἰς ταῦτα ἡ βλάβη γίνηται, οὐδὲν ἡ ἀνθρωπινὴ παραβλάπτεται ἀρετή.
 [00378]  Καὶ οὔτε ναόν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»