Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νηστείας [309]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νηστείας


000-00-00 Serial Number=0642489493
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00162]  Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς.
000-00-00 Serial Number=0719546318
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00711]  Οὐδὲν γὰρ ἐκείνων σε ἀποδέειν λέγουσιν, οὐ κατὰ τὸν τῆς νηστείας λόγον·
000-00-00 Serial Number=0905306995
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00029]  Εἰ μὲν γὰρ μετὰ χρόνον πολύν, μετὰ νηστείας τε συνεχεῖς καὶ τὴν χαμευνίαν καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν ἄν τις πολλὴν ἔφη τὴν ζημίαν γεγενῆσθαι, μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας καὶ νίκας τῆς ἥττης γενομένης·
000-00-00 Serial Number=0034731507
Ad populum Antiochenum Ante [Go Back]  
 [00080]  Οὕτως ὑπερεώρα τρυφῆς, καὶ κατεγέλα πολυτελοῦς τραπέζης, ὡς καὶ εἰς ἀσθένειαν ἐμπεσεῖν ἐκ τῆς ἄγαν σκληραγωγίας καὶ ἐπιτεταμένης νηστείας.
 [00081]  Ὅτι γὰρ οὐ φύσει τοιοῦτος ἦν, ἀλλ' ὑπὸ νηστείας καὶ ὑδροποσίας τοῦ στομάχου κατέβαλε τὴν ἰσχὺν, αὐτοῦ τοῦ Παύλου μετ' ἀκριβείας τοῦτο δηλοῦντος ἀκούσατε.
 [00103]  Τί μοι νηστείας χρεία λοιπόν;
 [00105]  τί μοι νηστείας δεῖ λειπὸν, καὶ τῆς ἐντεῦθεν ἀσφαλείας;
 [00131]  ἀλλ' εἴ τις μετ' ἀκριβείας ἐξετάσειε τὴν ῥῆσιν αὐτὴν, νηστείας μᾶλλόν ἐστι τὸ πρᾶγμα παραίνεσις.
 [00993]  οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς [49.51] ἀγῶνας ἀποδυσώμεθα.
 [01017]  Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας·
 [01025]  οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου.
 [01027]  Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή.
 [01028]  Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν·
 [01029]  ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶτὰ λοιπὰ ἕπηται πάντα.
 [01032]  Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες.
 [01044]  οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον.
 [01047]  Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας.
 [01067]  Ὁ γὰρ περὶ τῆς ὀργῆς τοῦ Θεοῦ διαλεχθεὶς καὶ τῆς ἐκείνων νηστείας, αὐτὸς οὗτος τήν τε καταλλαγὴν λέγων, καὶ τῆς καταλλαγῆς τὴν αἰτίαν διδάσκων, οὑτωσί πώς φησι·
 [01077]  τιμὴ γὰρ νηστείας, οὐχὶ σιτίων ἀποχὴ, ἀλλ' ἁμαρτημάτων ἀναχώρησις, ὡς ὅ γε τῇ τῶν βρωμάτων ἀποχῇ μόνον ὁρίζων τὴν νηστείαν, οὗτός ἐστιν ὁ μάλιστα ἀτιμάζων αὐτήν.
 [01267]  Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώσητε·
 [01568]  Τί οὖν ὄφελος ἡμῖν τῆς νηστείας;
 [01573]  Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέστερον, καὶ τὴν σπουδὴν, ἣν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδειξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλημα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν.
 [01947]  Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον.
 [02128]  Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα μεγίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως ἐνεγκεῖν τὰ συμβαίνοντα·
 [02310]  Ἀπαλλαγέντες τοίνυν τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν.
 [02320]  ἀλλ' ὅμως οὕτως ἐστὶν ἡ συνήθεια δυνατὸν πρᾶγμα καὶ εὔκολον, ὥστε παραγενομένης τῆς νηστείας, κἂν μυρία τις παρακαλῇ, κἂν μυρία τις ἄγχῃ καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν τις, ἢ τῆς κεκωλυμένης ἅψασθαι τροφῆς·
 [02725]  Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι·
 [02940]  Οὐ γὰρ οὕτω τὸ τῶν πόνων ἡμᾶς ἀπαλλαγῆναι καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου.
 [02971]  Ταῦτα οὐχὶ κατηγορῶν τῶν ἠριστηκότων εἶπον, ἀλλ' ἵνα δείξω τῆς νηστείας τὸ κέρδος.
 [02973]  ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα.
 [04201]  Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν.
 [04202]  Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διεγειρούσης πρὸς τὸν τῆς νηστείας ἀγῶνα.
 [04203]  Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.
 [04737]  ∆ευτέραν ἑβδομάδα τῆς νηστείας παρήλθομεν, ἀλλὰ μὴ τοῦτο σκοπῶμεν·
 [04747]  οὐδὲν ὄφελος τῆς νηστείας ἡμῖν, ἂν παρέλθωμεν αὐτὴν ἁπλῶς καὶ εἰκῆ καὶ μάτην.
 [04749]  ἐὰν [49.170] δὲ ἁμαρτημάτων ἀπεχώμεθα, καὶ τῆς νηστείας παρελθούσης ταύτης, ἐκείνη πάλιν μένει, καὶ διηνεκὴς ἔσται ἐντεῦθεν ἡμῖν ἡ ὠφέλεια, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν οὐ μικρὰς ἡμῖν ἐνταῦθα ἀποδώσει τὰς ἀμοιβάς·
 [05021]  [49.179.40] Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε.
 [05024]  Πολλοὺς εἶδον χαίροντας, καὶ πρὸς ἀλλήλους λέγοντας Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ.
 [05025]  Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ' ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι·
 [05026]  τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ' ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν·
 [05027]  ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης.
 [05028]  Μὴ τοίνυν χαίρωμεν, ὅτι διηνύσαμεν τῆς νηστείας τὸ μῆκος τοῦτο [49.180] γὰρ οὐδὲν μέγα ἐστὶν, ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύτης, ὁ ταύτης διαλάμπῃ καρπός.
 [05032]  Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα ἐδεξάμεθα πνευματικὰ, καὶ τὰς ἀκάνθας τῆς τρυφῆς ἀπετέμομεν.
 [05033]  Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦντες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν ἀγαθῶν ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημονεύωμεν τῆς νηστείας.
 [05035]  Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς μικροψύχως ἔχοντας, ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ.
 [05038]  Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ' ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα.
 [05484]  Πρὸς τὸ τέλος ἡμῖν τῆς νηστείας λοιπὸν ὁ καιρὸς ἐπείγεται·
 [05490]  κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας ἑαυτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ πολλὴν ἑαυτῷ πεποιημένῳ τῶν τραυμάτων τὴν ἐπιμέλειαν, προσερχέσθω·
000-00-00 Serial Number=0773838341
Adversus Judaeos Ante [Go Back]  
 [00456]  Ἐλέχθη δὲπρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης.
 [00588]  Ἐλέγξωμεν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην.
 [00594]  Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀνάγνωτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
 [00776]  Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν.
 [00777]  Καὶ ὅτι μέγα κατώρθωσαν, διὰ τῆς συγκαταβάσεως ταύτης εἰς συνήθειαν ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν.
 [00782]  ἐπεὶ τό γε πάσχα οὐ νηστείας ἐστὶν οὐδὲ πένθους, ἀλλὰ εὐφροσύνης καὶ χαρᾶς ὑπόθεσις.
 [00838]  Καὶ τί λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν·
 [00897]  Καὶ μὴ θαυμάσητε, εἰ μετὰ δέκα καὶ πλείους ἡμέρας, τῆς νηστείας ἐκείνης ἀπαντᾷν μελλούσης, ἡμεῖς ἐντεῦθεν ἤδη καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχὰς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαῤῥον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ
 [00982]  Ἐπὶ δὲ τῆς νηστείας ταύτης [48.875] οὐκ αἰτίαν χρὴ ζητεῖν μόνον, ἀλλὰ καὶ τόπον καὶ καιρόν.
 [02553]  οὕτω καὶ ἡμεῖς τοίνυν, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τοὺς Ἰουδαίους ἐδιώξαμεν, τοὺς προφήτας αὐτοῖς ἐφοπλίσαντες, πανταχόθεν ἐπανιόντες νῦν ἴδωμεν, μή τινες τῶν ἀδελφῶν τῶν ἡμετέρων ἔπεσον, μή τινες ἀπὸ τῆς νηστείας παρεσύρησαν, μή τινες αὐτοῖς κατὰ τὴν ἑορτὴν ἐκοινώνησαν·
 [02560]  Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοὶ, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδέ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίαν, τί τὸ ὄφελος λοιπόν;
 [02712]  Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων ἁμαρτημάτων.
000-00-00 Serial Number=0611876726
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00003]  Ἀπεθέμεθα τῆς νηστείας τὸ φορτίον, ἀλλὰ μὴ ἀποθώμεθα τῆς νηστείας τὸν καρπόν·
 [00004]  ἔστι γὰρ φορτίον ἀποθέσθαι νηστείας, καὶ καρπὸν δρέπεσθαι νηστείας.
 [00019]  ἐπ' ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ σωματικὴν, κνησμὸν χαλεπόν.
 [00022]  ἐπὶ τῆς νηστείας ταύτης οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν.
000-00-00 Serial Number=0619184911
Catecheses ad illuminandos Ante [Go Back]  
 [00728]  [5.2] Καὶ γὰρ εὐκολώτερος ἡμῖν οὗτος ἔσται τῆς νηστείας ὁ τρόπος·
 [00729]  διότι ἐπ' ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς τῶν βρωμάτων λέγω, πολλῶν ἤκουον λεγόντων βαρέως φέρειν τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων σώματος καὶ πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι.
 [00730]  Ἐπὶ δὲ ταύτης τῆς νηστείας οὐδὲν τοιοῦτον ἔστι προβαλέσθαι.
 [00824]  Τότε μὲν γὰρ ἡ τῆς νηστείας ὑπόθεσις καὶ ἄκοντας ὑμᾶς ἐσωφρόνιζε·
 [00889]  ∆ιὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεάτρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν.
000-00-00 Serial Number=0970490336
Contra ludos et theatra Ante [Go Back]  
 [00028]  τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;
000-00-00 Serial Number=0984384120
De Anna i Ante [Go Back]  
 [00002]  Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μό νον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ·
 [00008]  τοῦτο δὴ καὶ ἐπὶ τῆς νηστείας ποιήσωμεν.
 [00011]  Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ' ἄν.
 [00013]  οὕτω καὶ αἱ τῆς νηστείας ἡμέραι, καὶ οἱ σύλλογοι, καὶ αἱ διατριβαὶ αἱ κοιναὶ, καὶ τὰ ἄλλα ἃ παρ' ἐκείνης ἐκαρπούμεθα καλὰ, καὶ ἀπὸ τῆς μνήμης εὐφραίνει, κἂν ταῦτα ἅπαντα συλλέξαντες ἀναμνησθῶ [54.633] μεν, μεγάλα καὶ κατὰ τὸν παρόντα καιρὸν κερδανοῦμεν.
 [00015]  Μόλις ποτὲ τὸ χαλεπὸν τῆς νηστείας διηνύσαμεν πέλαγος·
 [00019]  Τί γὰρ οὐκ ἀγαθὸν ἡμῖν ἀπὸ νηστείας;
 [00029]  ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια·
 [00033]  οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται.
 [00034]  Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν.
000-00-00 Serial Number=0176772594
De Joseph et de castitate Ante [Go Back]  
 [00006]  Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ ∆αυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ ∆ανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης.
000-00-00 Serial Number=0584897697
De Lazaro Ante [Go Back]  
 [01551]  Ἵνα οὖν μὴ τότε κολαζώμεθα, μὴ τότε εὐθύνας ὑπέχωμεν, ἕκαστος εἰς τὸ συνειδὸς εἰσελθέτω τὸ ἑαυτοῦ, καὶ τὴν ζωὴν ἀναπτύξας, καὶ ἅπαντα τὰ πεπλημμελημένα μετὰ ἀκριβείας ἐπελθὼν, καταγινωσκέτω τῆς ψυχῆς τῆς ταῦτα ἐργασαμένης, κολαζέτω τοὺς λογισμοὺς, θλιβέτω, στενοχωρείτω τὴν ἑαυτοῦ διάνοιαν, δίκην ἑαυτὸν ἀπαιτείτω τῶν ἡμαρτημένων διὰ τῆς καταγνώσεως, διὰ τῆς μετανοίας τῆς ἠκριβωμένης, διὰ δακρύων, διὰ ἐξομολογήσεως, διὰ νηστείας καὶ ἐλεημοσύνης, διὰ ἐγκρατείας καὶ ἀγάπης, ἵνα παντὶ τρόπῳ δυνηθῶμεν πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ πολλῆς ἀπελθεῖν ἐκεῖ τῆς παῤῥησίας·
000-00-00 Serial Number=0342150807
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00014]  οὕτω δὴ καὶ νῦν οἱ τὸ τῆς νηστείας μεσοπορήσαντες στάδιον, τούτῳ προσψαύοντες, τὸν νοητὸν ὄφιν νεκρὸν δεικνύουσι, καὶ αὐτοὶ ἀθανατίζονται, καὶ κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ διὰ τῆς ἐγκρατείας δεικνύμενοι, κοινωνοὶ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἀναδείκνυνται.
000-00-00 Serial Number=0313006222
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00041]  ταῦτα τῆς σῆς σοφίας τὰ διδάγματα, ταῦτα τῆς σῆς νηστείας τὰ γλυκάσματα, ταῦτα τῆς σῆς σωφροσύνης τὰ καλλωπίσματα, ταῦτα τῆς σῆς Ἐκκλησίας τὰ στηρίγματα.
000-00-00 Serial Number=0110095739
De incomprehensibili dei natura Ante [Go Back]  
 [00720]  Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνην, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τοιαύτης θεωρίας ὑποδοχήν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη.
000-00-00 Serial Number=0277359903
De jejunio [1] Ante [Go Back]  
 [00003]  καὶ παύσω μὲν ἀπὸ λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν.
 [00004]  Πόθος γὰρ νηστείας ἐπουράνιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπεργάζεται τὸ βλάβος.
 [00026]  Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια.
 [00027]  Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας.
 [00028]  Πρῶτον Μωϋσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονε.
 [00029]  Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε·
 [00033]  κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νηστείας.
 [00048]  Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανώντων, ἵν' ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη.
 [00052]  Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοινωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι·
 [00053]  καὶ τῶν μὲν ἀπείρων τῆς νηστείας τὸ πῦρ κατετόλμησε πάντας γὰρ τοὺς περιεστῶτας Χαλδαίους κατεδαπάνησε·
 [00054]  τοὺς δὲ ἐν συνηθείᾳ τῆς νηστείας ὑπανεχώρησε, τοῦ σώματος αὐτῶν ἅψασθαι μὴ δυνάμενον.
 [00055]  Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης.
 [00093]  Βλέπεις ἡλίκα δῶρα τῆς νηστείας, καὶ πόσης ἔχεται τῆς εὐσεβείας, ὡς καὶ Θεὸν αὐτὸν δυσωπεῖν πρὸς ἀνθρωπίνην φύσιν παραγενέσθαι;
 [00098]  Ἦλθες εἰς ἑσπέραν, ἢ τὴν ἐννάτην, οὐχ ἵνα νηστείας τελέσῃς τὴν πρόθεσιν, ἀλλ' ἵνα τῆς κοιλίας πληρώσῃς τὴν ὄρεξιν.
 [00099]  Καὶ μὴ δόξῃς οἴνου μὲν ἀπεχόμενος διὰ τὸ νήφειν, πονηρίας δὲ πληρούμενος μεθύειν, ἵνα μὴ ἀκούσῃς, Οὐαὶ οἱ μεθύοντες, οὐκ ἀπὸ οἴνου! Μέθη δὲ οὐκ ἔστι νηστείας κοινωνὸς, ἀλλ' ἔχθρα καὶ ἀντίπαλος.
000-00-00 Serial Number=0037469268
De jejunio [2] Ante [Go Back]  
 [00002]  Περὶ νηστείας
 [00020]  Καλὸς ὁ τῆς νηστείας χαλινὸς τοῖς ἀγαπῶσι τὴν ἀπὸ τῆς νηστείας ὠφέλειαν.
 [00059]  Ἀπὸ νηστείας ἤρξατο τῆς Καινῆς ∆ιαθήκης τὸ κήρυγμα, ἀπὸ νηστείας εἴληφε τὴν ἀρχήν.
 [00060]  Βαπτισθεὶς γὰρ ὁ Σωτὴρ δι' ἡμᾶς, καὶ εἰς ἔρημον ἀπελθὼν, πρότερον ἐνήστευσε, καὶ οὕτω τῶν σημείων ἤρξατο, οὐκ αὐτὸς χρῄζων νηστείας, ἡμᾶς δὲ διδάσκων εἰς δύναμιν νηστείας ἔχειν τὴν τροπήν.
 [00061]  Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν.
 [00083]  Ὁρᾷς τὸ παριδεῖν προστάγματος νηστείας, ὅσον κακὸν προξενεῖ;
 [00112]  μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ.
 [00128]  προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν.
 [00194]  σκόπει σαυτὸν, τίς ἦς πρὸ τῆς νηστείας, καὶ τίς νηστεύων.
 [00246]  εἰ τιμᾷς τὰς νηστείας, τὰς ἡμέρας τῶν νηστειῶν γενοῦ ἄγγελος.
 [00248]  Ἃ ἐφάγομεν πρὸ τῆς νηστείας, οὐ μένει μεθ' ἡμῶν.
 [00268]  Τοσαῦτα γὰρ εἴδη νηστείας.
 [00299]  μικρός ἐστιν ὁ τῆς νηστείας θάνατος.
 [00301]  ὁ τῆς νηστείας θάνατος.
 [00338]  Ἀρκεῖ σοι ταῦτ' ὦ ἄνθρωπε, εἰς ὑπόμνησιν νηστείας.
 [00340]  Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς·
 [00342]  ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι.
 [00343]  Τῷ δὲ παναγίῳ Πατρὶ, τῷ καταξιώσαντι ἡμᾶς τῆς παρούσης νηστείας, καὶ μὴ φεισαμένῳ τοῦ ἰδίου Υἱοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν διὰ τοῦ ἐλθόντος τὸν ἀποστείλαντα δόξαν ἀναπέμψωμεν ἅμα τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0158935606
De jejunio [3] Ante [Go Back]  
 [00002]  Περὶ νηστείας.
000-00-00 Serial Number=0026653290
De jejunio de Davide Ante [Go Back]  
 [00001]  Περὶ νηστείας, καὶ εἰς τὸν ∆αυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ, καὶ κατὰ Ναυάτου.
 [00032]  ὁ τῆς νηστείας καλλωπισμός.
000-00-00 Serial Number=0414650142
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00001]  Περὶ νηστείας·
 [00003]  Ἥκει καιρὸς, ἀδελφοὶ, πρὸς τὸ διὰ νηστείας ἡμᾶς δρέψασθαι τοὺς τῆς μετανοίας καρπούς.
 [00012]  Καλὸς τῆς νηστείας ὁ σπόρος, ὅτι καὶ τὰς ἁμαρτίας ἡμῶν ὡς ἀκάνθας ἀνασπᾷ, καὶ τὴν δικαιοσύνην ὡς ἄνθος ἀνιστᾷ καὶ βλαστάνει·
 [00013]  καλὸς τῆς νηστείας ὁ κάματος, ὅτι κουφίζει τὴν ψυχὴν ἀπὸ βάρους τῶν ἁμαρτιῶν, καὶ φορτίον ἐλαφρὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ χαρίζεται.
 [00018]  ∆ιὰ νηστείας ὁ νομοθέτης Μωϋσῆς ἐγένετο ἔνδοξος·
 [00033]  Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.
 [00037]  Θέλεις ἰδεῖν τῆς νηστείας τὴν ἰσχύν;
 [00073]  Αἱ τρεῖς ἡμέραι τῆς νηστείας ἀνῆλθον εἰς τοὺς οὐρανοὺς, ἤγγισαν τῷ ∆εσπότῃ, ἔλαβον παρ' αὐτοῦ σωτηρίαν.
000-00-00 Serial Number=0214709878
De jejunio et eleemosyna Ante [Go Back]  
 [00011]  Τί οὖν συνήγαγες, ἀδελφὲ, ἀπὸ τῆς νηστείας;
000-00-00 Serial Number=0109879792
De jejunio sermones 1 Ante [Go Back]  
 [00001]  Εἰς κήρυγμα νηστείας.
 [00023]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄλλως ὁμιλῆσαι Θεῷ, μὴ πρότερον τῷ τῆς νηστείας φαρμάκῳ προσομιλήσαντας.
 [00034]  μάνθανε καὶ τοὺς διὰ νηστείας φίλους κατασταθέντας τοῦ Θεοῦ.
 [00042]  φίλοι ἐξ ἐχθρῶν Νινευῖται διὰ νηστείας ἐγένοντο·
 [00060]  Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ;
 [00062]  Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής.
 [00078]  ∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν.
 [00089]  ἀλλ' ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς·
 [00090]  ἵνα ἡμᾶς εὑρόντες υἱοὺς ἡμέρας, προσαγάγωσι τῷ τῆς δικαιοσύνης Ἡλίῳ, οὐ καταλύσαντας τῆς κακίας τὰς ἀποθήκας, ἀλλ' ἐκκενώσαντας καὶ καταλύσαντας, ἑαυτοὺς δὲ διὰ μετανοίας καὶ νηστείας ἀνακαινίσαντας, χάριτι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
 [00092]  Περὶ νηστείας.
 [00100]  ἀφανίζουσι τὰ πρόσωπα πρὸς θέαν ἀνθρωπίνην, ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας.
 [00118]  Μὴ σβέσωμεν τῆς νηστείας τὸ ἄνθος, μηδὲ τρυφῇ ναυαγῆσαι τὴν φρένα πρὸς ἡδονὰς παραχωρήσωμεν, ἵνα μὴ ἀνιάτοις κακοῖς τὴν ψυχὴν ταμιεύσωμεν.
 [00122]  Ἔχομεν γὰρ ἀδελφὴν τῆς νηστείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω·
 [00132]  καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ' ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτηρίαν.
 [00135]  [60.715] Περὶ νηστείας Λόγος γʹ.
 [00136]  Πρώην, ἐξ ὧν ἀκηκόατε, μεμαθήκατε ὅπως φιλότιμον τὸ τῆς νηστείας προοίμιον, ἀδελφοί.
 [00209]  [60.715] Περὶ νηστείας.
 [00241]  Περὶ νηστείας.
 [00338]  Περὶ νηστείας.
 [00340]  Πάλιν νηστείας καιρὸς, πάλιν τρυφῆς ἀφορμὴ, πάλιν ἀγώνων ὄψις, πάλιν ἡ τοῦ Χριστοῦ σάλπιγξ τὸν ἀγῶνα τὸν καλὸν κηρύσσουσα, τοὺς ἀγωνιστὰς ἐπὶ τὸ σκάμμα συνεκρότησε·
 [00464]  Περὶ νηστείας.
 [00571]  Ὁρᾷς, ὁ μισθὸς τῆς νηστείας καὶ τῆς προσευχῆς καὶ τῆς ἐλεημοσύνης τὸ Πνεῦμα τὸ ἅγιον διδόμενον;
 [00572]  Οὗτος ὁ καιρὸς τῆς νηστείας καὶ τῆς ἐλεημοσύνης·
000-00-00 Serial Number=0975822687
De mansuetudine sermo Ante [Go Back]  
 [00007]  Οὐ γὰρ οὕτως [63.550] ἀγαπᾶται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας·
000-00-00 Serial Number=0411136091
De meretrice Ante [Go Back]  
 [00002]  Ἐν παντὶ καιρῷ καλὴ καὶ σωτήριος ἡ μετάνοια τοῖς χρωμένοις αὐτῇ, ἐν ταύταις δὲ μάλιστα ταῖς τῆς νηστείας ἡμέραις ἐπωφελὴς πᾶσιν ἀνθρώποις καθίσταται, τοῖς προςτρέχουσιν ταῖς ἀγκάλαις αὐτῆς.
 [00077]  Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν [153] ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι' ἐλεημοσύνης, διὰ δακρύων, δι' ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς·
000-00-00 Serial Number=0943269610
De non iterando conjugio Ante [Go Back]  
 [00140]  Καὶ γὰρ τὸ κατωφερῆ τινα καὶ λάγνον εἶναι, καὶ μήτε ἐν καιρῷ τῆς νηστείας, μήτε ἐν ἄλλῳ τινὶ τῆς γυναικὸς ἀπέχεσθαι, κολάσεως μὲν καὶ αὐτὸ πόρρω καὶ μακράν, οὐ μὴν ἐπαίνων ἐγγύς·
000-00-00 Serial Number=0020147860
De paenitentia [1] Ante [Go Back]  
 [01102]  Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ ∆ανιὴλ,
 [01111]  νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης.
 [01118]  Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν.
 [01132]  ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ἄνθρωπον ποιῶν ἐξ ἀρχῆς, εὐθέως αὐτὸν ταῖς τῆς νηστείας φέρων παρακατέθετο χερσὶν, ὥσπερ φιλοστόργῳ μητρὶ καὶ ἀρίστῃ διδασκάλῳ τὴν ἐκείνου σωτηρίαν ἐγχειρίζων αὐτῇ.
 [01134]  νηστείας εἶδός ἐστιν.
 [01137]  εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία.
 [01142]  Εἶδες πῶς ὁ Θεὸς ἀγανακτεῖ νηστείας ὑβριζομένης;
 [01143]  μάθε καὶ πῶς εὐφραίνεται νηστείας τιμωμένης.
 [01189]  Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;
 [01306]  διὰ τοῦτο παραινῶ ὥστε μὴ τὴν ἐκ τῆς νηστείας ἐσομένην ὠφέλειαν προανελεῖν λαιμαργίᾳ καὶ μέθῃ.
 [01309]  Οὕτω καὶ ἐπὶ τῆς νηστείας·
 [01312]  Μὴ τοίνυν διὰ μέθης ἴωμεν εἰς τὴν νηστείαν, μηδὲ ἀπὸ νηστείας εἰς μέθην καταλύσωμεν πάλιν, ἵνα μὴ ταὐτὸν γένηται, οἷον εἴ τις ἀῤῥωστοῦντι σώματι καὶ διανίστασθαι μέλλοντι λὰξ ἐμβαλὼν σφοδρότερον καταβάλοι πάλιν.
 [01313]  Ὃ καὶ ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας γίνεται, ὅταν ἐξ ἑκατέρου μέρους, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῆς νηστείας, τῇ νεφέλῃ τῆς μέθης τὴν ἐκ τῆς ἀσιτίας γενομένην ἡμῖν νῆψιν συσκιάσωμεν.
 [01315]  οὕτω καὶ νῦν πολλοὶ τῶν ἀνθρώπων εἰσὶν, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαλήνιον καὶ ἥμερον τῆς νηστείας ὄμμα Κἂν μὲν ἐρωτήσω σε, Τίνος ἕνεκεν εἰς βαλανεῖον τρέχεις σήμερον;
 [01345]  Ὁ γὰρ καιρὸς τῆς νηστείας ἡμῖν λοιπὸν πρὸς τὸ τέλος ἐπείγεται·
 [01349]  ∆έομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ, εἰς τὸ συνειδὸς ἕκαστος αὐτοῦ ἀναλογιζέσθω τὴν ἀπὸ τῆς νηστείας πραγματείαν, κἂν μὲν εὕρῃ κέρδος πολὺ γεγενημένον, προστιθέτω τῇ πραγματείᾳ·
 [01351]  Ἕως ἕστηκεν ἡ πανήγυρις, μέγα πραγματευσάμενοι κέρδος ἀναχωρήσωμεν, ἵνα μὴ κεναῖς ἀναχωρήσωμεν χερσὶν, ἵνα μὴ πόνον ὑπομείναντες νηστείας, μισθὸν νηστείας ἀπολέσωμεν.
 [01352]  Ἔστι γὰρ καὶ πόνον ὑπομεῖναι νηστείας, καὶ μισθὸν νηστείας μὴ λαβεῖν·
 [01358]  Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν.
 [01370]  Τί τὸ ὄφελος τῆς νηστείας, ὅταν τὸ μὲν σῶμα κωλύσῃς τῆς νενομισμένης τροφῆς, τῇ δὲ ψυχῇ προσάγῃς τὴν παράνομον τροφήν;
 [01374]  Τί οὖν τὸ κέρδος τῆς νηστείας, τοιαῦτα τῆς ψυχῆς σιτουμένης;
 [01381]  Τί τοίνυν ὄφελος νηστείας, εἰπέ μοι, ὅταν τῷ σώματι μὲν νηστεύῃς, διὰ δὲ τῶν ὀφθαλμῶν μοιχεύῃς;
000-00-00 Serial Number=0207176685
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00107]  Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον·
000-00-00 Serial Number=0080599487
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00151]  ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον·
000-00-00 Serial Number=0094303250
De precatione [2] Ante [Go Back]  
 [00003]  Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον·
 [00010]  Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ' αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται.
000-00-00 Serial Number=0338775456
De profectu evangelii Ante [Go Back]  
 [00007]  Ἀλλ' ὅμως ἐπειδὴ συνέτριψεν αὐτοῦ τὴν ψυχὴν, καὶ ἁμαρτωλὸν ἑαυτὸν ἐκάλεσεν, ὅπερ ἦν, ὑπερέβη τὸν Φαρισαῖον καὶ νηστείας ἔχοντα εἰπεῖν καὶ δεκάτας, καὶ κακίας πάσης ἀπηλλαγμένον.
 [00017]  οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι τὸ φορτικὸν ναυάγιον ὑπέμεινε.
000-00-00 Serial Number=0186108351
De sanctis martyribus [2] Ante [Go Back]  
 [00120]  Ἂν νηστεύσῃς, μὴ τὴν κάκωσιν τὴν ἀπὸ τῆς νηστείας λογίζου, ἀλλὰ τὴν ἄνεσιν τὴν ἀπὸ τῆς κακώσεως·
000-00-00 Serial Number=0589361131
De virginitate Ante [Go Back]  
 [00076]  Καὶ Ἕλλησι μὲν ὑπὲρ νηστείας καὶ παρθενίας οὔτε μισθὸν δώσει τις οὔτε κόλασις ἀποκείσεται·
 [00538]  Ὅταν τὰ παρ' ἑαυτῶν ἅπαντα εἰσενέγκωμεν, λογισμὸν ὑγιῆ, νηστείας καὶ ἀγρυπνίας πολλὴν τὴν ἐπίτασιν, νομοθεσίας ἀκρίβειαν, ἐντολῶν φυλακὴν καὶ τὸ πάντων κεφάλαιον τὸ μὴ θαρρεῖν ἑαυτοῖς.
 [00612]  Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ.
 [00620]  Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην;
000-00-00 Serial Number=0481348395
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00955]  Περὶ νηστείας καὶ σωφροσύνης.
 [00974]  καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβαλόντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι, οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον καὶ ζυγῷ νηστείας.
 [00977]  καὶ γὰρ τὰ μέλλοντα κοινωνεῖν τῆς κολάσεως, κοινωνείτω καὶ τῆς νηστείας.
 [00980]  Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα.
 [00981]  Εἰ γὰρ μετὰ νηστείας ἡ τῶν κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον, εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμεθα, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα, πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν.
 [00983]  Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας καὶ τῆς ἀσιτίας ἧς ὑπομένομεν.
 [00987]  Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον ᾠκονομοῦμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σπουδὴν ἐπεδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίεμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἦν ἡμῖν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας.
 [00988]  Ἀλλ' ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ τρυφῇ καὶ τῇ ἀνέσει μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος, τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος ∆εσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν.
 [00989]  Ἀλλ' εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ καθάπερ θηρίῳ τῇ νηστείᾳ πυκτεύειν μέλλοντες, οὕτω τῇ γαστριμαργίᾳ καθοπλίζονται, καὶ διαῤῥήξαντες ἑαυτοὺς καὶ σκοτώσαντες, μετὰ πολλῆς τῆς παραφροσύνης ὑποδέχονται τὸ γαληνὸν καὶ ἥμερον τῆς νηστείας ὄμμα.
 [01577]  Ὥστε, κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείας, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῇ καὶ μάτην ἐποικοδομηθήσεται.
 [01885]  κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας αὐτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ ἑαυτῷ πολλὴν πεποιημένῳ τῶν τραυμάτων ἐπιμέλειαν, προσερχέσθω·
 [04267]  καὶ ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τῆς τοιαύτης θεωρίας ὑποδοχὴν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη, τότε τὸν ἄγγελον εἶδεν, καί φησιν·
 [05359]  Ἐλεημοσύνη καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων μείζων ἐστὶ θυσία, μόνον ἂν ἐκ δικαίου γίνηται κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας.
 [05809]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας.
000-00-00 Serial Number=0687649786
Epistula ad abbatem Ante [Go Back]  
 [00056]  Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι.
000-00-00 Serial Number=0859456062
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00466]  Ἀπαλλαγεῖσα τοῦ λογίζεσθαι τί ὁ δεῖνα ἥμαρτε καὶ τί ὁ δεῖνα ἐπλημμέλησεν, ἐννόει σου τοὺς ἄθλους διηνεκῶς τῆς καρτερίας, τῆς ὑπομονῆς, τῆς νηστείας, τῶν εὐχῶν, τῶν παννυχίδων τῶν ἱερῶν, τῆς ἐγκρατείας, τῆς ἐλεημοσύνης, τῆς φιλοξενίας, τῶν ποικίλων καὶ χαλεπῶν καὶ πυκνῶν πειρασμῶν.
000-00-00 Serial Number=0659405887
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05248]  Ἐκεῖνοι μὲν τὸν ἰατρὸν ἔδησαν, ὁ δὲ Θεὸς καὶ οὕτως δεικνὺς αὑτοῦ τὴν φιλανθρωπίαν, οὐκ ἐξέβαλεν αὐτὸν, ἀλλ' εἴασεν ἐν τῷ δεσμωτηρίῳ, ἵνα τὸν τούτων θυμὸν παραμυθήσηται, καὶ μὴ φιλονεικοτέρους ἐργάσηται, οὐ μὴν τῆς θεραπείας αὐτοὺς ἀπεστέρησεν, ἀλλὰ ποιεῖ διὰ γραμμάτων αὐτοὺς ἀναμνησθῆναι τὸ πᾶν, καὶ ἐν καιρῷ νηστείας.
 [05250]  Τίνος δὲ ἕνεκεν ἐν καιρῷ νηστείας;
 [05266]  *Ἐγὼ φυλάσσομαι, καὶ οὐ δύναμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου, καὶ εἰσελεύσῃ σὺ, καὶ ἀναγνώσῃ ἐν τῇ κεφαλίδι ταύτῃ, ἐν ᾧ ἔγραψας ἐκ στόματός μου τοὺς λόγους Κυρίου εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν ἡμέρᾳ νηστείας.
000-00-00 Serial Number=0250950456
Homilia de capto Eutropio Ante [Go Back]  
 [00848]  Εἴσελθε διὰ νηστείας.
000-00-00 Serial Number=0689634621
In Acta apostolorum Ante [Go Back]  
 [02307]  ∆ιὰ γοῦν τῆς ἀφελείας τὴν πᾶσαν αὐτῶν ἐδήλωσεν ἀρετὴν, πολὺ καὶ τῆς τῶν χρημάτων ὑπεροψίας, καὶ τῆς νηστείας, καὶ τῆς ἐν ταῖς εὐχαῖς καρτερίας μείζονα οὖσαν.
 [09117]  Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι.
000-00-00 Serial Number=0171128511
In Genesim sermo 3 Ante [Go Back]  
 [00074]  Προσέχετε, ὅτι τὸν ἀρτιφανῆ λαὸν προσκαλεῖται διὰ τοῦ Προφήτου τῆς νηστείας τὸ δῶρον κατορθώσασθαι·
 [00087]  Ὁρᾶτε, πιστοὶ, τῆς νηστείας τὴν χάριν;
000-00-00 Serial Number=0021507680
In Genesim sermones Ante [Go Back]  
 [00003]  καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης.
 [00006]  ἀλλ' οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη.
 [00009]  Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ' ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευματικῶν·
 [00794]  ἐν ᾧ καὶ περὶ νηστείας, καὶ περὶ τοῦ δεῖν ἐν οἰκίᾳ μελετᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ.
000-00-00 Serial Number=0523287654
In Joannem Ante [Go Back]  
 [02197]  Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία·
000-00-00 Serial Number=0046695292
In Psalmum 145 Ante [Go Back]  
 [00005]  ∆ιηνύσαμεν τῆς νηστείας τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα τῇ τοῦ Θεοῦ χάριτι λοιπὸν κατηντήσαμεν·
 [00251]  τὸ δὲ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν ψυχήν.
 [00259]  Ὁρᾷς πανταχοῦ μετὰ τῆς νηστείας τὴν προσευχήν;
000-00-00 Serial Number=0827729702
In diem natalem Ante [Go Back]  
 [00192]  Ὁ δὲ καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκη [49.358] νοπηγίας ἦν καὶ τῆς νηστείας·
 [00195]  τότε γὰρ τοὺς πολλοὺς καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας κατηγοροῦντες.
 [00269]  Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον·
000-00-00 Serial Number=0118354499
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00090]  νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω·
000-00-00 Serial Number=0282796025
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01526]  ἀλλὰ τὸ τῆς νηστείας κρεῖττον ποιεῖν παραινῶν, τὸ πάσης κακίας ἀπέχεσθαι.
000-00-00 Serial Number=0868023694
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05551]  τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρατείας, ἀγάπης διεῤῥηγμένης;
 [08612]  καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωμάζεις.
000-00-00 Serial Number=0314183950
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02525]  Τινὲς περὶ τῆς νηστείας τοῦτό φασιν εἰρῆσθαι·
 [03300]  ἢ γὰρ ἀγρυπνίας, ἢ νηστείας ἐπίτασις, ἤ τι τῶν τοιούτων τὰς νόσους ἐργάζεται·
000-00-00 Serial Number=0057673395
In epistulam ad Philippenses Ante [Go Back]  
 [03983]  Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ.
000-00-00 Serial Number=0518794417
In epistulam ad Romanos Ante [Go Back]  
 [04792]  Καὶ οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ καὶ Ἰνδοῖς καὶ Πέρσαις, καὶ ἑτέροις δὲ βαρβάροις πλείοσι, καὶ παρθένων χοροὶ καὶ μαρτύρων δῆμοι καὶ μοναχῶν συμμορίαι, καὶ πλείους οὗτοι λοιπὸν τῶν γεγαμηκότων εἰσὶ, καὶ νηστείας ἐπίτασις καὶ ἀκτημοσύνης ὑπερβολή·
 [09127]  Ἐνταῦθα δέ μοι δοκεῖ ἠρέμα καὶ περὶ νηστείας αἰνίττεσθαι.
 [09146]  Καὶ γὰρ περὶ νηστείας ὁ λόγος ἦν, καὶ τὴν ἐκείνων τοίνυν ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκλύων τὸν φόβον, ταῦτα ἔλεγεν.
000-00-00 Serial Number=0248163283
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00169]  Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νηστείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρα [51.278] νῶν μέμνηται·
000-00-00 Serial Number=0159360886
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00363]  Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο-λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ-δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς.
000-00-00 Serial Number=0815355480
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00084]  ἄρτοι δὲ καὶ λάχανα ἐφόδια νηστειῶν, ἐφ' ἃς ὁ Ἰησοῦς ὁ Κύριος ἡμᾶς ὁδηγήσειεν ἀμέμπτως, τὸν τῆς νηστείας δρόμον ἐκπληροῦντας.
000-00-00 Serial Number=0616109490
In illud Vidi dominum Ante [Go Back]  
 [01389]  Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι' ὧν καὶ αἱ νηστεῖαι.
 [01390]  Καθάπερ γὰρ τῶν ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι παλαισμάτων τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία·
 [01391]  ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν.
 [01392]  ∆ιὰ τοῦτο καὶ οἱ πατέρες ἐξέτειναν τῆς νηστείας τὸ στάδιον, προθεσμίαν μετανοίας διδόντες ἡμῖν, ἵνα καθηράμενοι καὶ ἀποσμήξαντες ἑαυτούς, οὕτω προσίωμεν.
000-00-00 Serial Number=0095134079
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00007]  Ὁ πατὴρ τῆς νηστείας, ἀγαπητοὶ, ἐστὶν ὁ νόμος τοῦ Θεοῦ·
 [00016]  ∆ιὸ, ἀγαπητοὶ, οἱ μὲν ἐρασταὶ τῆς νηστείας, τὸν νόμον τοῦ Θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ αὐτῶν, νηστεύουσιν εἰλικρινῶς, ἄνομοι δὲ οὐ νηστεύουσι.
 [00025]  Εἴ τις γὰρ εἰλικρινῶς νηστεύει, Χριστὸν μιμεῖται, γενόμενος ἐπὶ γῆς ἀγγέλοις ὁμοιοῦται, προφήτας ζηλοῖ, ἀποστόλοις κοινωνεῖ, καὶ ὅλως ἐναλλαγεὶς τὴν φύσιν διὰ τῆς νηστείας γίνεται δίκαιος ἐξ ἀδίκου, ἀγαθὸς ἐκ πονηροῦ, ἐξ ἀσεβοῦς εὐσεβὴ, καὶ οὕτω Χριστὸν κληρονομεῖ, τὸν θησαυρὸν τῆς ζωῆς·
000-00-00 Serial Number=0451700449
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00003]  Εὐλογητὸς ὁ Θεὸς ὁ χαρισάμενος τοῖς ἀγωνισταῖς τῆς νηστείας καὶ τὸ μέσον ἆθλον τῆς ἐγκρατείας θεάσασθαι.
 [00004]  Ἰδοὺ γὰρ ἐπὶ ταῖς θύραις ἑστήκαμεν τῶν μέσων τῆς νηστείας σκαμμάτων·
 [00006]  ∆εῦρο γοῦν θαῤῥοῦντες τῷ ἀγωνοθέτῃ Χριστῷ, κατατολμήσωμεν καὶ τῶν δευτέρων τῆς νηστείας παλαισμάτων.
 [00012]  Οὐρανόθεν ἡμᾶς νευροῖ πρὸς τὴν τῆς νηστείας εὐτονίαν, καὶ οὐρανόθεν ἐπαγγέλλεται διδόναι χαρίσματα τοῖς ἀθληταῖς τῆς νηστείας.
 [00013]  Μὴ τοίνυν ὀλιγωρήσωμεν πρὸς τοὺς ἀγῶνας, ἵνα καταλάβωμεν τῶν τῆς νηστείας στεφανιτῶν τὴν πόλιν.
 [00014]  Οὐρανὸν γὰρ περιπολοῦσιν οἱ τῆς νηστείας τρόφιμοι, οὐρανὸς ἀγκαλίζεται τοὺς μιμητὰς τῶν ἀγγέλων, ἐπειδὴ οὐράνιον τῶν νηστευόντων τὸ πολίτευμα.
 [00018]  Ἐλεύθερον τοῖς ἐθέλουσι τὸ σκάμμα τῆς νηστείας.
 [00020]  Σπεύσωμεν καὶ πρὸς τὸν μέσον ἀγῶνα τῆς νηστείας·
 [00023]  Λέλειπται γὰρ ὁ ἐχθρὸς τοῦ θράσους, ἀφῄρηται τὸ πλέον τῆς μάχης, νενίκηται τῇ τοῦ Θεοῦ κρίσει, δεδούλωται ἡττηθεὶς, ἐλήλαται διὰ νηστείας, ἐπ' ἐδάφους ὑπὸ νηπίων γελώμενος ἔῤῥιπται, ἐπιτάφιον αἰσχύνης ὑπ' αὐτῶν δεχόμενος ὄνειδος.
 [00024]  Μηδεὶς τοίνυν ὀκλάσῃ, ἀγαπητοὶ, περὶ τὸ μέσον τῆς νηστείας γενόμενος·
000-00-00 Serial Number=0688580930
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00043]  μᾶλλον δὲ τὰς ἀποστολικὰς μιμεῖται διδασκαλίας εὐσεβοῦς νηστείας ὁ τρυφητὴς νομοθέτης, καὶ τοῖς ἀνθρώποις κοινωνεῖν τὰ ἄλογα ταύτης κελεύει, διὰ τῆς ἀναμαρτήτου φύσεως εἰς οἶκτον μείζονα τὸν Θεὸν ἐπισπώμενος.
 [00119]  Φεῖσαι νηπίων ἀώρων ὑπὸ νηστείας ἐκλελυμένων.
000-00-00 Serial Number=0995700717
In principium jejuniorum Ante [Go Back]  
 [00002]  Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.
 [00003]  Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν·
 [00007]  ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ, τῆς νηστείας τὴν ἁγνείαν πρὸ τῶν θυρῶν ἑστῶσαν χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς κατὰ ψυχὴν ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·
 [00010]  ἀναπνεύσωσι τῶν ματαίων πόνων οἱ κεκμηκότες ταῖς ἁμαρτίαις, τὸν τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον·
 [00018]  Οἴχεται νῦν μοι τὰ τῆς πονηρίας μηχανήματα τῆς νηστείας φανείσης.
 [00022]  Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παράδεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐναβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται κάλλος·
 [00023]  καὶ τὸ δὴ τούτου δεινότερον, ὅτι παράδεισον διὰ παραβάσεως ἀπολέσας, τῷ τῆς νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν.
000-00-00 Serial Number=0208557665
In sancta et magna parasceve Ante [Go Back]  
 [00002]  Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν·
 [00050]  καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος.
000-00-00 Serial Number=0604837894
In sanctum pascha [1] Ante [Go Back]  
 [00170]  Ἀλλὰ τῆς αὐταρκείας καὶ τῆς χρείας γενώμεθα, ἵνα καὶ ψυχῇ καὶ σώματι τὸ προσῆκον ἀποπληρώσωμεν, ἵνα μὴ τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα ἀθρόον ἅπαντα ἐκχέωμεν.
000-00-00 Serial Number=0998943985
In venerandum crucem Ante [Go Back]  
 [00019]  Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν·
 [00029]  τίς μετοχὴ νηστείας πρὸς μέθην;
 [00045]  Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἐπεύχεται λέγων·
 [00066]  Ὥστε εἰ βούλει σεαυτῷ ἐπιθυμητὴν κατασκευάσαι τὴν τράπεζαν, δέξαι τὴν ἐκ τῆς νηστείας μεταβολήν.
 [00102]  Ὥστε εἰ βούλει ἰσχυρὸν ποιῆσαι τὸν νοῦν, δάμασον τὴν σάρκα διὰ νηστείας.
 [00109]  Μωϋσῆς δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας ἐδεήθη·
 [00122]  Καὶ τὰ μὲν ἐκ τῆς νηστείας ἀγαθὰ τοσαῦτα.
000-00-00 Serial Number=0005285382
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00204]  οὐ γὰρ ἂν εἰς τοσαύτην ἀλαζονείαν ἦλθεν, οὐκ ἂν εἶπεν, Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, εἰ μὴ ἐμέμνητο τῆς νηστείας αὐτοῦ καὶ τῆς δεκάτης·
 [00231]  καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας.
000-00-00 Serial Number=0607782185
Non esse desperandum Ante [Go Back]  
 [00029]  ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων ἀναγαγὼν, καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ σκοπέλῳ προσαράξας τῷ τῆς κενοδοξίας καὶ ἀπονοίας φρονήματι, ἐν αὐτῷ τῷ λιμένι τὸ ναυάγιον ὑπέμεινε·
000-00-00 Serial Number=0373228788
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00113]  τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν, ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων καὶ μέχρι τοσούτου τείνων ὀπίσω ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης φειδοῦς·
000-00-00 Serial Number=0045577943
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00008]  Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων·
 [00011]  τε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ω
000-00-00 Serial Number=0059963584
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00509]  τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας, ἵν' ἐν αὐτῷ τῷ ἑβδόμῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα Σάββατα σαββάτων καὶ ἄφεσιν ἁμαρτίας καλεῖ.
 [00542]  Περί τε εὐλαβείας, καὶ περὶ ἀποπομπαίου καὶ περὶ νηστείας·
 [02421]  Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις.
 [02453]  καὶ κωλύεται προσεύχεσθαι ὑπὲρ αὐτῶν ὁ προφήτης, καὶ παραιτεῖται ὁ Θεὸς τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ τοῖς ψευδοπροφήταις κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»