0345-0407 - Iohannes Chrysostomus - De Joseph et de castitate
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De Joseph et de castitate

[00001]    Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης.

56.587

[00002]    Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν·

[00003]    οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι.

[00004]    ∆ιὰ τοῦτο γάρ τοι καὶ ὁ Κύριος ἡμῶν ἐν ταῖς ἱεραῖς Βίβλοις τὸν βίον αὐτῶν ἀνεκήρυξεν, ἵνα μὴ μόνον ἀκούοντες ἐπαινῶμεν, ἀλλ' ἵνα καὶ ποθήσαντες τὴν αὐτῶν πολιτείαν ζηλώσωμεν.

[00005]    Φύσει γὰρ φιλόκαλον οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων εἰδὼς ὁ Κύριος, καὶ ἀεὶ τῶν κρειττόνων διὰ φιλοτιμίαν ἐφιεμένην, ὥσπερ κόσμιά τινα προτέθεικε τοὺς τῶν πατέρων ἄθλους, ἵνα ἕκαστος ἡμῶν πρὸς ἣν ἂν βούληται ἄθλησιν ἑαυτὸν μεταῤῥυθμίζῃ.

[00006]    Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋσέως, πραότητος ὁ τοῦ ∆αυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ ∆ανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης.

[00007]    Πρέπων δὲ καὶ ἐπέραστος τοῖς νέοις ὁ τοῦ Ἰωσὴφ βίος, καὶ ταῖς νέαις, μάλιστα ταῖς ἐν γάμῳ βιούσαις, ἡ τῆς μακαρίας Σουσάννης ἐνάρετος ἄθλησις·

[00008]    ἰσοστάσιος γὰρ ἀμφοτέροις ὁ ἀγών.

[00009]    Ὁ μὲν γὰρ δεσποίνης φόβον διὰ σωφροσύνην ἐπάτησεν, ἡ δὲ ἀρχόντων ἀπειλὰς θανατηφόρους διὰ σωφροσύνην παρελογίσατο.

[00010]    Ἀλλὰ πρότερον ἡμῖν ὁ τοῦ μακαρίου Ἰωσὴφ βίος διαγεγράφθω·

[00011]    ἐπειδὴ καὶ ἀρχαιότερος ὁ πατήρ·

[00012]    εἶθ' οὕτως ὁ τῆς μακαρίας Σουσάννης.

[00013]    Ὁ μακάριος τοίνυν Ἰωσὴφ ἐξ εὐγενῶν γονέων ὁρμώμενος, νέος ἔτι ὑπάρχων, ἄρτι τῶν ἰούλων τῶν τριχῶν ἐν ταῖς παρειαῖς ἀναβαλλόντων, ῥόδου δίκην ἀνθηροῦ ἀνὰ μέσον τῆς ξανθῆς γενειάδος τὸ τῆς μορφῆς ἄνθος πυκάζων, ἴου ἐαρινοῦ πορφυρίζοντος ἐν ταῖς κόραις τῶν ὀφθαλμῶν ἀποσώζων τὴν ὄψιν, λευκοὺς ἔχων ὀδόντας ὡς γάλα, πυρίζων τοῖς χείλεσιν, ὀφρύας ἔχων ἡπλωμένας ὑπὸ κρινοχρόῳ μετώπῳ δασύτητι τῶν τριχῶν ἀλλήλαις συνεζευγμένας.

[00014]    Καὶ τί πειρῶμαι τὸν νέον τῷ κάλλει διαγράφειν, ὃν ἡ Γραφὴ ὑπεράγαν ἐπῄνεσεν εἰρηκυῖα, Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα;

[00015]    Οὗτος πιπράσκεται διὰ βασκανίαν ἀδελφῶν, ὡς μὲν αὐτοῖς ἐδόκει, πρὸς δουλείαν, ὡς δὲ τῷ Θεῷ προώριστο, πρὸς βασιλείαν·

[00016]    καὶ ἤγετο εἰς Αἴγυπτον τὸ παιδάριον ὡς μειράκιον εὐτελές·

[00017]    οὔπω γὰρ ἑώρων αὐτοῦ οἱ πριάμενοι τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ ἠγνόουν αὐτὸν μέλλειν διὰ σωφροσύνης κοσμιότητα ὅλης Αἰγύπτου δεσπόζειν, καὶ ὅλην αὐτὴν ὀλλυμένην λιμῷ διασώζειν.

[00018]    Ἄγεται οὖν εἰς Αἴγυπτον, καὶ πιπράσκεται δεύτερον, καὶ οὐδ' ἅπαξ δουλοῦται.

[00019]    Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ' ἅπαξ δουλοῦται·

[00020]    ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ' ἅπαξ ἐλευθεροῦται·

[00021]    ὃν γὰρ ὁ ἴδιος τρόπος οὐκ ἐλευθεροῖ, τοῦτον μυρίοι χάρται καὶ μέλανα γράμματα ἐλευθερῶσαι οὐ δύνανται.

[00022]    Ἄγεται οὖν εἰς Αἴγυπτον, πιπράσκεται εἰς οἶκον Αἰγύπτιον, φιλεῖται ὑπὸ δεσπότου, φιλεῖται ὑπὸ δεσποίνης·

[00023]    ἀλλ' ὁ μὲν τοῦ δεσπότου πόθος ἀγαθὸς, ὁ δὲ τῆς δεσποίνης ἔρως πονηρός.

[00024]    Ὁ μὲν γὰρ αὐτὸν ἐφίλει δι' εὐλάβειαν, ἡ δὲ δι' οἶστρον ἀκολασίας·

[00025]    καὶ ὅσον ἐμηκύνετο ὁ χρόνος, καὶ τὸ τῆς μορφῆς κάλλος ἐπήνθει, τοσοῦτον ἐκείνης ὁ περὶ αὐτὸν δεινὸς ἔρως ἐπηύξανε, καὶ ἔμφυτον τὸ πῦρ τοῦ φίλτρου τὴν καρδίαν αὐτῆς διενέμετο.

[00026]    Καὶ δὴ ἀπατῆσαι τὸν νέον σκεπτομένη διὰ πάντων τῶν ἀπατώντων τὰς ὄψεις τῶν νέων ἐχώρει.

[00027]    τὴν μὲν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, φύκει τὰς παρειὰς ἐρυθραίνουσα, ψιμμυθίῳ δὲ τὸ μέτωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα, χρυσέοις δὲ κόσμοις τὸν τράχηλον αὐτῆς καὶ τὰς χεῖρας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα·

[00028]    καὶ ἦν ἁπλῶς παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων, ὡς ἐνόμιζεν, ἀπατῆσαι τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς κολακείαις μαγεύουσα, τὴν δὲ ὄσφρησιν τοῖς μυρίσμασι γοητεύουσα.

[00029]    Ἀλλ' ὅρα μοι γενναίου ἀθλητοῦ [56.588] τὴν ἀνδρείαν·

[00030]    οἶμαι γὰρ ὅτι ὁ Θεὸς συνεχώρει κατὰ τοῦ παιδὸς φέρεσθαι τὸν πειρασμὸν, ἵνα ὁμοῦ τε κρυπτομένην ἀρετὴν ἐν νέῳ φανερώσῃ, καὶ τῇ Ἐκκλησίᾳ παιδευτήριον μέγιστον τὸν ἐκείνου βίον καταλείψῃ.

[00031]    Οὐδὲν γάρ ἐστιν ὑπὸ τῶν πατέρων γεγονὸς ἀγαθὸν, ὃ μὴ ἐν τῇ Ἐκκλησίᾳ ὥσπερ στήλην ὑπόμνημα φέρουσαν τοῦ βίου καθίδρυσεν Θεός.

[00032]    Ὅρα οὖν μοι γενναίου ἀθλητοῦ τὴν ἀνδρείαν, ὅσα ἦν αὐτῷ τὰ μαχόμενα·

[00033]    Ἡ ἰδία νεότης αὐτῷ ἐπολέμει, ἡ ἡδονὴ ἔσωθεν ἐγαργάλιζε, καὶ ἡ γυνὴ ἔξωθεν προσεπάλαιεν τῇ ἐπαγγελίᾳ θωπεύουσα, καὶ τῇ θωπείᾳ κολακεύουσα·

[00034]    τὰ ἐπιπεμπόμενα γύναια ἐμόχλευε, καὶ ἡ κολακεία τὴν ἀκοὴν αὐτῷ καὶ τὴν αἴσθησιν ἔκνιζεν·

[00035]    ἀλλ' οὐδὲν τούτων κατισχῦσαι αὐτοῦ ἠδυνήθη.

[00036]    Οὔτε γὰρ ταῖς κολακείαις χαυνούμενος τὰς ἡνίας ἐνεδίδου, οὔτε ταῖς ἐπαγγελίαις φυσώμενος κατεφρόνει τῆς σωφροσύνης, οὔτε ταῖς ἀπειλαῖς ταπεινούμενος προεδίδου τὸν πλοῦτον τῶν ἀρετῶν·

[00037]    ἀλλὰ πάντα τὰ τοῦ σώματος αὐτοῦ μόρια τῷ σώφρονι λογισμῷ ἐχαλίνου.

[00038]    Καὶ ἐπεὶ οὐκ ἠδυνήθη τὸν νέον διὰ τοσούτων ὀργάνων ἀπατῆσαι τῶν ἐν αὐτῇ, δι' ἑαυτῆς ἐν οἰκίσκῳ τινὶ λαθραίως καὶ βιαίως κατεῖχεν αὐτὸν πρὸς ἄτακτον εὐνήν.

[00039]    Ἦν οὖν ἰδεῖν θέατρον μέγιστον, οὐκ ἐπίγειον, ἀλλ' οὐράνιον.

[00040]    Ἦν γὰρ ὁ Ἰωσὴφ ἐν τῷ σκάμματι τοῦ πειρασμοῦ μαχόμενος·

[00041]    τὸ στάδιον ἥπλωτο, οἱ ἀγῶνες ἐπετελοῦντο, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγωνοθέτης ἄνωθεν ἐπεῖδε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει·

[00042]    οἱ δαίμονες κάτω τὰ βραβεῖα προετίθουν τῇ Αἰγυπτίᾳ, καὶ οἱ ἄγγελοι ἄνω ἔπλεκον τῷ Ἰωσὴφ τοὺς στεφάνους·

[00043]    τῇ γὰρ Αἰγυπτίᾳ συνέτρεχον δαίμονες, καὶ τῷ Ἰωσὴφ συνέπνεον ἄγγελοι.

[00044]    Πολὺς ἦν ὁ ἀγὼν, τίς τίνα νικήσει·

[00045]    φροντὶς ἦν τοῖς ἀγγέλοις πολλὴ περὶ τοῦ Ἰωσὴφ, μή ποτε ἄρα τὰ μυρίσματα τοῦ γυναίου χαυνώσῃ τὸν νέον, μὴ τὰ μαλακὰ ἱμάτια, μὴ τὸ βλέμμα, μὴ τὸ σχῆμα, μὴ τὸ βῆμα, μὴ ἡ ἀκοὴ, μὴ ἡ θωπεία, μὴ ἡ κολακεία ἐκνευρώσῃ τὸν νέον·

[00046]    πολλὴ ἦν φροντὶς τοῖς ἀγγέλοις, πολλὴ ἡ ἐλπὶς τῶν δαιμόνων.

[00047]    Ὁ Ἰωσὴφ περὶ στεφάνου ἠγωνίζετο, ἡ Αἰγυπτία περὶ αἰσχύνης ἐμάχετο·

[00048]    ὁ μὲν περὶ ζωῆς, ἡ δὲ περὶ θανάτου.

[00049]    Καὶ οἷα ἦν τὰ ὑπὸ Αἰγυπτίας λεγόμενα;

[00050]    Τὰ μὲν ἐν ἀπειλαῖς, τὰ δὲ ἐν κολακείαις·

[00051]    ταῖς μὲν ἀπειλαῖς πτοοῦσα τὸν νέον, ταῖς δὲ κολακείαις μαγεύουσα·

[00052]    καὶ ταῖς μὲν ἀπειλαῖς λέγουσα·

[00053]    ∆έσποινά σού εἰμι, ἀργυρώνητός μου γέγονας·

[00054]    ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι·

[00055]    κἂν ἀντείπῃς, δεσμὰ καὶ φυλακαί σε μενοῦσι, καὶ μετὰ ταῦτα ἀπαραίτητος θάνατος·

[00056]    ἐὰν δὲ πεισθῇς, τιμαὶ, καὶ δορυφορίαι, καὶ παντὸς τοῦ οἴκου μου ἡ ἐξουσία ἐν τῇ χειρί σου δοθήσεται.

[00057]    Ἀλλὰ φοβῇ τὸν ἔλεγχον;

[00058]    ∆υνατὸν λαθεῖν τόν τε ἄνδρα τὸν ἐμὸν καὶ τοὺς ἐν τῷ οἴκῳ·

[00059]    μόνον πείσθητι, μόνον σύνθου τῇ πράξει, καὶ πάντων ἔσῃ δεσπότης.

[00060]    Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ εἶπεν·

[00061]    Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδέποτε·

[00062]    εὐγενῶν γὰρ γονέων εἰμὶ ἀπόγονος·

[00063]    Ἀβραὰμ γὰρ καὶ Ἰσαὰκ οἱ τῷ Θεῷ ὁμιλήσαντες ἐμοῦ πάπποι γεγόνασιν, Ἰακὼβ δὲ ὁ μετ' ἀγγέλου παλαίσας ἐμὸς πατήρ·

[00064]    δι' ὃ καὶ θαῤῥῶν σοι παλαίω·

[00065]    πέπραμαι δέ σοι διὰ βασκανίαν ἀδελφῶν·

[00066]    ἀλλ' οὐδὲν βλάψει τὴν τῆς ψυχῆς μου εὐγένειαν τὸ ὄνομα τῆς δουλείας.

[00067]    Καὶ γὰρ ἀχλὺς πολλάκις βάσκανος ἐπελθοῦσα τὰς τοῦ ἡλίου φαιδρὰς ἀκτῖνας πρὸς ὀλίγον ἀμαυροῖ, ἀλλ' οὐκ εἰς τέλος σκοτίζει·

[00068]    τῇ γὰρ ῥύμῃ τοῦ ἡλιακοῦ φωτὸς εὐθὺς ἐξελαύνεται·

[00069]    ὡσαύτως καὶ τὸ ὄνομα τῆς δουλείας οὐ σβέσει τὴν τῆς εὐγενείας μου αἴγλην·

[00070]    μετ' οὐ πολὺ γὰρ ὑπὸ τῆς ἀκτῖνος τῶν τρόπων μου διαχυθήσεται, καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἐκλάμψει τὸ τῆς εὐγενείας μου κάλλος.

[00071]    Πέπραμαί σοι, σύμφημι κἀγὼ, οὐκ ἀρνοῦμαι·

[00072]    δουλείας τὴν πρέπουσάν σοι ὑπηρεσίαν ἐξεπλήρωσα·

[00073]    ἀψευδής σοι γέγονα, ἀβλαβὴς, ἄμεμπτος, ἄδολος, ἀπρόσκοπος, ἀκατήγορος·

[00074]    οὐδεμία σοι κατ' ἐμοῦ ἀταξίας κατηγορία γεγένηται·

[00075]    καὶ νῦν συμβουλεύεις μοι ποιῆσαι πρᾶγμα ἀνόσιον, καὶ λαθραίως μοι, ὡς ὄφις, ὑποψιθυρίζεις, οἰομένη με δελεάζειν, καὶ ἀπειλαῖς θανατηφόροις κατακάμπτειν πρὸς τὸ ποθούμενόν σοι τῆς ἀκολασίας δρᾶμα;

[00076]    Μὴ ἀπατῶ, γύναι, μὴ πρόσεχέ μου τῇ νεότητι·

[00077]    δύναται καὶ νέος ἀσκὸς οἶνον φέρειν παλαιὸν, καὶ βαλάν [56.589] τιον καινὸν μαργαρίτας ἀρχαίους βαστάζειν.

[00078]    Νεαρὰν ὁρᾷς μου τὴν χλόην, ἀλλὰ πολιὸν περιβλέπου τὸ ἦθος·

[00079]    νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο·

[00080]    πολιὰν δέ μου τὴν καρδίαν ὁ νόμος εἰργάσατο.

[00081]    Μὴ ἀπατῶ, γύναι, οὐ νικήσεις μου τὴν ἀρετήν·

[00082]    οὐ νικήσεις Ἰωσὴφ τὸν τοῦ Ἰακὼβ υἱὸν, Ἰακὼβ ἐκείνου τοῦ ἔτι ἐν κοιλίᾳ ὄντος καὶ πτερνίσαντος, καὶ μετὰ ταῦτα μετὰ ἀγγέλου ἰσχύσαντος παλαῖσαι·

[00083]    μὴ ἀπατῶ, τὰ αὐτὰ τῷ πατρί μου παλαίω.

[00084]    Ἀλλὰ καὶ ἐπαγγελίαις θωπεύειν με νομίζεις.

[00085]    Τί τοιοῦτον, εἰπέ μοι, δύνασαί μοι ἐπαγγείλασθαι, οἷόν ἐστιν ἡ σωφροσύνη;

[00086]    Ποία βασιλεία ἰσόῤῥοπος αὐτῇ ἐστι, ποῖος θησαυρὸς ἰσοστάσιος αὐτῇ ἐστιν;

[00087]    ἀγνοεῖς, ὅτι ἡ σωφροσύνη οὐράνιόν ἐστι κτῆμα, ἀγγελικὸν πρᾶγμα, Θεοῦ χάρισμα;

[00088]    Ἔχε σου τὰς ἐπαγγελίας·

[00089]    αἱ σαὶ τιμαὶ ἀτιμίας εἰσὶ πρόξενοι·

[00090]    αἱ σαὶ τιμαὶ, ἃς ἐπαγγέλλῃ, αἰσχύνης εἰσὶν ἀπαρχαί·

[00091]    ὁ σὸς χρυσὸς γῆς ἐστι γέννημα, καὶ ἰοῦ δαπάνη·

[00092]    ὁ ἐμὸς δὲ χρυσὸς Θεοῦ ἐστι γέννημα, ἀΐδιον βλάστημα.

[00093]    Ἀλλὰ λανθάνειν οἴει τὸ πρᾶγμα.

[00094]    Ἀγνοεῖς τὸν τοῦ Θεοῦ ἀκοίμητον ὀφθαλμὸν, τὸν πάντα τὰ ἐν τῷ σκότει γινόμενα ἐφορῶντα πράγματα;

[00095]    πόσους δὲ οἴει νῦν ἐνθάδε ἑστάναι ἀγγέλους;

[00096]    ὑπὸ πόσοις δὲ μάρτυσι γίνεσθαι τὰ πραττόμενα;

[00097]    Ἐννόησον, γύναι, τὸν ἄνδρα σου, τοὺς ἀδελφούς σου, τοὺς φίλους, τοὺς γείτονας, τοὺς συγγενεῖς, τοὺς ἐπὶ τῇ σεμνότητί σου καυχωμένους·

[00098]    ἐννόησον τοὺς παρόντας ἀγγέλους, καὶ ἢ αὐτοὺς αἰσχύνθητι, ἢ τοὺς ἀπόντας ἀνθρώπους αἰδέσθητι.

[00099]    Ποίοις δὲ ὄμμασιν ἐπὶ τὸν ἄνδρα σου ὄψει, ᾧ ἐπιβουλεῦσαι προείλω;

[00100]    ποίας δὲ ἀγκάλας ἁπλώσεις αὐτῷ, ὃν θανατῶσαι ἐθέλησας;

[00101]    ποίοις ῥήμασιν αὐτὸν κολακεύσεις, οὗ τὴν εὐνὴν, τὸ ὅσον ἐπὶ σοὶ, ἐμίανας;

[00102]    Μνήσθητι, ὅσα αὐτῷ ὑπέσχου·

[00103]    πῶς τῆς σωφροσύνης τὴν πίστιν φυλάττειν αὐτῷ, πῶς πλεῖον ἑαυτῆς ἐκεῖνον μεθ' ὅρκων ἀγαπᾷν διεβεβαιοῦ.

[00104]    Μίμησαι, γύναι, τὴν τρυγόνα·

[00105]    ἐκείνη γὰρ ἑνὶ ἀνδρὶ μιγεῖσα, ἑτέρῳ οὐκ ἔτι μίγνυται·

[00106]    κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἰξευτοῦ θηραθῆναι, ἢ ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἑτέρῳ ἄῤῥενι οὐκ ἐπιμίγνυται, ἀλλὰ μένει ἐκδεχομένη ἀεὶ τὸν ποθούμενον, καὶ τῇ ἐκείνου μνήμῃ ἐναποθνήσκει.

[00107]    Παιδευσάτω σε, γύναι, ἢ ὁ τοῦ Θεοῦ φόβος, ἢ ὁ τῶν Ἑβραίων νόμος, ἢἡ τῶν ἀρχαίων σεμνὴ πολιτεία.

[00108]    Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν, ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα [56.590] το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων.

[00109]    Καὶ ἡ μὲν Αἰγυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε.

[00110]    Χαρὰ ἦν ἐν τῷ οὐρανῷ ἐπὶ τῇ νίκῃ τοῦ Ἰωσήφ·

[00111]    ἔχαιρον ἄγγελοι, ἔκλαιον δαίμονες, ἐστεφανοῦτο Ἰωσὴφ, ᾐσχύνετο ἡ Αἰγυπτία·

[00112]    ἥψατο αὐτῆς ἡ νίκη·

[00113]    τρέπεται πρὸς συκοφαντίαν, καὶ διαβάλλει τὸν Ἰωσὴφ πρὸς τὸν ἄνδρα τὸν ἴδιον, αἶσχος αὐτῷ ἐπιφημίσασα, Τί, λέγουσα, εἰσήγαγες ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν;

[00114]    Ἀγανακτεῖ ὁ ἀνὴρ, καὶ ἐμβάλλει αὐτὸν εἰς φυλακήν.

[00115]    Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦντας.

[00116]    Ἐμβάλλονται καὶ δύο εὐνοῦχοι τοῦ Φαραὼ εἰς φυλακήν·

[00117]    ὁρῶσιν ἐνύπνια·

[00118]    οὐδεὶς ἦν ὁ συγκρίνων·

[00119]    ἀναφέρουσι τῷ Ἰωσήφ·

[00120]    σαφηνίζει τὸ ἐγκεκαλυμμένον.

[00121]    Ἐκβάλλονται οἱ εὐνοῦχοι τῆς φυλακῆς·

[00122]    ἀποβαίνει αὐτοῖς καθ' ἃ συνέκρινεν ὁ Ἰωσήφ.

[00123]    Ὁρᾷ ὁ βασιλεὺς Φαραὼ ἐνύπνιον·

[00124]    οὐδεὶς ἦν ὁ σαφηνίζων·

[00125]    ἀναγγέλλει ὁ εὐνοῦχος περὶ τοῦ Ἰωσήφ·

[00126]    ἐκβάλλεται ἐκ τῆς φυλακῆς διὰ τὸ ἐνύπνιον.

[00127]    Καὶ ὅρα μοι μυστήριον·

[00128]    ∆ι' ἐνύπνιον ἐπράθη·

[00129]    δι' ἐνύπνιον ἠλευθερώθη.

[00130]    Τί γάρ;

[00131]    Συγκρίνει τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὁρᾷ αὐτοῦ ἀγχίνοιαν ὁ βασιλεὺς, καὶ ἐλευθέρωσεν αὐτὸν βασιλεύειν, πᾶσαν ἐξουσίαν αὐτῷ τῆς Αἰγύπτου ἐμπιστεύσας.

[00132]    Λαβὼν τὴν ἐξουσίαν ὁ Ἰωσὴφ, ἐν τῷ καιρῷ τοῦ λιμοῦ πάντας εὐεργέτει, ἀποδήμους, ἐνδήμους, φίλους, ἐχθροὺς, ξένους·

[00133]    ἔρχεται ὁ πατὴρ αὐτοῦ εἰς Αἴγυπτον·

[00134]    προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί.

[00135]    Εἰ γὰρ καὶ κατὰ τὴν ὁδὸν ἐτελεύτησεν ἐρχομένη, ἀλλ' οὖνγεἐν τῷ ἀνδρὶ προσεκύνησεν·

[00136]    ἀνὴρ γὰρ καὶ γυνὴ σὰρξ μία εἰσίν.

[00137]    Ἔρχονται καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἕνδεκα, προσκυνοῦσιν αὐτῷ·

[00138]    καὶ ἐπληρώθη τὸ ὅραμα, ὃ εἶδεν Ἰωσήφ·

[00139]    Ὤμην γὰρ, φησὶν, ὅτι ὁ ἥλιος, καὶ σελήνη, καὶ ἕνδεκα ἀστέρες προσεκύνουν μοι.

[00140]    ∆ιὰ τί ἕνδεκα;

[00141]    Ἐπεὶ ὁ Ἰούδας ἀπήγξατο·

[00142]    σύμβολον γὰρ ἦν ὁ πραθεὶς Ἰωσὴφ τοῦ πραθέντος ὑπὸ Ἰούδα Χριστοῦ.

[00143]    Ὁρᾷς πῶς διὰ σωφροσύνην ἐδικαιώθη, διὰ σωφροσύνην ἐν οὐρανοῖς βασιλεύει;

[00144]    Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα καὶ ὑμεῖς τὴν αὐτὴν πολιτείαν ζηλώσαντες, τὴν αὐτὴν δόξαν παρὰ Θεοῦ κομίσησθε.

[00145]    Ἀλλ' ἔδει ἡμᾶς καὶ περὶ τῆς μακαρίας Σουσάννης εἰπεῖν, μάλιστα ἐπαγγειλαμένους·

[00146]    ἀλλ' ἐπειδὴ βέλτιόν ἐστι μᾶλλον διψῶντας ἀναχωρῆσαι, καὶ μὴ τοὺς κορεσθέντας καὶ ἃ ἐδέξαντο ἐκπτύσαι, ἐν ἄλλῃ τηρήσαντες ἡμέρᾳ τὴν διήγησιν, Θεοῦ βουλήσει, νῦν ἐπὶ τὸν κρατῆρα τῆς μυσταγωγίας ἐκδράμωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00147]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Joseph et de castitate
Litterarum Omnium Conspectus: 124 Litterae, quae repetitae sunt in 9,937 occasionibus



α

0945 

759   

Α

0913 

15   

β

0946 

67   

Β

0914 

1   

γ

0947 

200   

Γ

0915 

1   

δ

0948 

173   

Δ

0916 

0   

ε

0949 

486   

Ε

0917 

2   

ζ

0950 

30   

Ζ

0918 

0   

η

0951 

125   

Η

0919 

0   

θ

0952 

106   

Θ

0920 

10   

ι

0953 

433   

Ι

0921 

0   

κ

0954 

280   

Κ

0922 

11   

λ

0955 

289   

Λ

0923 

1   

μ

0956 

283   

Μ

0924 

5   

ν

0957 

842   

Ν

0925 

1   

ξ

0958 

28   

Ξ

0926 

0   

ο

0959 

683   

Ο

0927 

4   

π

0960 

318   

Π

0928 

6   

ρ

0961 

344   

Ρ

0929 

0   

ς

0962 

434   

΢

0930 

0   

σ

0963 

372   

Σ

0931 

5   

τ

0964 

674   

Τ

0932 

7   

υ

0965 

217   

Υ

0933 

0   

φ

0966 

108   

Φ

0934 

4   

χ

0967 

72   

Χ

0935 

3   

ψ

0968 

17   

Ψ

0936 

0   

ω

0969 

116   

Ω

0937 

0   

8164 

5   

 

  

0   

8165 

9   

8172 

   



 ά 

 8049 

 106 

 έ 

 8051 

 118 

 ή 

 8053 

 46 

 ί 

 8055 

 191 

 ό 

 8057 

 85 

 ύ 

 8059 

 95 

 ώ 

 8061 

 29 

 ὰ 

 8048 

 87 

 ὲ 

 8050 

 36 

 ὴ 

 80852 

 93 

 ὶ 

 8054 

 124 

 ὸ 

 8056 

 120 

 ὺ 

 8058 

 29 

 ὼ 

 8060 

 14 

 ᾶ 

 8118 

 8 

   

   

 0 

 ῆ 

 8134 

 59 

 ῖ 

 8150 

 67 

   

   

 0 

 ῦ 

 8166 

 97 

 ῶ 

 8182 

 57 

 ἀ 

 7936 

 125 

 ἐ 

 7952 

 146 

 ἠ 

 7968 

 5 

 ἰ 

 7984 

 55 

 ὀ 

 8000 

 8 

 ὐ 

 8016 

 89 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 2 

 ἑ 

 7953 

 8 

 ἡ 

 7969 

 37 

 ἱ 

 7985 

 20 

 ὁ 

 8001 

 55 

 ὑ 

 8017 

 18 

 ὡ 

 8033 

 8 

 ἂ 

 7938 

 5 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 6 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 3 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 6 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 22 

 ἔ 

 7956 

 20 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 17 

 ὄ 

 8004 

 15 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 5 

 ἥ 

 7973 

 3 

 ἵ 

 7989 

 5 

 ὅ 

 8005 

 15 

 ὕ 

 8021 

 1 

 ὥ 

 8037 

 5 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 12 

 ἶ 

 7990 

 9 

   

   

 0 

 ὖ 

 8022 

 7 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 3 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 1 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 2 

 ᾳ 

 8115 

 9 

   

   

 0 

 ῃ 

 8131 

 14 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 11 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 5 

   

   

 0 

 ῇ 

 8135 

 25 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 35 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De Joseph et de castitate
Verborum Omnium Conspectus: 982Verba, quae repetita sunt in 997,424 occasionibus





[00122] [00146]
ἀΐδιον [00092]
ἀβλαβὴς [00073]
Ἀβραὰμ [00063]
ἀγαθὸν [00031]
ἀγαθὸς [00023]
Ἀγανακτεῖ [00114]
ἀγαπᾷν [00103]
ἀγγελικὸν [00087]
ἄγγελοι [00042] [00043] [00111]
ἀγγέλοις [00045] [00046]
ἀγγέλου [00063] [00082]
ἀγγέλους [00095] [00098]
ἀγγέλων [00041]
Ἄγεται [00018] [00022]
ἀγκάλας [00100]
ἀγνοεῖς [00087]
Ἀγνοεῖς [00094]
ἀγχίνοιαν [00131]
ἀγὼν [00044]
ἀγών [00008]
ἀγῶνες [00041]
ἀγωνοθέτης [00041]
ἀδελφοὶ [00137]
ἀδελφούς [00097]
ἀδελφῶν [00015] [00065]
ἄδολος [00073]
ἀεὶ [00005] [00106]
ἀετοῦ [00106]
ἄθλησιν [00005]
ἄθλησις [00007]
ἀθλητὴς [00108]
ἀθλητοῦ [00029] [00032]
ἄθλους [00005]
αἱ [00089] [00090]
αἴγλην [00069]
Αἰγυπτίᾳ [00042] [00043] [00060]
Αἰγυπτία [00047] [00109] [00111]
Αἰγυπτίας [00049]
Αἰγύπτιον [00022]
Αἴγυπτον [00016] [00018] [00022] [00070] [00133]
Αἰγύπτου [00017] [00131]
αἰδέσθητι [00098]
αἰσθήσεων [00028]
αἴσθησιν [00034]
αἶσχος [00113]
αἰσχύνης [00047] [00090]
αἰσχύνθητι [00098]
αἰῶνας [00146]
αἰώνων [00146]
ἀκατήγορος [00073]
ἀκοὴ [00045]
ἀκοὴν [00028] [00034]
ἀκοίμητον [00094]
ἀκολασίας [00024] [00075]
ἀκολουθοῦντες [00003]
ἀκούοντες [00004]
ἀκούσας [00060]
ἀκτῖνας [00067]
ἀκτῖνος [00070]
ἀλλ [00004] [00023] [00035] [00039] [00066] [00067] [00135] [00146]
Ἀλλ [00029] [00145]
ἀλλὰ [00003] [00037] [00078] [00106]
Ἀλλὰ [00010] [00057] [00084] [00093]
ἄλλῃ [00146]
ἀλλήλαις [00013]
ἀμαυροῖ [00067]
ἄμεμπτος [00073]
Ἀμήν [00147]
ἀμφοτέροις [00008]
ἂν [00005]
ἀνὰ [00013] [00070]
ἀναβαλλόντων [00013]
ἀναγγέλλει [00125]
Ἀναγκαῖος [00115]
ἀναιδῶς [00108]
ἀναλωθῆναι [00106]
ἀναυάγητοι [00002]
ἀναφέρουσι [00119]
ἀναχωρῆσαι [00146]
ἄνδρα [00058] [00097] [00099] [00113]
ἀνδρείαν [00029] [00032]
ἀνδρὶ [00105] [00135]
ἀνεκήρυξεν [00004]
ἀνεξικακίας [00006]
ἀνὴρ [00114] [00136]
ἀνθηροῦ [00013]
ἄνθος [00013]
ἀνθρώπους [00098]
ἀνθρώπων [00005]
ἀνόσιον [00075]
ἀντείπῃς [00055]
ἄνω [00042]
ἄνωθεν [00041]
ἅπαξ [00018] [00019] [00020]
ἀπαραίτητος [00055]
ἀπαρχαί [00090]
ἀπατῆσαι [00026] [00028] [00038]
ἀπατῶ [00076] [00081] [00083]
ἀπατώντων [00026]
ἀπειλαῖς [00036] [00050] [00051] [00052] [00075]
ἀπειλὰς [00009]
ἀπήγξατο [00141]
ἁπλῶς [00028]
ἁπλώσεις [00100]
ἀποβαίνει [00122]
ἀποβλέποντες [00002] [00003]
ἀπόγονος [00062]
ἀποδήμους [00132]
ἀποδυσάμενος [00108]
ἀπόντας [00098]
ἀποσώζων [00013]
ἀπρόσκοπος [00073]
ἄρα [00045]
ἀργυρώνητός [00053]
ἀρετὴν [00030]
ἀρετήν [00081]
ἀρετῶν [00017] [00036]
ἄριστος [00006]
ἀρνοῦμαι [00071]
ἄῤῥενα [00106]
ἄῤῥενι [00106]
ἄρτι [00013]
ἀρχαιότερος [00011]
ἀρχαίους [00077]
ἀρχαίων [00107]
ἀρχόντων [00009]
ἃς [00090]
ἀσθενοῦντας [00115]
ἀσκὸς [00077]
ἀστέρας [00002] [00003]
ἀστέρες [00139]
ἄτακτον [00038]
ἀταξίας [00074] [00109]
ἀτιμίας [00089]
αὐτὰ [00083]
αὐτῇ [00038] [00086] [00086]
αὐτὴν [00017] [00108] [00108] [00144] [00144]
αὐτῆς [00025] [00027] [00027] [00112]
αὐτοῖς [00015] [00122]
αὐτὸν [00003] [00017] [00024] [00025] [00038] [00101] [00114] [00131]
αὐτοῦ [00017] [00035] [00037] [00108] [00108] [00131] [00133] [00137]
αὐτοὺς [00098]
αὐτῷ [00032] [00033] [00034] [00100] [00102] [00103] [00113] [00131] [00134] [00137]
αὐτῶν [00004] [00004]
ἀχλὺς [00067]
ἀψευδής [00073]


βαλάν [00077]
βασιλεία [00086]
βασιλείαν [00015]
βασιλείας [00003]
βασιλεύει [00143]
βασιλεύειν [00131]
βασιλεὺς [00123] [00131]
βασκανίαν [00015] [00065]
βάσκανος [00067]
βαστάζειν [00077]
βαστάζων [00108]
βέλτιόν [00146]
βῆμα [00045]
βιαίως [00038]
Βίβλοις [00004]
βίον [00004] [00030]
βίος [00006] [00007] [00010]
βίου [00003] [00031]
βιούσαις [00007]
βλάστημα [00092]
βλάψει [00066]
βλέμμα [00045]
βουλήσει [00146]
βούληται [00005]
βουνὸς [00002]
βραβεῖα [00042]


γάλα [00013]
γάμῳ [00007]
γὰρ [00005] [00008] [00009] [00017] [00019] [00021] [00024] [00030] [00036] [00040] [00043] [00062] [00063] [00067] [00068] [00070] [00105] [00108] [00115] [00135] [00136] [00139] [00142]
γάρ [00004] [00031] [00130]
γε [00003]
γεγένηται [00074]
γέγονα [00061] [00073]
γέγονας [00053]
γεγόνασιν [00063]
γεγονὸς [00031]
γείτονας [00097]
γενειάδος [00013]
γενναῖος [00108]
γενναίου [00029] [00032]
γέννημα [00091] [00092]
γῆς [00091]
γίνεσθαι [00096]
γινόμενα [00094]
γνώμῃ [00019]
γοητεύουσα [00028]
γονέων [00013] [00062]
γράμματα [00021]
Γραφὴ [00014]
γυμνὸς [00108]
γύναι [00061] [00076] [00081] [00097] [00104] [00107]
γύναια [00034]
γυναίου [00045]
γυνὴ [00033] [00136]


δαίμονες [00042] [00043] [00111]
δαιμόνων [00046]
∆ανιὴλ [00006]
δαπάνη [00091]
δασύτητι [00013]
∆αυῒδ [00006]
δὲ [00007] [00009] [00015] [00023] [00024] [00027] [00027] [00028] [00028] [00048] [00050] [00051] [00056] [00063] [00092] [00095] [00096] [00099] [00100] [00109] [00144]
δέ [00003] [00065] [00080]
δεινὸς [00025]
δελεάζειν [00075]
δεσμὰ [00055]
δεσπόζειν [00017]
∆έσποινά [00053]
δεσποίνης [00009] [00022] [00023]
δεσπότης [00059]
δεσπότου [00022] [00023]
δεύτερον [00018]
δὴ [00026]
δῆμος [00041]
∆ι [00128]
δι [00024] [00024] [00038] [00064] [00129]
∆ιὰ [00004] [00140]
διὰ [00005] [00009] [00009] [00015] [00017] [00026] [00028] [00038] [00065] [00126] [00143] [00143]
διαβάλλει [00113]
διαγεγράφθω [00010]
διαγράφειν [00014]
διαμένουσιν [00002]
διανθίζουσα [00027]
διανοίας [00003]
διασώζειν [00017]
διαφόροις [00027]
διαχυθήσεται [00070]
διδάσκαλος [00006]
διεβεβαιοῦ [00103]
διενέμετο [00025]
διήγησιν [00146]
δικαιοσύνης [00109]
δίκην [00013]
διψῶντας [00146]
δοθήσεται [00056]
δόξα [00146]
δόξαν [00144]
δορυφορίαι [00056]
δουλείαν [00015]
δουλείας [00066] [00069] [00072]
δοῦλος [00020] [00061]
δουλοῦται [00018] [00019]
δρᾶμα [00075]
δύνανται [00021]
δύνασαί [00085]
δύναται [00077]
∆υνατὸν [00058]
δυνηθῶσιν [00108]
δύο [00116]


ἐὰν [00056]
ἐαρινοῦ [00013]
ἑαυτῆς [00038] [00103]
ἑαυτὸν [00005]
ἐβάσταζε [00109]
ἐβόα [00041]
Ἑβραῖον [00113]
Ἑβραίων [00107]
ἐγαργάλιζε [00033]
ἐγκεκαλυμμένον [00120]
ἔδει [00145]
ἐδέξαντο [00146]
ἐδικαιώθη [00143]
ἐδόκει [00015]
ἐθέλησας [00100]
ἐθεώρει [00041]
Εἰ [00135]
εἴδει [00014]
εἶδεν [00138]
εἰδὼς [00005]
εἶθ [00012]
εἰμὶ [00062]
εἰμι [00053]
εἰπέ [00085]
εἰπεῖν [00145]
εἶπεν [00060]
εἰργάσατο [00080]
εἰρηκυῖα [00014]
εἰρηκὼς [00108]
εἴρηται [00144]
Εἰς [00001]
εἰς [00003] [00016] [00018] [00022] [00022] [00067] [00108] [00114] [00116] [00133] [00146]
εἰσήγαγες [00113]
εἰσὶ [00089]
εἰσὶν [00090]
εἰσίν [00136]
ἐκ [00002] [00028] [00108] [00126]
ἕκαστος [00005]
ἐκβάλλεται [00126]
Ἐκβάλλονται [00121]
ἐκδεχομένη [00106]
ἐκδράμωμεν [00146]
ἐκείνη [00105]
ἐκείνης [00025]
ἐκεῖνον [00103]
ἐκείνου [00030] [00082] [00106]
ἐκείνους [00002]
ἐκείνων [00003]
Ἐκκλησίᾳ [00030] [00031]
Ἐκκλησίας [00003]
ἔκλαιον [00111]
ἐκλάμψει [00070]
ἐκνευρώσῃ [00045]
ἔκνιζεν [00034]
ἐκπτύσαι [00146]
ἐλαύνουσι [00003]
ἔλεγχον [00057]
ἐλευθεροῖ [00021]
ἐλεύθερος [00019]
ἐλευθεροῦται [00020]
ἐλευθερωθῇ [00020]
ἐλευθερῶσαι [00021]
ἐλευθέρωσεν [00131]
ἐλπὶς [00046]
ἐμάχετο [00047]
ἐμβάλλει [00114]
Ἐμβάλλονται [00116]
ἐμηκύνετο [00025]
ἐμίανας [00101]
ἐμὸν [00058]
ἐμὸς [00063] [00092]
ἐμοῦ [00063] [00074]
ἐμόχλευε [00034]
ἐμπαίζειν [00113]
ἐμπιστεύσας [00131]
ἔμφυτον [00025]
ἐν [00003] [00004] [00007] [00013] [00013] [00030] [00031] [00038] [00038] [00040] [00050] [00050] [00056] [00058] [00082] [00094] [00110] [00115] [00132] [00143] [00146] [00146]
ἐναποθνήσκει [00106]
ἐνάρετος [00007]
ἕνδεκα [00137] [00139] [00140]
ἐνδήμους [00132]
ἐνεδίδου [00036]
ἕνεκα [00054]
ἐνθάδε [00095]
ἑνὶ [00105]
ἐννόησον [00098]
Ἐννόησον [00097]
ἐνόμιζεν [00028]
ἐνύπνια [00117]
ἐνύπνιον [00123] [00126] [00128] [00129] [00131]
ἐξ [00013]
ἐξάπτονται [00108]
ἐξελαύνεται [00068]
ἐξεπλήρωσα [00072]
ἐξήλα [00108]
ἐξουσία [00056]
ἐξουσίαν [00131] [00132]
ἔξωθεν [00033]
ἐπαγγειλαμένους [00145]
ἐπαγγείλασθαι [00085]
ἐπαγγελίᾳ [00033]
ἐπαγγελίαις [00036] [00084]
ἐπαγγελίας [00088]
ἐπαγγέλλῃ [00090]
ἐπαινῶμεν [00004]
ἐπάτησεν [00009]
ἐπεὶ [00038]
Ἐπεὶ [00141]
ἐπεῖδε [00041]
ἐπειδὴ [00011] [00146]
ἐπελθοῦσα [00067]
ἐπέραστος [00007]
ἐπετελοῦντο [00041]
ἐπῄνεσεν [00014]
ἐπήνθει [00025]
ἐπηύξανε [00025]
ἐπὶ [00097] [00099] [00101] [00110] [00146]
ἐπιβουλεῦσαι [00099]
ἐπίγειον [00039]
ἐπικεκυφὼς [00041]
ἐπιμίγνυται [00106]
ἐπιπεμπόμενα [00034]
ἐπιφημίσασα [00113]
ἔπλεκον [00042]
ἐπληρώθη [00138]
ἐπολέμει [00033]
ἐπράθη [00128]
ἐρυθραίνουσα [00027]
ἔρχεται [00133]
ἐρχομένη [00135]
Ἔρχονται [00137]
ἔρως [00023] [00025]
ἔρωτες [00108]
ἔσῃ [00059]
ἐσθῆτα [00027]
ἑστάναι [00095]
ἐστεφανοῦτο [00111]
ἐστι [00086] [00087] [00091] [00092] [00146]
ἐστιν [00031] [00085] [00086]
ἔσωθεν [00033]
ἐτελεύτησεν [00135]
ἑτέρῳ [00105] [00106]
ἔτι [00013] [00082] [00105] [00108]
εὐγένειαν [00066]
εὐγενείας [00069] [00070]
εὐγενῶν [00013] [00062]
εὐεργέτει [00132]
εὐθὺς [00068]
εὐλάβειαν [00024]
εὐνὴν [00101]
εὐνήν [00038]
εὐνοῦχοι [00116] [00121]
εὐνοῦχος [00125]
εὐτελές [00016]
ἐφιεμένην [00005]
ἐφικέσθαι [00108]
ἐφίλει [00024]
ἐφορῶντα [00094]
ἔχαιρον [00111]
ἐχαλίνου [00037]
Ἔχε [00088]
ἐχθροὺς [00132]
ἔχων [00013] [00013]
ἐχώρει [00026]
ἑώρων [00017]


ζηλώσαντες [00144]
ζηλώσωμεν [00004]
ζωῆς [00048]


[00007] [00009] [00014] [00024] [00033] [00033] [00034] [00041] [00045] [00045] [00045] [00046] [00047] [00048] [00056] [00079] [00085] [00087] [00109] [00111] [00112] [00134] [00146]
[00098] [00098] [00106] [00107] [00107]
[00033]
ἤγετο [00016]
ἠγνόουν [00017]
ἠγωνίζετο [00047]
ἡδονὴ [00033]
ἠδυνήθη [00035] [00038]
ἢἡ [00107]
ἦθος [00078]
ἠλευθερώθη [00129]
ἡλιακοῦ [00068]
ἥλιος [00139]
ἡλίου [00067]
ἡμᾶς [00145]
ἡμέρᾳ [00146]
ἡμῖν [00010] [00113] [00144]
ἡμῶν [00004] [00005] [00146]
ἣν [00005]
ἦν [00028] [00032] [00044] [00045] [00046] [00049] [00110] [00115] [00118] [00124] [00142]
Ἦν [00039] [00040]
ἡνίας [00036]
ἤπειρος [00002]
ἡπλωμένας [00013]
ἥπλωτο [00041]
ᾐσχύνετο [00111]
ἥψατο [00112]


θανατηφόροις [00075]
θανατηφόρος [00028]
θανατηφόρους [00009]
θάνατος [00055]
θανάτου [00048]
θανατῶσαι [00100]
θαῤῥῶν [00064]
θέατρον [00039]
Θεὸς [00030]
Θεός [00031]
Θεοῦ [00087] [00092] [00094] [00107] [00144] [00146]
Θεῷ [00015] [00063]
θηραθῆναι [00106]
θησαυρὸς [00086]
θωπείᾳ [00033]
θωπεία [00045]
θωπεύειν [00084]
θωπεύουσα [00033]


Ἰακὼβ [00063] [00082] [00082]
ἰατρὸς [00115]
ἰδεῖν [00039]
ἰδία [00033]
ἴδιον [00113]
ἴδιος [00021]
ἰδὼν [00108]
ἱεραῖς [00004]
Ἰησοῦ [00146]
ἱμάτια [00045] [00108]
ἱματίοις [00108]
ἱματίων [00108]
ἵνα [00004] [00004] [00005] [00030] [00144]
ἰξευτοῦ [00106]
ἰοῦ [00091]
ἴου [00013]
Ἰούδα [00142]
Ἰούδας [00141]
ἰούλων [00013]
Ἰσαὰκ [00063]
ἰσόῤῥοπος [00086]
ἰσοστάσιος [00008] [00086]
ἰσχύσαντος [00082]
ἴχνεσι [00003]
Ἰὼβ [00006]
Ἰωσὴφ [00001] [00006] [00007] [00010] [00013] [00040] [00042] [00043] [00045] [00047] [00060] [00082] [00108] [00109] [00111] [00113] [00132] [00142]
Ἰωσήφ [00110] [00119] [00122] [00125] [00138]


κἀγὼ [00071]
καθ [00122]
καθίδρυσεν [00031]
καινὸν [00077]
καιομένην [00108]
καιρῷ [00132]
κάλλει [00014]
κάλλος [00025] [00070]
καλλωπίζουσα [00027]
καλλωπισμοῦ [00028]
Καλὸς [00014]
κἂν [00019] [00020] [00055] [00106]
καπνίζουσα [00027]
καρδίαν [00025] [00080]
καρπὸν [00109]
κατ [00074]
κατακάμπτειν [00075]
καταλείψῃ [00030]
κατεῖχε [00109]
κατεῖχεν [00038]
κατεφρόνει [00036]
κατέχουσαν [00108]
κατηγορία [00074]
κατισχῦσαι [00035]
κάτω [00042]
καυχωμένους [00097]
κενώσας [00108]
κοιλίᾳ [00082]
κολακεία [00034] [00045]
κολακείαις [00028] [00036] [00050] [00051]
κολακεύουσα [00033]
κολακεύσεις [00101]
κομίσησθε [00144]
κόραις [00013]
κορεσθέντας [00146]
κόσμιά [00005]
κοσμιότητα [00017]
κόσμοις [00027]
κρατῆρα [00146]
κράτος [00146]
κρειττόνων [00005]
κρινοχρόῳ [00013]
κρυπτομένην [00030]
κτῆμα [00087]
κυβερνῆται [00002]
Κύριος [00004] [00005]
Κυρίῳ [00146]


Λαβὼν [00132]
λαθεῖν [00058]
λαθραίως [00038] [00075]
λανθάνειν [00093]
λεγόμενα [00049]
λέγουσα [00052] [00113]
λειμῶνα [00027]
λευκαίνουσα [00027]
λευκοὺς [00013]
λιμένα [00003]
λιμὴν [00115]
λιμοῦ [00132]
λιμῷ [00017]
λογισμῷ [00037]
λύχνος [00115]


μαγεύουσα [00028] [00051]
μαθηταὶ [00003]
μακαρίας [00006] [00007] [00012] [00145]
μακάριος [00013]
μακαρίου [00006] [00010]
μαλακὰ [00045]
μαλακὴν [00027]
μάλιστα [00007] [00145]
μᾶλλον [00146]
μαργαρίτας [00077]
μάρτυσι [00096]
μαχόμενα [00032]
μαχόμενος [00040]
με [00075] [00084]
μεγάλα [00002]
μέγιστον [00030] [00039]
μεθ [00103]
μειράκιον [00016]
μέλανα [00021]
μέλανι [00027]
μέλλειν [00017]
μὲν [00009] [00015] [00023] [00024] [00027] [00028] [00048] [00050] [00051] [00052] [00061] [00109]
μένει [00106]
μενοῦσι [00055]
μέσον [00013]
μετ [00063] [00070]
μεταῤῥυθμίζῃ [00005]
μέτωπον [00027]
μετώπῳ [00013]
μήτηρ [00134]
μία [00136]
μιγεῖσα [00105]
μίγνυται [00105]
Μίμησαι [00104]
μνήμῃ [00106]
Μνήσθητι [00102]
μοι [00029] [00032] [00054] [00075] [00075] [00085] [00085] [00127] [00139]
μόνον [00004] [00059] [00059]
μόρια [00037]
μορφῆς [00013] [00025]
μου [00053] [00056] [00066] [00069] [00070] [00070] [00076] [00078] [00079] [00080] [00081] [00083]
μυριάκις [00019] [00020]
μυρίοι [00021]
μυρίσμασι [00027] [00028]
μυρίσματα [00045]
μύσους [00108]
μυσταγωγίας [00146]
μυστήριον [00127]
Μωϋσέως [00006]


νέαις [00007]
Νεαρὰν [00078]
νέοις [00007]
νέον [00014] [00026] [00028] [00038] [00045] [00045] [00051]
νέος [00013] [00077]
νεότης [00033]
νεότητι [00076]
νέῳ [00030]
νέων [00026]
νεωτέραν [00079]
νηστείας [00006]
νίκῃ [00110]
νίκη [00112]
νίκην [00108]
νικήσει [00044]
νικήσεις [00081] [00082]
νομίζεις [00084]
νόμος [00080] [00107]
νῦν [00075] [00095] [00146]


ξανθῆς [00013]
ξένους [00132]


[00004] [00005] [00006] [00006] [00006] [00006] [00006] [00007] [00008] [00010] [00011] [00012] [00021] [00023] [00023] [00025] [00025] [00030] [00040] [00041] [00041] [00044] [00048] [00060] [00063] [00080] [00091] [00092] [00107] [00107] [00108] [00109] [00114] [00115] [00115] [00115] [00115] [00118] [00122] [00123] [00124] [00125] [00131] [00132] [00133] [00139] [00141] [00142]
[00031] [00064] [00138]
[00009] [00013] [00019] [00024] [00047]
ὁδὸν [00135]
ὀδόντας [00013]
Οἱ [00002]
οἱ [00003] [00003] [00017] [00041] [00042] [00042] [00063] [00108] [00121] [00137] [00137]
οἷα [00049]
οἴει [00093] [00095]
οἰκίσκῳ [00038]
οἶκον [00022]
οἴκου [00056]
οἴκῳ [00058]
οἶμαι [00030]
οἶνον [00077]
οἰομένη [00075]
οἷόν [00085]
οἷς [00002]
οἶστρον [00024] [00108]
ὅλην [00017] [00108]
ὅλης [00017]
ὀλίγον [00067]
ὀλλυμένην [00017]
ὁμιλήσαντες [00063]
ὄμμασιν [00099]
ὁμοῦ [00030]
ὃν [00014] [00021] [00100]
ὄνομα [00003] [00066] [00069]
ὄντος [00082]
ὁρᾷ [00131]
ὅρα [00029] [00127]
Ὁρᾷ [00123]
Ὅρα [00032]
ὅραμα [00138]
ὁρᾷς [00078]
Ὁρᾷς [00143]
ὀργάνων [00038]
ὅρκων [00103]
ὁρμώμενος [00013]
ὄρος [00002]
ὁρῶσιν [00117]
ὅσα [00032] [00102]
ὅσον [00025] [00101]
ὄσφρησιν [00028]
ὅταν [00108]
ὅτι [00030] [00087] [00139]
οὐ [00002] [00002] [00003] [00021] [00069] [00070] [00081] [00082]
οὗ [00101]
οὐδ [00018] [00019] [00020]
οὐδεὶς [00118] [00124]
οὐδεμία [00074]
Οὐδὲν [00031]
οὐδὲν [00035] [00066]
οὐδέποτε [00061]
οὐκ [00002] [00002] [00021] [00038] [00039] [00067] [00071] [00105] [00106]
οὖν [00006] [00018] [00022] [00032] [00039]
οὖνγεἐν [00135]
οὔπω [00017]
οὐράνιόν [00087]
οὐράνιον [00039]
οὐρανοῖς [00143]
οὐρανῷ [00110]
οὖσαν [00005]
Οὔτε [00036]
οὔτε [00036] [00036]
Οὗτος [00015]
οὕτως [00012]
ὀφθαλμὸν [00094]
ὀφθαλμοὺς [00027]
ὀφθαλμῶν [00013]
ὄφις [00075]
ὀφρύας [00013]
ὄψει [00014] [00099]
ὄψεις [00026]
ὄψιν [00013] [00027] [00028] [00079]


παγὶς [00028]
παῖδα [00113]
παιδάριον [00016]
Παιδευσάτω [00107]
παιδευτήριον [00030]
παιδὸς [00030]
παλαιὸν [00077]
παλαῖσαι [00082]
παλαίσας [00063]
παλαίω [00064] [00083]
πάλῃ [00041]
πάλιν [00020]
πάντα [00037] [00094]
πάντας [00132]
παντὸς [00056]
πάντων [00026] [00059]
πάπποι [00063]
παρὰ [00144]
παρειαῖς [00013]
παρειὰς [00027]
παρελογίσατο [00009]
παρέσχετο [00079]
παρόντας [00098]
πᾶσαν [00070] [00131]
πασῶν [00028]
πατέρας [00003]
πατέρων [00005] [00031]
πατὴρ [00133]
πατήρ [00011] [00063]
πατρί [00083] [00134]
πεινῶντας [00115]
πειρασμὸν [00030]
πειρασμοῦ [00040]
πειρῶμαι [00014]
πεισθῇς [00056]
πείσθητι [00059]
πελάγει [00003]
πελάγους [00002]
Πέπραμαί [00071]
πέπραμαι [00065]
πέπρασαι [00054]
περὶ [00001] [00025] [00045] [00047] [00047] [00048] [00048] [00125] [00145]
περιβλέπου [00078]
πιπράσκεται [00015] [00018] [00022]
πίστιν [00103]
πλεῖον [00103] [00108] [00108]
πλοῦτον [00017] [00036]
ποθήσαντες [00004]
πόθος [00023]
ποθούμενόν [00075]
ποθούμενον [00106] [00108]
πόθῳ [00003]
Ποία [00086]
ποίας [00100]
ποιῆσαι [00075]
Ποίοις [00099]
ποίοις [00101]
ποῖος [00086]
πολιὰν [00080]
πολιὸν [00078]
πολιτεία [00107]
πολιτείαν [00004] [00144]
πολλάκις [00067]
πολλὴ [00045] [00046] [00046]
πολὺ [00070]
Πολὺς [00044]
πονηρός [00023]
πορφυρίζοντος [00013]
πόσοις [00096]
πόσους [00095]
ποτε [00045]
πρᾶγμα [00075] [00087] [00093]
πράγματα [00094]
πραθεὶς [00142]
πραθέντος [00142]
πραθῇ [00019]
πράξει [00059]
πραότητος [00006]
πραττόμενα [00096]
πρέπουσάν [00072]
Πρέπων [00007]
πριάμενοι [00017]
προεδίδου [00036]
προείλω [00099]
προετίθουν [00042]
πρόξενοι [00089]
πρὸς [00002] [00003] [00003] [00005] [00015] [00015] [00038] [00067] [00075] [00108] [00108] [00113] [00113] [00115] [00115] [00115]
πρός [00002]
προσεκύνησεν [00135]
προσεκύνουν [00139]
προσεπάλαιεν [00033]
προσευχῆς [00006]
πρόσεχέ [00076]
προσκυνεῖ [00134]
προσκυνοῦσιν [00137]
προτέθεικε [00005]
πρότερον [00010]
προώριστο [00015]
πτερνίσαντος [00082]
πτοοῦσα [00051]
πυκάζων [00013]
πῦρ [00025]
πυρίζων [00013]
πῶς [00103] [00103] [00143]


ῥήμασιν [00101]
ῥόδου [00013]
ῥυθμίζοντες [00002]
ῥύμῃ [00068]


σαὶ [00089] [00090]
σαλεύοντες [00002]
σάλπιγξ [00041]
σὰρξ [00136]
σαφηνίζει [00120]
σαφηνίζων [00124]
σβέσει [00069]
σε [00055] [00107]
σελήνη [00139]
σεμνὴ [00107]
σεμνότητί [00097]
σημαίνουσι [00002]
σιτοδότης [00115]
σκάμματι [00040]
σκάμματος [00108]
σκάφος [00002]
σκεπτομένη [00026]
σκόπελοί [00002]
σκότει [00094] [00115]
σκοτίζει [00067]
σοὶ [00101]
σοι [00064] [00065] [00071] [00072] [00073] [00074] [00075]
σὸς [00091]
σού [00053]
σου [00056] [00088] [00097] [00097] [00097] [00099]
Σουσάννης [00006] [00007] [00012] [00145]
στάδιον [00041]
στεφάνου [00047]
στεφάνους [00042]
στήλην [00031]
συγγενεῖς [00097]
Συγκρίνει [00131]
συγκρίνων [00118]
συκοφαντίαν [00113]
συμβῇ [00106]
σύμβολον [00142]
συμβουλεύεις [00075]
σύμφημι [00071]
σὺν [00108] [00134]
συνεζευγμένας [00013]
συνέκρινεν [00122]
συνέπνεον [00043]
συνέτρεχον [00043]
συνεχώρει [00030]
σύνθου [00059]
σφόδρα [00014]
σχῆμα [00045]
σώματος [00037]
σώφρονι [00037]
σωφροσύνη [00085] [00087]
σωφροσύνην [00009] [00009] [00143] [00143]
σωφροσύνης [00001] [00006] [00017] [00036] [00103] [00108]


Τὰ [00050]
τὰ [00032] [00034] [00037] [00042] [00045] [00045] [00049] [00050] [00083] [00094] [00096] [00108] [00109]
ταῖς [00004] [00007] [00007] [00013] [00013] [00028] [00036] [00036] [00036] [00051] [00051] [00052]
ταπεινούμενος [00036]
τὰς [00026] [00027] [00027] [00036] [00067] [00088]
Ταῦτα [00060] [00108] [00144]
ταῦτα [00055] [00082]
ταύτης [00054] [00106]
τε [00030] [00058]
τείνοντες [00003]
τέλος [00067]
τῇ [00014] [00019] [00030] [00031] [00033] [00033] [00041] [00042] [00043] [00056] [00059] [00060] [00068] [00076] [00097] [00106] [00110]
τὴν [00002] [00004] [00005] [00013] [00025] [00027] [00027] [00028] [00028] [00028] [00029] [00032] [00034] [00034] [00066] [00069] [00070] [00072] [00078] [00079] [00080] [00081] [00101] [00103] [00104] [00108] [00132] [00135] [00144] [00144] [00146]
τηρήσαντες [00146]
τῆς [00003] [00003] [00003] [00006] [00007] [00012] [00013] [00013] [00023] [00025] [00036] [00054] [00066] [00066] [00069] [00069] [00070] [00070] [00075] [00103] [00108] [00109] [00109] [00121] [00126] [00131] [00145] [00146]
Τί [00085] [00113] [00130]
τί [00014] [00140]
τιμαὶ [00056] [00089] [00090]
τίνα [00044]
τινα [00005]
τινὰς [00003]
τινας [00002]
τινες [00002]
τινὶ [00038]
τιον [00077]
τίς [00044]
τὸ [00002] [00003] [00013] [00016] [00025] [00025] [00027] [00041] [00045] [00045] [00045] [00066] [00069] [00070] [00075] [00078] [00093] [00101] [00108] [00108] [00120] [00126] [00131] [00138] [00146]
το [00108]
τοι [00004]
τοίνυν [00013]
τοιοῦτον [00085]
τοῖς [00003] [00007] [00013] [00020] [00028] [00045] [00046] [00108] [00115]
τὸν [00001] [00003] [00004] [00014] [00017] [00026] [00027] [00028] [00030] [00030] [00036] [00038] [00045] [00045] [00051] [00057] [00058] [00082] [00094] [00094] [00097] [00099] [00106] [00106] [00108] [00109] [00113] [00113] [00113] [00146]
τόν [00058]
τοσοῦτον [00025]
τοσούτων [00038]
τότε [00108]
τοῦ [00003] [00006] [00006] [00006] [00006] [00006] [00007] [00010] [00023] [00025] [00028] [00030] [00031] [00037] [00040] [00045] [00045] [00056] [00067] [00068] [00082] [00082] [00094] [00107] [00108] [00108] [00110] [00116] [00125] [00131] [00132] [00142]
τοὺς [00003] [00005] [00027] [00042] [00058] [00097] [00097] [00097] [00097] [00097] [00098] [00098] [00115] [00115] [00115] [00146] [00146]
τοῦτο [00004]
τοῦτον [00021]
τούτου [00003]
τούτων [00035]
τράχηλον [00027]
τρέπεται [00113]
τριχῶν [00013] [00013]
τρόποις [00020]
τρόπος [00021]
τρόπων [00070]
τρυγόνα [00104]
τυγχάνοντες [00003]
τῷ [00003] [00014] [00014] [00015] [00037] [00040] [00042] [00043] [00058] [00063] [00083] [00094] [00110] [00119] [00132] [00134] [00135] [00146]
τῶν [00005] [00005] [00005] [00013] [00013] [00013] [00013] [00017] [00026] [00026] [00028] [00031] [00036] [00038] [00041] [00046] [00070] [00107] [00107] [00108] [00146]


υἱὸν [00082]
ὑμεῖς [00144]
ὑπάρχων [00013]
ὑπεράγαν [00014]
ὑπέσχου [00102]
ὑπηρεσίαν [00072]
ὑπὸ [00013] [00022] [00022] [00031] [00049] [00070] [00096] [00106] [00106] [00142]
ὑπογράφουσα [00027]
ὑπόμνημα [00031]
Ὑπομονῆς [00006]
ὑποψιθυρίζεις [00075]


φαιδρὰς [00067]
φαινομένου [00028]
φανερώσῃ [00030]
Φαραὼ [00116] [00123] [00131]
φέρειν [00077]
φέρεσθαι [00030]
φέρουσαν [00031]
φησὶν [00139]
φιλεῖται [00022] [00022]
φιλόκαλον [00005]
φιλοτιμίαν [00005]
φίλους [00097] [00132]
φίλτρου [00025]
φοβῇ [00057]
φόβον [00009]
φόβος [00107]
φροντὶς [00045] [00046]
φύκει [00027]
φυλακαί [00055]
φυλακήν [00114] [00116]
φυλακῆς [00121] [00126]
φυλάττειν [00103]
φύλλα [00109]
Φύσει [00005]
φύσιν [00005]
φύσις [00079]
φυσώμενος [00036]
φωτὸς [00068]


χαμαὶ [00108]
Χαρὰ [00110]
χάρισμα [00087]
χάρται [00021]
χαυνούμενος [00036]
χαυνώσῃ [00045]
χείλεσιν [00013]
χειμαζομένους [00115]
χεῖρας [00027]
χειρί [00056]
χέρσον [00002]
χλόην [00078]
χρείας [00054]
Χριστοῦ [00142]
Χριστῷ [00146]
χρόνος [00025]
χρυσέοις [00027]
χρυσὸς [00091] [00092]


ψιμμυθίῳ [00027]
ψυχῆς [00003] [00066]


[00061]
[00099] [00146]
ὧδε [00113]
ὡραῖος [00014]
ὡς [00013] [00015] [00015] [00016] [00028] [00075]
ὡσαύτως [00069]
ὥσπερ [00005] [00020] [00027] [00031] [00108]