Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐσέβειαν [161]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐσέβειαν


000-00-00 Serial Number=0215529501
Ad illuminandos catecheses Ante [Go Back]  
 [00280]  Ἄνθρωπος γάρ ἐστιν, οὐχ ὅστις ἁπλῶς χεῖρας καὶ πόδας ἔχει ἀνθρώπου, οὐδ' ὅστις ἐστὶ λογικὸς μόνον, ἀλλ' ὅστις εὐσέβειαν καὶ ἀρετὴν μετὰ παῤῥησίας ἀσκεῖ.
000-00-00 Serial Number=0230895042
Ad populum Antiochenum Ante [Go Back]  
 [00458]  Καίτοι γε τὸ ἐλάχιστον μέρος τῆς πόλεως ἐνταῦθά ἐστιν, ἐλάχιστον κατὰ τὸ πλῆθος, τὸ δὲ κεφάλαιον κατὰ τὴν εὐσέβειαν.
 [01515]  κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐσέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμέν.
 [01519]  οὕτω καὶ σὺ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωὴν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατηρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει.
 [01522]  Ἀλλ' ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπέβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περιουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος, τῶν παίδων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάντων, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος.
 [01676]  καὶ σὺ μὲν ἐξ ἀρχῆς τὴν εὐσέβειαν διεδέξω παρὰ πατέρων, καὶ ἐκ πρώτης ἡλικίας τοῖς ἱεροῖς γράμμασιν ἐνετράφης·
 [02274]  Οὐ γὰρ φιλονεικοῦντες, ἀλλὰ φιλοσοφοῦντες ταῦτα ἔπραξαν, οὐδὲ δι' ἀπόνοιαν, ἀλλὰ δι' εὐσέβειαν·
 [03637]  [49.134] καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ φιλοσοφίαν καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον.
 [04880]  Ἐπειδὴ γὰρ τὴν ἐκείνων εὐσέβειαν διεδέξαντο, διὰ τοῦτο καὶ τὴν αὐτῶν παῤῥησίαν ἐπεδείξαντο·
 [04947]  τῆς γὰρ ἀπὸ τοῦ πλήθους καὶ τῶν τειχῶν ἀσφαλείας πολλῷ μείζονα εἶχε δύναμιν, τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0679854572
Adversus Judaeos Ante [Go Back]  
 [00568]  Εἴ τι μαθεῖν θέλουσιν αἱ γυναῖκες, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτᾷν, ἵνα ὥσπερ διδάσκαλος καὶ κηδεμὼν καὶ προστάτης, εἰς εὐσέβειαν αὐτὴν ἐνάγῃς.
 [01015]  ὑμεῖς δὲ τὸν ἀληθῆ Θεὸν προσκυνοῦντες, ἀφέντες τὴν πατρῴαν εὐσέβειαν, πρὸς τὰ ἀλλότρια ηὐτομολήσατε·
 [01408]  Αἱρήσονται γὰρ οὐχὶ τῶν οἰκείων καταφρονεῖν μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτῶν, καὶ πάντα ὑπομεῖναι καὶ παθεῖν, ὥστε μὴ ἀρνήσασθαι τὴν εὐσέβειαν.
 [01413]  Πολλοὶ γοῦν ἐν προοιμίοις καὶ ἐν ἀρχῇ, μᾶλλον δὲ ἔτι καὶ νῦν, διὰ τὴν εὐσέβειαν μισοῦνται, ἐκβάλλονται τῶν οἰκιῶν τῶν πατρῴων, καὶ πρὸς οὐδὲν ἐπιστρέφονται τούτων, ἱκανὴν παραμυθίαν ἔχοντες τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν.
 [01644]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως.
 [02203]  Κἂν γὰρ μυρία τις καταβάλῃ χρήματα, οὐδὲν τοιοῦτον ἐργάζεται, ὅσον ὁ ψυχὴν διασώζων, καὶ πλάνης ἀπάγων, καὶ πρὸς εὐσέβειαν χειραγωγῶν.
 [02813]  Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν, διὰ μικρὰν ἀῤῥωστίαν τὴν εὐσέβειαν προέδωκας.
 [02830]  Εὖγε, εὖγε, ὦ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνὴρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ' ἐκείνην τὴν ἡμέραν.
 [02834]  Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα.
 [02838]  Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0785307527
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01220]  Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται·
000-00-00 Serial Number=0299454033
Catecheses ad illuminandos Ante [Go Back]  
 [00956]  Πότε δυνησόμεθα λοιπόν, εἰπέ μοι, τὸν πλανώμενον εἰς τὴν ἀλήθειαν χειραγωγῆσαι καὶ εἰς τὴν εὐσέβειαν ἐπισπάσασθαι τοσαύτῃ ῥαθυμίᾳ κεχρημένον;
000-00-00 Serial Number=0702998400
Commentarius in Job Ante [Go Back]  
 [00238]  ὁρᾷς τὴν εὐσέβειαν;
 [00259]  τὸ γὰρ πλουτεῖν οὐχὶ πρὸς εὐσέβειαν, ἀλλὰ πρὸς τοὐναντίον ἐπαίρει.
 [00400]  ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο.
 [01305]  εἶπόν τι ῥῆμα καὶ τελεύτα, μὴ νομίσῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν.
 [03358]  ὅρα τὴν εὐσέβειαν τοῦ ἀνδρός·
000-00-00 Serial Number=0341913640
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00024]  Οὐδὲν ἐμπόδισμα πρὸς εὐσέβειαν.
000-00-00 Serial Number=0814022899
Contra theatra Ante [Go Back]  
 [00063]  Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ' εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ' αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος [56.545] ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.
 [00080]  τοσούτους αὐτῷ παῖδας ἀγαθοὺς ὁ κατ' εὐσέβειαν τρόπος ἐφόρησεν.
 [00082]  Ὦ μακαρία ψυχὴ, τοσοῦτον πλῆθος κατορθωμάτων ὑφ' ἓν χωρήσασα! Σὺ πάμφορος ἀληθῶς χώρα, σὺ πεδίον πάγκαρπον τῶν κατ' εὐσέβειαν ἔργων, σὺ λειμὼν εὐανθὴς παντοίοις δικαιοσύνης ἄνθεσι βρύων, σὺ καὶ στέφανος εὐπρεπὴς, μέσον ἔχων τῆς πίστεως μαργαρίτην προλάμποντα.
000-00-00 Serial Number=0418630183
De Lazaro Ante [Go Back]  
 [02586]  πῶς δὲ ἐναγαγεῖν αὐτοὺς ἰσχύσομεν, καὶ πείσομεν μετατάξασθαι εἰς τὴν εὐσέβειαν, ὅταν ὁρῶσι τοὺς μεθ' ἡμῶν τεταγμένους εἰς τὰ ὀλέθρια ἐκεῖνα καὶ πάσης λύμης γέμοντα θέατρα συμφυρομένους αὐτοῖς;
000-00-00 Serial Number=0979503155
De Maccabeis Ante [Go Back]  
 [00178]  ἐβούλετο μὲν γὰρ μεταστῆσαι τὸν τύραννον πρὸς τὴν οἰκείαν εὐσέβειαν·
 [00214]  ἀλλ' ἐκράτει διὰ τὴν εὐσέβειαν, καὶ φύσις ἐμάχετο χάριτι, καὶ ἡ νίκη τῆς χάριτος ἦν·
000-00-00 Serial Number=0860299766
De fato et providentia Ante [Go Back]  
 [00044]  Τὸν φίλον τῷ Θεῷ καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπραγίας τῆς ἐνταῦθα δοκίμαζε, ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα, καὶ νόσῳ κενούμενον, καὶ πρὸς εὐσέβειαν βλέποντα, μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε, κἂν μυρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ δια [50.752] παντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν.
000-00-00 Serial Number=0465163350
De gloria in tribulationibus Ante [Go Back]  
 [00039]  Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας.
000-00-00 Serial Number=0096312344
De incomprehensibili dei natura Ante [Go Back]  
 [01325]  οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός.
000-00-00 Serial Number=0303146124
De jejunio [1] Ante [Go Back]  
 [00008]  νηστεία πρὸς εὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει·
 [00020]  Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν.
 [00067]  ∆ιδάσκει χαλινὸν τῶν βρωμάτων, περιτίθησι τὴν ἐγκράτειαν, καὶ σοφῶς ἡνιοχοῦσα πρὸς εὐσέβειαν καὶ σωφροσύνην.
 [00073]  Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων.
000-00-00 Serial Number=0069302499
De jejunio de Davide Ante [Go Back]  
 [00053]  Καιρὸς τοῦ ἐκριζῶσαι τὴν ἀσέβειαν, καὶ καιρὸς τοῦ φυτεῦσαι τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0548360229
De jejunio sermones 1 Ante [Go Back]  
 [00234]  Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἡμῶν ἀποσμήχουσα·
000-00-00 Serial Number=0966106474
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00448]  Ταῦτα τίνα οὐχ ἱκανὰ ἐφελκύσασθαι πρὸς τὴν εὐσέβειαν;
000-00-00 Serial Number=0585609436
De mutatione nominum Ante [Go Back]  
 [01185]  Ὅρα πόση κατηγορία τῆς ἔξωθεν σοφίας, ὅτι μὴ μόνον μηδὲν φαίνεται συντελοῦσα πρὸς τὴν εὐσέβειαν, ἀλλὰ καὶ ἐμπόδισμα καὶ κώλυμα γίνεται.
000-00-00 Serial Number=0796375453
De paenitentia [1] Ante [Go Back]  
 [01753]  Καὶ εἰ βούλει ξένον ἐπακοῦσαι λόγον, ξένον μὲν ὅσον εἰς συνήθειαν, ἀληθινὸν δὲ ὅσον εἰς εὐσέβειαν, ἄκουσον.
 [02015]  ὢ καλοῦ δόλου οὐ προδιδόντος τὰ θεῖα, ἀλλὰ φυλάττοντος τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0893752694
De precatione [1] Ante [Go Back]  
 [00055]  οὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν μετεπήδησεν.
 [00123]  Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σωφροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς ἡ προσευχὴ καὶ ἡ δέησις! Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσευχῆς καὶ δεήσεως ἔρημον·
000-00-00 Serial Number=0600095093
De pseudoprophetis Ante [Go Back]  
 [00260]  Καὶ ὁ Σολομὼν λέγει, ὅτι ∆υσσεβοῦντες ὑποκρίνονται εὐσέβειαν.
000-00-00 Serial Number=0923145533
De regressu Ante [Go Back]  
 [00004]  Ἐγὼ δέ, οὔτε τεσσαράκοντα ἡμέρας, ἀλλὰ καὶ πεντήκοντα καὶ ἑκατὸν καὶ πλείους, εὗρον ὑμᾶς καὶ συγκεκροτημένους καὶ φιλοσοφίαν καὶ μείζονα τὴν εὐσέβειαν ἐπιδεικνυμένους·
000-00-00 Serial Number=0315261304
De resurrectione mortuorum Ante [Go Back]  
 [00078]  Οὐ γὰρ ἐκ προγόνων τὴν εὐσέβειαν διαδεξαμένους τοὺς ἀνθρώπους ἔλαβον οἱ ἀπόστολοι, ἀλλ' ἐν βλακείᾳ καὶ τρυφῇ καὶ μέθῃ καὶ αἰσχρότητι καὶ ἀκολασίᾳ τραφέντας.
 [00204]  ἀλλὰ ἀνάγκη πάντως τὸν ἀγωνισάμενον, τὸν σπείραντα τὴν εὐσέβειαν, καὶ πολλοὺς ἐνεγκόντα πόνους, ἐπιτυχεῖν τοῦ τέλους.
000-00-00 Serial Number=0992612720
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00103]  Ἀλλ' ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις, ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ·
000-00-00 Serial Number=0586962283
De virtute animi Ante [Go Back]  
 [00035]  Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται.
000-00-00 Serial Number=0362202168
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02751]  Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν.
 [05738]  ἀλλὰ τὴν εὐσέβειαν αὐτοῦ οὐκ ἐσύλησεν.
 [09999]  ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι θανάτους δέῃ, μὴ παραιτώμεθα μηδέν.
 [09999]  Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ, ὡς ποθεῖς.
000-00-00 Serial Number=0049116790
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00046]  εὐσεβῆ αὔξεσθαι καὶ προκόπτειν διὰ τῆς διδασκαλίας πρὸς τὴν εὐσέβειαν θελήσειν, ἵνα οὕτως πολιτευσάμενοι καταξιωθῶμεν τῆς τῶν οὐρανῶν λήξεως ταῖς εὐχαῖς καὶ πρεσβείαις σου καὶ πάντων τῶν συναθλησάντων σοι χάριτι Χριστοῦ, μεθ' οὗ ἡ δόξα τῷ πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0887970090
Epistula ad episcopos Ante [Go Back]  
 [00001]  ΤΟΙΣ ΕΓΚΕΚΛΕΙΣΜΕΝΟΙΣ ΕΠΙΣΚΟΠΟΙΣ, Πρεσβύτεροις καὶ διακόνοις ἐν δεσμωτηρίῳ δι' εὐσέβειαν.
000-00-00 Serial Number=0860118687
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00114]  Ἐπειδὴ γὰρ δίκαιος ἦν Ἰωσίας, καὶ ὀρθὴν εἶχε τὴν γνώμην περὶ τὴν εὐσέβειαν, οὐκ ἠδύνατο δὲ ἀφ' ἑαυτοῦ γνῶναι τὸ καλὸν πάντων εἰς ἀσέβειαν ἐκκλινόντων τῶν αὐτοῦ προγόνων, καὶ μάλιστα κομιδῇ νέος παραχθεὶς τὴν βασιλείαν·
 [00811]  ἀλλ' ἐπειδή τινες ἦσαν, οὐ γνησίως μετιόντες τὴν εὐσέβειαν, ἐλέγχει αὐτοὺς ὁ προφήτης διὰ τούτων τῶν ῥημάτων, καὶ τῇ παραθέσει τῶν δέκα φυλῶν παρανόμους τούτους δείκνυσιν, ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι·
 [00955]  Τουτέστι γνησίως μεταβάλλεσθε, μὴ διὰ τὸν φόβον τοῦ βασιλέως ὑποκρίνεσθε τὴν εὐσέβειαν.
 [02132]  δι' εὐσέβειαν;
 [04301]  Τουτέστιν, Εἰ ἐνέμενον τοῖς ἐμοῖς νομίμοις, καὶ τὴν παρ' ἐμοῦ χάριν ἀνέμενον, πάντως ἂν εὐσέβειαν τὸν λαὸν ἐδίδασκον.
 [04813]  τῇ γὰρ ἑκάστου ὠφελείᾳ τὴν περιττὴν εὐσέβειαν δείκνυσι.
 [05195]  ∆ιὰ τοῦτο ὁ Θεὸς πείθων αὐτὸν, καὶ τὴν ἅλωσιν προεῖπε, καὶ ἤλεγξε τὴν γνώμην τῶν σχηματιζομένων τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0915047407
Fragmenta in Job Ante [Go Back]  
 [00093]  καὶ πρῶτον αὐτῷ τὴν εὐσέβειαν προσάπτει, λέγων·
 [00257]  Πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε, τοῦ Θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος, ἐν τῷ λέγειν, ἄμεμπτος, ἄνθρωπος ἀληθινὸς, ἀσύγκριτόν τινα τὴν ἀρετὴν ἔχων, τά τε πρὸς ἀνθρώπους δίκαια φυλάττων ἀμέμπτως, τήν τε πρὸς τὸν Θεὸν εὐσέβειαν ἀκριβῶς μετιών;
 [01015]  ∆ιὰ τοῦτο καὶ ὁ Ἰὼβ ἐν συμφοραῖς ὢν ἐπιθυμεῖ τοῦ θανάτου, καὶ ταῦτα λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ, Εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα, μὴ νομίζῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν.
000-00-00 Serial Number=0523637712
Fragmenta in Proverbia Ante [Go Back]  
 [00137]  ἔστι γὰρ δι' εὐσέβειαν.
000-00-00 Serial Number=0315237403
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00318]  Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
000-00-00 Serial Number=0275826514
Homilia de capto Eutropio Ante [Go Back]  
 [00214]  Ἀλλὰ τὴν εὐσέβειαν οὐκ ἐσύλησεν.
 [00837]  Ἐπειδὴ γὰρ οὐ πάντες βίου ἑνός ἐσμεν, ἀλλ' ὁ μὲν παρθενίαν, ὁ δὲ χηρείαν, ὁ δὲ εὐσέβειαν ἀσκεῖ·
000-00-00 Serial Number=0825394630
In Acta apostolorum Ante [Go Back]  
 [01514]  Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ' αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν.
 [06182]  ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ διὰ τὴν τότε κρατοῦσαν εὐσέβειαν.
 [09999]  ∆ιεσπάρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅμα μὲν ἐξ ἐκείνου τοῦ νόμου λυομένου, ἅμα δὲ διδάσκοντες εὐσέβειαν τοὺς ἀνθρώπους.
 [09999]  Καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν·
 [09999]  Πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ.
000-00-00 Serial Number=0570183933
In Genesim sermones Ante [Go Back]  
 [01597]  Οὐ γάρ ἐστι κατηγορία παίδων ἐν εὐσεβείᾳ ζώντων ἡ τῶν πατέρων κακία, ἀλλ' εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ ἐγκώμιον μᾶλλον, ὅτι μὴ παρὰ προγόνων δεξάμενοι τὴν εὐσέβειαν, μηδὲ τοὺς χειραγωγοῦντας ἔχοντες, ἀλλ' ὥσπερ ἐν ἐρήμῳ καὶ ἀβάτῳ ὁδεύοντες, ἠδυνήθησαν τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν εὑρεῖν.
000-00-00 Serial Number=0092835069
In Joannem Ante [Go Back]  
 [05078]  Πλὴν ἐπεί τινας καὶ παρὰ Χριστιανοῖς εἶναι πονηρῶς βιοῦντας, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐ περὶ τῶν ἐξ ἀρχῆς γενομένων Χριστιανῶν, καὶ ἐκ προγόνων διαδεξαμένων τὴν εὐσέβειαν τοῦτο λέγει·
 [05643]  Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως·
000-00-00 Serial Number=0441324532
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00040]  οὕτω πρὸς ἡμᾶς τὸν πόλεμον ἀκροβολιζόμενος, ἵνα ἂν μὲν εἴξωσι, καταγέλαστος ἡ ἧττα γένηται, ὅτι χρημάτων τὴν εὐσέβειαν οὐ προετίμησαν·
000-00-00 Serial Number=0084027529
In Psalmos 101-107 Ante [Go Back]  
 [00393]  Οὕτω τῷ Ἰοὺ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον.
 [00646]  Στρουθία δὲ καλεῖ τὰς παρὰ τοῦ διαβόλου καὶ τῶν αὐτῶν πραττόντων διωκομένας ψυχὰς δι' εὐσέβειαν, δυνηθείσας δὲ αὐτοῦ τὰς παγίδας φυγεῖν, περὶ ὧν ὁ ∆αυῒδ ἔλεγεν·
 [01036]  Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λα χὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνον χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος.
000-00-00 Serial Number=0778904378
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00186]  οὐχ ὑπερηφανίαν, ἀλλ' εὐσέβειαν κέκτη μαι·
000-00-00 Serial Number=0762816310
In Psalmum 094 Ante [Go Back]  
 [00016]  πῶς πάντας ἡμᾶς προτρέπεται εἰς μετά νοιαν καὶ πρὸς εὐσέβειαν καλεῖ καὶ σωτηρίαν, λέγων·
000-00-00 Serial Number=0792953074
In Romanum martyrem Ante [Go Back]  
 [00007]  [50.612] θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς τεταμένον προθεῖσαι δίαυλον.
000-00-00 Serial Number=0194425106
In decem virgines Ante [Go Back]  
 [00142]  Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος.
000-00-00 Serial Number=0201862037
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00005]  πάλιν ἡ τοῦ Χριστοῦ λαμπαδοῦχος σοφία ἅψασα λύχνον, καὶ ἐπὶ τὴν λυχνίαν τοῦ σταυροῦ ἐπιθεῖσα, πᾶσαν τὴν οἰκουμένην δᾳδουχεῖ πρὸς εὐσέβειαν.
000-00-00 Serial Number=0481492162
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00175]  τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν;
 [03652]  Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέβειαν τὸ ἐν τιμῇ εἶναι τοὺς διδασκάλους·
000-00-00 Serial Number=0924279034
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01141]  Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, μηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂν ὁτιοῦν παθεῖν.
 [01370]  ∆ικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα.
 [01947]  ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ τοὺς Ἕλληνας παρ [62.644] ελαύνῃ τῇ ἀσεβείᾳ;
000-00-00 Serial Number=0188386679
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00460]  [61.22] προδόται, καὶ πόρναι γυναῖκες σώφρονες, καὶ λῃσταὶ εὐδοκίμησαν, καὶ μάγοι προσεκύνησαν, καὶ ἀσεβεῖς εἰς εὐσέβειαν μετέβαλον, ἐπί τε τῆς Καινῆς ἐπί τε τῆς Παλαιᾶς·
 [02226]  πολλοὶ δὲ καὶ ἀπὸ προγόνων ἐδέξαντο τὴν εὐσέβειαν.
 [04592]  Ὡς ἐπὶ τῶν Σαμαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο·
 [04867]  Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης.
 [05665]  Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
 [05706]  Ταῦτα γὰρ οὐκ ἔστι κωλύματα εἰς εὐσέβειαν.
 [05781]  ὥσπερ, ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα.
 [05815]  Καὶ τί [61.157] ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα.
 [06129]  Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω·
 [09855]  Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν·
000-00-00 Serial Number=0306158960
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01390]  καὶ γὰρ ἐν ἀμφοτέροις τὴν εὐσέβειαν δεῖ ζητεῖν.
 [02498]  γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
 [02521]  Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν, τουτέστι, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν·
 [02597]  Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
 [02600]  Γύμναζε, φησὶ, σεαυτὸν πρὸς εὐσέβειαν.
 [03861]  Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, διαπα ρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
 [03878]  Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος.
 [03880]  Ὁ γὰρ εἰδὼς τοὺς κατ' εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν·
 [03916]  Καὶ ἀπεστερημένων, φησὶ, τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
 [03929]  Εἰπὼν δὲ ὅτι νομίζουσι πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἐπήγαγεν·
 [03995]  ∆ιὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα.
 [04103]  ἴδωμεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0160056472
In epistulam ad Colossenses Ante [Go Back]  
 [03594]  πάντα ποίει τὰ εἰς τιμὴν ἀνήκοντα, ἄνευ τοῦ βλάπτεσθαι τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0164220870
In epistulam ad Ephesios Ante [Go Back]  
 [05015]  μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0891656876
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01826]  Ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν μυρίους ὑποστῆναι δέῃ θανάτους, μηδὲν παραιτώμεθα.
 [01827]  Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ ὡς ποθεῖς·
 [08754]  Τὸ σὸν μέρος, φησὶν, εἰρήνευε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ' ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως·
000-00-00 Serial Number=0177061260
In epistulam ad Romanos Ante [Go Back]  
 [01280]  Ἕλληνας δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολατροῦντας, ἀλλὰ τοὺς θεοσεβοῦντας, τοὺς τῷ φυσικῷ πειθομένους νόμῳ, τοὺς πλὴν τῶν Ἰουδαϊκῶν παρατηρήσεων πάντα τὰ πρὸς εὐσέβειαν συντελοῦντα διατηροῦντας·
 [08344]  καὶ σοὶ μισθὸς μείζων καὶ ὁ πειρασμὸς ἐλάττων, κἀκεῖνος ἀποστήσεται διώκων, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ διδασκαλία τῷ πεπλημμελημένῳ γενήσεται πρὸς εὐσέβειαν ἡ σὴ φιλοσοφία.
 [08428]  εἰ δέ που τὴν εὐσέβειαν παραβλαπτομένην ἴδοις, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ' ἵστασο γενναίως ἕως θανάτου·
 [08548]  οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή.
 [08579]  Οὕτω γὰρ καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους ἐπεσπάσατο μᾶλλον πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν.
 [09467]  Τὸ ἀγαθὸν ἐνταῦθα ἢ τὴν πίστιν φησὶν, ἢ τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἢ τὴν ἀπηρτισμένην εὐσέβειαν.
 [09619]  Πότε δὲ εὐκολώτερον [60.642] εἶναι τὴν εὐσέβειαν εὑρεῖν, νῦν ἢ τότε;
 [09626]  Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι παρὰ πατέρων ἐδέξατο τὴν εὐσέβειαν ὁ Ἀβραάμ·
 [09999]  οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ.
000-00-00 Serial Number=0855210900
In epistulam ad Titum Ante [Go Back]  
 [00003]  Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνω σιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπι στεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.
 [00036]  Κατὰ πίστιν ἐκλεκτῶν τοῦ Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου.
 [00044]  διὰ τοῦτο ἐπήγαγε τὸ, Καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν.
 [00057]  Καὶ ἐπίγνωσιν, φησὶν, ἀληθείας τῆς κατ' εὐσέβειαν.
 [00058]  Ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ' οὐ κατ' εὐσέβειαν·
 [00060]  ἀλλ' αὕτη κατ' εὐσέβειαν ἡ ἀλήθεια.
 [00100]  Τοῦτο γὰρ τὰ πάντα εἶχε, τὸ εὐαγγέλιον, καὶ τὰ ἐνταῦθα καὶ μέλλοντα, τὴν ζωὴν, τὴν εὐσέβειαν, τὴν πίστιν, πάντα ὁμοῦ.
 [00858]  ἀκουέτωσαν, καὶ παιδευέσθωσαν διὰ τῶν οἰκείων τρόπων ἐνάγειν αὐτοὺς εἰς εὐσέβειαν.
000-00-00 Serial Number=0405173600
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00074]  ἴσως γὰρ ἂν παρ' αὐτοῦ μαθόντες τὴν ἐν Χριστῷ εὐσέβειαν, ζῶντες μετὰ τούτου, ὑπὸ τοῦ κήτους ἐν Νινευῒ ἐξεῤῥίπτοντο.
 [00130]  Μὴ γράφε, [61.710] ἀντὶ τοῦ, Τὴν ἀλήθειαν, τοῦ, Μηδεὶς ὠφελείσθω, μηδεὶς ἄρτιος ἔστω πρὸς εὐσέβειαν.
000-00-00 Serial Number=0439550638
In illud Exiit edictum Ante [Go Back]  
 [00241]  ἔμελλε γὰρ καλὰ δοκεῖν τοῖς ἀνθρώποις τὰ πρὸς εὐσέβειαν.
000-00-00 Serial Number=0971124113
In illud Exiit qui seminat Ante [Go Back]  
 [00070]  οὐ κέγχρον ὀρνεοτρόφον, ἀλλὰ θεῖον λόγον, διάπυρον, κόκκῳ σινάπεως παρεικαζόμενον, σφοδρῶς πρὸς εὐσέβειαν καὶ φρόνησιν τὰς ψυχὰς ἡμῶν ἐκθερμαίνοντα.
000-00-00 Serial Number=0409789920
In illud Messis quidem multa Ante [Go Back]  
 [00088]  καὶ τοσοῦτον ἀπεῖχον τοὺς ἄλλους παιδεύειν καὶ πρὸς εὐσέβειαν χειραγωγεῖν, ὅτι δὴ καὶ τοῖς ἄλλοις σκανδάλων αἴτιοι τότε ἐγίνοντο·
000-00-00 Serial Number=0181133807
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00014]  Ἔπαινος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων·
000-00-00 Serial Number=0042578220
In illud Vidua eligatur Ante [Go Back]  
 [00253]  καὶ σπουδάζωμεν μὴ χρήματα αὐτοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην.
000-00-00 Serial Number=0619316757
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00102]  Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκαπήλευτον, θεογνωσίαν ἀφιλάργυρον, παρθενίαν ἀῤῥύπωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον·
 [00191]  τὴν ὁρμαῖαν διάσπασον, καὶ τὴν εὐσέβειαν κήρυξον·
000-00-00 Serial Number=0343385816
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00020]  αὐτὸς γὰρ ἡμῖν καὶ ὑπανέγνωσται, ὥσπερ ἀπὸ βασιλικῆς εἰκόνος τῆς βίβλου τῆς ἀρχαίας ἐκλάμπων τὴν οἰκείαν εὐσέβειαν.
000-00-00 Serial Number=0995824635
In pharisaeum et meretricem Ante [Go Back]  
 [00234]  Ἐὰν μὴ καὶ σὺ θαυμάσῃς τὴν εὐσέβειαν καὶ τὴν ἐργασίαν αὐτῆς, μέμφου τοῖς ἐμοῖς οἰκτιρμοῖς.
000-00-00 Serial Number=0002070189
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00099]  Τοῦ σοῦ, Βασιλεῦ, ὀνόματος φεῖσαι, μὴ Νινευΐταις ἀπαιτῶν δίκας, φευκτὴν ὡς ἀνόνητον τὴν εὐσέβειαν ποιήσῃς·
000-00-00 Serial Number=0780147493
In principium Actorum Ante [Go Back]  
 [00035]  ἀλλ' ἐπλούτουν κατὰ τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0992973685
In principium indictionis [1] Ante [Go Back]  
 [00157]  μὴ γενώμεθα χείρους μιᾶς γυναικὸς ἀλλοφύλου, εἰ εἰς εὐσέβειαν πλέον ἡμεῖς ἢ ἐκείνη ἀπελαύσαμεν θέας.
000-00-00 Serial Number=0900820792
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00064]  Ἀλλ' ἱκανῶς καὶ ταῖς τροπαιοφόροις ἐμπανηγυρίσαντες γυναιξὶν, καὶ τὸ χρήσιμον πανταχοῦ τῇ ὑποθέσει κεράσαντες, καὶ τάφον παλαιὸν νεαρῷ τάφῳ κοσμήσαντες, καὶ παράλογον ἀναβίωσιν καρτερικῷ θανάτῳ συῤῥάψαντες, καὶ ἀνδράσι τε καὶ γυναιξὶν ὑποδείγματα πρὸς ἀρετήν τε καὶ εὐσέβειαν ὑποθέμενοι, καὶ θάνατον ἀοίδιμον καὶ ἀνάστασιν ζηλωτὴν ἐπιδείξαντες, εὐχαριστήσωμεν ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντι Χριστῷ·
000-00-00 Serial Number=0975802422
In sanctam Pelagiam Ante [Go Back]  
 [00043]  τὸ τῆς κόρης τοίνυν καὶ αὐτοὶ μεταδιώξωμεν σῶφρον, τὰ κατὰ τῶν ἡδονῶν ἀνελώμεθα τρόπαια, ἀκολασίαν ἐπιοῦσαν ῥηγνύωμεν, πρὸ τῆς ψυχῆς τὴν εὐσέβειαν σφίγγωμεν, δικαστὴν ἐκ πειρασμῶν μεταλλεύω \μεν, εὐκαίρους ἐπιδειξώμεθα τόλμας, νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ὁ Κύριος μεταχωνεύσηι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος αὐτοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0042788684
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00127]  Πόλεμος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρη σκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες.
000-00-00 Serial Number=0903536439
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00171]  Οὐ παρῃτοῦντο τὰς ἀνθρωπίνας τιμὰς, ἔνθα τὴν εὐσέβειαν οὐδὲν ἔβλαπτεν, ἐπιδεί ξασθαι·
000-00-00 Serial Number=0323673546
Post reditum a priore exsilio Ante [Go Back]  
 [00117]  Οὐ βασιλίδα κολακεύων ταῦτα λέγω, ἀλλ' εὐσέβειαν θεραπεύων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»