0345-0407 - Iohannes Chrysostomus - In illud Exiit qui seminat
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn illud: Εxiit qui seminatὰ

[00002]    Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

61.771

[00003]    Ἡ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται.

[00004]    Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς διασώσῃ.

[00005]    Πολλάκις γὰρ ἐγγιζούσης τῆς τοῦ θέρους ἀκμῆς, καὶ εὐλήπτου τῆς ἐλπίδος τυγχανούσης, καὶ περιχαροῦς ὄντος τοῦ γεωργοῦ, ἢ θερμὸς ἐπιπνεύσας τὸν ἄσταχυν ἐλίκμησεν, ἢ ἐρυσίβη κατέσηψεν, ἢ βροῦχος κατέφαγεν, ἢ χάλαζα κατέξανε, καὶ ἄωρον τῆς ἐλπίδος τὸ τέλος ἐμάρανεν·

[00006]    ὡς τὸν γεωργὸν ὑπὸ πολλῆς ἀθυμίας πιασθέντα, τὴν δρεπάνην τῇ σκηνῇ ἐγκοιμίσαντα, τῷ [61.772] ἀώρῳ τέλει τοῦ θέρους ἑαυτὸν συμμαραίνειν τῇ λύπῃ.

[00007]    Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες.

[00008]    Τότε τῶν ἄλλων ζώων οἴκαδε ἡσυχαζόντων, μόνος ὁ βοῦς ἱλαρῷ τῷ βήματι, βλοσυρῷ τῷ βλέμματι ἐπὶ τὴν ἅλω πορεύεται.

[00009]    Καὶ τὰ μὲν ἄλλα ζῶα, αἶγες καὶ χοῖροι καὶ πρόβατα ὅσα τὸν ἑαυτῶν αὐχένα τῷ ζυγῷ τοῦ ἀρότρου οὐχ ὑπέταξαν, οἰκείᾳ συνειδήσει ἀγχόμενα, δουλικαῖς προσόδοις τῇ ἅλῳ προσεγγίζοντα, τῶν ἀσταχύων τὸ δράγμα λῃστεύουσι·

[00010]    μόνος δὲ ὁ βοῦς ἐλευθέραν τὴν γλῶσσαν ἁπλώσας, τῶν οἰκείων πόνων τοὺς καρποὺς θαρσαλέως ἀρύεται.

[00011]    Εἶδες [61.773] ἐκεῖ τοὺς δρεπανιστὰς, εἶδες ἐκεῖ τὴν σταχυοφόρον ἄρουραν, τὴν ἅλω, τὸν βοῦν·

[00012]    μετάβα μοι ἐκεῖθεν τῷ λόγῳ ἐπὶ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ ὄψει τῶν προειρημένων τὴν γεωργίαν τῷ μυστηρίῳ τῆς Ἐκκλησίας.

[00013]    Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι.

[00014]    Τοῦτο γὰρ ἀρτίως ἠκούσαμεν ἐν τῷ εὐαγγελίῳ.

[00015]    Ἐξῆλθε, τίς;

[00016]    Χριστὸς, ἀπ' οὐρανοῦ εἰς τὸν κόσμον παραγενόμενος.

[00017]    Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμα ὁ θεῖος λόγος, ἄρουρα ἡ ἀνθρωπότης, βόες οἱ ἀπόστολοι, ἄροτρον ὁ σταυρὸς, ζυγὸς ἡ ὁμόνοια, ζεύγλη ἡ περισφίγγουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη.

[00018]    Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.

[00019]    Ἐξῆλθεν ὁ Χριστὸς, οὐχ ἵνα θερίσῃ, ἀλλ' ἵνα σπείρῃ·

[00020]    οὔπω γὰρ ἦν τὰ τῆς ἀναστάσεως σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις κατεσπαρμένα.

[00021]    Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, οὐ σῖτον, οὐ κριθὰς, οὐ κέγχρον, οὐδ' ἄλλο τι τῶν γηΐνων, ἀλλὰ πίστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐλπίδα ἀναστάσεως, ἀγάπην εἰς Θεὸν καὶ ἀνθρώπους ἀνυπόκριτον καὶ ἀδιάκριτον.

[00022]    Ἐξῆλθε σπείρων Χριστὸς ἐκ πατρικῶν λαγόνων, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἧκε πρὸς ἡμᾶς, καθὼς αὐτὸς φάσκων λέγει·

[00023]    Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.

[00024]    Ἀλλ' ἐξῆλθεν ἐκ τοῦ Πατρὸς αὐτοῦ μὲν μὴ χωριζόμενος, μεθ' ἡμῶν δὲ τυγχάνων.

[00025]    Ἐξῆλθεν ὁ σπείρων, ἵνα τὰ ὑπὸ τοῦ διαβόλου ἐπισπαρέντα κακῶς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ζιζάνια ἐκριζώσῃ.

[00026]    Πᾶσα γὰρ φυτεία, φησὶν, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.

[00027]    Ἐξῆλθεν ὁ ἥλιος τῆς δικαιοσύνης, ἵνα τὰς φεγγοβόλους αὐτοῦ ἀκτῖνας τῆς θεότητος ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐῤῥάνῃ.

[00028]    Ἐξῆλθεν ὁ ποιμὴν τῶν προβάτων, ἵνα τὸ ἅλας τῆς εὐσεβείας σπείρας, νόστιμον τὸν χόρτον τοῦ νομικοῦ γράμματος τοῖς προβάτοις ἀρτύσῃ·

[00029]    ἐξῆλθεν ὁ σπείρων, ἔχων τὰ δέκα ζεύγη τῶν βοῶν, ἵνα ποιήσῃ τὸ κεράμιον τὸ ἓν, καὶ σπείρας ἀρτάβας ἓξ, ποιήσῃ μέτρα τρία.

[00030]    Λάλει νῦν, Ἠσαΐα, μὴ σιώπα.

[00031]    Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν.

[00032]    ∆έκα ζεύγη βοῶν εἴκοσι βόες εἰσί·

[00033]    δέκα ζεύγη βοῶν λογικὰ τοῦ Χριστοῦ οἱ ἀπόστολοι τυγχάνουσιν οἱ δώδεκα, καὶ ἑπτὰ οὓς ἐξελέξαντο οἱ ἀπόστολοι.

[00034]    Τίνας τούτους;

[00035]    Στέφανον, Φίλιππον, Πρόχορον, Νικάνορα, Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα·

[00036]    καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ γεωργήσαντα τὸν ἀπόστολον.

[00037]    Ταῦτα δέκα ζεύγη τῶν βοῶν εἰς τὴν τῆς ἀνθρωπότητος ἄρουραν ἐποίησε τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸν τὸ ἡμέτερον ὀστράκινον τοῦ σώματος σκεῦος ἐνδυσάμενον.

[00038]    Ὅτι δὲ κεράμιον λέγει τὴν ἔνσαρκον τοῦ Χριστοῦ ἐπιδημίαν ὁ θεῖος λόγος, ἄκουε.

[00039]    Ὅτε ἔμελλεν ἀπέρχεσθαι ἐπὶ τὸ παθεῖν, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·

[00040]    Ποῦ θέλεις ποιῶμεν τὸ πάσχα;

[00041]    Ὁ δὲ πρὸς αὐτοὺς, Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, καὶ εἴπατε αὐτῷ·

[00042]    Ὁ ∆ιδάσκαλος ἡμῶν εἶπε·

[00043]    Πρὸς σὲ ποιῶ τὸ πάσχα.

[00044]    Καὶ δείξει ὑμῖν ἀνώγεον ἐστρωμένον, καὶ ἐκεῖ ἡμῖν ἑτοιμάσατε τὸ πάσχα.

[00045]    Τίς δέ ἐστιν ὁ ἄνθρωπος ὁ φέρων τὸ κεράμιον τοῦ ὕδατος, ἢ τίς ἡ πόλις εἰς ἣν αὐτοὺς πέμπει, ἢ τί τὸ ἀνώγεον τὸ ἐστρωμένον, ἀναγκαῖον ζητήσαντας ὑμᾶς καταμαθεῖν.

[00046]    Ὁ ἄνθρωπος ὁ βαστάζων τὸ κεράμιον τοῦ ὕδατος, Ἰωάννης ἐστὶν ὁ πρόδρομος τοῦ Χριστοῦ, καταγγέλλων τὸν Ἰησοῦν τὸν τὸ ἡμέτερον κεράμιον τοῦ σώματος ἐνδυσάμενον, ἔχοντα ἐν ἑαυτῷ τὸ τοῦ βαπτίσματος ὕδωρ.

[00047]    Ἀνώγεων δὲ ἐστρωμένον τὴν εἰς οὐρανοὺς μετὰ τὴν ἀνάστασιν τοῖς ἁγίοις ἀνάπαυσιν ἐσομένην λέγει.

[00048]    Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν·

[00049]    μὴ εἰς τὴν παλαιὰν συναγωγὴν τῶν Ἰουδαίων, ὅπου ὁ παλαιὸς νόμος ἐν τοῖς παλαιοῖς ἀσκοῖς ὤξισεν·

[00050]    ὄξος γὰρ σὺν χολῇ μίξαντες προσήνεγκαν τῷ Κυρίῳ.

[00051]    ἀλλ' ἀπέλθετε εἰς τὴν καινὴν πόλιν, εἰς τὴν νέαν Ἱερουσαλὴμ, ὅπου ὁ νέος λόγος, ὅπου ἡ καινὴ τοῦ Πνεύματος χάρις ἐν τοῖς καινοῖς ἀσκοῖς τὸ τῆς πίστεως γλεῦκος πηγάζει·

[00052]    οὐχ ὅπου τὸ παλαιὸν πάσχα, ἀλλ' ὅπου ἡ καινὴ ἀνάστασις·

[00053]    οὐχ ὅπου ὁ ἀμνὸς θύεται, ἀλλ' ὅπου ὁ Χριστὸς ῥύεται·

[00054]    οὐχ ὅπου ἡ παλαιὰ ζύμη, ἀλλ' ὅπου ὁ οὐράνιος ἄρτος ἐπὶ σταυροῦ τελειοῦται.

[00055]    Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν.

[00056]    Ὅπου ἐργάζονται δέκα ζεύγη βοῶν, τῶν ἀποστόλων (βουσὶ γὰρ ὡμοιώθησαν οἱ ἀπόστολοι, ὡς Παῦλος ἐμοὶ μαρτυρεῖ λέγων·

[00057]    Γέγραπται, φησὶν, ἐν τῷ νόμῳ, Οὐ φιμώσεις βοῦν ἀλοῶντα.

[00058]    Μὴ γὰρ, φησὶ, τῶν βοῶν μέλει τῷ Θεῷ;

[00059]    Ἀλλὰ δι' ἡμᾶς λέγει)·

[00060]    ὅπου οὖν ἐργάζονται [61.774] ταῦτα τὰ δέκα ζεύγη τῶν βοῶν, ποιοῦσι τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸ κεράμιον τοῦ σώματος ἡμῶν ἐνδυσάμενον.

[00061]    Καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μόνον μέτρα τρία.

[00062]    Ἆρα τοσαύτη ἀφορία γεωργῶν γέγονε πώποτε, ὥστε σπαρῆναι ἀρτάβας ἓξ, ποιῆσαι μόνον μέτρα τρία;

[00063]    Ἀλλὰ ζητήσωμεν τὸν νοῦν τῆς Γραφῆς, ἀγαπητοὶ, εἰσέλθωμεν εἰς τὸ ἐνδότερον καταπέτασμα τοῦ γράμματος, καὶ ἀπαντήσει ἡμῖν ἡ θεία τοῦ Πνεύματος γνῶσις.

[00064]    Ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.

[00065]    Ἓξ ἀρτάβαι εἰσὶν ἡ καινὴ ∆ιαθήκη.

[00066]    τουτέστιν, οἱ τέσσαρες εὐαγγελισταὶ, καὶ Πράξεις, καὶ ἀπόστολοι.

[00067]    Ταύτας τὰς ἓξ ἀρτάβας ὁ σπείρας ἔν τινι ψυχῇ, ποιεῖ τὰ τρία μέτρα τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν.

[00068]    Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, οὐ σίτον ἀρτοποιῶν, ἀλλὰ πίστιν ζωοποιῶν·

[00069]    οὐ κριθὰς εἰς τὰς τῶν ἀλόγων τροφὰς, ἀλλὰ τροφὰς εἰς τὰς τῶν ἀνθρώπων πνοάς·

[00070]    οὐ κέγχρον ὀρνεοτρόφον, ἀλλὰ θεῖον λόγον, διάπυρον, κόκκῳ σινάπεως παρεικαζόμενον, σφοδρῶς πρὸς εὐσέβειαν καὶ φρόνησιν τὰς ψυχὰς ἡμῶν ἐκθερμαίνοντα.

[00071]    Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.

[00072]    καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ κατεπατήθη, καὶ ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτά·

[00073]    ἄλλα ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ συνέπνιξαν αἱ ἄκανθαι τὴν βλάστην·

[00074]    ἄλλα ἔπεσεν ἐπὶ τὰ πετρώδη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, φυὲν εὐθέως ἐξηράνθη.

[00075]    Τὰ παρὰ τὴν ὁδόν εἰσιν Ἀρειανοὶ, τὰ ἀκανθώδη εἰσὶν Εὐνομιανοὶ, τὰ ἐπὶ τὰ πετρώδη εἰσὶ Μαραθώνιοι.

[00076]    Καὶ κατάμαθε ἀκριβῶς, ἀγαπητέ.

[00077]    Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι·

[00078]    καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν.

[00079]    Οὐκ εἶπεν, Ἐν τῇ ὁδῷ, ἀλλὰ, Παρὰ τὴν ὁδόν.

[00080]    Τίς ἐστιν ἡ ὁδὸς, ἢ πάντως ὁ Χριστὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια;

[00081]    Τὰ μὲν οὖν παρὰ τὴν ὁδόν εἰσιν οἱ Ἀρειανοί.

[00082]    Οὐκ εἰσὶν ἐν τῇ ὁδῷ·

[00083]    οὐ γάρ εἰσιν ὀρθόδοξοι·

[00084]    οὐδὲ πάλιν πόῤῥω τῆς ὁδοῦ, ὡς Ἕλληνες ἢ Ἰουδαῖοι, ἀλλὰ παρὰ τὴν ὁδόν·

[00085]    τουτέστι, παρὰ τὸν Χριστὸν, παρὰ τὴν πίστιν τὴν ὀρθήν.

[00086]    Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ·

[00087]    τὸ ἀρνεῖσθαι αὐτοὺς Χριστὸν εἶναι Υἱὸν Θεοῦ, τοῦτ' ἔστι τὸ κωλῦον αὐτοὺς μὴ εἶναι ἐν τῇ ὁδῷ.

[00088]    ∆ιὰ τοῦτο κατελθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τὰ πνευματικὰ τῆς πονηρίας συνάγουσι τὸν θεῖον λόγον ἐκ τῶν καρδιῶν αὐτῶν, καὶ παντελῶς κενοὺς πίστεως ὀρθῆς αὐτοὺς ἀποτελοῦσι.

[00089]    Τὰ δὲ ἀκανθώδη εἰσὶν Εὐνομιανοί·

[00090]    ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὰς τῶν βλασφήμων ἀκάνθας·

[00091]    καὶ βλαστάνουσι μὲν τὴν πόαν τῆς πίστεως, οὐ μὴν τελεσιουργοῦσι τὸν ἄσταχυν τῆς ὁμολογίας.

[00092]    Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτο ποιεῖ αὐτοὺς βλαστάνειν τὴν πόαν τῆς πίστεως·

[00093]    τὸ δὲ πάλιν λέγειν αὐτοὺς κτίσμα καὶ ποίημα, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτῶν ἄωρον μαραίνεσθαι τὸν τῆς πίστεως στάχυν.

[00094]    Τοῖς γὰρ Ἑλληνικοῖς δόγμασι τῆς κτισματολατρείας νύττοντες καὶ συμπνίγοντες τὸν τῆς ἀληθείας λόγον, ἄκαρπον αὐτὸν καὶ ἄγονον παντελῶς πίστεως ὀρθῆς ἀποτελοῦσιν.

[00095]    Οἱ δὲ ἐπὶ τὰ πετρώδη, οὗτοί εἰσι Μαραθωνιανοί.

[00096]    Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι, Τὰ μὲν ἔπεσεν ἐπὶ τὴν πέτραν·

[00097]    ἡ γὰρ πέτρα ἦν ὁ Χριστός·

[00098]    ἀλλ' Ἐπὶ τὰ πετρώδη.

[00099]    Οὔτε γῆ εἰσιν ἀγαθή·

[00100]    οὐ γάρ εἰσιν ὀρθόδοξοι·

[00101]    οὔτε πέτρα εἰσὶν, ἵνα ὑπὸ διδασκάλων λαξευθέντες τὸν ναὸν τοῦ Θεοῦ οἰκοδομήσωσιν·

[00102]    ἀλλὰ τί;

[00103]    Πῶρός εἰσιν.

[00104]    Ἔστι τις λίθου φύσις, πῶρος ὀνόματι·

[00105]    οὔτε γῆ ἐστιν, οὔτε λίθος στερέμνιος·

[00106]    ἁπαλὸς μὲν παρὰ τὸν λίθον, σκληρὸς δὲ παρὰ τὴν γῆν.

[00107]    Τὸ ὁμολογεῖν αὐτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ κατ' οὐσίαν ὅμοιον τῷ Πατρὶ, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἁπαλωτέρους τυγχάνειν·

[00108]    τὸ ἀρνεῖσθαι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο αὐτῶν ποιεῖ τὰς καρδίας πεπωρωμένας τυγχάνειν.

[00109]    Οὔτε τοίνυν γῆ εἰσιν ἀγαθὴ, ἵνα βλαστήσωσιν εὐθαλῆ, καὶ κατακοσμῶνται πίστεως κόσμον·

[00110]    οὔτε πέτρα στερέμνιος, ἵνα ἄσειστον καὶ ἀσάλευτον τὴν εἰς τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν φυλάττωσι.

[00111]    Καὶ δέχονται μὲν τὸν λόγον τοῦτον, καὶ βλαστάνουσιν·

[00112]    εὐθέως δὲ αὐτὸν ξηραίνουσι καὶ ψύγουσι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς τὰς ῥίζας τῶν λογισμῶν ἐν τῷ βάθει τοῦ πνεύματος.

[00113]    Οὗτοι κἂν ὁμολογῶσι τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενοι, οὐδὲ τὸν Υἱὸν ἔχουσι, τοῦ ἀποστόλου μοι μαρτυροῦντος καὶ λέγοντος·

[00114]    Εἴ τις πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

[00115]    Τὰ ἄλλα, φησὶν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀγαθὴν, καὶ ἐδίδου καρπόν, καὶ τὰ μὲν τριάκοντα ἐποίει, τὰ δὲ ἑξήκοντα, τὰ δὲ ἑκατόν.

[00116]    Αὕτη ἐστὶν ἡ γῆ ἡ ἀγαθὴ, ἡ τῶν ὀρθοδόξων καρδία, ἡ ἐκτὸς οὖσα [61.775] τῶν αἱρετικῶν ἀκανθῶν, ἡ τελείοις διδασκάλοις πονηθεῖσα καὶ οἱονεὶ αὐλακισθεῖσα, καὶ τοὺς τοῦ Εὐαγγελίου λόγους σπέρματα ψυχῆς τυγχάνοντας δεχομένη.

[00117]    Ἡ τοιαύτη καρδία πρῶτον βλαστάνει τὴν πόαν τῆς πίστεως, εἶτα μηκύνει τὸν στάχυν τῆς ἐλπίδος, εἶτα ὥριμον καρπὸν τῆς τελείας ἀγάπης ἀποδείκνυσι.

[00118]    Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων·

[00119]    Πίστις, ἐλπὶς, ἀγάπη.

[00120]    Ὁ πιστεύων ποιεῖ τὰ τριάκοντα, ὁ ἐλπίζων ποιεῖ τὰ ἑξήκοντα, ὁ τελειούμενος ἐν ἀγάπῃ, ποιεῖ τὰ ἑκατόν·

[00121]    ὁ χριόμενος ποιεῖ τὰ τριάκοντα·

[00122]    ὁ κατερχόμενος εἰς τὸ ὕδωρ, ποιεῖ τὰ ἑξήκοντα·

[00123]    ὁ τελειούμενος ἐν τῷ μυστηρίῳ, ποιεῖ τὰ ἑκατόν.

[00124]    Οὕτως ἐξ ἑνὸς σπέρματος τρισσῶς ἀναφέρει καρπόν·

[00125]    Θεὸν δοξάζει, Ἐκκλησίαν ὑψοῖ, ἑαυτὸν διασώζει.

[00126]    Οὗτος Τριάδος ἀγαθῆς κομιεῖται μισθούς·

[00127]    πνεύματι συνιὼν, ψυχῇ προορῶν, σώματι ὑπομένων.

[00128]    Οὗτος τρισσῶς εὐλογεῖται·

[00129]    ἐπὶ γῆς δοξάζεται, ἐκ νεκρῶν ἀνίσταται, ἐν οὐρανοῖς ἀναπαύεται.

[00130]    Ὁ τοιοῦτος ἐν τρισὶ τάξεσιν ὑπερεχούσαις σεμνύνεται·

[00131]    τριάκοντα, ὡς ἐν οὐρανοῖς·

[00132]    ἑξήκοντα, ὡς ἐν ἀγγέλοις·

[00133]    ἑκατὸν, ὡς παρὰ Θεῷ.

[00134]    Ὁ τοιοῦτος πραΰς ἐστιν, ἡσύχιος, ταπεινόφρων, ἐλεήμων, συμπαθὴς, [61.776] δίκαιος, κόσμου ξένος, βίου ἀλλότριος, εἰκόνι μόνῃ φαινόμενος ἐπὶ τῆς γῆς, καρδίᾳ δὲ καὶ πράξεσιν ἐν οὐρανοῖς αὐλιζόμενος.

[00135]    Ἄλλοι δέ τινες τῶν αἱρετιζόντων, κατὰ τὴν ἑαυτῶν ἀγνώμονα γνώμην, κλίμακα βλασφημίας τοῖς λόγοις λεπτουργοῦσι·

[00136]    τί λέγοντες;

[00137]    Ἡ εἰς τὸ Πνεῦμα πίστις ποιεῖ τὰ τριάκοντα·

[00138]    ἡ εἰς τὸν Υἱὸν ποιεῖ τὰ ἑξήκοντα·

[00139]    ἡ εἰς τὸν Πατέρα ποιεῖ τὰ ἑκατόν·

[00140]    ἀγνοοῦντες ὅτι ὡς βούλονται σμικρῦναι, τὸ Πνεῦμα τὸ ἅγιον μεγαλύνουσι.

[00141]    Προτάττουσι γὰρ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, λέγοντες·

[00142]    Ὁ εἰς τὸ Πνεῦμα πιστεύων, ποιεῖ τὰ τριάκοντα·

[00143]    καὶ πρῶτον προτάττουσι τοῦ Πατρὸς τὸ Πνεῦμα, εἶτα τὸν Υἱὸν, εἶτα τὸν Πατέρα.

[00144]    Ἡμεῖς δὲ τὰ ἐναντία αὐτοῖς φρονοῦντες, τὸ ἐναντίον λέγομεν.

[00145]    Ὁ γὰρ πιστεύων, οὐκ εἰς τὸ Πνεῦμα πρῶτον πιστεύει, ἀλλ' εἰς τὸν Πατέρα·

[00146]    ὁ πιστεύων εἰς τὸν Πατέρα, ποιεῖ τὰ τριάκοντα·

[00147]    ὁ προσλαμβάνων εἰς τὸν Υἱὸν, διπλασιάζει τὸν ἀριθμὸν, καὶ ποιεῖ τὰ ἑξήκοντα·

[00148]    ὁ καὶ ἐνδυσάμενος τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἑκατοντάδα ἐπλήρωσεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·

[00149]    ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00150]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Exiit qui seminat
Litterarum Omnium Conspectus: 126 Litterae, quae repetitae sunt in 9,504 occasionibus



α

0945 

645   

Α

0913 

1   

β

0946 

57   

Β

0914 

0   

γ

0947 

183   

Γ

0915 

3   

δ

0948 

124   

Δ

0916 

0   

ε

0949 

489   

Ε

0917 

7   

ζ

0950 

44   

Ζ

0918 

0   

η

0951 

83   

Η

0919 

0   

θ

0952 

107   

Θ

0920 

9   

ι

0953 

417   

Ι

0921 

1   

κ

0954 

259   

Κ

0922 

7   

λ

0955 

258   

Λ

0923 

1   

μ

0956 

221   

Μ

0924 

3   

ν

0957 

846   

Ν

0925 

2   

ξ

0958 

54   

Ξ

0926 

0   

ο

0959 

664   

Ο

0927 

13   

π

0960 

322   

Π

0928 

41   

ρ

0961 

377   

Ρ

0929 

0   

ς

0962 

378   

΢

0930 

0   

σ

0963 

356   

Σ

0931 

2   

τ

0964 

801   

Τ

0932 

20   

υ

0965 

135   

Υ

0933 

11   

φ

0966 

34   

Φ

0934 

1   

χ

0967 

65   

Χ

0935 

17   

ψ

0968 

10   

Ψ

0936 

0   

ω

0969 

124   

Ω

0937 

0   

8164 

2   

 

  

0   

8165 

5   

8172 

   



 ά 

 8049 

 122 

 έ 

 8051 

 119 

 ή 

 8053 

 40 

 ί 

 8055 

 135 

 ό 

 8057 

 112 

 ύ 

 8059 

 59 

 ώ 

 8061 

 35 

 ὰ 

 8048 

 101 

 ὲ 

 8050 

 30 

 ὴ 

 80852 

 62 

 ὶ 

 8054 

 104 

 ὸ 

 8056 

 155 

 ὺ 

 8058 

 28 

 ὼ 

 8060 

 3 

 ᾶ 

 8118 

 5 

   

   

 0 

 ῆ 

 8134 

 60 

 ῖ 

 8150 

 81 

   

   

 0 

 ῦ 

 8166 

 121 

 ῶ 

 8182 

 91 

 ἀ 

 7936 

 111 

 ἐ 

 7952 

 105 

 ἠ 

 7968 

 1 

 ἰ 

 7984 

 55 

 ὀ 

 8000 

 10 

 ὐ 

 8016 

 83 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 5 

 ἑ 

 7953 

 21 

 ἡ 

 7969 

 36 

 ἱ 

 7985 

 27 

 ὁ 

 8001 

 68 

 ὑ 

 8017 

 12 

 ὡ 

 8033 

 8 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 8 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 2 

 ἓ 

 7955 

 6 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 0 

 ὓ 

 8019 

 1 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 25 

 ἔ 

 7956 

 21 

 ἤ 

 7972 

 0 

 ἴ 

 7988 

 4 

 ὄ 

 8004 

 3 

 ὔ 

 8020 

 7 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 11 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 10 

 ὅ 

 8005 

 14 

 ὕ 

 8021 

 7 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 16 

   

   

 0 

 ὖ 

 8022 

 3 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 7 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 1 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 1 

 ᾳ 

 8115 

 3 

   

   

 0 

 ῃ 

 8131 

 12 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 10 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 0 

   

   

 0 

 ῇ 

 8135 

 11 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 29 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Exiit qui seminat
Verborum Omnium Conspectus: 826Verba, quae repetita sunt in 3,312,537 occasionibus



[00072] [00078]
ἀβλαβεῖς [00004]
ἀγαθὴ [00109] [00116]
ἀγαθή [00099]
ἀγαθὴν [00115]
ἀγαθῆς [00126]
ἀγαθῶν [00004]
ἀγάπῃ [00120]
ἀγάπη [00017] [00119]
ἀγάπην [00021]
ἀγάπης [00117]
ἀγαπητέ [00076]
ἀγαπητοὶ [00063]
ἀγγέλοις [00132]
ἁγίοις [00047]
ἅγιον [00021] [00067] [00108] [00110] [00113] [00140] [00148]
ἀγνοοῦντες [00140]
ἀγνώμονα [00135]
ἄγονον [00094]
ἄγροικοι [00007]
ἀγχόμενα [00009]
ἀδιάκριτον [00021]
ἀέρων [00007]
ἀθυμίας [00006]
αἱ [00073]
αἶγες [00009]
αἱρετιζόντων [00135]
αἱρετικῶν [00116]
αἰῶνας [00149]
αἰώνων [00149]
ἄκανθαι [00073]
ἀκάνθας [00073] [00090]
ἀκανθώδη [00075] [00089]
ἀκανθῶν [00116]
ἄκαρπον [00094]
ἀκμῆς [00005]
ἄκουε [00038]
ἀκριβῶς [00076]
ἀκτῖνας [00027]
ἅλας [00028]
ἀλήθεια [00080]
ἀληθείας [00094]
ἀλλ [00019] [00051] [00052] [00053] [00054] [00098] [00145]
Ἀλλ [00024]
ἀλλὰ [00021] [00068] [00069] [00070] [00079] [00084] [00102]
ἄλλα [00009] [00073] [00074] [00115]
Ἀλλὰ [00059] [00063]
ἄλλο [00021]
Ἄλλοι [00135]
ἀλλότριος [00134]
ἄλλων [00008]
ἀλόγων [00069]
ἀλοῶντα [00057]
ἅλῳ [00009]
ἅλω [00008] [00011]
Ἀμήν [00150]
ἀμνὸς [00053]
ἀναγκαῖον [00045]
ἀναπαύεται [00129]
ἀνάπαυσιν [00047]
ἀναστάσεως [00020] [00021]
ἀνάστασιν [00047]
ἀνάστασις [00052]
ἀναφέρει [00124]
ἄνθρωπος [00041] [00045] [00046]
ἀνθρωπότης [00017]
ἀνθρωπότητος [00037]
ἀνθρώπους [00021]
ἀνθρώπων [00020] [00025] [00027] [00069]
ἀνίσταται [00129]
Ἀντιοχέα [00035]
ἀνυπόκριτον [00021]
ἀνώγεον [00044] [00045]
Ἀνώγεων [00047]
ἀπ [00016]
ἁπαλὸς [00106]
ἁπαλωτέρους [00107]
ἀπαντήσει [00041] [00063]
ἀπεκδεχόμενον [00007]
ἀπέλθετε [00051]
Ἀπέλθετε [00041] [00048]
ἀπεργάσηται [00007]
ἀπέρχεσθαι [00039]
ἁπλωθεῖσαι [00007]
ἁπλώσας [00010]
ἀποδείκνυσι [00117]
ἀπόστολοι [00017] [00033] [00033] [00056] [00066]
ἀπόστολον [00036]
ἀποστόλου [00113]
ἀποστόλων [00017] [00056]
ἀποτελοῦσι [00088]
ἀποτελοῦσιν [00094]
Ἆρα [00062]
Ἀρειανοὶ [00075]
Ἀρειανοί [00081]
ἀριθμὸν [00147]
ἀρνεῖσθαι [00087] [00108]
ἀρνούμενοι [00113]
ἀρότροις [00003]
ἄροτρον [00017]
ἀρότρου [00009]
ἄρουρα [00003] [00017]
ἄρουραν [00011] [00037]
ἀρτάβαι [00065]
ἀρτάβας [00029] [00061] [00062] [00064] [00067]
ἀρτίως [00014]
ἀρτοποιῶν [00068]
ἄρτος [00054]
ἀρτύσῃ [00028]
ἀρύεται [00010]
ἀσάλευτον [00110]
ἄσειστον [00110]
ἀσκοῖς [00049] [00051]
ἄσταχυν [00005] [00091]
ἀσταχύων [00004] [00009]
αὐλακισθεῖσα [00003] [00116]
αὐλιζόμενος [00134]
αὐτά [00072]
Αὕτη [00116]
αὐτοῖς [00144]
αὐτὸν [00094] [00112]
αὐτὸς [00022]
αὐτοῦ [00024] [00027] [00039] [00114]
αὑτοῦ [00002]
αὐτοὺς [00041] [00045] [00086] [00086] [00087] [00087] [00088] [00092] [00092] [00093] [00107] [00107] [00108] [00112]
αὐτῷ [00007] [00039] [00041]
αὐτῶν [00088] [00093] [00108]
αὐχένα [00009]
αὐχένας [00017]
ἀφορία [00062]
ἄωρον [00005] [00093]
ἀώρῳ [00006]


βάθει [00112]
βαπτίσματος [00046]
βαστάζων [00041] [00046]
βήματι [00008]
βίου [00134]
βλαστάνει [00003] [00117]
βλαστάνειν [00092]
βλαστάνουσι [00091]
βλαστάνουσιν [00111]
βλάστην [00073]
βλαστήσωσιν [00109]
βλασφημίας [00135]
βλασφήμων [00090]
βλέμματι [00008]
βλοσυρῷ [00008]
βόες [00017] [00032]
βούλονται [00140]
βοῦν [00011] [00057]
βοῦς [00008] [00010]
βουσὶ [00056]
βοῶν [00003] [00029] [00031] [00032] [00033] [00037] [00055] [00056] [00058] [00060]
βροῦχος [00005]
βώλοις [00003]


γὰρ [00005] [00014] [00017] [00020] [00026] [00031] [00050] [00055] [00056] [00058] [00090] [00094] [00097] [00141] [00145]
γάρ [00083] [00100]
γέγονε [00062]
Γέγραπται [00057]
γερόντων [00007]
γεωργήσαντα [00036]
γεωργίαν [00012]
γεωργοὶ [00004]
γεωργὸν [00006]
γεωργοῦ [00005]
γεωργῶν [00003] [00062]
γῆ [00099] [00105] [00109] [00116]
γηΐνων [00021]
γῆν [00106] [00115]
γῆς [00129] [00134]
γλεῦκος [00051]
γλυκεῖα [00017]
γλῶσσαν [00010]
γνώμην [00135]
γνῶσις [00063]
γράμματος [00028] [00063]
Γραφὴ [00096]
Γραφῆς [00063]


δὲ [00004] [00007] [00010] [00024] [00038] [00041] [00047] [00089] [00093] [00095] [00106] [00112] [00115] [00115] [00134] [00144]
δέ [00045] [00135]
δείξει [00044]
∆έκα [00032]
δέκα [00029] [00031] [00033] [00037] [00055] [00056] [00060]
δέχεται [00003]
δεχομένη [00116]
δέχονται [00111]
δι [00059]
∆ιὰ [00088]
διὰ [00074] [00112]
διαβόλου [00025]
∆ιαθήκη [00065]
διάπυρον [00070]
διασώζει [00125]
διασώσῃ [00004]
διδασκάλοις [00116]
∆ιδάσκαλος [00042]
διδασκάλων [00101]
δίκαιος [00134]
δικαιοσύνης [00027]
διπλασιάζει [00147]
δόγμασι [00094]
δόξα [00149]
δοξάζει [00125]
δοξάζεται [00129]
δουλικαῖς [00009]
δράγμα [00009]
δρεπάνην [00006]
δρεπανιστὰς [00011]
δρεπάνοις [00007]
δώδεκα [00033]


ἑαυτοῖς [00090]
ἑαυτὸν [00006] [00125]
ἑαυτῷ [00046]
ἑαυτῶν [00009] [00135]
ἐγγιζούσης [00005]
ἐγγὺς [00086]
ἐγκοιμίσαντα [00006]
Ἐγὼ [00023]
Ἐγώ [00080]
ἐδίδου [00115]
Εἴ [00114]
Εἶδες [00011]
εἶδες [00011]
εἰκόνι [00007] [00134]
εἴκοσι [00032]
εἰλικρινῶς [00004]
εἰμι [00080]
εἶναι [00086] [00087] [00087] [00113]
εἴπατε [00041]
εἶπε [00042]
εἶπεν [00079] [00096]
Εἰς [00002]
εἰς [00016] [00021] [00021] [00037] [00037] [00041] [00045] [00047] [00048] [00049] [00051] [00051] [00060] [00063] [00067] [00069] [00069] [00110] [00122] [00137] [00138] [00139] [00142] [00145] [00145] [00146] [00147] [00149]
εἰσέλθωμεν [00063]
εἰσὶ [00075]
εἰσί [00032]
εἰσι [00095]
εἰσὶν [00065] [00075] [00082] [00089] [00101]
εἰσιν [00075] [00081] [00083] [00099] [00100] [00103] [00109]
εἶτα [00003] [00003] [00117] [00117] [00143] [00143]
ἐκ [00022] [00023] [00024] [00088] [00129]
ἑκατὸν [00133]
ἑκατόν [00115] [00120] [00123] [00139]
ἑκατοντάδα [00148]
ἐκεῖ [00011] [00011] [00044]
ἐκεῖθεν [00012]
ἐκθερμαίνοντα [00070]
Ἐκκλησίαν [00125]
Ἐκκλησίας [00012]
ἐκκλησιαστικὴν [00012]
ἐκριζωθήσεται [00026]
ἐκριζώσῃ [00025]
ἐκτὸς [00116]
ἐλεήμων [00134]
ἐλευθέραν [00010]
ἐλθόντα [00072]
ἐλίκμησεν [00005]
Ἕλληνες [00084]
Ἑλληνικοῖς [00094]
ἐλπίδα [00021]
ἐλπίδας [00004] [00007]
ἐλπίδος [00005] [00005] [00117]
ἐλπίζων [00120]
ἐλπὶς [00119]
ἐμάρανεν [00005]
ἔμελλεν [00039]
ἐμοὶ [00056]
ἐμπείρων [00003]
ἐν [00003] [00007] [00014] [00020] [00022] [00025] [00027] [00046] [00049] [00051] [00057] [00082] [00087] [00090] [00112] [00120] [00123] [00129] [00130] [00131] [00132] [00134] [00148]
ἓν [00029]
ἔν [00067]
ἕν [00031] [00055]
Ἐν [00079]
ἐναντία [00144]
ἐναντίον [00144]
ἐνδότερον [00063]
ἐνδυσάμενον [00037] [00046] [00060]
ἐνδυσάμενος [00148]
ἑνὸς [00124]
ἔνσαρκον [00038]
ἐξ [00124]
ἓξ [00029] [00061] [00062] [00064] [00067]
Ἓξ [00065]
ἐξελέξαντο [00033]
ἑξήκοντα [00115] [00120] [00122] [00132] [00138] [00147]
Ἐξῆλθε [00013] [00015] [00022]
ἐξῆλθεν [00024] [00029]
Ἐξῆλθεν [00002] [00018] [00019] [00021] [00025] [00027] [00028] [00068] [00071] [00077]
ἐξῆλθον [00023]
ἐξηράνθη [00074]
ἔπεσε [00072] [00078]
ἔπεσεν [00073] [00074] [00096] [00115]
ἐπὶ [00008] [00012] [00039] [00054] [00073] [00074] [00075] [00095] [00096] [00115] [00129] [00134]
Ἐπὶ [00098]
ἐπιδημίαν [00038]
ἐπιπνεύσας [00005]
ἐπισπαρέντα [00025]
ἐπλήρωσεν [00148]
ἐποίει [00115]
ἐποίησε [00037]
ἑπτὰ [00033]
ἐργάζονται [00056] [00060]
ἐργῶνται [00031] [00055]
ἐῤῥάνῃ [00027]
ἐρυσίβη [00005]
ἐσκοτισμένων [00027]
ἐσομένην [00047]
ἔστι [00086] [00087] [00093] [00107]
Ἔστι [00104]
ἐστὶν [00046] [00116]
ἐστιν [00045] [00080] [00105] [00134]
ἔστιν [00114]
ἐστρωμένον [00044] [00045] [00047]
ἑτοιμάσατε [00044]
Εὐαγγελίου [00116]
εὐαγγελισταὶ [00066]
εὐαγγελίῳ [00014]
εὐθαλῆ [00109]
εὐθέως [00074] [00112]
εὐκρασία [00007]
εὐλήπτου [00005]
εὐλογεῖται [00128]
Εὐνομιανοὶ [00075]
Εὐνομιανοί [00089]
εὐσέβειαν [00070]
εὐσεβείας [00028]
εὐταξίαν [00012]
ἐφύτευσεν [00026]
ἔχει [00114]
ἔχειν [00074] [00112]
ἔχοντα [00046]
ἔχουσι [00090] [00113]
ἔχων [00029]
Εxiit [00001]


ζεύγη [00029] [00031] [00032] [00033] [00037] [00055] [00056] [00060]
ζεύγλη [00017]
ζητήσαντας [00045]
ζητήσωμεν [00063]
ζιζάνια [00025]
ζυγὸς [00017]
ζυγῷ [00009]
ζύμη [00054]
ζῶα [00009]
ζωοποιῶν [00068]
ζώων [00008]


[00007] [00017] [00017] [00017] [00045] [00051] [00052] [00054] [00063] [00065] [00080] [00080] [00080] [00096] [00097] [00116] [00116] [00116] [00116] [00116] [00138] [00139] [00149]
[00005] [00005] [00005] [00005] [00045] [00045] [00080] [00084]
[00003] [00117] [00137]
ἧκε [00022]
ἠκούσαμεν [00014]
ἥκω [00023]
ἥλιος [00027]
ἡμᾶς [00022] [00059]
Ἡμεῖς [00144]
ἡμέτερον [00037] [00046]
ἡμῖν [00044] [00063]
ἡμῶν [00024] [00042] [00060] [00070] [00148]
ἣν [00026] [00045]
ἦν [00020] [00097]
Ἠσαΐα [00030]
ἡσυχαζόντων [00008]
ἡσύχιος [00134]


θαρσαλέως [00010]
θεία [00063]
θεῖον [00070] [00088]
θεῖος [00017] [00038]
θέλεις [00040]
Θεὸν [00004] [00021] [00125]
θεότητος [00027]
Θεοῦ [00087] [00101] [00107] [00113]
θερίσῃ [00019]
θερμὸς [00005]
θέρους [00005] [00006] [00007]
Θεῷ [00058] [00133]
θύεται [00053]


Ἱερουσαλὴμ [00036] [00051]
Ἰησοῦ [00148]
Ἰησοῦν [00037] [00046] [00060]
ἱκετεύειν [00004]
ἱλαρῷ [00008]
Ἰλλυρικοῦ [00036]
ἵνα [00004] [00019] [00019] [00025] [00027] [00028] [00029] [00101] [00109] [00110]
Ἰουδαῖοι [00084]
Ἰουδαίων [00049]
Ἰωάννης [00046]
Ιn [00001]


καθὼς [00022]
καινὴ [00051] [00052] [00065]
καινὴν [00051]
καινοῖς [00051]
κακῶς [00025]
κἂν [00113]
καρδίᾳ [00134]
καρδία [00116] [00117]
καρδίαις [00020] [00027]
καρδίας [00108]
καρδιῶν [00088]
καρπὸν [00117]
καρπόν [00115] [00124]
καρποὺς [00004] [00010]
καρπῶν [00118]
κατ [00107]
καταγγέλλων [00046]
κατακοσμῶνται [00109]
κατάμαθε [00076]
καταμαθεῖν [00045]
καταπέτασμα [00063]
κατελθόντα [00088]
κατέξανε [00005]
κατεπατήθη [00072]
κατερχόμενος [00122]
κατέσηψεν [00005]
κατεσπαρμένα [00020]
κατέφαγεν [00005]
κατέφαγον [00072]
κέγχρον [00021] [00070]
κεκύρτωται [00007]
κενοὺς [00088]
κεράμιον [00029] [00031] [00038] [00041] [00045] [00046] [00046] [00055] [00060]
κλίμακα [00135]
κόκκον [00003]
κόκκῳ [00070]
κόλποις [00022]
κομιεῖται [00126]
κόσμον [00016] [00109]
κόσμου [00134]
κράτος [00149]
κριθὰς [00021] [00069]
κτίσμα [00093]
κτισματολατρείας [00094]
Κυρίῳ [00050] [00148]
κωλῦον [00087]


λαγόνων [00022]
Λάλει [00030]
λαμπρὸν [00004] [00007]
λαξευθέντες [00101]
λέγει [00022] [00038] [00047] [00059]
λέγειν [00093]
λέγομεν [00144]
λέγοντες [00136] [00141]
λέγοντος [00113]
λέγουσιν [00039]
λέγων [00056] [00080] [00118]
λεπτουργοῦσι [00135]
λευκανίζον [00007]
λῃστεύουσι [00009]
λήϊον [00004] [00007]
λίθον [00106]
λίθος [00105]
λίθου [00104]
λογικὰ [00033]
λογισμῶν [00112]
λόγοις [00135]
λόγον [00070] [00088] [00094] [00111]
λόγος [00017] [00038] [00051]
λόγους [00116]
λόγῳ [00012]
λύπῃ [00006]


μαθηταὶ [00039]
μακάριος [00118]
Μαραθωνιανοί [00095]
Μαραθώνιοι [00075]
μαραίνεσθαι [00093]
μαρτυρεῖ [00056]
μαρτυροῦντος [00113]
μεγαλύνουσι [00140]
μεθ [00024]
μέλει [00058]
μέμνηται [00118]
μὲν [00009] [00024] [00072] [00078] [00081] [00091] [00096] [00106] [00111] [00115]
μετάβα [00012]
μέτρα [00029] [00061] [00062] [00064] [00067]
μέχρι [00036]
μηκύνει [00003] [00117]
μὴν [00091]
μίξαντες [00050]
μισθούς [00126]
μοι [00012] [00113]
μόνῃ [00134]
μόνον [00061] [00062]
μόνος [00008] [00010]
μου [00026]
μυστηρίῳ [00012] [00123]


ναὸν [00101]
νέαν [00051]
νεκρῶν [00129]
νέος [00051]
Νικάνορα [00035]
Νικόλαον [00035]
νομικοῦ [00028]
νόμος [00049]
νόμῳ [00057]
νόστιμον [00028]
νοῦν [00063]
νῦν [00030]
νύττοντες [00094]


ξένος [00134]
ξηραίνουσι [00112]


[00002] [00008] [00010] [00013] [00017] [00017] [00017] [00018] [00019] [00021] [00022] [00025] [00026] [00026] [00027] [00028] [00029] [00038] [00045] [00045] [00046] [00046] [00049] [00051] [00053] [00053] [00054] [00061] [00067] [00068] [00071] [00077] [00080] [00080] [00097] [00118] [00120] [00120] [00121] [00122] [00123] [00146] [00147] [00148]
[00041] [00042] [00046] [00064] [00120] [00130] [00134] [00142] [00145]
ὁδὸν [00072]
ὁδόν [00075] [00078] [00079] [00081] [00084]
ὁδὸς [00080] [00080]
ὁδοῦ [00084] [00086]
ὁδῷ [00079] [00082] [00087]
Οἱ [00095]
οἱ [00004] [00017] [00033] [00033] [00033] [00039] [00056] [00066] [00081]
οἴκαδε [00008]
οἰκείᾳ [00009]
οἰκείων [00004] [00010]
οἰκοδομήσωσιν [00101]
οἷον [00007]
οἱονεὶ [00116]
ὅμοιον [00107]
ὁμολογεῖν [00086] [00092] [00107]
ὁμολογίαν [00037] [00060] [00067] [00110]
ὁμολογίας [00091]
ὁμολογῶσι [00113]
ὁμόνοια [00017]
ὀνόματι [00104]
ὄντος [00005]
ὀξέσιν [00007]
ὄξος [00050]
Ὁπόταν [00007]
ὅπου [00049] [00051] [00051] [00052] [00052] [00053] [00053] [00054] [00054] [00060]
Ὅπου [00056]
ὀρθήν [00085]
ὀρθῆς [00088] [00094]
ὀρθόδοξοι [00083] [00100]
ὀρθοδόξων [00116]
ὀρνεοτρόφον [00070]
ὁρῶντες [00004]
ὅσα [00009]
ὀστράκινον [00037]
Ὅτε [00039]
ὅτι [00096] [00140]
Ὅτι [00038]
Οὐ [00057]
Οὗ [00031] [00055]
οὐ [00021] [00021] [00021] [00068] [00069] [00070] [00083] [00091] [00100]
οὐδ [00021]
οὐδὲ [00084] [00113]
Οὐκ [00079] [00082] [00096]
οὐκ [00026] [00114] [00114] [00145]
οὖν [00060] [00081]
οὔπω [00020]
οὐράνιος [00026] [00054]
οὐρανοῖς [00129] [00131] [00134]
οὐρανοῦ [00016] [00072] [00088]
οὐρανοὺς [00047]
οὓς [00033]
οὖσα [00116]
οὐσίαν [00107]
Οὔτε [00099] [00109]
οὔτε [00101] [00105] [00105] [00110]
Οὗτοι [00113]
οὗτοί [00095]
Οὗτος [00126] [00128]
οὗτος [00114]
Οὕτως [00124]
οὐχ [00009] [00019] [00052] [00053] [00054]
ὄψει [00012]


παθεῖν [00039]
παλαιὰ [00054]
παλαιὰν [00049]
παλαιοῖς [00049]
παλαιὸν [00052]
παλαιὸς [00049]
παλάμαι [00007]
πάλιν [00084] [00093]
παντελῶς [00088] [00094]
πάντως [00080]
Παρὰ [00079]
παρὰ [00072] [00075] [00078] [00081] [00084] [00085] [00085] [00106] [00106] [00133]
παραγενόμενος [00016]
παρεικαζόμενον [00070]
παρθένος [00003]
Παρμενᾶν [00035]
Πᾶσα [00026]
πάσχα [00040] [00043] [00044] [00052]
Πατέρα [00021] [00067] [00110] [00139] [00143] [00145] [00146]
Πατήρ [00026]
Πατρὶ [00107]
πατρικῶν [00022]
Πατρὸς [00022] [00023] [00024] [00141] [00143]
Παῦλος [00056] [00118]
πέμπει [00045]
πέπειρον [00007]
πεπωρωμένας [00108]
περιπτύξασα [00003]
περισφίγγουσα [00017]
περιχαροῦς [00005]
πετεινὰ [00072] [00088]
πέτρα [00097] [00101] [00110]
πέτραν [00096]
πετρώδη [00074] [00075] [00095] [00098]
πηγάζει [00051]
πιασθέντα [00006]
πιστεύει [00145]
πιστεύων [00120] [00142] [00145] [00146]
πίστεως [00051] [00088] [00091] [00092] [00093] [00094] [00109] [00117]
πίστιν [00021] [00068] [00085]
Πίστις [00119]
πίστις [00137]
πλήρη [00003]
Πνεῦμα [00021] [00067] [00108] [00110] [00113] [00137] [00140] [00141] [00142] [00143] [00145] [00148]
πνεῦμα [00114]
πνεύματι [00127]
πνευματικὰ [00088]
Πνεύματος [00051] [00063]
πνεύματος [00112]
πνοάς [00069]
πόαν [00003] [00091] [00092] [00117]
πόθον [00007]
ποιεῖ [00067] [00092] [00108] [00120] [00120] [00120] [00121] [00122] [00123] [00137] [00138] [00139] [00142] [00146] [00147]
ποίημα [00093]
ποιῆσαι [00062]
ποιήσει [00031] [00055] [00061] [00064]
ποιήσῃ [00029] [00029]
ποιμὴν [00028]
ποιοῦν [00086] [00093] [00107]
ποιοῦσι [00060]
ποιῶ [00043]
ποιῶμεν [00040]
πόλιν [00041] [00048] [00051]
πόλις [00045]
Πολλάκις [00005]
πολλῆς [00006]
πονηθεῖσα [00116]
πονηρίας [00088]
πόνοις [00007]
πόνους [00007]
πόνων [00004] [00010]
πορεύεται [00008]
πόῤῥω [00084]
Ποῦ [00040]
Πράξεις [00066]
πράξεσιν [00134]
πραΰς [00134]
προβάλλεται [00003]
πρόβατα [00009]
προβάτοις [00028]
προβάτων [00028]
πρόδρομος [00046]
προειρημένων [00012]
προορῶν [00127]
Πρὸς [00043]
πρὸς [00022] [00041] [00070]
προσάγουσι [00007]
προσεγγίζοντα [00009]
προσήλυτον [00035]
προσήνεγκαν [00050]
προσκοιμίζουσιν [00007]
προσλαμβάνων [00147]
προσόδοις [00009]
Προτάττουσι [00141]
προτάττουσι [00143]
Πρόχορον [00035]
πρῶτον [00003] [00117] [00143] [00145]
πώποτε [00062]
Πῶρός [00103]
πῶρος [00104]


ῥίζαν [00074]
ῥίζας [00112]
ῥύεται [00053]


σὲ [00043]
σεμνύνεται [00130]
σεμνύνουσι [00004]
σινάπεως [00070]
σίτον [00068]
σῖτον [00021]
σίτου [00003]
σιώπα [00030]
σκεῦος [00037]
σκηνῇ [00006]
σκληρὸς [00106]
σμικρῦναι [00140]
σπαρῆναι [00062]
σπεῖραι [00002] [00013] [00018] [00021] [00068] [00071] [00077]
σπείρας [00028] [00029] [00067]
σπείρῃ [00019]
σπείρων [00002] [00013] [00018] [00021] [00022] [00025] [00029] [00061] [00064] [00068] [00071] [00077]
σπέρμα [00017]
σπέρματα [00003] [00020] [00116]
σπέρματος [00124]
σπεύδουσιν [00004]
Σπορεὺς [00017]
σπόρον [00002]
σταυρὸς [00017]
σταυροῦ [00054]
στάχυν [00003] [00007] [00093] [00117]
σταχυοφόρον [00011]
στάχυϊ [00003]
στερέμνιος [00105] [00110]
Στέφανον [00035]
συμμαραίνειν [00006]
συμπαθὴς [00134]
συμπνίγοντες [00094]
σὺν [00007] [00050]
συνάγουσι [00088]
συναγωγὴν [00049]
συνειδήσει [00009]
συνέπνιξαν [00073]
συνεργείᾳ [00003]
συνιὼν [00127]
σφοδρῶς [00070]
σώματι [00127]
σώματος [00037] [00046] [00060]


Τὰ [00075] [00081] [00089] [00096] [00115]
τὰ [00003] [00009] [00020] [00025] [00029] [00060] [00067] [00072] [00074] [00075] [00075] [00075] [00088] [00088] [00095] [00098] [00115] [00115] [00115] [00120] [00120] [00120] [00121] [00122] [00123] [00137] [00138] [00139] [00142] [00144] [00146] [00147]
ταῖς [00003] [00020] [00025] [00027]
τάξεσιν [00130]
ταπεινόφρων [00134]
τὰς [00004] [00007] [00027] [00067] [00069] [00069] [00070] [00073] [00090] [00108] [00112]
Ταῦτα [00037]
ταῦτα [00060]
Ταύτας [00067]
τέλει [00006] [00007]
τελείας [00117]
τελείοις [00116]
τελειούμενος [00120] [00123]
τελειοῦται [00054]
τελεσιουργοῦσι [00091]
τέλος [00005]
τέσσαρες [00066]
τῇ [00003] [00006] [00006] [00009] [00079] [00082] [00087]
τὴν [00003] [00006] [00007] [00008] [00010] [00011] [00011] [00012] [00012] [00037] [00037] [00038] [00041] [00047] [00047] [00048] [00049] [00051] [00051] [00060] [00067] [00072] [00073] [00075] [00078] [00079] [00081] [00084] [00085] [00085] [00091] [00092] [00096] [00106] [00110] [00115] [00117] [00135] [00148]
τήνδε [00041] [00048]
τῆς [00005] [00005] [00005] [00012] [00020] [00027] [00027] [00028] [00037] [00051] [00063] [00084] [00086] [00088] [00091] [00091] [00092] [00093] [00094] [00094] [00117] [00117] [00117] [00118] [00134]
τί [00045] [00102] [00136]
τι [00021]
Τίμωνα [00035]
Τίνας [00034]
τινες [00135]
τινι [00067]
Τίς [00045] [00080]
τίς [00015] [00045]
τις [00104] [00114]
Τὸ [00086] [00092] [00107]
τὸ [00002] [00004] [00005] [00007] [00009] [00028] [00029] [00029] [00037] [00039] [00040] [00043] [00044] [00045] [00045] [00045] [00046] [00046] [00046] [00051] [00052] [00060] [00063] [00074] [00086] [00087] [00087] [00093] [00093] [00107] [00108] [00108] [00108] [00112] [00113] [00113] [00122] [00137] [00140] [00140] [00141] [00142] [00143] [00144] [00145] [00148] [00148] [00149]
τοιαύτη [00117]
τοίνυν [00109]
τοιοῦτος [00130] [00134]
Τοῖς [00094]
τοῖς [00003] [00022] [00028] [00047] [00049] [00051] [00135]
τομὴν [00007]
τὸν [00002] [00003] [00003] [00004] [00005] [00006] [00007] [00007] [00009] [00011] [00016] [00028] [00036] [00036] [00037] [00037] [00046] [00046] [00060] [00063] [00085] [00088] [00091] [00093] [00094] [00101] [00106] [00107] [00110] [00111] [00113] [00113] [00117] [00138] [00139] [00143] [00143] [00145] [00146] [00147] [00147]
τοσαύτη [00062]
Τότε [00004] [00008]
τότε [00007]
τοῦ [00002] [00003] [00005] [00005] [00006] [00007] [00009] [00013] [00018] [00021] [00022] [00023] [00024] [00025] [00028] [00033] [00036] [00037] [00038] [00045] [00046] [00046] [00046] [00046] [00051] [00060] [00063] [00063] [00068] [00071] [00072] [00077] [00088] [00101] [00107] [00112] [00113] [00113] [00114] [00116] [00143]
τοὺς [00004] [00010] [00011] [00017] [00116] [00149]
τοῦτ [00086] [00087] [00093] [00107]
τουτέστι [00085] [00088]
τουτέστιν [00066]
Τοῦτο [00014]
τοῦτο [00088] [00092] [00108]
τοῦτον [00111]
τούτους [00034]
Τούτων [00118]
τρία [00029] [00061] [00062] [00064] [00067]
Τριάδος [00126]
τριάκοντα [00115] [00120] [00121] [00131] [00137] [00142] [00146]
τρισὶ [00130]
τρισσῶς [00124] [00128]
τριῶν [00118]
τροφὰς [00069] [00069]
τυγχάνειν [00107] [00108]
τυγχάνοντας [00116]
τυγχανούσης [00005]
τυγχάνουσιν [00033]
τυγχάνων [00024]
τῷ [00003] [00006] [00007] [00008] [00008] [00009] [00012] [00012] [00014] [00050] [00057] [00058] [00107] [00112] [00123] [00148]
τῶν [00003] [00004] [00004] [00004] [00007] [00008] [00009] [00010] [00012] [00017] [00020] [00021] [00025] [00027] [00028] [00029] [00037] [00049] [00056] [00058] [00060] [00069] [00069] [00088] [00090] [00112] [00116] [00116] [00118] [00135] [00149]


ὕδατος [00041] [00045] [00046]
ὕδωρ [00046] [00122]
Υἱὸν [00021] [00067] [00087] [00107] [00110] [00113] [00113] [00138] [00143] [00147]
Υἱοῦ [00141]
ὑμᾶς [00045]
ὑμῖν [00041] [00044]
ὑπερεχούσαις [00130]
ὑπέταξαν [00009]
ὑπὸ [00003] [00006] [00025] [00101]
ὑπομένων [00127]
ὑψοῖ [00125]


φαινόμενος [00134]
φαινομένων [00004]
φάσκων [00022]
φεγγοβόλους [00027]
φέρων [00045]
φησὶ [00058]
φησὶν [00013] [00026] [00057] [00115]
Φίλιππον [00035]
φιμώσεις [00057]
φρόνησιν [00070]
φρονοῦντες [00144]
φυὲν [00074]
φυλάττωσι [00110]
φύσις [00104]
φυτεία [00026]


χάλαζα [00005]
χάρις [00051]
χοῖροι [00009]
χολῇ [00050]
χορτάζοντες [00007]
χόρτον [00028]
χριόμενος [00121]
Χριστὸν [00085] [00086] [00087] [00092] [00113]
Χριστὸς [00016] [00017] [00019] [00022] [00053] [00080]
Χριστός [00097]
Χριστοῦ [00033] [00038] [00046] [00114]
Χριστῷ [00148]
χωριζόμενος [00024]


ψύγουσι [00112]
ψυχαῖς [00025]
ψυχὰς [00070]
ψυχῇ [00067] [00127]
ψυχῆς [00116] [00118]


[00149]
ὡμοιώθησαν [00056]
ὢν [00022]
ὤξισεν [00049]
ὥριμον [00117]
ὡς [00006] [00056] [00084] [00131] [00132] [00133] [00140]
ὥστε [00062]