Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεξάμενος [103]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεξάμενος


000-00-00 Serial Number=0515789211
Ad Innocentium papam i Ante [Go Back]  
 [00023]  Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν·
000-00-00 Serial Number=0790198922
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00305]  Ὁ γὰρ τὴν παρ' ἑτέρου δεξάμενος ἀπάτην οὕτως εὐκόλως, οὗτος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο·
000-00-00 Serial Number=0746693909
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00539]  «Καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος.».
000-00-00 Serial Number=0975536585
Ad viduam juniorem Ante [Go Back]  
 [00219]  Ἄδηλον δὲ εἰ καὶ πολλὰς δεξάμενος μεταβολὰς καὶ πρὸς ῥαθυμίαν ἀποκλίνας ἐσχάτως ἀπένευσε.
000-00-00 Serial Number=0681525648
Adversus Judaeos Ante [Go Back]  
 [02764]  Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι [48.936] δεξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
000-00-00 Serial Number=0323507190
Catecheses ad illuminandos Ante [Go Back]  
 [00611]  «Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον ὅτι ἐπιστολὰς δεξάμενος παρ' αὐτῶν εἰς ∆αμασκὸν ἐπορευόμην πρὸς τοὺς ἀρχιερεῖς ὥστε καὶ τοὺς ἐκεῖ ὄντας δεδεμένους ἀναγαγεῖν εἰς Ἱερουσαλήμ.».
 [01205]  ἐγὼ τὴν ἀπόδειξιν ἐπάγω ἵνα μάθητε ὅπως ὁ δίκαιος αἰσθητῶν ἐπαγγελίαν δεξάμενος περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν εἶχε.
000-00-00 Serial Number=0305216372
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00125]  Καὶ ὁ μὲν παῖς ἔκειτο νεκρὸς δεξάμενος τὴν πληγὴν ὁ δὲ σφαγεὺς ἐπηγωνίζετο τῷ μιάσματι τοῖς δευτέροις τὰ πρότερα ἀποκρύψαι φιλονεικῶν.
 [00337]  Καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας δεχόμενος ἀπὸ τῆς ὁδοῦ μετὰ τοιαύτης σωφροσύνης παραπέμπει πρὸς τὴν τῆς ∆άφνης ἀνάπαυσιν μόνον οὐκ ἐκείνην αὐτοῖς ἐπιβοῶν τὴν φωνὴν ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ, καὶ τὸ ἀποστολικὸν προστιθεὶς εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, τοὺς δὲ εἰς τὴν πόλιν κατιόντας μετὰ τὴν τρυφὴν εἰ συμβαίη ῥᾳθυμότερον διατεθέντας ἀπορρῖψαι τὸν χαλινὸν καὶ εἰς κραιπάλην καὶ εἰς ἄτοπον ἐξενεχθῆναι τρυφὴν δεξάμενος πάλιν μεθύοντας εἰς τὸ αὐτοῦ καταγώγιον οὐκ ἀφίησι τὴν ἀπὸ τῆς μέθης βλάβην ἔχοντας οἴκαδε ἀπελθεῖν, ἀλλὰ σωφρονίσας τῷ φόβῳ πρὸς τὴν αὐτὴν ἐπανάγει νῆψιν ἣν καὶ πρὸ τοῦ τῇ μέθῃ βαπτισθῆναι ἐφύλαττον.
 [00493]  Εἶτα διψώντων μέν σοι τῶν βωμῶν αἵματος ἔμενες, Ἄπολλον, φρουρὸς ἀκριβὴς τῆς ∆άφνης καὶ ῥαθυ μούμενος, ἔστι δὲ ὅπη καὶ προπηλακιζόμενος περι κοπτόμενός τε τὸν ἔξω κόσμον ἠνείχου, νῦν δὲ μετὰ πολλὰ μὲν πρόβατα πολλοὺς δὲ βόας στόμα βασιλέως ὅσιον τῷ ποδὶ δεξάμενος, ἰδὼν ὃν προὔλεγες, ὀφθεὶς ὑπὸ τοῦ μεμηνυ μένου, πονηροῦ γειτονήματος ἀπαλλαγεὶς νεκροῦ τινος ἐνοχλοῦντος ἐγγύθεν ἐκ μέσης τῆς θεραπείας ἀποπεπήδηκας.
000-00-00 Serial Number=0074627399
De Lazaro Ante [Go Back]  
 [00725]  Καθάπερ γὰρ ὑποδέκτης τις βασιλικὰ δεξάμενος χρήματα, ἂν ἀφεὶς οἷς ἂν κελεύηται διανεῖμαι, εἰς οἰκείαν καταναλώσῃ βλακείαν, εὐθύνας δίδωσι καὶ προσαπόλλυται·
 [01102]  ἂν μὲν ῥίψῃς αὐτῷ, καθάπερ κυνὶ, ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται·
000-00-00 Serial Number=0310278594
De cruce et latrone Ante [Go Back]  
 [00045]  εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει·
000-00-00 Serial Number=0909172177
De diabolo tentatore Ante [Go Back]  
 [00068]  Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω·
 [00071]  ἀλλ' ὁ Θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν πρὸς τὸν οὐρανὸν ἀνήγαγε·
 [00907]  ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν.
000-00-00 Serial Number=0382449925
De eleemosyna [1] Ante [Go Back]  
 [00136]  Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν·
000-00-00 Serial Number=0590241194
De eleemosyna [3] Ante [Go Back]  
 [00135]  Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν·
000-00-00 Serial Number=0771493852
De jejunio de Davide Ante [Go Back]  
 [00172]  ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας, δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις προπεσὼν ἔλεγε·
000-00-00 Serial Number=0751356483
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00661]  οὐδὲ τὴν δύναμιν ταύτην ἔχων, οὐδὲ χειροτονίαν δεξάμενος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς πάντα τῶν Ἰουδαίων τὸν δῆμον διεγεῖραι καθ' ἑαυτοῦ;
000-00-00 Serial Number=0428406775
De mutatione nominum Ante [Go Back]  
 [00096]  Καθάπερ γὰρ ἐκεῖνοι τοῦ πελάγους εὐθέως ἀνελκυσθέντες ἀποτυφλοῦνται, οὕτω καὶ οὗτος δεξάμενος εὐθέως τὸ ἄγκιστρον, καὶ ἀνασπασθεὶς εὐθέως ἐπετυφλώθη·
000-00-00 Serial Number=0984841347
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00042]  τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινόν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται μὴ τῷ ἀγγέλῳ πιστεύσας καὶ σιωπὴν τὴν τιμωρίαν δεξάμενος.
 [00060]  ὁ μὴ δεξάμενος τότε ἀκοῇ τὰ ῥηθέντα νῦν νομοθετεῖ καὶ τῇ χειρὶ τὰ γινόμενα.
000-00-00 Serial Number=0240281284
De paenitentia [1] Ante [Go Back]  
 [00857]  Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ ∆εσπότης λέγων·
000-00-00 Serial Number=0637230515
De perfecta caritate Ante [Go Back]  
 [00273]  Πῶς γὰρ ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ὀργὴν ἐπαγαγὼν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δεξάμενος, μήτε τὸν ἔνοικον δυσωπηθεὶς Λὼτ, [56.289] τοσούτων κακῶν γινομένων φείσεται ἡμῶν;
000-00-00 Serial Number=0144075692
De proditione Judae Ante [Go Back]  
 [00497]  Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ ∆εσπότου ἑαυτὸν ὠθήσας·
000-00-00 Serial Number=0967961550
De regressu Ante [Go Back]  
 [00064]  Εἰ γὰρ πατὴρ ἄσωτον υἱὸν δεξάμενος κατηλλάγη καὶ οὐκ ἀπῄτησεν αὐτὸν εὐθύνας ἀλλ' εὐθέως περιεπλάκη, πολλῷ μᾶλλον τὰ τέκνα πατέρα δεξάμενα.
 [00139]  [22] Ταύτην αἰτοῦμαι παρ' ὑμῶν τὴν ἀσφάλειαν, ὑπὲρ ταύτης χάριν αἰτῶ, ἵνα ὁ Θεὸς τὰς εὐχὰς τὰς ὑμετέρας δεξάμενος καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀγαθῶν τὴν ἀφθονίαν ὑμῖν χαρίσηται ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0150539815
De resurrectione mortuorum Ante [Go Back]  
 [00380]  Καθάπερ γὰρ ἐπὶ τῶν συμβολαίων ὁ τὸν ἀῤῥαβῶνα δεξάμενος ὑπὲρ τοῦ παντὸς θαῤῥεῖ λοιπὸν καὶ πεπίστευκεν, οὕτω καὶ σὺ λαβὼν ἀῤῥαβῶνα, τοῦ Πνεύματος τὰ χαρίσματα λέγω, μηκέτι ἀμφίβαλε περὶ τῶν ἀποκειμένων ἀγαθῶν.
000-00-00 Serial Number=0577597499
De sacerdotio Ante [Go Back]  
 [00698]  Ἂν δὲ τὴν πρὸς ἐκείνους χάριν προτιμήσῃ τῆς αὑτοῦ σωτηρίας, δεξάμενος οὓς οὐκ ἔδει, ἕξει μὲν τὸν Θεὸν ἀντ' ἐκείνων ἐχθρόν, οὗ τί γένοιτ' ἂν χαλεπώτερον;
 [00738]  ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν, οὕτως οὗτος ὁ προσηνῆ λόγον ἀκούσας καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάνυται πλέον καὶ χαίρει καὶ διπλοῦν αὐτῷ τὸ δοθὲν τῷ τρόπῳ γίνεται.
 [01365]  Ὅταν δὲ ὁμοῦ καὶ βραδείας ᾖ διανοίας καὶ τῶν τοιούτων ἀγώνων ἄπειρος, τοῦτο δὴ τὸ ἡμέτερον, τῶν λιθίνων οὐδὲν διοίσει ταύτην δεξάμενος τὴν οἰκονομίαν.
000-00-00 Serial Number=0559547007
De sacerdotio lib 7 Ante [Go Back]  
 [00054]  Ταύτης καὶ Μωσῆς κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεὸν, καὶ δεξάμενος τὸν νόμον παρ' αὐτοῦ·
000-00-00 Serial Number=0261830807
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00078]  ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης, οὐδὲν τούτων ἀφῆκεν ὁ Θεὸς συμβῆναι, ἀλλ' εὐθέως ἐκέλευσεν ἀφεῖναι τὸ σῶμα τὴν ψυχὴν, ὡς ἀρκούντως ἀγωνισαμένην δεξάμενος, καὶ τὸ πᾶν πληρώσασαν.
000-00-00 Serial Number=0898082435
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02081]  Ὁ γὰρ τὴν παρ' ἑτέρου δεξάμενος οὕτως ἀπάτην εὐκόλως, οὗτος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο·
 [04451]  ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν.
 [06851]  ἂν ῥίψῃς αὐτῷ καθάπερ κυνὶ ῥῆμα βλάσφημον, δεξάμενος πάλιν ἐπιθήσεται·
 [09070]  Οὐδὲ γὰρ δύναμιν τοσαύτην ἔχων, οὐδὲ χειροτονίαν δεξάμενος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς πάντα τῶν Ἰουδαίων τὸν δῆμον διεγεῖραι καθ' ἑαυτοῦ·
000-00-00 Serial Number=0697518468
Epistula ad Cyriacum Ante [Go Back]  
 [00729]  Καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος κατάδικον καὶ μοιχὸν ἐπίσημον·
000-00-00 Serial Number=0362137616
Epistulae Ante [Go Back]  
 [00227]  Τρίτην πέμπω ταύτην ἐπιστολὴν, οὐδεμίαν αὐτὸς δεξάμενος παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς.
 [02530]  Τοσαύτας γὰρ ἐπιστολὰς δεξάμενος παρ' ἡμῶν, ὅσας ἐπέσταλκας, πλὴν μιᾶς, ὥσπερ νιφάδας πέμπων γραμμάτων, οὕτως ἔφης, τῇ γοῦν συνεχείᾳ ἀναστήσειν ἡμᾶς πρὸς τὸ γράφειν οἰόμενος.
 [02897]  ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον [52.713] αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων.
000-00-00 Serial Number=0616998434
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00024]  Ἐπεὶ καὶ νῦν, πολλῶν παρελθόντων ἐντεῦθεν τῶν δυναμένων γράμματα κομίσαι, μὴ δεξάμενος παρὰ τῆς σῆς τιμιότητος ἐπιστολὴν σφόδρα ἤλγησα.
 [01098]  ἀλλ' ἐκείνῳ τότε πρᾷος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐκ ἀπέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον καὶ μοιχὸν ἐπίσημον.
000-00-00 Serial Number=0793761194
Expositiones in Psalmos Ante [Go Back]  
 [02073]  νῦν δὲ οὐδεμιᾶς συγγνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ' ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται.
000-00-00 Serial Number=0376937270
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05067]  *Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι.
000-00-00 Serial Number=0474515975
Fragmenta in Proverbia Ante [Go Back]  
 [01621]  ∆ιὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς, ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ, οὐκ ἀτιμώρητος ἔσται.
000-00-00 Serial Number=0077959061
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00048]  Ὁ γὰρ πρῶτος καὶ τῆς Ἐκκλησίας καὶ τῆς Συναγωγῆς πρόγονος γενόμενος, ἐκείνων μὲν κατὰ σάρκα, ἡμῶν δὲ κατὰ πνεῦμα, βάρβαρος ἦν καὶ ἐκ μέσης Περσίδος ἤγετο, ὁ πατριάρχης λέγω Ἀβραὰμ, καὶ οὔτε γραμμάτων ἀκούσας, οὔτε προφητείας μετασχὼν, οὐ τὸν διδάσκοντα ἔχων, οὐχ ἱστορίαν δεξάμενος·
000-00-00 Serial Number=0266592205
In Acta apostolorum Ante [Go Back]  
 [00260]  ὥσπερ οὖν καὶ αὐτὸς κεχρίσθαι λέγεται, οὐδαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ Πνεῦμα δεξάμενος·
 [01872]  ∆ιὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ μακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς μαθητὴς, ὁ τὰς κλεῖς πιστευθεὶς τῶν οὐρανῶν, ὁ τὴν ἀποκάλυψιν δεξάμενος τὴν πνευματικὴν, καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας μεγάλων ἠξιωμένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶ ἐκείνου διαλέγεται.
 [03972]  Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς.
 [09999]  Παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος, πρὸς τοὺς ἀδελφοὺς εἰς ∆αμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν.
 [09999]  Τί γὰρ ἠδίκηται, δεξάμενος τάχιον τὴν τελευτήν;
000-00-00 Serial Number=0641305566
In Genesim sermones Ante [Go Back]  
 [00167]  ἀλλὰ περιττόν μοι δοκεῖ εἶναι λόγῳ διδάσκειν ὑμᾶς, τοῦ διὰ τῶν ἔργων ὑμᾶς παιδεύειν δυναμένου νῦν ἐν μέσῳ καθημένου, τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς τὴν οἰκίαν τὴν πατρῴαν, ὥσπερ εἰς αὐτὸ τοῦτο παρὰ τῶν προγόνων δεξάμενος, ἵνα ταῖς τῶν ξένων αὐτὴν θεραπείαις παράσχῃ, οὕτω διαπαντὸς τοῖς πάντοθεν ἐλαυνομένοις ὑπὲρ τῆς ἀληθείας ἀνῆκε, καὶ ὑποδέχεται, καὶ θεραπεύει θεραπείας τρόπῳ παντοδαπῷ·
000-00-00 Serial Number=0882827103
In Isaiam Ante [Go Back]  
 [00570]  Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός.
000-00-00 Serial Number=0498777628
In Joannem Ante [Go Back]  
 [01854]  οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος, οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν·
 [02277]  ἐπεὶ καὶ ἐν τοῖς τύποις καὶ ἐν ταῖς εἰκόσι, καὶ ὁ ἐπὶ τῶν χρωμάτων τῶν λευκῶν διὰ τοῦ μέλανος χρώματος ἐγχαραττόμενος, ἄνθρωπος λέγεται, καὶ ὁ δεξάμενος τὴν τῶν χρωμάτων ἀλήθειαν·
 [02650]  Καὶ οὐκ ἐπὶ τῆς βασκανίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ δράσας κακῶς, οὗτός ἐστιν ὁ τὴν βλάβην δεξάμενος.
 [03655]  Ὅτι Πέτρος μὲν μετὰ τοσαῦτα θαύματα καὶ διδασκαλίαν τοιαύτην ὁμολογήσας, ὅτι Σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, μακαρίζεται, ὡς παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενος·
 [05458]  Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι;
000-00-00 Serial Number=0316880643
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00090]  οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ.
000-00-00 Serial Number=0802207828
In Psalmum 118 Ante [Go Back]  
 [00993]  Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον.
000-00-00 Serial Number=0714817584
In Psalmum 705 Ante [Go Back]  
 [00021]  Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος, καὶ τὴν Ἱερουσαλὴμ πε ριδονήσαντος, καὶ ὀνειδίζοντος Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν·
000-00-00 Serial Number=0308714390
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00069]  πάντως που τοιαύτας ἐντολὰς δεξάμενος·
000-00-00 Serial Number=0219345748
In ascensionem Sermo 5 Ante [Go Back]  
 [00023]  Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰσαὰκ ἄθυτον θυσίαν δεξάμενος, καὶ τὸν Ἰακὼβ πληρώσας εὐλογιῶν.
000-00-00 Serial Number=0347986341
In catenas sancti Petri Ante [Go Back]  
 [00167]  [33] Οὗτος περιουσίᾳ πίστεως τὴν ἐκ Θεοῦ καὶ Πατρὸς δεξάμενος ἀποκάλυψιν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος τὸν Χριστὸν τρανῶς ἀνεκήρυξε καὶ τὸ τῶν δύο φύσεων ἀληθὲς ἐπιστώσατο.
000-00-00 Serial Number=0567960560
In decem virgines Ante [Go Back]  
 [00133]  Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.
000-00-00 Serial Number=0527849913
In duodecim apostolos Ante [Go Back]  
 [00034]  ὁ κλειδοῦχος τῶν οὐρανῶν προσκληθεὶς, καὶ τὸ δεσμοῦν καὶ λύειν ἐπὶ γῆς ἐν ἐξουσίᾳ δεξάμενος·
000-00-00 Serial Number=0476245821
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01361]  Ποία γάρ σοι χάρις, εἰπέ μοι, ὅταν τὸν κλῆρον παρὰ τοῦ πατρὸς δεξάμενος, μηδὲν πράττων διατελῇς, ἀλλὰ ἀναλώσῃς πάντα ἐκεῖνα εἰκῆ;
 [01681]  ἐγὼ δὲ τὰς διὰ τῶν πραγμάτων δεξάμενος ἀποδείξεις, προσκυνῶ τοῦ Θεοῦ τὴν οἰκονομίαν.
 [08058]  μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα.
 [09649]  δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασα-μένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων.
000-00-00 Serial Number=0084366202
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00230]  Πόθεν οὖν ὁ δεῖνα πλούσιός ἐστι μιαρὸς ὢν, φησὶ, καὶ πονηρὸς, παρὰ πατρὸς μὴ δεξάμενος τὴν κληρονομίαν·
000-00-00 Serial Number=0087580740
In epistulam ad Ephesios Ante [Go Back]  
 [02191]  Ἄλλως δὲ, πολλάκις δεξάμενος γόητας, καὶ οὐδὲν ἰδὼν τοιοῦτον γενόμενον, ἐθαύμασεν.
000-00-00 Serial Number=0032710075
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01310]  Ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτω καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν.
000-00-00 Serial Number=0020503223
In epistulam ad Philippenses Ante [Go Back]  
 [00038]  Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν.
000-00-00 Serial Number=0525080323
In epistulam ad Romanos Ante [Go Back]  
 [08523]  οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάμενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑπομονῆς·
000-00-00 Serial Number=0794979393
In illud In faciem ei restiti Ante [Go Back]  
 [00348]  καὶ τούτων λεγομένων ὁ Παῦλος παρῆν, καὶ ἤκουε, καὶ τὴν ἐπιστολὴν αὐτὸς δεξάμενος, πανταχοῦ διεκόμισε, καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὴν τοῦ ἀποστόλου γνώ μην.
000-00-00 Serial Number=0071891069
In illud Messis quidem multa Ante [Go Back]  
 [00025]  ἐπεὶ καὶ οἱ τὴν κάμινον κατα πατήσαντες παῖδες, νέοι σφόδρα καὶ μειράκια ἦσαν κο μιδῇ, καὶ ὁ τὴν προφητείαν δεξάμενος Ἱερεμίας·
 [00189]  Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δεξάμενος οὐκ ἠμέλησεν, οὐκ ἀνεβάλετο.
000-00-00 Serial Number=0668829381
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00177]  καὶ γὰρ τῶν οἰκετῶν ἐκεῖ νος εὔνους λέγεται, ὃς ἂν τὰ δεσποτικὰ δεξάμενος χρήματα, μηδὲν ἐξ αὐτῶν διαφθείρῃ.
000-00-00 Serial Number=0532494426
In latronem Ante [Go Back]  
 [00012]  Τοιοῦτον γὰρ ἔχομεν ∆εσπότην φιλάνθρωπον, ὅστις μόνον εἰλικρινῶς δεξάμενος παρ' ἡμῶν τὴν δέησιν, εὐθέως τὸν ἔλεον ἀντιδίδωσι.
 [00054]  Πέτρος ὁ τὴν κλεῖδα τῆς βασιλείας δεξάμενος, βλέπων τὸν Βασιλέα τῆς δόξης σταυρούμενον, ῥίψας τὰς κλεῖς ἔφυγε·
000-00-00 Serial Number=0165559351
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00003]  Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ' ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον.
 [00068]  Τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινὸν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται, πιστῷ ἀγγέλῳ μὴ πιστεύσας, καὶ σιωπῇ τὴν τιμωρίαν δεξάμενος.
000-00-00 Serial Number=0031684399
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00005]  Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ' εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων·
000-00-00 Serial Number=0824849784
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00264]  Οὐ γὰρ κατὰ τὸ γεννηθῆναι ὁ Ἰωάννης τὴν χάριν ἐδέξατο, ἀλλ' ἐξ αὐτῆς τῆς μητρικῆς νηδύος τὴν στολὴν τοῦ ἁγιασμοῦ δεξάμενος, στρατηγὸς παράδοξος γέγονε, καθὼς ἔφη ὁ ἄγγελος·
 [00285]  ὁ μὴ δεξάμενος τότε τῇ ἀκοῇ τὰ λεχθέντα, νῦν νομοθετεῖ τῇ χειρὶ τὰ γινόμενα γράφων.
000-00-00 Serial Number=0208232045
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00038]  Τοιαῦτα οὖν μήπω τεχθεὶς πρὸς τὴν Ἐλισάβετ ὁ Ἰωάννης.20 Προελθὼν δὲ ἐξ αὐτῆς καὶ μείζονα δεξάμενος εἰκότως τὴν ἔκλαμψιν ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πλάσμασι μεγαλοφώνως βοῶν·
000-00-00 Serial Number=0956950009
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00103]  φέρω χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν.
000-00-00 Serial Number=0451701880
In operarios undecimae horae Ante [Go Back]  
 [00080]  «Τί ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;», ἵνα τὴν ἑτοιμοτάτην καὶ εὐάρμοστον αὐτῶν ἀπολογίαν ὡς ἐργασίαν δεξάμενος, τὸ αὐθαίρετον καὶ γνήσιον τῆς ὑπακοῆς αὐτῶν φανερώσῃ δικαίωμα.
000-00-00 Serial Number=0432228982
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00003]  Ὅταν τὸ μέγεθος τοῦ δεσπότου θεάσωμαι καὶ τὰς ὕβρεις τῆς ἀνεξικάκου φιλανθρωπίας λογίσωμαι, ἐξίσταμαι τὴν διάνοιαν, πῶς ὁ παρὰ τοῦ Πατρὸς πᾶσαν τὴν κρίσιν δεξάμενος Πιλάτῳ παρέστη κρινόμενος, πῶς παρὰ τοῦ πηλοῦ ὁ κεραμεὺς ἐδικάζετο.
 [00009]  μάννα φαγών, χολὴν προσεκόμισας, ὕδωρ ἐκ πέτρας δεξάμενος, ὄξος τὸ ποτίσαν δέδωκας, ἐκ παρθένου γῆς γενόμενος ἄνθρωπος, οὐ δέχει τὸν ἐκ παρθένου γεννώμενον, ἀλλὰ σταυρῷ προσηλοῖς τὸν κριτὴν ὡς κατάκριτον καὶ θανατῶσαι μελετᾷς τὴν ἀνάστασιν.
 [00023]  Ὁ γὰρ τάφος τὸν Ἰησοῦν μετὰ σφραγῖδος δεξάμενος τὰς μὲν σφραγῖδας ἐφύλαξε, τὴν δὲ παρακαταθήκην οὐκ ἔσωσεν, ἵνα πληρωθῇ τὸ γεγραμμένον·
000-00-00 Serial Number=0033799529
In principium Actorum Ante [Go Back]  
 [01119]  Ἂν γὰρ δεξάμενος τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤῥυήσεται.
000-00-00 Serial Number=0787132323
In ramos palmarum [2] Ante [Go Back]  
 [00026]  τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκά λυψιν δεξάμενος ἀνεβόα πρὸς τὸν Κύριον λέγων·
 [00064]  Θεόθεν τοίνυν ὁ Ἱεροσολυμικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος, οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς ∆εσπο τικῆς παρουσίας.
000-00-00 Serial Number=0290500641
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00088]  Αὐτὸς ὁ τὴν θυσίαν δεξάμενος·
000-00-00 Serial Number=0177795589
In sanctum Stephanum ii Ante [Go Back]  
 [00007]  ὁ οὐρανὸς τὸ πνεῦμα δεξάμενος, ἡ γῆ τὸ σῶμα ὑποδεξαμένη, ὁ ἀὴρ ὁμοῦ καὶ τὰ πάντα τοῦ μύρου τῆς εὐωδίας πεπλήρωται.
000-00-00 Serial Number=0261211038
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00076]  ὁ πρὸς κάθαρσιν λουτρὸν δεξάμενος Ἰορδάνην;
000-00-00 Serial Number=0962563813
Oratio de hypapante Ante [Go Back]  
 [00092]  καὶ ἐν τῷ τοὺς γονεῖς εἰσαγαγεῖν τὸ παιδίον εἰς τὸ ἱερὸν τοῦ ποιῆσαι †αὐτοῖς† κατὰ τὸ εἰθίσμενον τῷ νόμῳ, καὶ αὐτὸς δραμὼν ἐπεσπάσατο αὐτὸν, πρὸς ἑαυτὸν δὲ δεξάμενος εἰς τὰς ἀγκάλας αὐτοῦ ἀνεφώνησε λέγων Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·
000-00-00 Serial Number=0441208124
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00079]  νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται.
000-00-00 Serial Number=0944667280
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00033]  Τί οὖν ἐστιν ὃ λέγει, ἢ πάντως, ἐν τῷ βίῳ τούτῳ ὥσπερ ἐν θαλάσσῃ ὑπάρχων, καὶ σεισθεὶς ταῖς ἡδοναῖς καθάπερ κύμασι, καὶ τοὺς ἁρμοὺς τῶν λογισμῶν λυθεὶς, λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας ἔνδοθεν δεξάμενος, τοῦ ἀνδρὸς πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα ἐκλυθεὶς, ναυάγιον σωφροσύνης ὑπέμεινεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»