0345-0407 - Iohannes Chrysostomus - Ad Innocentium papam i
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Ad Innocentium papam i

[00001]    ΙΝΝΟΚΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ.

[00002]    Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ, καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν.

52.529

[00003]    αʹ.

[00004]    Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν.

[00005]    Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας·

[00006]    καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο.

[00007]    Ἀλλ' ἐπειδὴ οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν, ὅπως ἂν ὁ χαλεπώτατος οὗτος τῆς Ἐκκλησίας σταίη χειμών·

[00008]    ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού [52.530] του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·

[00009]    καὶ αὐτοὶ δὲ ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξομεν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα.

[00010]    Ὁ γὰρ τῇς Ἐκκλησίας τῆς ἐν Ἀλεξανδρείᾳ τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ' αὐτοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ' ἑαυτοῦ πλῆθος Αἰγυπτίων ἐπισκόπων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφῖκται·

[00011]    εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβὰς, οὐκ εἰς ἐκκλησίαν εἰσῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμὸν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας·

[00012]    ἀλλ' ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμὼν, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρα [52.531] καλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγενομένους παρ' ἡμῖν καταχθῆναι καὶ γὰρ ἅπαντα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσα εἰκὸς ἦν οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο.

[00013]    Ταῦτα ὁρῶντες ἡμεῖς, καὶ ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν·

[00014]    ἀλλ' ὅμως τὰ παρ' ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι τε ἡμῖν, καὶ εἰπεῖν, τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισε πόλεμον, καὶ τηλικαύτην διεσκέδασε πόλιν.

[00015]    Ὡς δὲ οὐδὲ αὐτὸς ἠβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς, ἐκέλευσε πέραν ἔνθα διέτριβεν ἀπιέναι, καὶ τῆς κατ' αὐτοῦ ἀκούειν ὑποθέσεως.

[00016]    Καὶ γὰρ καὶ ἔφοδον, καὶ σφαγὰς, καὶ ἕτερα ἐνεκάλουν μυρία·

[00017]    ἀλλ' ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων εἰδότες, καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες τὰ δηλοῦντα μὴ δεῖν ὑπερορίους ἕλκεσθαι τὰς δίκας, ἀλλ' ἐν ταῖς ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνάζεσθαι, οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃτησάμεθα τῆς σφοδρότητος.

[00018]    Ὁ δὲ ὥσπερ τοῖς προτέροις ἐπαγωνιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν, ἐξ αὐθεντίας πολλῆς, ὥσπερ ἤδη χηρευούσης τῆς Ἐκκλησίας, καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι' ἐκείνου τὸν κλῆρον ἅπαντα πρὸς ἑαυτὸν μετέστησε·

[00019]    καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγένοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, καὶ παρασκευαζομένων λιβέλλους διδόναι καθ' ἡμῶν, καὶ πρὸς κατηγορίαν ἀλειφομένων.

[00020]    Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ' ἑαυτοῦ ἀποδυσάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν.

[00021]    βʹ.

[00022]    Ἀλλ' ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα, ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν.

[00023]    Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν·

[00024]    πῶς ἂν ᾖ δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβαίνειν οὐδαμόθεν αὐτῷ προσήκοντα;

[00025]    Οὐδὲ γὰρ ἀκόλουθόν ἐστι τὸν ἐξ Αἰγύπτου τοὺς ἐν Θρᾴκῃ δικάζειν, καὶ τοῦτον ὑπεύθυνον αἰτίας ὄντα, καὶ ἐχθρὸν καὶ πολέμιον.

[00026]    [52.532] Ἀλλ' ὅμως οὐδὲν αἰδεσθεὶς, ἀλλὰ ἅπερ βεβούλευτο πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί ἐσμεν καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτοὺς, ὥσπερ οὖν καὶ ἐσμὲν, οὐκ ἠνέσχετο·

[00027]    ἀλλὰ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ οὐκ ἀκρόασιν φευγόντων, ἀλλ' ἀπέχθειαν φανερὰν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ' ἐμοῦ γενομένους ἀκοινωνήτους ἔλυε, καὶ παρ' αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττε, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνων ἀκολουθίαν ἦν.

[00028]    Τί δὲ δεῖ πολλὰ λέγειν;

[00029]    Οὐκ ἀπέστη πάντα ποιῶν;

[00030]    καὶ πραγματευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντίας πάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλε, καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἠμῖν ἐπισυρομένου.

[00031]    Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην.

[00032]    Τίς ταῦτα ἀδακρυτὶ, κἂν λιθίνην ἔχῃ καρδίαν, ἀκούσειεν;

[00033]    Ἀλλ' ἐπειδὴ, καθάπερ ἔφθην εἰπὼν, οὐ θρηνεῖν μόνον τὰ κακῶς γινόμενα, ἀλλὰ καὶ διορθοῦν δεῖ, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διαναστῆναι, καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταύτῃ τὰ κακά.

[00034]    Οὐδὲ γὰρ ἐνταῦθα τὰ τῆς παρανομίας αὐτοῖς κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαποδύετο.

[00035]    Ἐπειδὴ γὰρ ὁ εὐσεβέστατος βασιλεὺς ἐπιπηδήσαντας αὐτοὺς τῇ ἐκκλησίᾳ ἀναισχύντως ἐξέβαλε, καὶ πολλοὶ τῶν παρόντων ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν, εἰς τὰς αὐτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυράν τινα πάντα ἐπινεμομένην φεύγοντες, ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἐκαλούμεθα, καὶ εἰς τὴν ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων τε ἡμᾶς πλειόνων ἢ τριάκοντα εἰσαγόντων, καὶ τοῦ θεοφιλεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνος δὲ ἐδραπέτευσεν εὐθέως.

[00036]    Τίνος ἕνεκεν καὶ διὰ τί;

[00037]    Εἰσιόντες παρεκαλοῦμεν τὸν θεοφιλέστατον βασιλέα, σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων.

[00038]    Συνειδὼς τοίνυν ἅπερ ἕδρασε, καὶ τὸν ἔλεγχον δεδοικὼς, καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεμφθέντων, πάντοθεν πάντας συναγόντων, λάθρα μέσων νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλὼν, οὕτως ἀπέδρα τοὺς μεθ' ἑαυτοῦ πάντας ἐπαγόμενος.

[00039]    γʹ.

[00040]    Ἀλλ' ἡμεῖς οὐδὲ οὕτως ἔστημεν, διὰ τὸ τῷ συνειδότι θαῤῥεῖν τῷ ἡμετέρῳ, τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσεβέστατον βασιλέα.

[00041]    Ὃς καὶ πρεπόντως αὐτοῦ ποιῶν τῇ εὐσεβείᾳ, ἔπεμψε πρὸς αὐτὸν πάλιν καλῶν αὐτὸν ἐξ Αἰγύπτου, καὶ τοὺς μετ' αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας, καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν ἑαυτῷ.

[00042]    Ὁ δὲ οὐδὲ τῶν βασιλικῶν [52.533] ἠνέσχετο γραμμάτων, ἀλλ' ἔμενεν οἴκοι, προβαλλόμενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ·

[00043]    καίτοι γε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις.

[00044]    Ἀλλ' οὐ ταῦτα περιεργαζόμεθα νῦν, ἀλλ' ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτα εἰρήκαμεν.

[00045]    Πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ' ἐπεκείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι κατὰ πεῦσιν καὶ ἀπόκρισιν·

[00046]    ἕτοιμοι γὰρ εἶναι ἐλέγομεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους δὲ τὰ ἔσχατα παρανομήσαντας.

[00047]    Καὶ γὰρ ἦσάν τινες Σύροι τῶν ποτε μετ' αὐτοῦ παρόντων, ἐνταῦθα ἀπολειφθέντες, οἳ κοινῇ μετ' αὐτοῦ τὸ πᾶν ἔδρασαν·

[00048]    καὶ προσίεμεν ἕτοιμοι δικάζεσθαι, καὶ πολλάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες τὰ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγοριῶν, ἢ φύσιν ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους·

[00049]    καὶ οὐδενὸς τούτων τετυχήκαμεν, ἀλλὰ πάλιν ἐξεβλήθημεν τῆς Ἐκκλησίας.

[00050]    Πῶς ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαίνοντα τραγῳδίαν;

[00051]    τίς ταῦτα παραστήσει λόγος;

[00052]    ποία χωρὶς φρίκης δέξεται ἀκοή;

[00053]    Ἡμῶν γὰρ αὐτὰ, καθάπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς ἐκκλησίαις ἐπεισελθόντες, τὸν κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοίχιστο.

[00054]    Καὶ γυναῖκες τῶν εὐκτηρίων οἴκων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ' αὐτὸν τὸν καιρὸν γυμναὶ ἔφυγον ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν γυναιξὶν εὐσχημοσύνην συγχωρούμεναι περιθέσθαι·

[00055]    πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν αἱμάτων ἐφοινίσσετο νάματα.

[00056]    Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν.

[00057]    Ἀλλ' ἔνθα τὰ ἅγια ἀπέκειντο εἰσελθόντες οἱ στρατιῶται, ὧν ἔνιοι, καθὼς ἔγνωμεν, ἀμύητοι ἦσαν, πάντα τε ἑώρων τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων στρατιωτῶν ἱμάτια ἐξεχεῖτο·

[00058]    καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο.

[00059]    Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσαράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο·

[00060]    καὶ ὀλολυγαὶ, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορὰς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων·

[00061]    διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοὶ, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα ἦν.

[00062]    Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβε [52.534] στάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἕχοντες.

[00063]    Ἡμέρας δὲ γενομένης, πᾶσα ἡ πόλις ἕξω τῶν τειχῶν μετῳκίζετο ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες.

[00064]    δʹ.

[00065]    Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα·

[00066]    ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ καθ' ἕκαστον γινόμενα.

[00067]    Τὸ δὴ χαλεπὸν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα λύσεως·

[00068]    ἀλλ' ἐκτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν οὐδεὶς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν.

[00069]    Τί ἄν τις εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν ταραχάς;

[00070]    Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ κακὸν, ἀλλὰ καὶ μέχρι τῆς ἕω ἔφθασε.

[00071]    Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ τῆς οἰκουμένης ἁπάσης ἀνατροπή.

[00072]    Μαθόντες τοίνυν ἅπαντα, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι.

[00073]    Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων.

[00074]    Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει·

[00075]    τοὺς δὲ τοιαῦτα παρανομήσαντας ἐλεγχομένους τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τῶν ἐκκλησιαστικῶν νόμων·

[00076]    ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν.

[00077]    Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, ὑπομνημάτων ἡμῖν οὐ δοθέντων, οὐ λιβέλλων, οὐ κατηγόρων φανέντων·

[00078]    δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασόμεθα, καὶ ἀπολογησόμεθα, καὶ ἀποδείξομεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμέν·

[00079]    τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν πάσης ἐκτός ἐστιν ἀκολουθίας, καὶ παν [52.535] τὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ.

[00080]    Καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ;

[00081]    Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῶον ὄντα.

[00082]    Ταῦτα οὖν πάντα λογισάμενοι, καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων [52.536] ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ' ἑαυτῶν ἡμῖν εἰσενεγκεῖν σπουδὴν παρακλήθητε.

[00083]    Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαριεῖσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ λήψεσθε μισθὸν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος.

[00084]    ∆ιηνεκῶς ἐῤῥωμένος ὑπερεύχου μου, δέσποτα τιμιώτατε καὶ ὁσιώτατε.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Ad Innocentium papam i
Litterarum Omnium Conspectus: 124 Litterae, quae repetitae sunt in 10,756 occasionibus



α

0945 

940   

Α

0913 

3   

β

0946 

78   

Β

0914 

0   

γ

0947 

154   

Γ

0915 

1   

δ

0948 

200   

Δ

0916 

0   

ε

0949 

549   

Ε

0917 

7   

ζ

0950 

12   

Ζ

0918 

0   

η

0951 

157   

Η

0919 

1   

θ

0952 

144   

Θ

0920 

3   

ι

0953 

425   

Ι

0921 

3   

κ

0954 

477   

Κ

0922 

15   

λ

0955 

354   

Λ

0923 

1   

μ

0956 

334   

Μ

0924 

2   

ν

0957 

975   

Ν

0925 

3   

ξ

0958 

39   

Ξ

0926 

0   

ο

0959 

698   

Ο

0927 

8   

π

0960 

404   

Π

0928 

8   

ρ

0961 

336   

Ρ

0929 

1   

ς

0962 

419   

΢

0930 

0   

σ

0963 

338   

Σ

0931 

7   

τ

0964 

796   

Τ

0932 

10   

υ

0965 

179   

Υ

0933 

0   

φ

0966 

48   

Φ

0934 

0   

χ

0967 

81   

Χ

0935 

1   

ψ

0968 

3   

Ψ

0936 

0   

ω

0969 

151   

Ω

0937 

3   

8164 

4   

 

  

0   

8165 

5   

8172 

   



 ά 

 8049 

 123 

 έ 

 8051 

 146 

 ή 

 8053 

 46 

 ί 

 8055 

 151 

 ό 

 8057 

 126 

 ύ 

 8059 

 74 

 ώ 

 8061 

 11 

 ὰ 

 8048 

 113 

 ὲ 

 8050 

 45 

 ὴ 

 80852 

 41 

 ὶ 

 8054 

 183 

 ὸ 

 8056 

 96 

 ὺ 

 8058 

 24 

 ὼ 

 8060 

 9 

 ᾶ 

 8118 

 20 

   

   

 0 

 ῆ 

 8134 

 64 

 ῖ 

 8150 

 76 

   

   

 0 

 ῦ 

 8166 

 100 

 ῶ 

 8182 

 96 

 ἀ 

 7936 

 117 

 ἐ 

 7952 

 163 

 ἠ 

 7968 

 8 

 ἰ 

 7984 

 53 

 ὀ 

 8000 

 4 

 ὐ 

 8016 

 107 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 4 

 ἑ 

 7953 

 23 

 ἡ 

 7969 

 39 

 ἱ 

 7985 

 15 

 ὁ 

 8001 

 10 

 ὑ 

 8017 

 25 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 8 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 6 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 1 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 2 

 ὃ 

 8003 

 1 

 ὓ 

 8019 

 1 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 6 

 ἔ 

 7956 

 35 

 ἤ 

 7972 

 1 

 ἴ 

 7988 

 5 

 ὄ 

 8004 

 4 

 ὔ 

 8020 

 2 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 14 

 ἕ 

 7957 

 13 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 2 

 ὅ 

 8005 

 12 

 ὕ 

 8021 

 8 

 ὥ 

 8037 

 11 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 8 

 ἶ 

 7990 

 7 

   

   

 0 

 ὖ 

 8022 

 6 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 1 

 ἷ 

 7991 

 4 

   

   

 0 

 ὗ 

 8023 

 2 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 1 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 6 

   

   

 0 

 ῃ 

 8131 

 9 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 17 

 ᾴ 

 8116 

 1 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 1 

   

   

 0 

 ῇ 

 8135 

 9 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 15 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Ad Innocentium papam i
Verborum Omnium Conspectus: 962Verba, quae repetita sunt in 543,732 occasionibus



α [00003]
ἀγάπην [00008] [00009] [00033]
ἀγάπης [00076]
ἀγαπητοὺς [00008]
ἅγια [00057]
ἁγιώτατον [00057]
ἀγορὰς [00060]
ἀδακρυτὶ [00032]
ἀδεκάστου [00078]
ἀδελφῶν [00082]
ἀδίκου [00013]
ἀδίκως [00035] [00041] [00077]
ἀθρόον [00053]
ἀθῶον [00081]
αἱ [00019] [00055] [00059]
Αἰγυπτίων [00010]
Αἰγύπτου [00025] [00041]
αἰδεσθεὶς [00026]
αἰδεσιμωτάτῳ [00002]
αἰδούμενοι [00017]
αἷμα [00057]
αἵματος [00055]
αἱμάτων [00055]
αἱρετικοὶ [00061]
αἰτίαν [00013] [00015]
αἰτίας [00020] [00025] [00081]
αἰτιωμένου [00081]
αἰχμαλωσίᾳ [00058]
ἄκαιρόν [00042]
ἀκάτιον [00038]
ἀκηκοέναι [00004]
ἀκήρυκτος [00073]
ἀκοή [00052]
ἀκοινωνήτους [00027]
ἀκολουθίαν [00027]
ἀκολουθίας [00079]
ἀκόλουθόν [00025]
ἀκούειν [00015]
ἀκούσειεν [00032]
ἀκρόασιν [00027] [00031]
ἀλειφομένων [00019]
ἀλείφων [00023]
Ἀλεξανδρείᾳ [00010]
ἀλλ [00012] [00014] [00017] [00017] [00022] [00027] [00042] [00044] [00045] [00067] [00068] [00081]
Ἀλλ [00007] [00022] [00026] [00033] [00040] [00044] [00057]
ἀλλὰ [00007] [00017] [00022] [00026] [00027] [00033] [00034] [00049] [00061] [00061] [00070] [00083]
ἀλλοτρίας [00073]
ἄλλων [00076]
ἁλόντας [00076]
ἁλούσης [00061]
ἀμύητοι [00057]
ἂν [00007] [00022] [00024] [00050] [00073] [00073]
ἄν [00069] [00081]
ἀναβαίνειν [00024]
ἀναγκαῖον [00008]
ἀναδιδάξαντας [00008]
ἀναισχύντως [00035]
ἀνάστατοι [00019]
ἀναστεῖλαι [00072]
ἀνατροπή [00071]
ἄνδρα [00017]
ἀνδρείαν [00072]
ἀνεῤῥίπισε [00014]
ἀνεύθυνον [00081]
ἀνευθύνους [00046] [00078]
ἀνεχώρησαν [00035]
ἀνήκοον [00005]
ἀντεχομένων [00042]
ἀντὶ [00062]
ἄνωθεν [00011]
ἀξιοῦντες [00045] [00048]
ἀπαγομένων [00019]
Ἀπαμείας [00022]
ἅπαντα [00012] [00018] [00027] [00053] [00061] [00065] [00072] [00082]
ἁπάσης [00071]
ἅπασιν [00081]
ἀπέδρα [00038]
ἀπέκειντο [00057]
ἀπελήφθη [00044]
ἀπελθὼν [00012]
ἅπερ [00026] [00027] [00038] [00073]
ἀπεστάλκαμεν [00022]
ἀπέστη [00029]
ἀπέχθειαν [00027] [00081]
ἀπεχθείας [00013]
ἀπιέναι [00015] [00073]
ἀποβὰς [00012]
ἀποδείξομεν [00078]
ἀποδειχθέντας [00076]
ἀποδημίαν [00008]
ἀποδυσάμεναι [00054]
ἀποδυσάμενος [00020]
ἀποδυσαμένων [00027]
ἀποδύσασθαι [00026] [00081]
ἀποκρινόμενοι [00022]
ἀπόκρισιν [00045]
ἀπολαύειν [00076]
ἀπολειφθέντες [00047]
ἀπολογησόμεθα [00078]
ἀπολογίαν [00041]
ἀπόντος [00081]
ἀπόντων [00027] [00041] [00074]
ἀπορίᾳ [00013]
ἀποῤῥήξας [00023]
ἀποστείλαντος [00035]
Ἀππιαρίας [00022]
ἀρκεῖν [00041]
ἀρξαμένων [00071]
ἀρχιδιάκονον [00018]
αὐθεντίας [00018] [00030]
αὐτὰ [00040] [00053] [00062]
αὐτὰς [00006]
αὐτοὶ [00009]
αὐτοῖς [00014] [00034]
αὐτὸν [00012] [00014] [00022] [00041] [00041] [00043] [00054]
αὐτὸς [00012] [00015] [00043]
αὐτοῦ [00010] [00012] [00015] [00015] [00017] [00041] [00041] [00042] [00047] [00047]
αὐτοὺς [00035] [00048]
αὐτῷ [00024] [00053]
αὐτῶν [00027] [00035] [00035] [00035] [00079]
ἀφεῖναι [00008]
ἀφῆκεν [00005]
ἀφικέσθαι [00010]
ἀφικόμεθα [00022]
ἀφῖκται [00010]


β [00021]
βαθεῖαν [00030]
βαλλομένων [00073]
βαλλόντων [00073]
βάπτισμα [00054]
βαρβαρικῇ [00058]
βαρβαρικῷ [00081]
βασιλέα [00037] [00040]
βασιλεῖ [00010]
βασιλεὺς [00015] [00035]
βασιλέως [00035] [00062]
βασιλικῶν [00038] [00042] [00043]
βεβούλευτο [00026]
βῆμα [00053]
βίαν [00031] [00053]
βούλοιντο [00077]
βουλόμενοι [00044]
βουλομένοις [00073]
βουλόμενος [00010]
βραχεῖ [00009]


γ [00039]
γὰρ [00005] [00006] [00010] [00012] [00016] [00022] [00023] [00025] [00034] [00035] [00046] [00047] [00053] [00061] [00066] [00070] [00071] [00073] [00079] [00083]
γε [00043]
γεγενημένα [00009] [00022] [00074] [00079]
γεγενημένων [00037] [00041]
γεγόναμεν [00068]
γελᾷ [00068]
γέλως [00068]
γενέσθαι [00008] [00045]
γένηται [00073]
γενόμενα [00006]
γενομένης [00063]
γενομένους [00027]
Γερμανὸν [00022]
γῆς [00006]
γινόμενα [00033] [00066]
γνώμην [00062]
γνωρισθῆναι [00048]
γράμματα [00017]
γραμμάτων [00004] [00038] [00042] [00043] [00076]
γυμνάζειν [00077]
γυμνάζεσθαι [00017]
γυμναὶ [00054]
γυναῖκες [00054]
γυναιξὶν [00054]


δ [00064]
δακρύων [00060]
δὲ [00009] [00015] [00017] [00018] [00022] [00028] [00035] [00042] [00046] [00055] [00063] [00068] [00068] [00071] [00075] [00076] [00077] [00081]
δεδοικὼς [00038]
δεῖ [00007] [00028] [00033]
δεῖν [00017]
δεινὸν [00068]
δεινόν [00056]
δεινῶν [00005]
δεῖξαι [00010] [00026] [00044] [00046] [00081]
δένδρα [00063]
δεξάμεναι [00055]
δεξάμενος [00023]
δέξεται [00052]
δέσποτα [00084]
δεσπότῃ [00002]
δὴ [00067] [00071]
δῆθεν [00042]
δηλοῦντα [00017]
δηλωσάντων [00026]
∆ημήτριον [00008] [00022]
δῆμος [00043] [00059]
δήμου [00030] [00042]
δι [00018]
διὰ [00031] [00036] [00040] [00061] [00083]
διακόνων [00008] [00062]
διαναστῆναι [00033]
διαπεμφθέντων [00038]
διαστημάτων [00073]
διαφθείρεται [00071]
διδάξομεν [00009]
διδόναι [00019]
διεσκέδασε [00014]
διεσπαρμένα [00063]
διεσχίσθησαν [00071]
διέτριβε [00059]
διέτριβεν [00015]
διηγησαίμην [00050]
∆ιηνεκῶς [00084]
δικάζειν [00025]
δικάζεσθαι [00048]
δικαίαν [00031]
δίκαιος [00024]
δίκας [00017]
δικάσαι [00017]
δικασόμεθα [00078]
δικαστὰς [00081]
δικαστηρίοις [00081]
δικαστήριον [00020] [00022] [00045]
δικαστηρίου [00078]
δικαστηρίῳ [00081]
δικαστοῦ [00024]
διορθοῦν [00007] [00033]
διόρθωσιν [00008]
δοθέντων [00077]
δοθῆναι [00048]
δότε [00076]
δοῦναι [00041]
δραμεῖν [00008]
δυνάμενοι [00013]
δυναστείας [00030]


ἑαυτὸν [00018] [00023] [00038] [00081] [00081]
ἑαυτοῦ [00010] [00020] [00038]
ἑαυτοὺς [00026] [00078]
ἑαυτούς [00046]
ἑαυτῷ [00041]
ἑαυτῶν [00008] [00014] [00082]
ἐγένοντο [00019]
ἐγίνοντο [00059]
ἐγκλήματα [00026] [00027] [00077]
ἐγκλημάτων [00048]
ἔγνωμεν [00057]
ἐγχειρισθεὶς [00010]
ἐδέχετο [00027]
ἐδήλωσεν [00022]
ἐδίκασαν [00081]
ἐδραπέτευσεν [00035]
ἔδρασαν [00047]
ἕδρασε [00038]
ἐθέλοι [00073]
ἐθέλωσιν [00073]
ἔθος [00073]
Εἰ [00073] [00077]
εἴδει [00009]
εἰδότες [00017]
εἰκῆ [00059]
εἰκὸς [00012]
εἶναι [00005] [00008] [00046] [00081]
εἰπεῖν [00014]
εἴποι [00069]
εἶπον [00053]
εἰπὼν [00033] [00066]
εἰργάσατο [00006]
εἰρήκαμεν [00044]
εἰρήνην [00083]
εἰς [00010] [00011] [00020] [00031] [00035] [00035] [00035] [00035] [00037] [00038] [00041] [00057] [00073]
εἰσαγόντων [00035]
εἰσελθόντες [00057]
εἰσενεγκεῖν [00082]
εἰσῆλθε [00011]
Εἰσιόντες [00037]
εἱστήκει [00056]
εἶτα [00011]
εἰωθὸς [00011]
ἐκ [00010] [00014] [00023] [00041] [00071] [00073] [00074] [00081]
ἐκάλει [00020]
ἐκαλούμεθα [00035]
ἑκάστῃ [00019]
ἑκάστην [00068]
ἕκαστον [00066]
ἑκατὸν [00026]
ἐκβάλλειν [00073]
ἐκδικίαν [00037]
ἐκεῖνο [00044]
ἐκεῖνοι [00012]
ἐκεῖνος [00035]
ἐκείνου [00018]
ἐκείνους [00046]
ἐκείνων [00027]
ἐκέλευσε [00015]
ἐκκλησίᾳ [00035]
ἐκκλησίαι [00019] [00059]
ἐκκλησίαις [00053]
Ἐκκλησίαις [00072]
ἐκκλησίαν [00011] [00023] [00035]
ἐκκλησίας [00012] [00030]
Ἐκκλησίας [00007] [00010] [00018] [00023] [00049]
ἐκκλησιαστικοῦ [00079] [00080]
ἐκκλησιαστικῶν [00075]
Ἐκκλησιῶν [00069] [00083] [00083]
ἐκτείνεται [00068]
ἐκτός [00079]
ἐκχυθέντος [00071]
ἔλαβεν [00067]
ἐλάμβανε [00027]
ἐλέγομεν [00046]
ἐλεγχομένους [00075] [00076]
ἔλεγχον [00038]
ἕλκεσθαι [00017]
Ἑλκόμενος [00031]
Ἕλληνες [00061]
ἐλπίδα [00067]
ἔλυε [00027]
ἐμβαλὼν [00038]
ἔμενεν [00042]
ἐμὸν [00018]
ἐμοῦ [00027]
ἔμπροσθεν [00022] [00053] [00076]
ἐν [00002] [00009] [00009] [00010] [00013] [00017] [00019] [00025] [00031] [00057] [00058] [00059] [00061] [00081] [00081] [00081]
ἓν [00005]
ἔνδον [00057]
ἐνεβαλλόμην [00031]
ἐνεκάλουν [00016]
ἕνεκεν [00014] [00036]
ἔνθα [00015] [00057]
ἔνιοι [00057]
ἐνομίσαμεν [00008]
ἐνταῦθα [00004] [00034] [00047] [00056] [00070]
ἐντεῦθεν [00050] [00065]
ἐντυχόντων [00010]
ἐξ [00018] [00025] [00041]
ἐξέβαλε [00030] [00035]
ἐξεβάλλοντο [00055]
ἐξέβαλον [00053] [00077]
ἐξεβλήθημεν [00035] [00049]
Ἔξεστιν [00065]
ἐξεχεῖτο [00057]
ἐξὸν [00073]
ἐξουσίαν [00073]
ἔξω [00012] [00059] [00081]
ἕξω [00063]
ἑορτῇ [00059]
ἑορτὴν [00063]
ἐπαγόμενος [00038]
ἐπαγομένων [00078]
ἐπαγωνιζόμενος [00018]
ἐπανέστησαν [00071]
ἐπαποδύετο [00034]
ἐπαρχίαις [00017]
ἐπαρχιῶν [00017]
ἐπειγομένης [00053]
ἐπειγόμενος [00026]
ἐπειδὴ [00007] [00031] [00033]
Ἐπειδὴ [00035]
ἐπεισελθόντες [00053]
ἐπεισελθοῦσαν [00072]
ἐπεκείμεθα [00045]
ἐπέκειντο [00015]
ἐπελθεῖν [00066]
ἔπεμπε [00020]
ἔπεμψε [00041]
ἐπὶ [00024]
ἐπιβὰς [00011]
ἐπιδείξασθε [00072]
ἐπιδραμεῖται [00073]
ἐπιεικείας [00022]
ἐπιζητούντων [00027]
ἐπικαλουμένων [00027]
ἐπινεμομένην [00035]
ἐπιπηδήσαντας [00035]
ἐπίσκοποι [00059] [00071]
ἐπισκόποις [00071]
ἐπίσκοπον [00018]
ἐπισκόπους [00008] [00022]
ἐπισκόπῳ [00002]
ΕΠΙΣΚΟΠΩ [00001]
ἐπισκόπων [00010] [00026] [00035] [00035] [00062] [00071] [00082]
ἐπιστεῖλαι [00074]
ἐπιστολῆς [00009]
ἐπισυρομένου [00030]
ἐπιτελοῦντες [00063]
ἐπιτιμίῳ [00075]
ἔπλεον [00031]
ἐπληροῦμεν [00014]
ἐπληροῦντο [00055]
ἐπληροῦτο [00060]
ἔπραττε [00027]
ἐρημίαν [00059]
ἐρημίας [00060]
ἐρημῶν [00023]
ἐῤῥωμένος [00084]
ἐσμὲν [00026]
ἐσμέν [00078]
ἐσμεν [00026]
ἑσπέραν [00030] [00053]
ἔστη [00070]
ἔστημεν [00040]
ἐστι [00025]
ἐστιν [00079]
ἔσχατα [00046]
ἐσχατιὰς [00006]
ἕτερα [00016]
ἕτοιμοί [00026]
ἕτοιμοι [00046] [00048]
ἐτολμᾶτο [00058] [00062]
ἐτολμήθη [00081]
Εὐγένιον [00008]
εὐθέως [00035]
εὐκτηρίων [00054]
εὐλάβειαν [00004]
εὐλαβέστατοι [00072]
εὐλαβεστάτους [00008]
εὐλαβεστάτων [00082]
Εὐλύσιον [00022]
εὑρεῖν [00013]
εὐσεβε [00062]
εὐσεβείᾳ [00041]
εὐσεβέστατον [00040]
εὐσεβέστατος [00015] [00035]
εὐσεβεστάτῳ [00010]
εὐσχημοσύνην [00054]
εὐχῆς [00011] [00023]
ἐφ [00077]
ἔφην [00068]
ἔφθασε [00070]
ἔφθην [00033] [00066]
ἔφοδον [00016] [00035]
ἐφόδου [00054]
ἐφοινίσσετο [00055]
ἔφυγον [00054]
ἔχει [00074]
ἔχειν [00074]
ἔχῃ [00032]
ἐχθρὸν [00022] [00022] [00025]
ἔχοντες [00017]
ἕχοντες [00062]
ἐχούσης [00018]
ἕω [00070]
ἑώρων [00057]
ἕως [00030]


[00006] [00063]
[00022] [00035] [00048] [00048] [00048] [00059]
[00024] [00068]
ἠβούλετο [00015]
ἤδη [00018]
ἠλαύνετο [00059]
ἠλαύνοντο [00059]
ἥλιον [00074]
ἡμᾶς [00015] [00020] [00030] [00035] [00076] [00077]
ἡμεῖς [00013] [00017] [00022] [00035] [00040] [00045]
ἦμεν [00013]
ἡμέραν [00068]
ἡμέρας [00053]
Ἡμέρας [00063]
ἡμετέρῳ [00040]
ἡμετέρων [00004]
ἠμῖν [00030]
ἡμῖν [00011] [00012] [00014] [00014] [00022] [00048] [00053] [00059] [00061] [00077] [00078] [00082] [00083]
ἡμῶν [00012] [00019] [00026] [00027] [00041] [00074] [00082]
Ἡμῶν [00053]
ἦν [00012] [00020] [00027] [00043] [00061]
ἠνέσχετο [00012] [00026] [00042]
ἠνωχλήσαμεν [00048]
ἧς [00035]
ἦσάν [00047]
ἦσαν [00057]
ἡσυχάσαμεν [00045]
ᾐσχύνοντο [00062]
ηὐλίζετο [00012]
ηὐτρέπιστο [00012]


θαῤῥεῖν [00040]
Θεοῦ [00083]
θεοφιλέστατον [00037]
θεοφιλεστάτου [00035]
θεοφιλεστάτῳ [00002]
Θεόφιλος [00010]
θεοφιλοῦς [00011]
θεσμὸν [00011] [00027]
θορύβοις [00061]
θορύβῳ [00057]
θορύβων [00071]
Θρᾴκῃ [00025]
θρηνεῖν [00007] [00033]
θρῆνοι [00060]
θρῆνον [00006]
θρηνοῦσι [00068]
θρόνον [00024]


ἰδίαν [00073]
ἰδόντες [00035]
ἱερὰ [00055]
ἱμάτια [00057]
Ἵνα [00074]
Ἰννοκεντίῳ [00002]
ΙΝΝΟΚΕΝΤΙΩ [00001]
Ἰουδαῖοι [00061]
ἴστε [00073]
ἰσχὺν [00074]
Ἰωάννης [00002]


καθ [00019] [00020] [00066] [00068]
Καθάπερ [00071]
καθάπερ [00010] [00022] [00033] [00053] [00063]
καθαροὺς [00026]
καθίσαντος [00078]
καθὼς [00057]
καινὴν [00068]
καιρὸν [00054]
καίτοι [00043]
κακὰ [00067]
κακά [00033]
κακὸν [00070]
κακουργῶν [00044]
κακῶν [00068] [00071] [00071]
κακῶς [00033]
καλεσάντων [00012]
καλέσας [00015] [00018]
καλοῦντος [00081]
καλῶν [00041]
καμπιδούκτορας [00062]
κἂν [00032] [00068]
κανόνας [00020] [00041]
κανόνος [00079] [00080]
κανόνων [00027]
καρδίαν [00032]
κατ [00010] [00015] [00054] [00073]
καταγώγια [00012]
καταλάβῃ [00074]
καταλαβούσης [00062]
κατασκευαζόντων [00062]
κατατολμῆσαι [00008]
καταχθῆναι [00012]
κατεδεξάμεθα [00017]
κατέλυσεν [00034]
κατηγόμην [00031]
κατηγορίαν [00019]
κατηγοριῶν [00048]
κατηγοροῦντες [00015]
κατηγόρους [00023] [00027] [00048]
κατηγόρων [00077]
κελευσθεὶς [00010]
κεναὶ [00059]
κεφαλῆς [00071]
κληρικῶν [00019]
κλῆροι [00071]
κλῆρον [00018] [00023] [00053]
κλήρου [00059]
κοινῇ [00047]
κοινῷ [00083]
κοινωνίας [00011] [00023]
κοινωνοῦντες [00059]
κολοφῶνα [00068]
κολυμβῆθραι [00055]
κουριώσου [00031]
κρατήσαντα [00011]
κρατήσειε [00073]
κράτος [00061]
κρίναντες [00081]
κρίσιν [00022] [00027] [00074] [00081]
Κυριακὸν [00008]
κύριοί [00072]
κυρίους [00008]
Κυρίῳ [00002]
κυρίων [00082]
Κωνσταντινουπόλεως [00011]


λάθρα [00038]
λαοὶ [00071]
λαὸς [00059]
λαοῦ [00059]
λαῶν [00059] [00071]
λέγειν [00015] [00028]
λέγοντες [00022]
λέγοντος [00081]
λέγω [00080]
λήψεσθε [00083]
λιβέλλους [00019] [00023] [00027] [00048]
λιβέλλων [00077]
λιθίνην [00032]
λογισάμενοι [00082]
λογίσασθαι [00065]
λόγον [00041]
λόγος [00051]
λόγου [00011]
λόγῳ [00066]
λοιδορίαις [00043]
λοιπὰ [00071]
λοιπὸν [00050] [00053] [00065]
λοιπῶν [00069]
Λουπίκινον [00022]
λύσεως [00067]
λύσιν [00067]


Μαθόντες [00072]
μαθόντες [00082]
μακρὰν [00008]
μάλιστα [00020]
μᾶλλον [00068] [00081]
μάτην [00059]
μεγάλης [00011] [00071]
μεγάλῳ [00053]
μέγεθος [00005]
μεθ [00010] [00038]
μεθιστὰς [00023]
μέλλουσι [00071]
μὲν [00035] [00068] [00071] [00074] [00081]
μέρη [00071]
μέρος [00005] [00060]
μέσῃ [00031]
μέσων [00038]
μετ [00012] [00041] [00047] [00047]
μετέδωκεν [00011]
μετέστησε [00018]
μετῳκίζετο [00063]
μέχρι [00070]
μηδὲ [00013]
μηδεμίαν [00074]
μηδὲν [00061]
μηδέπω [00020] [00023]
μιᾶς [00041] [00074] [00081]
μισθὸν [00083]
μοίρας [00041] [00074] [00081]
μόνοις [00083]
μόνον [00007] [00033] [00061] [00061]
μόνος [00010]
μου [00002] [00008] [00072] [00082] [00084]
μυρία [00016]
μυρίαις [00043]
μυριάκις [00022] [00068]
μυρίους [00081]


νάματα [00055]
νάπας [00063]
νομίζειν [00041]
νόμου [00079]
νόμους [00017] [00020]
νόμων [00075]
νοτάριον [00035]
νυκτὸς [00031] [00062]
νυκτῶν [00038]
νῦν [00044] [00067] [00071] [00077] [00079]


[00007] [00015] [00035] [00043] [00059] [00059]
[00020]
[00010] [00018] [00023] [00042]
ὁδῷ [00071]
οἱ [00057] [00059] [00061] [00061] [00061] [00071] [00077]
οἳ [00047] [00062]
οἵ [00015]
οἰκείᾳ [00074]
οἰκίας [00060]
οἴκοι [00042]
οἰκουμένην [00073]
οἰκουμένης [00005] [00071] [00081]
οἴκων [00054]
οἶμαι [00004]
οἷόν [00066]
οἷς [00008] [00077]
οἰχήσεται [00073]
ὀλίγων [00010]
ὀλολυγαὶ [00060]
ὀλολυγαῖς [00061]
ὀλοφυρμὸν [00006]
ὁμόδοξοι [00061]
ὅμως [00014] [00026]
ὄντα [00025] [00081]
ὄντας [00026] [00046]
ὅπερ [00068]
ὅπλοις [00053]
ὅπως [00007]
ὁρῶντες [00013]
Ὃς [00041]
ὅσα [00012]
ὁσιώτατε [00084]
ὅτι [00010] [00022] [00026] [00044] [00067] [00073]
οὐ [00007] [00011] [00011] [00017] [00022] [00033] [00044] [00074] [00077] [00077] [00077] [00081]
οὐδαμόθεν [00024]
Οὐδὲ [00025] [00034] [00070] [00081]
οὐδὲ [00005] [00015] [00040] [00042] [00045] [00054] [00056] [00067] [00074] [00081] [00081] [00081]
οὐδεὶς [00068]
οὐδὲν [00026]
οὐδενὸς [00049]
οὐδέπω [00027] [00067]
Οὐκ [00029]
οὐκ [00010] [00011] [00011] [00018] [00026] [00027] [00062] [00076] [00076]
οὖν [00026] [00074] [00074] [00078] [00081] [00082]
οὓς [00073]
οὔτε [00012] [00012]
οὗτος [00007] [00043]
Οὕτω [00083]
οὕτω [00071] [00074]
οὕτως [00038] [00040] [00041] [00061] [00081]
οὐχ [00011] [00061] [00061] [00066] [00076] [00083]


πάλιν [00035] [00040] [00041] [00049]
πᾶν [00047] [00060]
παν [00079]
Πανσόφιον [00008]
πάντα [00008] [00029] [00033] [00035] [00057] [00058] [00066] [00073] [00082] [00083]
πάντας [00020] [00038] [00038] [00041] [00073]
πανταχοῦ [00006] [00038] [00060] [00071] [00071] [00071]
πάντες [00068]
πάντοθεν [00038]
παντὸς [00030]
πάντων [00073] [00076]
Πάππον [00008]
παρ [00012] [00014] [00027] [00027] [00079] [00082]
παρὰ [00020] [00020] [00027] [00041] [00062] [00082] [00083]
παρα [00012]
παραγενομένους [00012]
παραγίνεται [00010]
παραδραμὼν [00012]
παραιτεῖσθαι [00022]
παραιτησαμένων [00074]
παραιτουμένου [00081]
παρακαλοῦντες [00014] [00040]
παρακαλῶ [00033]
παρακλήθητε [00074] [00082]
παρανομήσαντας [00046] [00075]
παρανομήσαντες [00077]
παρανομίαν [00004] [00035] [00068] [00072]
παρανομίας [00034] [00061]
παράνομος [00068]
παρανόμως [00074]
παρασκευαζομένων [00019]
παρασκευάσαι [00008]
παραστήσει [00051]
παράταξιν [00010]
παρεγενόμεθα [00022]
παρεκαλοῦμεν [00037]
παρῃτησάμεθα [00017]
παροικίας [00073]
παρόντων [00026] [00035] [00047]
παρούσης [00081]
πᾶς [00059]
πᾶσα [00063]
πᾶσαν [00050] [00073] [00074]
πάσης [00030] [00079]
πάσχοντες [00061]
πατέρων [00017]
Παῦλον [00008]
πεῖσαι [00008]
πελάγους [00008]
πέραν [00015]
περιεργαζόμεθα [00044]
περιεστοίχιστο [00053]
περιθέσθαι [00054]
πεῦσιν [00045]
πηγαὶ [00060]
πηγῆς [00071]
Πισινοῦντος [00022]
πλειόνων [00035]
πλείους [00059]
πλῆθος [00010] [00053]
Πλὴν [00045]
πληρῶσαι [00026]
πλοῖον [00031]
πλοίου [00012]
πλύνας [00043]
ποία [00052]
ποιῆσαι [00033]
ποιήσας [00020] [00023]
ποιοῦντες [00014]
ποιοῦντος [00083]
ποιῶν [00029] [00041]
πόλει [00031]
πολέμιον [00022] [00022] [00025]
πόλεμον [00010] [00014]
πόλεμός [00073]
πόλεως [00012] [00030] [00031] [00059] [00060] [00061] [00071]
πόλιν [00014] [00035]
πόλις [00063]
πολλὰ [00012] [00028]
πολλαὶ [00055]
πολλάκις [00048]
πολλαχοῦ [00062]
πολλῇ [00013]
πολλῆς [00017] [00018]
πολλοὶ [00035]
πολλοῖς [00068]
πολὺν [00006]
πονηροῦ [00071]
ποτὲ [00081]
ποτε [00047] [00081]
που [00012]
πραγματευόμενος [00030]
πράττειν [00073]
πρέπον [00014]
πρεπόντως [00041]
πρέπουσαν [00054]
πρεσβυτέρους [00022]
πρὸ [00004] [00043]
προβαλλόμενος [00042]
πρόβατα [00063]
πρόδηλον [00022]
προέβη [00071]
προεδρίαν [00010]
προειρημένων [00057]
προεκαλούμην [00031]
προηγουμένους [00062]
πρόθυρα [00012]
προοιμίων [00010] [00014] [00023]
πρὸς [00006] [00008] [00018] [00019] [00022] [00022] [00022] [00030] [00031] [00031] [00041] [00053] [00053] [00054] [00059]
προσήκοντα [00024]
προσήκουσαν [00072]
προσηκούσης [00022]
προσίεμεν [00048]
προτεινόντων [00053]
προτέροις [00018] [00034]
πυράν [00035]
Πῶς [00050]
πῶς [00024]


ῥεύματος [00071]
ΡΩΜΗΣ [00001]


σαββάτῳ [00053]
Σαυρομάται [00081]
σαφέστερον [00082]
σαφῶς [00008]
Σευῆρον [00022]
σκοπεῖν [00007]
Σκύθαι [00081]
σπουδὴν [00042] [00072] [00082]
σταίη [00007]
στάσιν [00042]
στάτου [00062]
στείλασθαι [00008]
στῆναι [00033]
στρατηγούντων [00062]
στρατιῶται [00057]
στρατιωτῶν [00053] [00057]
συγγενέσθαι [00014]
σύγχυσις [00074]
συγχωρούμεναι [00054]
συμφορῶν [00060]
σὺν [00053]
συναγαγεῖν [00037]
συναγαγὼν [00010]
συναγόντων [00038]
συναλγῆσαι [00033]
συνεγένετο [00011]
συνειδότες [00022]
συνειδότι [00040]
Συνειδὼς [00038]
συνεπέμψαμεν [00008]
συνεχῶς [00014] [00076]
συνήλγουν [00061]
σύνοδον [00027] [00031] [00037]
Σύροι [00047]
συρόμενος [00031]
σφαγὰς [00016]
σφοδρότητος [00017]
σχεδὸν [00005]


τὰ [00006] [00009] [00012] [00014] [00017] [00017] [00017] [00022] [00026] [00027] [00033] [00033] [00034] [00040] [00041] [00046] [00048] [00050] [00055] [00057] [00057] [00057] [00065] [00071] [00071] [00074] [00077] [00079]
τά [00022]
ταῖς [00017] [00053] [00072]
ταραχαῖς [00061]
ταραχάς [00069]
τὰς [00006] [00017] [00020] [00035] [00060] [00060] [00060] [00069] [00073] [00081]
τάς [00008]
Ταῦτα [00013] [00082]
ταῦτα [00020] [00022] [00032] [00034] [00044] [00044] [00045] [00051] [00062]
ταύτῃ [00033]
ταύτην [00068]
ταύτης [00005] [00013] [00054] [00071]
ταχίστην [00008]
τε [00008] [00014] [00015] [00022] [00035] [00046] [00057] [00066]
τειχῶν [00063]
τεσσαράκοντα [00059]
τετυχήκαμεν [00049]
τῇ [00031] [00035] [00041] [00074]
τηλικαῦτα [00067]
τηλικαύτην [00014]
τὴν [00004] [00004] [00004] [00008] [00008] [00009] [00010] [00013] [00015] [00033] [00035] [00035] [00035] [00035] [00054] [00059] [00061] [00063] [00068] [00072] [00073] [00074] [00082] [00083]
τῆς [00005] [00005] [00006] [00007] [00010] [00011] [00012] [00012] [00013] [00015] [00017] [00018] [00022] [00030] [00030] [00031] [00034] [00049] [00053] [00054] [00059] [00060] [00061] [00061] [00070] [00071] [00071] [00076] [00081]
τῇς [00010]
Τί [00028] [00069]
τί [00036] [00080]
τιμιώτατε [00084]
τιμιώτατοι [00072]
τιμιωτάτους [00008] [00008]
τιμῶντες [00017]
τινα [00035]
τινες [00047]
Τίνος [00036]
τίνος [00014]
τινῶν [00010]
τινων [00042]
Τίς [00032]
τίς [00051]
τις [00069] [00073] [00073]
Τὸ [00005] [00067]
τὸ [00011] [00014] [00040] [00047] [00053] [00054] [00056] [00057] [00068] [00070] [00073]
τοιαῦτα [00023] [00075] [00077] [00081]
τοιαύτῃ [00059]
τοίνυν [00038] [00072]
τοιοῦτον [00061]
τοῖς [00018] [00034] [00068] [00073] [00081]
τολμηθεῖσαν [00004]
τολμηθέντα [00041]
τὸν [00011] [00017] [00018] [00018] [00018] [00022] [00022] [00022] [00024] [00025] [00037] [00038] [00040] [00053] [00053] [00054] [00068] [00083]
τὸς [00079]
τοσαῦτα [00067]
τοσαύτη [00074]
τοσαύτην [00072]
τοσού [00008]
τοσοῦτον [00014]
τοσούτους [00041]
τοσούτῳ [00057]
τοσούτων [00073]
τοῦ [00012] [00024] [00030] [00031] [00035] [00042] [00054] [00057] [00059] [00059] [00062] [00081] [00083] [00083]
του [00008]
τοὺς [00008] [00008] [00008] [00012] [00017] [00020] [00025] [00027] [00038] [00041] [00048] [00075] [00076]
τοῦτο [00035] [00073]
τοῦτον [00025]
τούτου [00048]
τούτων [00049] [00060]
τραγῳδίαν [00050]
τραγῳδίας [00005]
τραύματα [00055]
τριάκοντα [00035]
Τῷ [00002]
τῷ [00002] [00010] [00040] [00040] [00053] [00066] [00075] [00083]
τῶν [00004] [00004] [00005] [00008] [00017] [00017] [00019] [00035] [00037] [00041] [00042] [00043] [00043] [00047] [00054] [00055] [00057] [00059] [00060] [00063] [00068] [00069] [00071] [00071] [00071] [00075] [00076] [00076] [00076] [00078] [00082] [00082] [00082] [00083] [00083]


ὑμετέραν [00008] [00033]
ὑμετέρων [00076]
ὑμῖν [00065] [00072]
ὑμῶν [00004] [00009]
ὑπὲρ [00048]
ὑπερβαίνοντα [00050]
ὑπερβολὴν [00061]
ὑπερεύχου [00084]
ὑπερορίους [00017]
ὑπεύθυνον [00025]
ὑπευθύνους [00076]
ὑπὸ [00031] [00054] [00063]
ὑποβάλλεσθαι [00075]
ὑποθέσεως [00015]
ὑπομένοντες [00061]
ὑπομνήματα [00027] [00048]
ὑπομνημάτων [00077]
ὑφ [00074]


φανέντων [00077]
φανερὰν [00027]
φανερόν [00022]
φέρουσα [00006]
φεύγοντες [00035]
φευγόντων [00027]
φήμη [00006]
φόβου [00054]
φρίκης [00052]
φύσει [00074]
φύσιν [00048]


χαίρειν [00002]
χαλεπῆς [00005] [00054]
χαλεπὸν [00067]
χαλεπώτατος [00007]
χαριεῖσθε [00083]
χειμών [00007]
χηρευούσης [00018]
χιλίων [00026]
Χριστοῦ [00057]
χωρὶς [00052]


ὠδῖνες [00071]
ὧν [00057]
ὧνπερ [00076]
ὡς [00009] [00057] [00058] [00061]
Ὡς [00015]
ὥσπερ [00018] [00018] [00026] [00035] [00066] [00071] [00074] [00078]
ὥστε [00033] [00041] [00072]