Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βέλτιον [278]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βέλτιον


000-00-00 Serial Number=0152899206
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00622]  Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος.
 [00656]  Ἀλλὰ νῦν πάντα λέλυται ἐκεῖνα, καὶ πρὸς τὸ βέλτιον μεταβέβληται, ἐξ οὗ τὴν μάχην καὶ τὸν πόλεμον ἀνεδέξω τοῦτον.
000-00-00 Serial Number=0767784953
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00380]  Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς ἐκ μέσου λαμβάνεται ὁ οὐρανός, καθάπερ τινὸς σκηνῆς παραπέτασμα συστελλόμενον ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον.
 [00403]  Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος ἐπὶ τὸ βέλτιον διατύπωσον.
000-00-00 Serial Number=0397187769
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01179]  Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην·
000-00-00 Serial Number=0524299145
Ad illuminandos catecheses Ante [Go Back]  
 [00195]  καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας.
 [00449]  βέλτιον γάρ.
000-00-00 Serial Number=0784505546
Ad populum Antiochenum Ante [Go Back]  
 [00585]  Πόσῳ βέλτιον ἦν, εἰ καὶ [49.38] κινδυνεύειν ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς ἐκείνων ἀταξίας;
 [01619]  Εἶδες πόσον πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ;
 [01952]  Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν·
 [02155]  Εἰ γὰρ μὴ μέλλομεν ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν.
 [02353]  Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορθώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκουμένης ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων ἐκκαλυπτομένων ὀφθαλμοῖς.
 [02934]  Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε;
 [02961]  Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί;
 [03352]  Ὥστε πολλὴν καὶ ἀπὸ τοῦ σώματος ἔστιν ἰδεῖν τὴν κηδεμονίαν τοῦ Θεοῦ, οὐχ ὅτι μόνον ἐξ ἀρχῆς αὐτὸ βέλτιον ἐποίησε τοῦ νῦν ὄντος, οὐδ' ὅτι καὶ νῦν πρὸς τὸ χρήσιμον αὐτὸ μετεσκεύασεν, ἀλλ' ὅτι καὶ πρὸς πολλῷ μείζονα ἀναστήσει δόξαν πάλιν.
 [03934]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε [49.144] τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν.
 [04247]  Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη;
 [04546]  καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν·
 [05373]  καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου·
 [05623]  παραχώρησον τῷ Θεῷ, καὶ αὐτὸς διαθήσει τὸ πρᾶγμα πολλῷ βέλτιον οὗ σὺ βούλει.
000-00-00 Serial Number=0016764760
Adversus Judaeos Ante [Go Back]  
 [00407]  κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν·
 [00431]  Πόσῳ δὲ βέλτιον τοῖς συνδούλοις ἀπεχθάνεσθαι ἐπὶ σωτηρίᾳ, ἢ τὸν ∆εσπότην παροξύνειν καθ' ἑαυτῶν, Οὗτος μὲν γὰρ κἂν ἀγανακτήσῃ νῦν, οὐδέν σε βλάψαι δυνήσεται, μᾶλλον δὲ καὶ χάριν εἴσεταί σοι μετὰ ταῦτα τῆς ἰατρείας·
 [00836]  Αἰσχύνη γάρ ἐστιν, οὐ τὸ μεταβάλλεσθαι πρὸς τὸ βέλτιον, ἀλλὰ τὸ μένειν ἐπὶ τῆς ἀκαίρου φιλονεικίας.
 [01572]  Μᾶλλον δὲ αὐτῆς βέλτιον ἀκοῦσαι τῆς ὁράσεως.
 [02487]  Ἀλλ' ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς ἐνῆν ἀποδεῖξαι, καὶ τοὺς προφήτας πάλιν παραγαγεῖν μάρτυρας λέγοντας, ὅτι καὶ ὁ νόμος μετατεθήσεται, καὶ ἡ πολιτεία ἐπὶ τὸ βέλτιον μετασχηματισθήσεται, καὶ ὅτι βασιλεὺς οὐδεὶς οὐδέποτε λοιπὸν ἀναστήσεται Ἰουδαῖος.
 [02745]  Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν, μὴ γένοιτο! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλὴν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύουσιν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον.
 [02914]  Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ;
000-00-00 Serial Number=0468851864
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00396]  Κείσθω γὰρ, αὐτὸν μὴ ἐπιθυμεῖν φορτίων ἑτέρων, ἀλλὰ πολλῷ βέλτιον καὶ τῶν ἐπιτεθέντων ἤδη καταφρονεῖν.
 [00540]  Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα;
 [00676]  Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τί ταύτης βέλτιον γένοιτ' ἂν τῆς ζωῆς;
 [00737]  Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευτᾷν, ἢ τῶν δοκούντων εἶναι ἡδίστων ἐν βραχεῖ γευσάμενον, ἐπὶ τὰ πικρότερα καὶ φορτικώτερα λῆξαι κακά.
 [01357]  ποῦ βέλτιον, εἰπέ μοι, κρατεῖν;
 [01359]  ἂν δὲ θάτερον λείπηται, βέλτιον ἑλέσθαι τὸ κρεῖττον.
 [01591]  ∆ιὸ βέλτιον, κύριον ὄντα καὶ λελυμένον ἐκ πρώτης ὁπλίζειν τῆς ἡλικίας, οὐ τῶν εἰρημένων ἕνεκεν μόνον, ἀλλὰ καὶ τοῦ ῥηθήσεσθαι μέλλοντος οὐχ ἧττον ἢ τούτων.
000-00-00 Serial Number=0103496313
Catecheses ad illuminandos Ante [Go Back]  
 [00876]  πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον.
000-00-00 Serial Number=0914345682
Catechesis de juramento Ante [Go Back]  
 [00045]  πολλῷ γὰρ βέλτιον τούτοις δι' ἐκείνους χαρίσασθαι, ἢ τοὺς σπουδαιοτέρους ἐπηρεάσαι διὰ τοὺς ῥᾳθυμοτέρους.
000-00-00 Serial Number=0274949431
Commentarius in Job Ante [Go Back]  
 [00023]  ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν.
 [00682]  βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο.
 [00838]  ἐλογίσατο, ὅτι «εἰ συμβαίη αὐτὸν ἡττηθῆναι, βέλτιον», φησίν, «ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν.
 [00955]  βέλτιον οὖν ἐνόμισεν εἶναι τὴν ἀπὸ τῆς αἰθρίας ταλαιπωρίαν φέρειν ἢ στέγῃ καλυπτόμενος τὰς ταλαιπωρίας ὑπομένειν τὰς ἀπὸ τοῦ διαφθειρομένου ἀέρος.
 [01237]  βέλτιον ἦν μὴ γενέσθαι.».
 [02490]  ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων.
000-00-00 Serial Number=0001182616
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00187]  Καὶ πόσῳ βέλτιον ἦν ὁμιλῆσαι γάμῳ, καὶ τῷ συνοικοῦντι πρὸς τὴν τῶν πραγμάτων τούτων οἰκονομίαν κεχρῆσθαι ...
 [00303]  Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον;
000-00-00 Serial Number=0835849762
Contra ludos et theatra Ante [Go Back]  
 [00161]  Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ' ὑμῶν κολασθῆναι τότε.
000-00-00 Serial Number=0979248226
De Anna i Ante [Go Back]  
 [00057]  Καὶ πῶς φθαρτὴ πᾶσά ἐστιν ἡ κτίσις, καὶ πρὸς τὸ βέλτιον μεταστήσεται σχῆμα, καὶ πλείονος ἀπολαύσεται δόξης, καὶ πότε, καὶ διὰ τί, καὶ τίνος ἕνεκεν φθαρτὴ γέγονε, καὶ ταῦτα ἅπαντα πρὸς ὑμᾶς ἐφιλοσοφοῦμεν τότε, καὶ τοῦ Θεοῦ τὴν δύναμιν κἀντεῦθεν ἐδείκνυμεν, ὅτι ἐν φθαρτοῖς σώμασι τοσοῦτον εἰργάσατο κάλλος, ὅπερ καὶ ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, τὸ τῶν ἄστρων, τὸ τοῦ οὐρανοῦ, τὸ τοῦ ἡλίου.
000-00-00 Serial Number=0544353127
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00221]  Πόσῳ γὰρ βέλτιον ἦν ἱμάτιον ἐνδύντα ἁδρὸν ἐνεργὸν εἶναι καί τι τῶν χρησίμων τὸν βασιλεύοντα τότε αἰτεῖν ἢ καθῆσθαι μετὰ τῶν ῥακίων θερμαινόμενον κατὰ τὰ μικρὰ καὶ ὑπομάζια τῶν παιδίων ἅπερ αἱ τίτθαι μετὰ τὸ λοῦσαι καὶ ἀλεῖψαι προτιθέασιν εἰς τοῦτο εἰς ὅπερ ὁ φιλόσοφος τότε ἐκάθητο γραιδίου δυστήνου χάριν αἰτῶν;
 [00394]  Καὶ πόσῳ βέλτιον ἦν, ὦ δείλαιε, τοῦ μάρτυρος ὁμολογῆσαι τὴν δύναμιν ἢ οὕτως ἀναίσχυντα προφασίζεσθαι.
000-00-00 Serial Number=0050637543
De Christi precibus Ante [Go Back]  
 [00206]  Ἀλλ' ὅπερ ἠβουλήθην εἰπεῖν, ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νόμον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε.
 [00210]  ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ' ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ' αὐτοῦ διδαχθέντων οὗτος ἐγένετο.
000-00-00 Serial Number=0364486933
De Davide et Saule Ante [Go Back]  
 [00835]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
000-00-00 Serial Number=0612330854
De Lazaro Ante [Go Back]  
 [01113]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκοῦς κολάσεως ὑποστῆναι τὴν τιμωρίαν τότε, καθάπερ καὶ ἡ τοῦ πλουσίου τότε γλῶττα φλεγομένη παραμυθίας ἔτυχεν οὐδεμιᾶς.
 [01798]  βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα τοιούτῳ τρόπῳ αὐτὸν ἀφελέσθαι.
 [01964]  τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς.
000-00-00 Serial Number=0238122821
De beato Abraham Ante [Go Back]  
 [00074]  εἰ διὰ τὸ λαβεῖν αὐτὸν ἔδωκε, βέλτιον, εἰ μὴ ἔδωκεν·
000-00-00 Serial Number=0440275729
De confessione pretiosae crucis Ante [Go Back]  
 [00115]  Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς.
000-00-00 Serial Number=0032730579
De diabolo tentatore Ante [Go Back]  
 [00413]  καὶ διὰ τοῦτο βέλτιον ἦν αὐτὸν ἀφανισθῆναι.
000-00-00 Serial Number=0346125305
De gloria in tribulationibus Ante [Go Back]  
 [00066]  Τὰ μέλλοντα ἐκεῖνα προσδοκῶσα ἀγαθὰ καὶ ἐπιθυμοῦσα τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν.
000-00-00 Serial Number=0071163297
De incomprehensibili dei natura Ante [Go Back]  
 [00048]  Εἰ δὴ οὖν μέλλοι ἡ γνῶσις παύεσθαι, οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ χεῖρον ἡμῖν προκόψει τὰ πράγματα·
 [00054]  Οὐ περὶ τῆς παντελοῦς, ἀλλὰ περὶ τῆς μερικῆς τοῦτό φησι, κατάργησιν τὴν ἐπὶ τὸ βέλτιον πρόοδον λέγων, ὡς τὴν μερικὴν καταργουμένην μηκέτι εἶναι μερικήν, ἀλλὰ τελείαν.
 [00058]  Ἵνα γὰρ ἀκούσας ὅτι καταργεῖται, μὴ κατάλυσιν παντελῆ νομίσῃς εἶναι, ἀλλ' αὔξησίν τινα καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν, εἰπὼν «καταργεῖται», ἐπήγαγεν·
 [00110]  ἐκ μέρους γινώσκω, κἂν εἴπω ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας·
000-00-00 Serial Number=0087882817
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00861]  πόσῳ δὲ τοῦτο βέλτιον ἐκείνου;
000-00-00 Serial Number=0899723768
De libello repudii Ante [Go Back]  
 [00197]  Πάντων μὲν γὰρ βέλτιον ἀναμένειν τὸν τετελευτηκότα, καὶ τὰς πρὸς ἐκεῖνον συνθήκας διατηρεῖν, καὶ ἐγκράτειαν αἱρεῖσθαι, καὶ τοῖς καταλειφθεῖσιν ἐπιμένειν παιδίοις, καὶ παρὰ τοῦ Θεοῦ πλείονα τὴν εὔνοιαν ἐπισπάσασθαι.
000-00-00 Serial Number=0565702379
De non iterando conjugio Ante [Go Back]  
 [00092]  Εἰ γὰρ μέλλοι τις, φησί, χήρα οὖσα λάθρα πορνεύειν καὶ καταισχύνειν ἑαυτήν, πολλῷ βέλτιον γαμεῖν, καὶ «μηδεμίαν διδόναι τῷ ἀντικειμένῳ ἀφορμὴν λοιδορίας χάριν».
 [00155]  Οὐ πολλῷ βέλτιον ὀλίγα μετ' ἐξουσίας ἔχειν, ἢ τὰ τῆς οἰκουμένης μετὰ τοῦ καὶ αὐτὴν σὺν ἐκείνοις ὑποκεῖσθαι ἑτέρῳ;
000-00-00 Serial Number=0200762153
De paenitentia [1] Ante [Go Back]  
 [00188]  ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν.
 [00240]  οὐχὶ τῆς πονηρίας, ἀλλὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς.
000-00-00 Serial Number=0584096014
De precatione [1] Ante [Go Back]  
 [00144]  βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς πάντα τὸν βίον σχολάζειν.
 [00158]  ἡμεῖς δὲ τὸ πέλαγος τῶν θείων Γραφῶν ἱστορήσαντες, εἰς [50.782] αὐτὸν τὸν βυθὸν τῆς πνευματικῆς σοφίας, ὅσον οἷόν τε καταδράμωμεν, ἵνα κομίσωμεν ὑμῖν θησαυρὸν ἀγαθὸν κοσμοῦντα τὰς ψυχὰς βέλτιον, ἣ τὰς κεφαλὰς τῶν βασιλέων οἱ λιθοκόλλητοι στέφανοι.
000-00-00 Serial Number=0006054878
De prophetiarum obscuritate Ante [Go Back]  
 [00730]  πῶς ἀποστίλβον, καὶ τῶν ἡμετέρων βέλτιον σωμάτων κατὰ τὴν ἐπιφάνειαν;
000-00-00 Serial Number=0711796939
De resurrectione mortuorum Ante [Go Back]  
 [00225]  Οὐ γὰρ ἁπλῶς σκῆνος τὸ σῶμα ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν δηλῶν, μονονουχὶ λέγων·
000-00-00 Serial Number=0617214799
De sacerdotio Ante [Go Back]  
 [00009]  οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν ὁποίαν ἑλέσθαι τοῦ βίου βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα.
 [00778]  Τούτου δὲ οὐκ ὄντος δυνατοῦ, οὔτε τὰ κινήματα τῆς ψυχῆς καταμαθεῖν εὔπορον καὶ τὰ μὲν ἀτάκτως φερόμενα περικόψαι, τὰ δὲ ἐν τάξει καὶ ῥυθμῷ μᾶλλον ἀσκῆσαι καὶ ἐπὶ τὸ βέλτιον ἀγαγεῖν, οὔτε τὰς ἐξόδους περιεργάζεσθαι ῥᾴδιον.
000-00-00 Serial Number=0020529091
De sancta pentecoste Ante [Go Back]  
 [00381]  πολλῷ γὰρ βέλτιον μικρὸν ἐνταῦθα πονήσαντας ἀπαραιτήτου κολάσεως ἀπαλλαγῆναι, ἢ τὸν βραχὺν τοῦτον ῥᾳθυμήσαντας χρόνον εἰς τὰς ἀθανάτους ἐκείνας ἐμπεσεῖν τιμωρίας
000-00-00 Serial Number=0889382601
De siccitate Ante [Go Back]  
 [00063]  οὕτω καὶ ὁ τὰ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας πληγαῖς, ὧν βέλτιον ἂν εἴη παραιτεῖσθαι πρὸ τῆς πείρας τὴν ἔφοδον.
000-00-00 Serial Number=0733932912
De virginitate Ante [Go Back]  
 [01323]  Ἐὰν δὲ ἐπιμείνῃ συνεχῶς ἐγκαλοῦσα, διδάξει ταχέως αὐτὴν ὅτι βέλτιον σιγῇ τὰ τοιαῦτα φέρειν καὶ τήκεσθαι.
 [01531]  Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεός μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας ἀνάγκας.
 [01557]  Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾶν καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν.
000-00-00 Serial Number=0784449458
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00218]  Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Χριστὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον.
 [00873]  Εἰ τοίνυν καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους, τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας ὁ Θεὸς, εἰ εὐγνώμονες γενοίμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξοίμεθα, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησοίμεθα, πόσης οὐκ ἂν πάλιν ἀξιώσειε τῆς παρ' αὐτοῦ φιλοτιμίας;
 [01632]  Εἰ δέ τις λέγοι βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι, ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν, καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος.
 [02739]  βέλτιον αὐτὴν πρόσκαιρον ὑπομεῖναι πόνον, ἢ διηνεκῆ καὶ ἀθάνατα τηγανίζεσθαι τότε.
 [02790]  κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν.
 [02793]  Τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα·
 [03168]  βέλτιον οὐδὲν δοῦναι, ἢ τὰ ἄλλων ἑτέροις.
 [03285]  ἐπεὶ εἰ μέλλοιμεν εἰς τοῦτο αὐταῖς κεχρῆσθαι, βέλτιον αὐτὰς ἐκκοπῆναι καὶ χωρὶς τούτων εἶναι.
 [04807]  καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ τὸν Χριστόν, Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν·
 [05215]  τοῦ γὰρ πλεονεκτεῖν καὶ ἁρπάζειν τὸ οὕτως ἀργεῖν κατὰ πολὺ βέλτιον.
 [05283]  βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν.
 [05811]  Πόσον τοίνυν βέλτιον, πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα;
 [06070]  Καὶ γὰρ βέλτιον μυρίους ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γλυκὺν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν.
 [06147]  Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι, καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς;
 [06484]  Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον;
 [06737]  Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν;
 [06771]  Πείσωμεν τοίνυν ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν.
 [06840]  βέλτιον γὰρ αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ὕδατος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν.
 [07100]  εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν;
 [07408]  καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν.
 [07765]  βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα, τοιούτῳ τρόπῳ πάλιν αὐτὸν ἀφελέσθαι.
 [08578]  Ὥσπερ γὰρ τὴν Ἰερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλ' ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν·
 [08987]  ἔγνω τῆς ἐπὶ τὸ βέλτιον ἀρχόμενον ὁδοῦ, καὶ πρὸς σωτηρίαν βαδίζοντα, καὶ ἐφοβήθη τὴν μεταβολήν.
 [09440]  Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς πόλεις τὰς βασιλικὰς, τὰς σκηνάς.
 [09999]  Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι, καὶ ἄνωθεν ἐξαλειφθῆναι, ἢ τοὐναντίον, ἡμῶν ἐπιλανθανομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην.
 [09999]  καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν.
 [09999]  Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι βέλτιον ἦν μὴ λαβεῖν, τοῦτο ὃ σὺ λέγεις ἀγνωμόνως·
000-00-00 Serial Number=0067897379
Epistulae Ante [Go Back]  
 [00007]  ∆ιὸ καὶ παρακαλοῦμέν σου τὴν ἐμμέλειαν, ἡνίκα ἂν ἐξῇ συνεχῶς ἡμῖν δηλοῦν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ εἴ τινα πρὸς τὸ βέλτιον ἐπίδοσιν ἔλαβέ σου τὸ σῶμα.
 [00155]  Ἐπεὶ οὖν, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, νῦν ἐν φροντίδι μείζονι καθεστήκαμεν καὶ γὰρ ἀπὸ τῶν γραμμάτων ἐστοχασάμεθά σου τῆς ἀῤῥωστίας τὴν ὑπερβολὴν, διά τοι τοῦτο, ἡνίκα ἂν πρὸς τὸ βέλτιον ἐπιδῷ σοι τὸ σῶμα, διὰ τάχους ὡς βούλει δηλῶσαι ἡμῖν παρακλήθητι τοῦτο αὐτὸ, ἵνα βαρυτάτης ἡμᾶς ἀνεθῆναι ποιήσῃς φροντίδος.
 [00376]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [01334]  Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν.
 [03598]  Ἡμεῖς γὰρ καίτοι τοσαῦτα πεπονθότες, οὐδενὸς αἰσθανόμεθα, τόν τε μισθὸν ἐννοοῦντες ὧν ἐπάθομεν, καὶ ταχίστην ἐπὶ τὸ βέλτιον μεταβολὴν τὰ πράγματα προσδοκῶντες λήψεσθαι, ὡς καὶ αὐτὰ τὰ προοίμια δείκνυσι.
000-00-00 Serial Number=0350060940
Expositiones in Psalmos Ante [Go Back]  
 [00362]  Ἐνταῦθα γὰρ τὸ μὴ ἀκουσθῆναι τοῦ ἀκουσθῆναι βέλτιον.
 [01049]  καὶ ἕτεροι πολλῆς ἀπολαύσονται τῆς ἡδονῆς, τήν τε ἐκείνων μεταβολὴν ὁρῶντες, καὶ τὴν εἰς τὸ βέλτιον μετάθεσιν, καὶ ἑτέρους σπουδαιοτέρους ταύτῃ γινομένους.
 [01260]  πολλῷ γὰρ βέλτιον ταῦτα ἀναζητεῖν, ἢ φλυαρίαις καὶ συλλόγοις τοῖς ἐν ἀγοραῖς προσηλῶσθαι.
 [03571]  Καὶ πόσῳ, φησὶ, βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν ἢ προαιρέσει κακόν;
 [05334]  Καὶ πόσῳ, φησὶ, βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν ἢ προαιρέσει κακόν;
 [06874]  Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον.
 [07106]  Πόσῳ βέλτιον μικρὸν ἀνασχόμενον τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμωρεῖσθαι;
000-00-00 Serial Number=0793548286
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02146]  Τοῦτο τοίνυν βούλεται εἰπεῖν, ὅτι Τοσοῦτος χρόνος παρῆλθεν, ὥστε καὶ τὴν τοῦ χειμῶνος ἐπιστῆναι ὥραν, καὶ οὐδὲν βέλτιον διετέθημεν.
 [05392]  τουτέστι, Μὴ πείθου αὐτοῖς [64.1005] Ἄκουσον δὴ τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σὲ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.
000-00-00 Serial Number=0530652165
Fragmenta in Job Ante [Go Back]  
 [00321]  βέλτιον ἦν μὴ λαβεῖν, ἢ οὕτω λαβεῖν ἵνα μάθω τίνος ἀπεστερήθην.
 [00550]  Ἐλογίσατο ὅτι εἰ συμβῇ αὐτὸν ἡττηθῆναι, βέλτιον ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν·
 [00620]  Εἶδες πόσον πενία πλούτου, καὶ νόσος ὑγιείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι, καὶ χρησιμώτερον, καὶ λαμπροτέρους, καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ;
 [01432]  Ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγεται, βέλτιον σιγᾷν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς, ἢ λέγων.
000-00-00 Serial Number=0304142773
Fragmenta in Proverbia Ante [Go Back]  
 [00770]  καὶ πόσῳ βέλτιον, ἀτιμίαν ἢ λιμὸν ὑπομένειν;
000-00-00 Serial Number=0466764212
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00096]  οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον.
000-00-00 Serial Number=0217120111
Homilia in martyres Ante [Go Back]  
 [00054]  Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παραγενόμενος, μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν, βέλτιον οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ σκανδαλίζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι.
000-00-00 Serial Number=0188891768
In Acta apostolorum Ante [Go Back]  
 [00011]  Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφω [60.14] νεῖ, ταύτας εἰς ἔργον ἐξελθούσας ἐνταῦθα ἔστιν ἰδεῖν, καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων διαλάμπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν μαθητῶν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύματος αὐτοῖς ἐγγενομένην.
 [00335]  τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν;
 [02082]  πῶς οὐ τοῦτο βέλτιον;
 [02658]  Οἶδα, ὅτι [60.74] πολλοὶ γελάσονται ἡμᾶς, ἀλλὰ βέλτιον ἡμᾶς γελᾶσθαι νῦν, ἢ κλαίεσθαι τότε·
 [02676]  Εἰ γὰρ μὴ τοῦτο δυνατὸν, βέλτιον ἑστάναι κάτω.
 [02691]  Ἀλλὰ βέλτιον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι.
 [02702]  Οὐχ ὁρᾶτε, ὅτι βέλτιον ἕνα λίθον τίμιον ἔχειν, ἢ μυρίους ὀβολούς;
 [02703]  οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλμὸν ὑγιαίνοντα ἔχειν, ἢ τούτου πεπηρωμένου πολυσαρκίᾳ βαρύνεσθαι;
 [02705]  [60.75] βέλτιον πρόβατον ἓν ὑγιαῖνον ἔχειν, ἢ μυρία ψώρας ἐμπεπλησμένα;
 [06118]  βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα·
 [07616]  Οὐδὲν τοῦ πόματος τούτου βέλτιον·
 [07618]  βέλτιον τοιαύτην ἔχειν πηγὴν, ἢ χρυσοῦ πηγὰς ἐπιῤῥεῖν.
 [08140]  Ἐνταῦθα δείκνυσιν ὁ Πέτρος, ὅτι οὐδὲ ὡς οἱ λοιποὶ ἐβαπτίσθησαν, ἀλλὰ πολλῷ βέλτιον.
 [08258]  Τοῦτο καὶ ἐν πολέμῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐμπείρους καὶ γενναίους ἄνδρας, ἢ μυρίους ἀπείρους.
 [08260]  Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων·
 [08355]  βέλτιον εὐχῆς τοῦτο.
 [08906]  Οὐδὲν ἄρα θλίψεως συμμέτρου βέλτιον.
 [08958]  Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου.
 [09645]  ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν.
 [09999]  τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα.
 [09999]  καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυμίας ὑπόθεσιν ποιήσασθαι;
 [09999]  βέλτιον γὰρ αὐτῷ ἦν τεταλαιπωρημένοις ἀνθρώποις συνεῖναι, ἢ μαινομένῃ δεσποίνῃ.
 [09999]  ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν.
 [09999]  Πολλῷ βέλτιον μετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς μνήμης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδε κενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν.
 [09999]  Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι.
 [09999]  Θέλεις μαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον;
 [09999]  Ἐπεὶ, ὅτι τὰ δε [60.364] σμὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων προτίθησι τῶν ἄλλων, λέγων·
000-00-00 Serial Number=0792558730
In Ecclesiasten Ante [Go Back]  
 [00174]  ἔστιν ὅπου τὸ μὴ ζητῆσαι εὔκαιρον, ἀλλὰ βέλτιον ἀπολέσαι.
 [00182]  βέλτιον πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον γέλωτος.
 [00184]  τὸ ἀποθανεῖν βέλτιον τοῦ γενέσθαι, οἷον ἐν γήρᾳ.
 [00300]  ἐπειδὴ γὰρ εἶπεν περὶ ἑνὸς ἀπολαύοντος πλούτου, βέλτιον εἶναι δύο, εἰ δὲ καὶ τρεῖς πολλῷ κρεῖττον.
 [00450]  Τουτέστιν, βέλτιον ἀπολαύειν φήμης καλῆς καὶ σῴζεσθαι, ἢ ἀπὸ ἐλέου·
000-00-00 Serial Number=0862112045
In Genesim sermones Ante [Go Back]  
 [00546]  Τοῦτο μεῖζον καὶ βέλτιον τὸ φῶς ἐκείνου τοῦ φωτός·
000-00-00 Serial Number=0699289501
In Isaiam Ante [Go Back]  
 [00099]  ἀλλὰ τοὺς μὲν ἐνταῦθα ἀπαιτεῖ δίκην, αὐτοῖς τε ἐκείνοις κουφοτέραν τὴν ἐκεῖ κατασκευάζων κόλασιν καὶ τοῖς συνακμάζουσιν αὐτοῖς μεγίστην τὴν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς προαποτιθέμενος ὑπόθεσιν·
 [01456]  Εἶτα δεικνὺς ὡς οὐ κατὰ μικρὸν τῶν δεινῶν λυομένων ταῦτα ἔσται, ἀλλὰ ἀθρόον ἐν αὐτῇ τῇ τῶν λυπηρῶν ἀκμῇ ἡ μεταβολὴ γενήσεται, ἵνα καὶ ἐντεῦθεν μάθωσιν, ὅτι οὐχὶ ἐκ περιφορᾶς τινος καὶ συντυχίας ἡ πρὸς τὸ βέλτιον γέγονε μετάστασις, ἀλλ' ἐκ τῆς ἄνωθεν δυνάμεως τὸ πᾶν κατώρθωται·
 [02441]  Ὥσπερ γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν·
 [02583]  Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν.
000-00-00 Serial Number=0987744927
In Joannem Ante [Go Back]  
 [00355]  Ἂν δὲ μέλλωμεν καὶ τῇ μικρᾷ ταύτῃ σχολῇ ἀπὸ τῶν ἔξω λεγομένων ἢ πραττομένων λυμαίνεσθαι, βέλτιον μηδὲ εἰσελθεῖν τὴν ἀρχήν.
 [01709]  καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην.
 [03290]  Τότε γὰρ εἰσόμεθα, ὅτι πολλῷ βέλτιον ταῦτα σιτεῖσθαι, ἢ τὰς ἀκαθάρτους τροφάς·
 [03293]  Τί βέλτιον, περὶ τοῦ γείτονος λαλεῖν καὶ τῶν τοῦ γείτονος πραγμάτων, καὶ τὰ ἀλλότρια πολυπραγμονεῖν, ἢ τὰ τῶν ἀγγέλων καὶ τὰ ἡμῖν αὐτοῖς διαφέροντα ἀναζητεῖν;
 [05838]  Εἰ γὰρ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς;
 [05839]  Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθυπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι;
000-00-00 Serial Number=0909915268
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00096]  βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος·
 [00097]  βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης.
000-00-00 Serial Number=0218294382
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00169]  Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών;
000-00-00 Serial Number=0755986631
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01231]  ὕστερον δὲ καὶ αὐτὸς ἐπιλογισάμενος ὅτι τοῦτο βέλτιον, ἔμεινε.
 [03037]  Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο.
 [03095]  τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον.
 [04535]  Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον.
 [04781]  βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν.
 [05317]  Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης·
 [07997]  Παρακαλεῖσθε καὶ ὑπ' ἀλλήλων, καὶ ὑφ' ἡμῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς.
000-00-00 Serial Number=0691921115
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00405]  ∆υνάμεθα γὰρ μετὰ τούτων τῶν λόγων τὰ πολλὰ τῶν ἁμαρτημάτων ὑποτεμέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς·
000-00-00 Serial Number=0424583972
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00189]  βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι μόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας.
 [00612]  Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
 [00680]  Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
 [01745]  Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον.
 [01828]  πολλῷ τοῦτο βέλτιον ἐκείνου.
 [01831]  Εἰ γὰρ τοῦ γαμῆσαι τὸ μηδ' ὅλως γαμῆσαι βέλτιον, πολλῷ μᾶλλον τοῦτο ἐκείνου βέλτιον.
 [01838]  Εἰ μέλλοις χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι·
 [02292]  Οὐ πολλῷ βέλτιον εἰδέναι ταῦτα, ἢ ὅτι ὁ ὄνος ὁ ἀπολόμενος εὑρέθη;
 [02428]  Οὐδὲν τούτου βέλτιον τοῦ ἀγῶνος, οὐ λαμβάνει τέλος ὁ στέφανος οὗτος·
000-00-00 Serial Number=0042696476
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01601]  Καὶ πόσῳ βέλτιον ἀμβλύτερόν σε γενέσθαι καὶ τοὺς ἄλλους κερδᾶναι, ἢ μένοντα ἐν ὕψει περιιδεῖν ἀπολλυμένους τοὺς ἀδελφούς;
 [02681]  Εἰ δὲ μέλλοιμεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι.
 [03210]  τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον.
 [04825]  ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα καὶ μισθὸν ἔχῃς.
 [04829]  καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι.
 [05496]  Εἰ μὲν γὰρ τὸ καλὸν καὶ σφόδρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον μηδ' ὅλως ὁμιλεῖν γυναικί·
 [05598]  Ἐπειδὴ γὰρ καὶ δι' ἐγκράτειαν καὶ δι' ἄλλας προφάσεις καὶ μικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν·
 [05665]  Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν.
 [05668]  Εἰ καθ' ἑκάστην ἡμέραν πυκτεύοι καὶ πολέμους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι.
 [07712]  Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι;
 [07895]  Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο·
 [08746]  εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι.
 [09525]  Καὶ πόσῳ βέλτιον τὸν τοιοῦτον ἀπ-ελθεῖν, ἢ διηνεκῆ φέρειν χειμῶνα;
000-00-00 Serial Number=0427555740
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00500]  βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι·
 [00501]  βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς·
 [02992]  Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν τὴν κατηγορίαν;
000-00-00 Serial Number=0492887616
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01917]  Τοῖς γὰρ μὴ ῥυθμισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία.
 [01928]  Τῆς γὰρ ῥίζης γενομένης καλῆς, οἱ κλάδοι ἐπὶ τὸ βέλτιον ἐκταθήσονται, καὶ πάντων τούτων λήψεσθε τὸν μισθόν.
 [03408]  πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον.
 [03410]  ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι, ἢ ἐκεῖνα·
 [03424]  Οὕτω γὰρ βέλτιον ἦν.
000-00-00 Serial Number=0824662983
In epistulam ad Colossenses Ante [Go Back]  
 [00396]  Οὐδὲν γὰρ [62.310] ταύτης βέλτιον·
 [02228]  βέλτιον ἀποθανεῖν, ἢ οὕτω τιμηθῆναι.
 [02243]  Τοῦ τοίνυν τούτοις εἰδέναι χάριν τῆς τιμῆς οὐ βέλτιον τὸ μὴ τιμᾶσθαι;
 [03963]  Εἴ τις ἡμῖν δεδακρυμένον ἔδειξε Παῦλον καὶ στενάζοντα, οὐ πολλῷ ἦν βέλτιον ἰδεῖν, ἢ χοροὺς μυρίους φαιδρῶς ἐστεφανωμένους;
000-00-00 Serial Number=0683523893
In epistulam ad Ephesios Ante [Go Back]  
 [00838]  οὐ βέλτιον τὸν τοιοῦτον μηδὲ παραγενέσθαι;
 [01962]  Οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν.
 [03319]  Εἰ γοῦν τούτων ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑμᾶς μετὰ τῶν ἀμελούντων τετάχθαι·
 [03320]  μᾶλλον δὲ τὸ βέλτιον ἦν, μήτε ἐκείνους εἶναι ἀμελεῖς, μήτε τοιούτους ὑμᾶς·
 [03991]  ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδομὴν, βέλτιον σιγᾷν, καὶ μηδέποτε φθέγγεσθαι.
 [04397]  ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ πάντα ἐλλείπῃ, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον;
 [05330]  Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον·
 [05331]  πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον.
 [05493]  Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων;
 [06484]  Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ' ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο.
000-00-00 Serial Number=0231880128
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00634]  Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάμενον τοῦτο ποιῆσαι, ἢ μετὰ ἔτη τοσαῦτα;
 [01958]  Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀμφότεροι τοῦ νόμου τὰ μέτρα ἐξέβησαν, ἀλλ' οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶ τὸ βέλτιον ἐπαρθείς·
000-00-00 Serial Number=0149494529
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00834]  Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο;
 [01132]  τοῦτο τῶν ἄλλων ἁπάντων πολλῷ βέλτιον.
 [03184]  βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε.
 [03910]  βέλτιον γὰρ πηλῷ μολύ [63.101] νεσθαι ἀκαθάρτῳ, ἢ ἁμαρτήμασιν.
 [07495]  Τὸ γὰρ διὰ Χριστὸν ὀνειδίζεσθαι βέλτιον ἡγήσατο τοῦ ἀνίεσθαι·
 [09247]  Ἄρα ἐκ τοῦ μέσου πάντα ἀρεήσεται, καὶ ἐπὶ τὸ βέλτιον συμπαγήσεται ἄνωθεν·
 [09307]  Οὐδὲν τοῦ ὀφθαλμοῦ ἐκείνου βέλτιον.
000-00-00 Serial Number=0896102011
In epistulam ad Philemonem Ante [Go Back]  
 [00593]  Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα.
000-00-00 Serial Number=0595427513
In epistulam ad Philippenses Ante [Go Back]  
 [02758]  Ἄρα πολλῷ βέλτιον τοῦ βοῦς προσενεγκεῖν τὸ ψυχὴν προσενεγκεῖν.
 [03281]  Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα;
 [04475]  τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον;
000-00-00 Serial Number=0367507160
In epistulam ad Romanos Ante [Go Back]  
 [01045]  καὶ γὰρ βέλτιον ἀποθανεῖν, ἢ ζῇν ὑβριζόμενον οὕτως.
 [01111]  Καὶ γὰρ πολλῷ βέλτιον πένητα εἶναι ἐν ἀρετῇ ζῶντα, ἢ βασιλέα ὄντα μετὰ πονηρίας.
 [02922]  Εἶδες πῶς βέλτιον τὸ ἀδικεῖσθαι, κἂν μέχρι φόνου τις χωρῇ;
 [03144]  Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον·
 [03146]  Εἰ γὰρ βέλτιον ψυχὴ σώματος, ὥσπερ οὖν καὶ βέλτιον, ταύτης ἀπολλυμένης, μᾶλλον στένειν δίκαιον καὶ ὀδύρεσθαι·
 [03471]  Καθάπερ γὰρ τοῖς κάμνουσι τὸ μὴ χεῖρον σχεῖν ἀρχὴ γένοιτ' ἂν τοῦ βέλτιον ἔχειν, οὕτω καὶ ἐπὶ τῆς κακίας συμβαίνει·
 [09552]  Ἐπειδὴ γὰρ εἶπε, Καθ' ἑαυτὸν ἐχέτω, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει τῆς οἰκουμένης σοι τοῦτο βέλτιον.
000-00-00 Serial Number=0378599763
In epistulam ad Titum Ante [Go Back]  
 [00448]  Ὡς οὖν εἰδότες ὅτι τοῦτο βέλτιον ἡμῖν, ἢ ἐκεῖνο, μήτε ζητῶμεν τιμὰς, καὶ τὰς παρεχομένας διακρουώμεθα, ἀποῤῥίπτωμεν ἀφ' ἑαυτῶν, σβεννύωμεν τὴν ἐπιθυμίαν ταύτην.
 [01081]  τὸν δὲ μοιχὸν, τὸν πόρνον, τὸν πλεονέκτην μετ' ἐπιταγῆς ἐπὶ τὸ βέλτιον δεῖ ἐπάγειν.
000-00-00 Serial Number=0550827324
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00134]  Εἰ δὲ καὶ ἦν τις ἄρα διδασκάλων ἰδιώτης τῷ λόγῳ, ὅμως δὲ τὰ τοῦ Θεοῦ λέγων, οὐ μὴν ἄρα βέλτιον τὰ τούτου γράφεσθαι ὑπὲρ τὰς τῶν Ἑλλήνων δαιμονιώδεις μυθολογίας;
000-00-00 Serial Number=0855128527
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00255]  ὁ μηδὲν ἀφ' ἑαυτοῦ ποιῶν καὶ τὰ τοῦ Πατρὸς διορθοῦται, καὶ τὴν νομοθεσίαν ἐπὶ τὸ βέλτιον ἄγει;
000-00-00 Serial Number=0166773260
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00059]  Τί τοῦ δένδρου τούτου βέλτιον, ἢ ἴσον γένοιτ' ἂν, ὅταν μὴ οἱ κλάδοι μόνον, ἀλλὰ καὶ αὐτὴ ἡ ῥίζα φέρῃ καρπὸν, ἡ μὲν δικαιοσύνην, οἱ δὲ σωτηρίαν;
000-00-00 Serial Number=0495694041
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00200]  ὅταν δὲ εἰς ἁμαρτήματα καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι.
000-00-00 Serial Number=0904866755
In illud Ne timueritis Ante [Go Back]  
 [00302]  ἐγὼ δὲ οὐ ποιῶ χεῖρον, ἀλλὰ βέλτιον.
000-00-00 Serial Number=0927043438
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00199]  Εἴπω σοι αὐτοῦ ἐγκώμιον διαδήματος βέλτιον, πορφυρίδος λαμπρότερον;
 [00374]  Κτίσις, ἐν τῇ Γραφῇ καλεῖται οὐ μόνον ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ, ἀλλὰ καὶ ἡ τοῦ ὄντος ἐπὶ τὸ βέλτιον μεταβολή.
 [00379]  καὶ ὅταν τὸν πονηρὸν ἄνθρωπον καλὸν ἐργάσηται, ὧδε πραγμάτων ἐπὶ τὸ βέλτιον μεταβολή·
 [00380]  ἐκεῖ τοῦ μὴ ὄντος παραγωγὴ, ὧδε τοῦ ὄντος, ἀπολλυμένου δὲ ἐπὶ τὸ βέλτιον μεταβολή.
 [00389]  Ἰδοὺ τοίνυν ἡ κτίσις λέγεται, οὐχὶ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴ τῆς οὐσίας, ἀλλὰ καὶ τῆς οὔσης, διεφθαρμένης δὲ, εἰς τὸ βέλτιον μεταβολή.
000-00-00 Serial Number=0798928916
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0305525899
In illud Vidua eligatur Ante [Go Back]  
 [00088]  Ἐπεὶ οὖν μετὰ τὸ χηρείαν ἑλέσθαι, καὶ ταύτην πᾶσαν ὑπομεῖναι τὴν ἀσχημοσύνην, βούλονται γαμῆσαι πάλιν, βέλτιον πρὶν ἔχεσθαι, καὶ τὰς πρὸς τὸν Χριστὸν καταπατῆσαι συνθήκας, ἐπὶ τοῦτο ἐλθεῖν·
000-00-00 Serial Number=0606474698
In pharisaeum et meretricem Ante [Go Back]  
 [00005]  Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν, καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα, καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν, καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν, καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν, καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι, καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν, καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν·
000-00-00 Serial Number=0678909063
In principium Actorum Ante [Go Back]  
 [00986]  Ἴδωμεν καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πάλιν.
 [01264]  Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται.
000-00-00 Serial Number=0223263681
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00132]  Οὐκ ἦν βέλτιον ὑφειμέναις χρή [59.600] σασθαι ταῖς φωναῖς;
000-00-00 Serial Number=0242726684
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00155]  Οὐκ ἦν βέλτιον ὑφειμέναις χρήσασθαι ταῖς φωναῖς;
000-00-00 Serial Number=0414257109
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01019]  Καὶ μὴν βέλτιον ἦν, ἴσως εἴποι τις ἂν, μετὰ ἀνθρώπων αὐτὸν εἶναι, καὶ τοῦτο παθεῖν·
000-00-00 Serial Number=0647407532
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00101]  Ἐπεὶ οὖν ἀνάγκη πάντως, ἢ ἐκεῖ, ἢ ἐνταῦθα κατανυγῆναι ἐπὶ τοῖς ἁμαρτήμασι, βέλτιον ἐνταῦθα, καὶ μὴ ἐκεῖ.
 [00143]  Πόσῳ τοίνυν βέλτιον πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας, ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα;
000-00-00 Serial Number=0392231166
Quales ducendae sint uxores Ante [Go Back]  
 [00176]  ἀλλὰ δύναται γνώμην εἰσηγήσασθαι ἐν οἰκίᾳ, καὶ πολλάκις ἅπερ συνεῖδεν ὁ ἀνὴρ τῶν κατὰ τὴν οἰκίαν, βέλτιον αὕτη συνεῖδεν.
 [00207]  Γυνὴ γὰρ σώφρων, καὶ ἐπιεικὴς καὶ μετρία, κἂν πένης ᾖ, τὴν πενίαν πλούτου βέλτιον διαθεῖναι δυνήσεται·
000-00-00 Serial Number=0762435555
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00012]  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ διάβολος τοσοῦτον κατ' αὐτῆς ἐνέπνευσε τῆς ἀγέλης, ἐπειδὴ μάλιστα ἀπὸ ταύτης ἑώρα τῆς φάλαγγος λαμπρὸν τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ οὕτως αὐτὴν ἐπεχείρησε καταισχῦναι, ὡς βέλτιον εἶναι λοιπὸν μηδὲ παρθένους εἶναι τὰς οὕτω τὸ πρᾶγμα μετιέναι ἐπιχειρούσας.
 [00135]  πολλῷ γὰρ βέλτιον γαμεῖν ἐκείνως, ἢ παρθενεύειν οὕτως.
 [00182]  Καὶ μὴν καὶ ταῦτα οὐκ ἔλαττον, ἀλλὰ καὶ βέλτιον ἀνδρὸς γυνὴ μεταχειρίζεσθαι δύναται.
 [00216]  Καὶ πόσῳ βέλτιον μήτε ἀντιδιδόναι τὰ τοιαῦτα, μήτε ἀντιλαμβάνειν, ἀλλὰ τὸν καιρὸν τῶν πόνων, ὃν εἰς τὴν ἀνάπαυσιν ἀναλίσκεις τὴν ἐκείνου, τοῦτον εἰς τὴν ἑαυτῆς δαπανᾶν σωτηρίαν, ἢ χαλεπώτερα πονουμένην ἔτι καὶ καταισχύνειν ἑαυτῆς τὴν ὑπόληψιν;
 [00449]  Πολλῷ γὰρ βέλτιον καὶ ἑνὶ καὶ δευτέρῳ συνάπτεσθαι γάμῳ, ἢ τοιαῦτα ἀσχημονεῖν, καὶ προαγωγῶν καὶ μαστροπῶν ὑπόνοιαν λαμβάνειν παρὰ πᾶσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»