Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπεδείξατο [194]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπεδείξατο


000-00-00 Serial Number=0955849767
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00082]  οὐκ ἔστι δὲ ἴσον, ἑτέρου λαμπάδα προσάγοντος, καρτερεῖν καὶ μὴ πίμπρασθαι, καὶ μηδενὸς παρακινοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν Ὁ μὲν γὰρ ἐκείνου κρατήσας, μεγίστης φιλοσοφίας βάσανον ἐπεδείξατο·
 [00144]  Εἰ δὲ καὶ πρὸς τοὺς ὁμοτίμους καὶ οἷς δυνατὸν ἐπεξελθεῖν ἐπεδείξατο τοῦτο, ἀλλὰ οὐ μέχρι τοσούτου, ὡς καὶ τὴν ἐπιθυμίαν ὑπερακοντίσαι τὴν ἐκείνου, καὶ πλέον ὧν ἐβούλετο δοῦναι, καὶ τοῖς ἑκοντὶ προστεθεῖσι, τὴν ἐπὶ τοῖς βίᾳ ἀποσπασθεῖσι δεῖξαι μακροθυμίαν.
000-00-00 Serial Number=0618393719
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00335]  Μετὰ γὰρ τὴν τοσαύτην παρακοὴν, μετὰ τοσαῦτα ἁμαρτήματα, ὅτε πᾶσαν κατέσχε τὴν οἰκουμένην ἡ τῆς ἁμαρτίας τυραννὶς, ὅτε τὴν ἐσχάτην ἔδει δοῦναι δίκην λοιπὸν, καὶ ἀπολέσθαι παντελῶς, καὶ ἀνώνυμον τὸ τῶν ἀνθρώπων γενέσθαι γένος, τότε τὴν μεγίστην περὶ ἡμᾶς εὐεργεσίαν ἐπεδείξατο, ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀπηλλοτριωμένων καὶ μισούντων αὐτὸν καὶ ἀποστρεφομένων τὸν Μονογενῆ κατασφάξας τὸν ἑαυτοῦ, καὶ διὰ τούτου τὴν πρὸς αὐτὸν καταλλαγὴν ἐργασάμενος ἡμῖν, καὶ βασιλείαν οὐρανῶν, καὶ ζωὴν αἰώνιον, καὶ τὰ μυρία ἐπαγγειλάμενος δώσειν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [00570]  Ἐπειδὴ γὰρ προσῆλθον αὐτῷ οἱ τὴν τελευτὴν τῶν ὑπὸ τοῦ πύργου καταχωσθέντων καὶ τὴν τοῦ Πιλάτου μανίαν ἀπαγγέλλοντες, ἣν εἰς τοὺς τελευτηκότας ἐπεδείξατο, ταῖς θυσίαις αὐτῶν ἀναμίξας τὸ αἷμα, τί φησι;
 [01478]  τοσαύτην δὲ ἐκ πρώτης ἡλικίας ἐπεδείξατο τὴν ἀρετὴν, ὡς πρὶν εἰς ἄνδρας ἐλθεῖν τοῖς θαυμαστοῖς ἐγκριθῆναι προφήταις, καὶ ταῦτα τοῦ πράγματος ἐπιλελοιπότος τότε.
000-00-00 Serial Number=0754480124
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00085]  Ἀλλ' ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφοδρῶς, ὡς τῶν πολλῶν εἷς ὢν, καὶ μηδὲ ὄναρ ποτὲ βασιλείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασιλικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος.
 [00117]  οὐ γὰρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπεδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν.
000-00-00 Serial Number=0662566125
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00096]  μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβών, καὶ μαγικὴν καὶ ἀστρονομίαν καὶ πᾶσαν τῆς διαβολικῆς μαγγανείας τὴν σκηνὴν ἀνατραπεῖσαν ἰδών, χαλεπώτερα τῶν προτέρων ἐπεδείξατο.
 [00099]  Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς ὅτι μόνος ἐστὶν ὁ θεὸς ἀληθὴς τοσαύτην εἰς τὸν αὑτοῦ θεράποντα τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν.
 [00588]  Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν.
000-00-00 Serial Number=0926772475
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00538]  Εἶτα δεικνὺς ἡλίκον πρᾶγμα ἐποίησε καὶ ὅσην ἐπεδείξατο πίστιν, ἐπήγαγε·
 [00721]  Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν, [13.2] ταῦτα προλαβὼν δι' ἔργων ἐπεδείξατο, ἀγάπην γνησίαν καὶ θερμήν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν·
 [00761]  Ἀλλ' ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηχὼς καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας.
000-00-00 Serial Number=0356260359
Ad populum Antiochenum Ante [Go Back]  
 [01444]  νῦν δὲ, ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε.
 [03268]  Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν.
 [03353]  Εἰ δὲ καὶ ἑτέρωθεν θέλεις μαθεῖν ὅσην περὶ τὸ σῶμα ὁ Θεὸς ἐπεδείξατο σοφίαν, ἐρῶ τοῦτο ὃ μάλιστα πάντων ὁ Παῦλος ἐκπληττόμενος φαίνεται συνεχῶς.
 [03918]  Οὐ τῷ παρακαλέσαι δὲ μόνον, ἀλλὰ καὶ τῷ συγχωρῆσαι θορυβηθῆναι, τὴν κηδεμονίαν ὁ Θεὸς ἡμῖν ἐπεδείξατο τὴν ἑαυτοῦ.
 [04366]  Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο.
 [04906]  Καὶ τίς οὐκ ἂν αὐτὸν ἐμέμψατο, ὅτι οὐδὲ μέχρι σχήματος ἐπεδείξατο τὴν ἀγανάκτησιν;
 [05668]  καὶ γὰρ εἰ πᾶσαν πονηρίαν τὴν ἐν ἀνθρώποις ἐπεδείξατο περὶ σὲ, καὶ οὕτω σοι πάντα ἀφεῖναι ἐκέλευσεν ὁ Θεός.
 [05739]  ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας·
 [06061]  Βαβαὶ, πόση τοῦ Χριστιανισμοῦ ἡ δύναμις! ἄνθρωπον οὐδένα ἔχοντα ὁμότιμον ἐπὶ τῆς γῆς, κύριον ὄντα ἀπολέσαι πάντα καὶ διαφθεῖραι, κατέσχε καὶ ἐχαλίνωσε, καὶ φιλοσοφεῖν ἐπαίδευσε φιλοσοφίαν, ἣν οὐδ' ἂν ἰδιώτης ἄνθρωπος ἐπεδείξατο·
000-00-00 Serial Number=0838975906
Adversus Judaeos Ante [Go Back]  
 [00011]  Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν·
 [00513]  Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν ἐπεδείξατο.
000-00-00 Serial Number=0764791667
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00859]  ἀλλ' ὅμως ἐπειδὴ μὴ πᾶν ὅσον ἐχρῆν ἐπεδείξατο, καὶ αὐτὸς μετ' ἐκείνων ἀπώλετο.
 [01170]  οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο;
000-00-00 Serial Number=0802957177
Catecheses ad illuminandos Ante [Go Back]  
 [00284]  Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρόνημα ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων πρὸς αὐτόν·
 [00291]  [2.7] Ἀλλ' ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκόπησον τί μὲν ὁ διάβολος ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσασθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν περὶ αὐτὸν τὴν φιλανθρωπίαν ἐπεδείξατο.
 [00854]  Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι·
 [01149]  Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι.
000-00-00 Serial Number=0429122269
Commentarius in Job Ante [Go Back]  
 [00036]  πόθεν τὴν πολιτείαν τὴν εὐαγγελικὴν ἐπεδείξατο, πόθεν τὴν ὑπομονὴν τὴν τοσαύτην;
 [00400]  ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο.
 [00601]  κἀκεῖ μὲν τὴν φύσιν ἐπεδείξατο, ἐνταῦθα δὲ τὴν προθυμίαν.
 [01205]  οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα ἀρετὴν ἐπεδείξατο.
000-00-00 Serial Number=0766142130
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00094]  κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας;
 [00107]  Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ;
000-00-00 Serial Number=0796037138
De Anna i Ante [Go Back]  
 [00430]  Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐλάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο.
 [01010]  Ὁ γὰρ εἰπὼν, Ἐλέησον, ἐξομολόγησιν ἐπεδείξατο, καὶ τῶν οἰκείων ἁμαρτημάτων ἐπέγνω·
000-00-00 Serial Number=0520988345
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00185]  Πολλῷ μείζονα δῆλον ὅτι καὶ τοσαύτην ὅσην ὁ ἀγαθὸς ἐκεῖνος ἐπεδείξατο μάρτυς.
 [00214]  [46] Ἀλλὰ καὶ παρρησίαν ἐπεδείξατο πρὸς βασιλέα πολλήν.
000-00-00 Serial Number=0089726031
De Davide et Saule Ante [Go Back]  
 [00039]  καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδείξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι.
000-00-00 Serial Number=0590239048
De Lazaro Ante [Go Back]  
 [00149]  Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργέτησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον·
 [01399]  Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν οὐρανὸν τοσοῦτον ἔτεινε, γῆν ὑπεστόρεσε, θάλασσαν ἥπλωσεν, ἀέρα ἐξέχεε, τοσαύτην πρόνοιαν ἐπεδείξατο, εἰ μὴ μέχρι τέλους ἔμελλεν ἡμῶν προστήσεσθαι;
 [01942]  οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ' ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας.
 [02696]  Ἐνενόει γὰρ, οἶμαι, τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιοῦν.
000-00-00 Serial Number=0156021774
De Maccabeis Ante [Go Back]  
 [00081]  καὶ οὐ μόνον οὐκ ἐπεπήδησε τῇ κεφαλῇ τοῦ τυράννου, οὐδὲ διεσπάραξεν αὐτοῦ τὴν ὄψιν, ὁρῶσα τοὺς σκύμνους διασπαρασσομένους, ἀλλὰ τοσαύτην ἐπεδείξατο φιλοσοφίας ὑπερβολὴν, ὡς καὶ προπαρασκευάζειν αὐτῷ τὴν ἀπάνθρωπον θοίνην, καὶ τῶν προτέρων ἔτι κολαζομένων, τοὺς ὑπολειπομένους πρὸς τὴν τῶν αὐτῶν πεῖραν ἀλείφειν δεινῶν.
000-00-00 Serial Number=0194208264
De beato Philogonio Ante [Go Back]  
 [00070]  οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος·
000-00-00 Serial Number=0060544789
De confessione pretiosae crucis Ante [Go Back]  
 [00121]  Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν;
000-00-00 Serial Number=0956347227
De consubstantiali Ante [Go Back]  
 [00330]  ἐπειδὴ οὐδὲν ἐνταῦθα ἐκέκτητο, διὰ τοῦτο πολλὴν τὴν δύναμιν ἐπεδείξατο·
000-00-00 Serial Number=0472003877
De cruce et latrone i Ante [Go Back]  
 [00088]  Καὶ τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν;
000-00-00 Serial Number=0253342032
De cruce et latrone ii Ante [Go Back]  
 [00123]  τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, ἵνα ἀθρόον παραδείσου ἄξιος φανῇ ἀπὸ τοῦ σταυροῦ;
000-00-00 Serial Number=0111903250
De decem millium talentorum debitore Ante [Go Back]  
 [00112]  οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν κηδεμονίαν ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών·
 [00249]  Οὐ νηστείαν ἐπεδείξατο οὗτος, οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον.
 [00366]  Καὶ τοῦτο μάλιστα μὲν ἐντεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέλευσεν ἡμῖν λέγειν οὕτως·
000-00-00 Serial Number=0365992546
De diabolo tentatore Ante [Go Back]  
 [00695]  καὶ ὁ δαίμων τὴν πονηρίαν, καὶ ὁ δίκαιος τὴν ἀνδρείαν ἐπεδείξατο.
 [00859]  Καίτοι ὁ μὲν Θεὸς ἱκανὰς ἔδωκε τῆς εὐεργεσίας τῆς ἑαυτοῦ τὰς ἀποδείξεις, καὶ διὰ τῶν ἔργων τὴν κηδεμονίαν ἐπεδείξατο·
 [00862]  Ὁ δὲ διάβολος ἔργῳ μὲν οὔτε μικρὸν, οὔτε μέγα ἐπεδείξατο ἀγαθὸν, ῥήμασι δὲ ψιλοῖς ἐπάρας τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν, οὕτως ἠπάτησεν.
 [00930]  ἐπεὶ, ὅτε γε ἔμαθεν ὕστερον τὴν αἰτίαν, ὅρα πόσην εὐλά [49.272] βειαν ἐπεδείξατο·
000-00-00 Serial Number=0801905811
De futurae vitae deliciis Ante [Go Back]  
 [00106]  Ἵν' οὖν εὐκολώτερον ἡ ἡμετέρα φύσις ἀκολουθήσῃ, ταύτην λαβὼν τὴν σάρκα, καὶ τὴν φύσιν τὴν ἡμετέραν, οὕτως αὐτὴν ἐβάδισε, καὶ τὰς ἐντολὰς διὰ τῶν ἔργων ἐπεδείξατο.
 [00108]  Οὐ γὰρ ἠμύνατο αὐτὸν, ἀλλὰ τοσαύτην ἐπιείκειαν ἐπεδείξατο, ὡς εἰπεῖν·
 [00125]  Ἐδίδασκε περὶ τοῦ κακῶς ἀκούοντας φέρειν γενναίως, ὅπερ διὰ τῶν ἔργων ἐπεδείξατο.
000-00-00 Serial Number=0837122560
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00598]  Ὅταν τοίνυν πινακίδα ἔχων ἐκ ξύλου μὲν καλοῦ πεποιημένην, καθαρὰν δὲ πάνυ καὶ ῥύπου ἀπηλλαγμένην, εἶτα ἐν ἐκείνῃ ἁλύσεις χαλκαῖ καὶ γραφίδες οὐδὲν ἀργύρου ἀποδέουσαι καὶ ἕτερα τοιαῦτα παιδικά, καὶ ἀπολέσῃ ἢ διαφθείρῃ ὁ ἀκόλουθος, εἶτα ἐκεῖνος μὴ ὀργισθῇ, μεγίστης φιλοσοφίας ἤδη τεκμήρια ἐπεδείξατο.
000-00-00 Serial Number=0890102684
De jejunio de Davide Ante [Go Back]  
 [00188]  Ἀλλά φασί τινες περὶ τοῦ Ἰωσὴφ, ὡς ἀπὸ ἀνάγκης συσχεθεὶς καὶ ἐν ξένοις τόποις αὐλιζόμενος, καὶ μὴ ἔχων ἀνθρωπίνην βοήθειαν, ἢ τὸν προστατεύοντα, τούτου χάριν τὴν πραότητα καὶ τὴν ταπεινοφροσύνην ἐπεδείξατο.
000-00-00 Serial Number=0692771196
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00117]  Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παρρησίαν ἐπεδείξατο;
 [00278]  [3.2] Τοῦτο τοίνυν καὶ ὁ Παῦλος εἰδὼς κεφάλαιον ὂν τῶν ἀγαθῶν, μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας.
 [00429]  ἡ δὲ Ἱεριχουντία πόρνη μηδὲν τούτων θεασαμένη πίστιν ἐπεδείξατο θαυμαστὴν περὶ τοὺς κατασκόπους.
000-00-00 Serial Number=0087439001
De mutatione nominum Ante [Go Back]  
 [00225]  Εἶδες, ὁ ἐχθρὸς, ὁ πολέμιος πόσην εὔνοιαν ἐπεδείξατο;
 [00525]  Ἀπεσβέσθησαν αἱ τοῦ αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρηστον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ.
 [00892]  Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλὰ μιᾶς μόνης ἀκούσας φωνῆς αὐτοῦ τοῦ διωκομένου, εὐθέως προσέδραμεν, εὐθέως ὑπήκουσε, καὶ πολλὴν ἐπεδείξατο τὴν μεταβολήν.
000-00-00 Serial Number=0432915568
De paenitentia [1] Ante [Go Back]  
 [00199]  εἰ γὰρ τοὺς ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντας ἔσωσε, καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὢν παρεκάλει τὸν Πατέρα, καὶ συγγνώμην αὐτοῖς ᾔτει τοῦ τολμήματος, εὔδηλον ὅτι καὶ τὸν προδόντα, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο·
 [01269]  ἐκεῖνο μὲν γὰρ ἔπαθεν ὡς ἄνθρωπος, τοῦτο δὲ ὡς προφήτης ἐπεδείξατο.
000-00-00 Serial Number=0995545924
De precatione [1] Ante [Go Back]  
 [00127]  ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, ἀλλ' αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ' ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν [50.781] ἐμβατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν.
000-00-00 Serial Number=0947974682
De proditione Judae Ante [Go Back]  
 [00071]  Ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν πίστιν, πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
 [00167]  Πολλοὺς δὲ καὶ περὶ γεέννης διῆλθε λόγους, πολλοὺς καὶ περὶ βασιλείας, καὶ τὴν ἐφ' ἑκάτερα δύναμιν ἐπεδείξατο, τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορθοῦντας.
 [00310]  Πάντα γὰρ τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν·
 [00475]  Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν·
000-00-00 Serial Number=0857228935
De sacerdotio Ante [Go Back]  
 [00128]  καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.
 [00162]  Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσα τοσαύτην ἐπεδείξατο τὴν αὑτῆς δύναμιν ἡ ἀπάτη ὅσην αὐτίκα παρ' ἡμῶν ἀκούσῃ.
 [00501]  Ὅτι καὶ Παῦλος περιδεὴς ἦν πρὸς τὸ μέγεθος τῆς ἀρχῆς ὁρῶν Οὐδεὶς μᾶλλον Παύλου τὸν Χριστὸν ἠγάπησεν, οὐδεὶς μείζονα ἐκείνου σπουδὴν ἐπεδείξατο, οὐδεὶς πλείονος ἠξιώθη χάριτος·
 [01064]  Ἔτι οὖν ἑαυτοὺς ἐκείνῳ παραβαλοῦμεν, μετὰ τὴν τοσαύτην χάριν ἣν ἔλαβεν ἄνωθεν, μετὰ τὴν τοσαύτην ἀρετὴν ἣν οἴκοθεν ἐπεδείξατο;
 [01346]  ἱκανῶς γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο.
000-00-00 Serial Number=0767344594
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00011]  Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν·
 [00119]  Καὶ οὐδὲ ἐνταῦθα ἐλθὼν μόνος ἔμελλεν ἔσεσθαι, ἀλλὰ ταχέως γείτονα καὶ ὁμόσκηνον τὸν ὁμότροπον ἔλαβε, Καὶ γὰρ τῆς ἀρχῆς ἐκοινώνησεν αὐτῷ τῆς αὐτῆς, καὶ παῤῥησίαν ἴσην ἐπεδείξατο τῆς εὐσεβείας ἕνεκεν.
000-00-00 Serial Number=0310862362
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [01115]  νῦν δὲ ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε.
 [01240]  Ἐνενόει γὰρ τὴν οἰκείαν ἀπανθρωπίαν, καὶ τὸ ἀνηλεὲς λογιζόμενος, ὅπερ εἰς αὐτὸν ἐπεδείξατο, ὑπώπτευεν αὐτὸν ἴσως μηδὲ ἀποκρίσεως ἀξιῶσαι.
 [01643]  Ἡνίκα γὰρ Ἰσαὰκ παρὰ τοῦ βασιλέως Γεράρων καὶ τῶν ἐγχωρίων ἀδίκως ἀπηλαύνετο τῶν ἰδίων πόνων, οὐκ ἐδυσχέραινεν, οὐδὲ μικρόψυχον ἐπεδείξατο, οὐδὲ ἀνεβόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ ἀπολαύειν φρεάτων εἰμὶ κύριος;
 [02950]  Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, ἣν, ἵνα τοῦ κινδύνου τὸν δίκαιον ἐξαρπάσῃ, ἐπεδείξατο.
 [03618]  [63.680] μένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ' ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν·
 [06564]  ἀλλ' ὅμως, ἐπειδὴ μὴ τὸ πᾶν ὡς ἐχρῆν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν·
 [07118]  Ἀλλ' οὐχ ὁ ∆αυῒδ οὕτως, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου τὴν περὶ ἐκεῖνον εὔνοιαν εἰς τοὺς παῖδας ἐπεδείξατο.
 [08998]  εὔδηλον ὅτι καὶ τὸν προδότην, εἰ νόμῳ τῷ προσήκοντι τὴν μετάνοιαν ἐπεδείξατο, μετὰ πάσης ἂν εὐμενείας ἐδέξατο.
 [09232]  Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παῤῥησίαν ἐπεδείξατο;
 [09292]  ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπεδείξατο, τοὺς οὐρανοὺς ὑπερέβη, καὶ μετὰ τῶν ἀγγέλων ἔστη.
 [09446]  Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν;
000-00-00 Serial Number=0296214819
Epistula ad Cyriacum Ante [Go Back]  
 [00497]  Ἐπειδὴ δὲ ἐγκαθειμένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γινομένη, τότε δὴ τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν.
 [00723]  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ὁ θερμὸς οὕτω καὶ ὀργίλος καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὑτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παραδέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὤν, ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο;
000-00-00 Serial Number=0179940164
Epistulae Ante [Go Back]  
 [00485]  Ὁ δεσπότης μου Σώπατρος, ὁ τῆς Ἀρμενίας ἄρχων, Ἀρμενίας ταύτης ἐν ᾗ νῦν ἐσμεν καθειργμένοι, ἦρξε μὲν Ἀρμενίας ὡς πατὴρ, ἐπεδείξατο δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ.
 [01443]  Ὁ δεσπότης μου Σώπατρος, ὁ τῆς Ἀρμενίας ἄρχων, Ἀρμενίας ταύτης ἐν ᾗ νῦν ἐσμεν καθειργμένοι, ἦρξε μὲν Ἀρμενίας ὡς πατὴρ, ἐπεδείξατο δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ.
000-00-00 Serial Number=0946915984
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00077]  ∆ιά τοι τοῦτο καὶ ὁ πλούσιος ἐκεῖνος χαλεπῶς ἀπετηγανίζετο, οὐ τῆς ὠμότητος μόνης ἕνεκεν ἣν περὶ τὸν Λάζαρον ἐπεδείξατο δίκας διδούς, ἀλλὰ καὶ τῆς εὐημερίας ἧς ἐν ὠμότητι τοσαύτῃ διηνεκῶς ἀπολαύων οὐδὲ ταύτῃ βελτίων ἐγένετο.
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
 [00398]  ὁ μὲν γὰρ ἐν τῇ φύσει τοῦτο κέκτηται, οὗτος δὲ διὰ τῆς κατὰ προαίρεσιν φιλοσοφίας φυσικὴν ἐμιμήσατο στερρότητα καὶ ἀγγέλων ἀπάθειαν διὰ τῶν ἔργων ἐπεδείξατο.
 [00838]  Ἐπειδὴ δὲ ἐγκαθημένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν, κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γενομένη, τότε δὴ λοιπὸν τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν.
 [01091]  καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὐτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παρέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὢν ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι, καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ, ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο, καίτοι γε ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βίαν ἀποδυρομένην, τὰ ἱμάτια διερρωγότα περιφέρουσαν καὶ μειζόνως καὶ ἐντεῦθεν ἐκκαιομένην καὶ θρηνοῦ σαν καὶ ὁλοφυρομένην;
000-00-00 Serial Number=0579032958
Expositiones in Psalmos Ante [Go Back]  
 [03808]  ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον·
 [05571]  ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον·
 [06350]  Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος;
000-00-00 Serial Number=0321048737
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02455]  Εἰ γὰρ καὶ σφόδρα ἐστὶ σοφὸς, ἀλλὰ μωρὰ ἐπεδείξατο ἐπὶ τοῖς γλυπτοῖς.
000-00-00 Serial Number=0867401302
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00060]  Ἐξελθὼν δὲ ἀπὸ τῆς πατρίδος ὁ μακάριος [63.503] οὗτος Ἀβραὰμ, καὶ ἐν ἀλλοτρίᾳ καλύβην πηξάμενος, ἀποστολικὰ πάλιν παραγγέλματα διὰ τῶν ἔργων ἐπεδείξατο.
000-00-00 Serial Number=0848643899
In Acta apostolorum Ante [Go Back]  
 [01141]  Ἐννόησον, ὅσα ὑπέμεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά·
 [04874]  οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν;
 [05204]  Οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε, καὶ αὐτοὺς κατήγαγε.
000-00-00 Serial Number=0231515229
In Bassum martyrem Ante [Go Back]  
 [00026]  εἶδε μαθητὰς θεατρικαῖς ἀταξίαις τὴν ἐκκλησιαστικὴν εὐταξίαν ὑβρίζοντας, εἶδεν ἐν κακίᾳ καὶ φθόνῳ διάγοντας, εἶδε δόλον τῷ φθόνῳ συνάπτοντας, εἶδεν ὑποκρίσεως λαίλαπας καθάπερ σκάφη τοὺς ἁπλουστέρους βυθίζοντας, εἶδε φονεύοντας κατὰ πρόθεσιν, εἶδεν ἀδικοῦντας ὅσα δυνάμεθα, εἶδε ναυαγοῦσαν μὲν τὴν ἀγάπην, εὐπλοοῦσαν δὲ τὴν ἀπάτην, ἐν τῷ πελάγει τοῦ βίου, εἶδε τῆς ἀληθείας ἀποπηδῶντας καὶ τῷ ψεύδει προστρέχοντας, καὶ συνελόντα φράσαι, εἶδε τῷ μαμωνᾷ μᾶλλον ἢ τῷ Κυρίῳ δουλεύοντας, καὶ τὴν γῆν ἡμῖν ὡς παισὶ παιδαγωγὸν ἐπετίναξε, καὶ φιλοστόργου μητέρος ἐπεδείξατο σπλάγχνα, ἣ πολλάκις τὸν ὑπομάζιον ἑαυτῆς παῖδα ἀτάκτως κλαυθμυρίζοντα ἀποστῆσαι βουλομένη τοῦ ἔθους, τὸ μικρὸν ἐκεῖνο κλινίδιον διατινάσσει σφοδρῶς, οὐχ ἵνα πλήξῃ, ἀλλ' ἵνα φοβήσῃ τὸ νήπιον·
000-00-00 Serial Number=0540603876
In Genesim sermo 3 Ante [Go Back]  
 [00189]  Βαβαὶ τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης! βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων! βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ! Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία, ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν, ἐκ χοὸς βασιλέα τῆς κτίσεως ἐχειροτόνησεν·
 [00192]  Ποίαν ἀρετὴν ἐπεδείξατο ὁ Ἀδὰμ, ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο;
 [00197]  Ἀλλ' ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο.
000-00-00 Serial Number=0927730024
In Genesim sermones Ante [Go Back]  
 [00933]  Ἐκείνων μὲν γὰρ ἕκαστος τὰ κατὰ δύναμιν ἐπεδείξατο·
 [01088]  Ἀλλ' ἴδωμεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρποὺς ὁ λῃστής.
 [01095]  μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ;
 [01104]  Ἤτησε λαβεῖν ἀγαθὰ, οὐ σπουδὴν τὴν δι' ἔργων ἐπεδείξατο·
 [01506]  Ἄνθρωπος γὰρ πρὸ νόμου καὶ τῆς ἐννόμου πολιτείας ὢν, τὴν ἐν τῇ χάριτι φιλοσοφίαν ἐπεδείξατο, καὶ ὅπερ ἔλεγεν ὕστερον ὁ Χριστὸς τοῖς ἀποστόλοις·
000-00-00 Serial Number=0760675311
In Herodem et infantes Ante [Go Back]  
 [00082]  Ὁ δὲ Ἡρώδης οὐ πρὸς ἄλλο ἔθνος τὴν κακίαν ἐπεδείξατο, ἀλλὰ πρὸς τοὺς ὁμοφύλους τὴν μανίαν ἐτεκτήνατο.
000-00-00 Serial Number=0466368258
In Isaiam Ante [Go Back]  
 [00013]  ∆ιὰ τοῦτο καὶ Μωϋσέα τὸν μέγαν ἐπὶ τὸν θρόνον τῆς δημαγωγίας ἀνεβίβασεν ὁ Θεός, ἐπειδὴ προλαβὼν διὰ τῶν ἔργων ἐπεδείξατο τὴν ὑπὲρ τοῦ δήμου φιλοστοργίαν καὶ μετὰ ταῦτα ἔλεγεν·
 [00021]  Καὶ ὁ ∆ανιὴλ δὲ ὑπὲρ τῆς ἀνόδου τῆς τούτων εἴκοσι καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος καὶ πᾶσαν σπουδὴν ἐπεδείξατο, τὸν Θεὸν ἱκετεύων ἀφεθῆναι τῆς πικρᾶς δουλείας αὐτούς.
 [00183]  Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων, καίων·
 [01043]  Ὅτε δὲ παιδίον μικρὸν ἐτύγχανεν ὄν, καὶ τρόπαιον ἀνέστησε θαυμαστὸν καὶ τὸν βάρβαρον κατήνεγκε καὶ πᾶσαν ἐπεδείξατο φιλοσοφίαν καὶ οὐδὲν ἡ νεότης αὐτῷ πρὸς τὰ κατορθώματα ταῦτα κώλυμα γέγονε.
 [01502]  Οὕτω δὴ καὶ ἐνταῦθα ἠγαπημένον αὐτὸν καλεῖ καὶ ἀγαπητὸν δεικνὺς ὅτι ὁ μὲν Θεὸς τὰ παρ' ἑαυτοῦ πάντα ἐπεδείξατο, οὐκ αὐτῶν ἀρξαμένων, ἀλλὰ τοῦ Θεοῦ ἡγησαμένου.
 [01639]  Καὶ γὰρ πέλαγος ἠφανίσθη καὶ πάλιν ἐφάνη καὶ ἥλιος ἐχαλινώθη μετὰ σελήνης καὶ τὸν οἰκεῖον δρόμον ἐπέλιπε καὶ πῦρ τὰ ὕδατος ἐπεδείξατο καὶ γῆ τὰ πελάγους καὶ πέλαγος τὰ τῆς γῆς·
 [02052]  [6.5] Καὶ γὰρ ἐνεργοῦν καὶ αἰσθητὸν πῦρ σώμασιν ὁμιλῆσαν, τὰ τοῦ πυρὸς οὐκ ἐπεδείξατο.
 [02184]  Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων·
000-00-00 Serial Number=0173202991
In Joannem Ante [Go Back]  
 [04879]  Καίτοι γε οὐδ' ἂν περὶ παῖδά τις τοσαύτην ἐπεδείξατο σπουδὴν, ὅσην περὶ τοὺς οἰκέτας τοὺς ἀγνώμονας ὁ Θεός.
 [04957]  Εἰς γὰρ δύο ζωῆς αἰῶνας τὰ ἡμέτερα διελὼν ὁ Θεὸς τούτους, τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, καὶ τὸν μὲν ἐν ἀγώνων τάξει, τὸν δὲ ἐν χώρᾳ στεφάνων ποιήσας εἶναι, πολλὴν κἀντεῦθεν τὴν φιλανθρωπίαν ἐπεδείξατο.
 [05302]  Καὶ τί θαυμάζεις, ὅπου γε καὶ εἰς τὴν ἔρημον ἐξῆλθε, καὶ πολλὴν αὐτοῦ κἀκεῖ τὴν δύναμιν ἐπεδείξατο;
000-00-00 Serial Number=0268458068
In Psalmum 118 Ante [Go Back]  
 [00298]  ∆ηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν αὐτοῦ, ἣν ἐφ' οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι' αὐτῆς διὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦν τος.
000-00-00 Serial Number=0272915006
In Psalmum 145 Ante [Go Back]  
 [00206]  ἀλλ' οὐδέποτε ἐκείνων οὐδεὶς τοιοῦτον ἐπεδείξατο ἔρ γον, οὐκ ἔλυσε δεσμὰ, οὐκ ἐπεδείξατο κηδεμονίαν [55.524] τοιαύτην.
000-00-00 Serial Number=0576377690
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00033]  Ὃ τοίνυν ἐβούλετο, κατώρθωσε, καὶ τὴν ἀνθρωπίνην φύσιν κάτω που κειμένην ἀνέστησε, καὶ τοσαύτην φιλανθρωπίαν ἐπεδείξατο, ὡς μὴ χωρεῖν ἀνθρώπινον λογισμὸν τὸν λόγον τῶν γενομένων.
000-00-00 Serial Number=0152989149
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00028]  Καὶ σκοπεῖτε ὅσην καὶ περὶ τοὺς κατοιχομένους τὴν φιλανθρωπίαν ἐπεδείξατο, καὶ περὶ τοὺς μάρτυρας τὴν τιμὴν, καὶ περὶ τὸν λαὸν τὴν κηδεμονίαν.
 [00029]  Περὶ μὲν τοὺς κατοιχομένους φιλανθρωπίαν ἐπεδείξατο, μὴ κινήσας αὐτῶν τὰ ὀστᾶ, ἀλλ' ἀφεὶς ἐπὶ τοῦ τόπου μένειν·
000-00-00 Serial Number=0649656236
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01392]  Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν μετάνοιαν ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν·
 [03612]  ὅτε τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο.
 [06421]  οὗτος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο.
 [08132]  Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας·
000-00-00 Serial Number=0417650580
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00553]  Ἐπεπήδησεν εὐθέως τὸ πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσήνεγκε.
000-00-00 Serial Number=0527180731
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00300]  Μετὰ δὲ τούτων οἶμαι καὶ τὸ ἑαυτοῦ αὐτὸν αἰνίττεσθαι, ὅτι καὶ αὐτὸς τὰ σημεῖα ἐπεδείξατο, καθάπερ καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς Ἐπιστολῇ λέγει·
 [01123]  Οὕτω τὴν πολλὴν δύναμιν ἐπεδείξατο, διὰ τῶν μηδὲν εἶναι δοκούντων τοὺς μεγάλους κατενεγκών·
 [01353]  καὶ τὴν χάριν δὲ διὰ τοῦτο ἔλαβεν, ἐπειδὴ γνώμην ἀξίαν τῆς χάριτος ἐπεδείξατο, καὶ μετὰ ταῦτα πάλιν τὴν τέχνην μετεχεί [61.47] ριζε.
 [07435]  ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην.
000-00-00 Serial Number=0395550728
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00090]  Εἰ γὰρ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, οὐχ ἁπλῶς, ἀλλὰ γνήσιον, θαῤῥήσει καὶ περὶ τῶν μελλόντων.
000-00-00 Serial Number=0887059391
In epistulam ad Colossenses Ante [Go Back]  
 [03740]  ἐκεῖνος ἐπεδείξατο ῥημάτων ἰσχὺν, σὺ διὰ τῶν ἔργων τὸν φθόνον κατέβαλες, ἐπάτησας τὴν βασκανίαν.
000-00-00 Serial Number=0060177445
In epistulam ad Ephesios Ante [Go Back]  
 [00137]  Εἰπὲ γάρ μοι, τί Παῦλος ἂν ὠφελήθη, τί δὲ ἂν ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν;
000-00-00 Serial Number=0785391152
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00545]  Οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅμα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶ εἰς τοσοῦτον ἤγαγε παροξυσμὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας·
 [01571]  Οὐ γὰρ ἀφ' ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ' ἀφ' ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι.
000-00-00 Serial Number=0313546419
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05822]  Ποία οὖν ἡμῖν ἔσται συγγνώμη, τίς παραίτησις, εἰ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης, ἧς ἐπεδείξατο περὶ τοὺς ἐχθροὺς ὁ Παῦλος, ἡμεῖς περὶ τοὺς φίλους ἐπιδειξαίμεθα;
 [06475]  Οὗτος μείζονα πίστιν τοῦ Ἄβελ ἐπεδείξατο.
 [08959]  Οὐχ εὗρε μετάνοιαν, ἢ ὅτι μετανοίας μείζονα ἥμαρτεν, ἢ ὅτι μετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο.
 [09332]  καὶ γὰρ αὐτὸς ἤδη ἐπεδείξατο τὸν ἔλεον αὐτοῦ τὸν περὶ ἡμᾶς.
000-00-00 Serial Number=0305191457
In epistulam ad Philippenses Ante [Go Back]  
 [00055]  Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα, εἴ γε ὁ δεσμοφύλαξ (ἴστε δὲ, ὅτι πάσης τὸ πρᾶγμα κακίας μεστὸν) εὐθέως ὑπὸ ἑνὸς σημείου καὶ προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός.
 [04037]  διὰ πάντων τὸ φρόνημα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο.
000-00-00 Serial Number=0539423823
In epistulam ad Romanos Ante [Go Back]  
 [01234]  Ἐκεῖνος γὰρ πάντα ἐποίησεν ὅσα ἐχρῆν, καὶ διαγνωστικόν σε τῶν καλῶν καὶ τῶν οὐ τοιούτων κατεσκεύασε, καὶ μακροθυμίαν ἐπεδείξατο, καὶ εἰς μετάνοιαν ἐκάλεσε, καὶ ἡμέραν ἠπείλησε φοβερὰν, διὰ πάντων σε ἐπὶ τὴν μετάνοιαν ἕλκων·
 [01562]  Εἶτα ἵνα μὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν ∆αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους.
 [02060]  Ὅτε γὰρ ἀπεγνώσθημεν, φησὶ, καὶ καιρὸς ἀποφάσεως ἦν, καὶ ηὐξήθη τὰ κακὰ, καὶ ἐπληρώθησαν αἱ ἁμαρτίαι, τότε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείξατο, ἵνα μάθῃς πόση παρ' αὐτῷ τῆς δικαιοσύνης ἡ περιουσία.
 [02468]  Ἃ γὰρ οὐχ ὑπηγόρευσεν ἡ φύσις τῶν ὁρωμένων, ταῦτα ἀπὸ τῆς πίστεως καταδεξάμενος τῆς εἰς αὐτὸν, καὶ τὴν γνησίαν ἀγάπην τὴν περὶ αὐτὸν ἐπεδείξατο, καὶ τὴν δύναμιν αὐτοῦ λαμπρῶς ἀνεκήρυξε.
 [02574]  Καὶ γὰρ καὶ ἐκεῖνος περὶ τοῦτο τὴν πίστιν ἐπεδείξατο·
 [03067]  Τῆς ἀγάπης, ἢν περὶ ἡμᾶς ἐπεδείξατο.
 [07440]  Καὶ γὰρ εἰ μυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξατο·
 [09104]  τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων.
 [09461]  καὶ ὁ μὲν Χριστὸς καὶ τὸ μέγιστον ἐπεδείξατο, σὺ δὲ οὐδὲ τὸ ἔλαττον;
 [09861]  καὶ ὅσην αὐτὸν ἠτίμασεν ἀτιμίαν ὁ τῶν Ἰουδαίων δῆμος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τι
 [09999]  Καὶ τὸν Μωϋσέα δὲ τότε ἐπέστησε τῷ δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο·
000-00-00 Serial Number=0396724284
In epistulam ad Titum Ante [Go Back]  
 [00955]  καίτοι τοσαύτην τις οὐδὲ περὶ τέκνα στοργὴν ἐπεδείξατο.
000-00-00 Serial Number=0582330227
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00170]  Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε χρημάτων, ἀλλὰ πολὺν πλοῦτον ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ πενίᾳ μεγάλην εὐπορίαν προθυμίας παρέσχετο.
000-00-00 Serial Number=0440490425
In illud In faciem ei restiti Ante [Go Back]  
 [00275]  Τοὐναντίον μὲν οὖν ἅπαν ἐπεδείξατο.
 [00500]  ἵνα μὴ παρὰ τῆς τοῦ Παύλου γλώττης, ἀλλὰ [51.388] παρὰ τῆς τοῦ Πέτρου γνώμης, ἢ διὰ τῶν πραγμάτων ἐπεδείξατο, δοκῶσιν οἱ Ἰουδαῖοι τὴν παραίνεσιν δέχεσθαι;
000-00-00 Serial Number=0558575749
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00109]  Ὅταν γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοι βαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώ πων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐπεδείξατο, ἐκείνην μὲν εἰς ἐργασίαν, ταύτην δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.
000-00-00 Serial Number=0314122021
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00322]  Τί γένοιτ' ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο;
000-00-00 Serial Number=0155576468
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00262]  ἔσχατος ἦλθεν, ἀλλ' ἐπεδείξατο πόθον, οἷον ποθῶ·
000-00-00 Serial Number=0994433343
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00217]  Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο.
000-00-00 Serial Number=0325702071
In principium Actorum Ante [Go Back]  
 [00623]  Ἀλλ', ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέσεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι·
 [00712]  ἀλλ' ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνησίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.
 [01444]  Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ' ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐτοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπολέσαι τὴν εἰς αὐτόν;
000-00-00 Serial Number=0975877821
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00023]  ἂν γὰρ μέγιστον ὄρον καὶ κανόνα τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος, τοῦτον οὗτος διὰ τῶν ἔργων ἐπεδείξατο.
 [00030]  τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς παρούσης ζωῆς τὴν ὑπεροψίαν, ἢ τὴν ἀκρίβειαν τῆς ἀρετῆς, μεθ' ἧς τὴν προστασίαν τῆς Ἐκ κλησίας ᾠκονόμησε;
000-00-00 Serial Number=0530904770
In sanctum Romanum Ante [Go Back]  
 [00053]  ∆ιὰ τοῦτο μάλιστα τὸν ἅγιον τοῦτον φιλῶ τὸν σήμερον ἡμᾶς συναγαγόντα, τὸν μακάριον Ῥωμανὸν, ὅτι μετὰ τοῦ μαρτυρίου πολλὴν τὴν ἀγάπην ἐπεδείξατο, διὸ καὶ τὴν γλῶτταν ἐξεκόπτετο τὴν ἁγίαν.
000-00-00 Serial Number=0036661327
In sanctum pascha [2] Ante [Go Back]  
 [00082]  Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος.
000-00-00 Serial Number=0944379449
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00163]  Ἐν ταύτῃ οὖν τῇ ὥρᾳ τῆς σφαγῆς τοῦ προβάτου κατὰ τὴν παρασκευὴν ὁ σωτὴρ ἀποδοὺς τὸ πνεῦμα καὶ τὴν ἀντεισαγωγὴν τοῦ αἰνίγματος ἐπεδείξατο καὶ τὴν ἀνακεφαλαίωσιν διὰ τῆς τῶν χρόνων [44] ἁρμονίας σαφῶς ἐποιήσατο.
000-00-00 Serial Number=0133761704
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00053]  Ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς μείζονα ἔργα καὶ πλείονα θαύματα ἐπεδείξατο, ἵνα κἂν οὕτως παύσῃ τῶν θεοστυγῶν τὴν μανίαν, ὥστε μὴ ἔχειν αὐτοὺς πρόφασιν τῆς ἀπιστίας, μήτε λέγειν, ὅτι ψιλὸν ἄνθρωπον ἐσταύρωσαν.
000-00-00 Serial Number=0265505075
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00053]  Ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς μείζονα ἔργα καὶ πλείονα θαύματα ἐπεδείξατο, ἵνα κἂν οὕτως παύσῃ τῶν θεοστυγῶν τὴν μανίαν, ὥστε μὴ ἔχειν αὐτοὺς πρόφασιν τῆς ἀπιστίας, μήτε λέγειν, ὅτι ψιλὸν ἄνθρωπον ἐσταύρωσαν.
000-00-00 Serial Number=0458104551
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00711]  Θαύμασον τοῦ ∆εσπότου τὴν εὔνοιαν, καὶ τὴν τιμὴν, ἣν εἰς αὐτοὺς ἐπεδείξατο.
000-00-00 Serial Number=0054317355
Post reditum a priore exsilio Ante [Go Back]  
 [00084]  οὕτω καὶ ἡ εὐγένεια τῆς ὑμετέρας πίστεως καὶ ἀπόντος τοῦ διδασκάλου τὴν οἰκείαν εὐμορφίαν ἐπεδείξατο.
000-00-00 Serial Number=0931145251
Quales ducendae sint uxores Ante [Go Back]  
 [00358]  οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον.
 [00387]  τὸ δὲ θαυμαστὸν τοῦτο ἦν, ὅτι ὁδίτας τινὰς αὐτοὺς εἶναι νομίζων, τοσαύτην ἐπ' αὐτοῖς ἐπεδείξατο τὴν θεραπείαν.
000-00-00 Serial Number=0741762638
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00020]  Οὐκ ἔγνωτε οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»