Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνθρωπίνων [150]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνθρωπίνων


000-00-00 Serial Number=0073181510
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00185]  Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0418009818
Ad populum Antiochenum Ante [Go Back]  
 [00195]  δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα.
 [00569]  Τὸν γὰρ Χριστιανὸν καὶ ἐν τούτῳ τῶν ἀπίστων διαφέρειν χρὴ, ἐν τῷ φέρειν γενναίως ἅπαντα, καὶ τῇ τῶν μελλόντων ἐλπίδι πτερούμενον ἀνώτερον εἶναι τῆς τῶν ἀνθρωπίνων κακῶν προσβολῆς.
 [01646]  Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος.
 [04026]  Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει εἶναι κακὸν τὸ γινόμενον, νυνὶ δὲ ἀκόρεστος ὢν τῶν ἀνθρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν ἡμετέρων ἐμπιπλάμενος συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν·
 [05923]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς τυχούσης ψυχῆς, ἐν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ νήφειν, καὶ πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντων καταγελάσασαν τῶν ἀνθρωπίνων, πρὸς ἐκείνην κεχηνέναι τὴν συμμαχίαν.
000-00-00 Serial Number=0150797844
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00014]  τῶν δὲ σωμάτων τῶν τε ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκωλήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύπτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων.
 [01130]  ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως;
000-00-00 Serial Number=0338114917
Catecheses ad illuminandos Ante [Go Back]  
 [00276]  [2.2] Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν.
 [00671]  Οὐχ ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ' αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων;
 [00863]  [5.23] Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῦτο οὐκ ἔνι.
 [01003]  Ὅτι γὰρ γάμος πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τράπεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν.
 [01240]  Ὀξύρροπος γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἡ μεταβολὴ
 [01249]  Ἐπὶ δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐναντίον συμβαίνει.
 [01252]  ἐπεὶ γὰρ φθαρτοὶ καὶ ἡμεῖς πάντες ἄνθρωποι καὶ τῶν ἀνθρωπίνων δωρεῶν ἡ φύσις τὴν ἡμετέραν φύσιν μιμεῖται.
000-00-00 Serial Number=0556620240
Commentarius in Job Ante [Go Back]  
 [03628]  ὅρα φιλοσοφοῦντα καὶ μετὰ ἀληθείας ἐπεσκεμμένον τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐπίκηρον, τὸ πρόσκαιρον καὶ βραχὺ καὶ εὐπαρόδευτον.
 [03637]  ὅταν ἴδῃς, ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε.
 [03647]  τοῦτο γὰρ ψεῦδός ἐστι τὸ οὕτω τῶν ἀνθρωπίνων ἐκκρέμασθαι πραγμάτων.
 [04040]  ἐπειδὴ γὰρ πολλὰ ἦν, ἃ κατὰ τὴν διάνοιαν ἔσχεν ὁ Ἰὼβ καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν καὶ δείκνυσιν, ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ πάντα οἶδε σαφῶς, ὥστε ἀπὸ ἐκείνων προτέρων ἄρχεται τῶν μᾶλλον ἀσυγγνώστων.
000-00-00 Serial Number=0747234643
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00073]  ἀλλ' ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ' οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν.
000-00-00 Serial Number=0074500322
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00019]  Οὐδὲν γὰρ βέβαιον, οὐδὲν ἀκίνητον τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλὰ μιμεῖται θάλασσαν μαινομένην, καὶ καθ' ἑκάστην ἡμέραν ὠδίνει ναυάγια ξένα καὶ χαλεπά.
 [00118]  Συνεχῶς ἐπισκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρα
 [00149]  Καὶ τοῦτον τὸν φόβον ἀεὶ παρ' ἑαυτῷ ἀνείλιττε, καὶ ταύτην τὴν ἀγωνίαν ἀεὶ ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν [52.419] φύσιν, καὶ τὸ ἐπίκαιρον αὐτῶν λογιζόμενος.
000-00-00 Serial Number=0082876623
De Anna i Ante [Go Back]  
 [00988]  Ὁ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται·
000-00-00 Serial Number=0024727702
De Christi divinitate Ante [Go Back]  
 [00066]  Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφορῶν.
000-00-00 Serial Number=0485734522
De Lazaro Ante [Go Back]  
 [01730]  τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν.
 [02005]  Καίτοι οὐ νοσεῖ, ἀλλ' ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετὸν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον·
000-00-00 Serial Number=0680533886
De consubstantiali Ante [Go Back]  
 [00302]  Ὁμοῦ τε γάρ τις ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, καὶ τὸν Θεὸν ἐκάλεσε, καὶ πάντων εὐθέως ἀπέστη τῶν ἀνθρωπίνων πραγμάτων, καὶ μετέστη τῇ διανοίᾳ πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς φαντάζεται λοιπὸν, καὶ οὐδὲν πρὸς τὴν παροῦσαν ἔχει ζωὴν, κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ἐὰν μετὰ ἀκριβείας εὔχηται·
000-00-00 Serial Number=0050176322
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00694]  Ἀρκεῖ πρὸς σοφίαν Θεοῦ φόβος καὶ τὸ περὶ τῶν ἀνθρωπίνων πραγμάτων κρίσιν ἔχειν, οἵαν καὶ προσῆκεν ἔχειν.
000-00-00 Serial Number=0016627431
De incomprehensibili dei natura Ante [Go Back]  
 [01352]  Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν·
000-00-00 Serial Number=0078638852
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00823]  Ἐπειδὴ γὰρ ἡ τῶν κινδύνων ὑπερβολὴ πολλοῖς ἂν ταύτην παρέσχε τὴν ὑπόληψιν, καὶ ὑποπτεύειν ἴσως ἐποίησεν ὅτι, ἀνώτερος τῶν ἀνθρωπίνων γενόμενος, τοιοῦτος ἦν·
000-00-00 Serial Number=0446010351
De mutatione nominum Ante [Go Back]  
 [00442]  ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνων χειρῶν ἔργον ἦν ὁ παράδεισος·
 [01189]  ἐὰν δὲ ἀφῇς γυμνὴν καθ' ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι' ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.
000-00-00 Serial Number=0371178567
De paenitentia [1] Ante [Go Back]  
 [02217]  Ὅρα δέ μοι καὶ ἕτερον θαῦμα τοῦ δικαίου κριτοῦ ἐκ τῶν ἀνθρωπίνων παρατιθέμενον·
000-00-00 Serial Number=0451325774
De precatione [2] Ante [Go Back]  
 [00039]  Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων [64.465] καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδάσκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμενον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπερισπάστως τὸ τοιοῦτον πράττοντας.
000-00-00 Serial Number=0831428587
De profectu evangelii Ante [Go Back]  
 [00116]  οὐδενὶ τῶν ἀνθρωπίνων διακόπτεται, ἄνωθεν ἔχουσα τὰς ῥίζας ἐκ τῶν οὐρανῶν καὶ τὰς ἀμοιβάς.
 [00176]  Οὐδὲ γὰρ κατὰ ἀνθρωπίνων πραγμάτων ἀκολουθίαν ταῦτα συνέβαινε, φησίν·
000-00-00 Serial Number=0266986847
De resurrectione mortuorum Ante [Go Back]  
 [00124]  Οὐ μικρὸς δὲ οὗτος ὁ στέφανος, οὐδὲ ὁ τυχὼν μισθὸς, ὅταν μηδὲν αὐτὸν τῶν ἀνθρωπίνων δυνήσηται λυπεῖν, ὅταν τὰ τοῖς ἄλλοις φοβερὰ τούτῳ εὐκαταφρόνητα γίνηται, ὅταν ὑπὲρ ὧν ἄλλοι φρίττουσι καὶ ἐξίστανται, ὑπὲρ τούτων μέλλῃ γελᾷν αὐτὸς, τῇ τῆς ὑπομονῆς ὑπερβολῇ εἰς τὴν τῶν ἀγγελικῶν δυνάμεων φιλοσοφίαν ἑαυτὸν μεταστήσας.
000-00-00 Serial Number=0920211971
De sacerdotio Ante [Go Back]  
 [01249]  Ταῦτα γὰρ εἰ καὶ μικρά σοι δοκεῖ νῦν εἶναι καὶ εὐκαταφρόνητα, διὰ τὸ ἀπείρατον, ἀλλ' ἱκανά γέ ἐστι προθυμίαν σβέσαι καὶ ψυχῆς παραλῦσαι δύναμιν, ἢν μὴ πάντων τις ἑαυτὸν τῶν ἀνθρωπίνων ἀνασπάσας παθῶν, ὁμοίως ταῖς ἀσωμάτοις μελετήσῃ διακεῖσθαι δυνάμεσιν αἳ μήτε φθόνῳ, μήτε δόξης ἔρωτι, μήτε ἑτέρῳ τινὶ τοιούτῳ θηρῶνται νοσήματι.
000-00-00 Serial Number=0018336892
De sancta pentecoste Ante [Go Back]  
 [00461]  ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος.
 [00473]  Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε·
000-00-00 Serial Number=0738061249
De sancta trinitate Ante [Go Back]  
 [00486]  Εἰ γὰρ τούτων λεχθέντων, καὶ τῶν ἀνθρωπίνων ἐπ' αὐτῷ δειχθέντων, ἐτόλμησάν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρκῶσθαι·
000-00-00 Serial Number=0974090815
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00109]  ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπιδειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ [50.633] πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβηθῆναι, καὶ διὰ τοῦτο φυγεῖν.
000-00-00 Serial Number=0767894208
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00043]  σὺ δὲ ὁ χαμαὶ συρόμενος ἔτι, καὶ πρὸς λογισμῶν ἐπτοημένος ἐξέτασιν ἀνθρωπίνων, δέχου τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν·
000-00-00 Serial Number=0818307757
De virginitate Ante [Go Back]  
 [00977]  περὶ δὲ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ' «Ἐπιταγὴν οὐκ ἔχω», ὡς ἂν εἰ ἔλεγεν, εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαρρεῖν·
000-00-00 Serial Number=0559095919
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00467]  Ὁ γὰρ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν ∆εσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς, πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται.
 [02287]  Ἐκ τοῦ μὴ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοεῖν σε πραγμάτων·
 [02322]  Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν;
 [03396]  Ἡ γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τέφρα καὶ κόνις καὶ καπνὸς καὶ σκιὰ καὶ τὸ ἔτι τούτων οὐδαμινώτερον.
000-00-00 Serial Number=0098145008
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00017]  ∆ιὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν.
 [00111]  ἀπὸ λογισμῶν ἀνθρωπίνων·
 [00125]  ἀπὸ λογισμῶν ἀνθρωπίνων.
 [00141]  ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0884257019
Epistulae Ante [Go Back]  
 [03039]  Μὴ λυπεῖσθαι μὲν γὰρ ἀμήχανον, παρακαλοῦμεν δὲ συμμέτρως τοῦτο ποιεῖν εἰδυῖαν τὸ ἐπίκηρον τῶν ἀνθρωπίνων πραγμάτων, καὶ ὡς κοινὰ ταῦτα πᾶσι τὰ πάθη, καὶ ὡς φύσεως νόμος κοινὸς, καὶ τοῦ πάντων ἡμῶν ∆εσπότου Θεοῦ ἀπόφασις.
 [03102]  Οἶσθα γὰρ τῶν ἀνθρωπίνων τὸ ἐπίκηρον, καὶ ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν τὰ πράγματα, καὶ ὡς ἐκείνους μόνους χρὴ μακαρίζειν, τοὺς μετὰ χρηστῆς ἐλπίδος καταλύοντας τὸν παρόντα βίον.
000-00-00 Serial Number=0253643155
Expositiones in Psalmos Ante [Go Back]  
 [00640]  ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν.
 [00991]  Ἔστι γὰρ καὶ ἀνθρώπων δικαιοσύνη, ἡ ἀπὸ τῶν νόμων τῶν ἔξωθεν, ἀλλ' εὐτελὴς, καὶ οὐκ ἔχουσα τὸ τέλειον καὶ ἀπηρτισμένον, καὶ ἐξ ἀνθρωπίνων συγκειμένη λογισμῶν.
 [01071]  Τί γὰρ, εἰπέ μοι, τῶν ἀνθρωπίνων τοιοῦτόν ἐστιν, οἷον παρέχειν καυχᾶσθαι;
 [02206]  Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν ἀκουόντων, λέγων·
 [03415]  Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος.
 [04229]  Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί·
 [05178]  Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος.
 [05992]  Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί·
 [06072]  Ἀπὸ γὰρ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει.
 [06423]  οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν;
 [06693]  Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ' ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα.
000-00-00 Serial Number=0149818242
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03273]  Τί γὰρ ὄφελος, εἰπέ μοι, κρεῶν μὲν ἀπέχεσθαι τῶν ἀλόγων, σαρκῶν δὲ ἀνθρωπίνων ἀπογεύεσθαι;
 [04779]  Εἶτα δείκνυσι τὸ παρ' ἐλπίδα, καὶ ὡς οὐκ ἦν ἀνθρωπίνων λογισμῶν μὴ καὶ αὐτοὺς ἀπολέσθαι.
000-00-00 Serial Number=0885792494
Fragmenta in Job Ante [Go Back]  
 [00649]  ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων, ἀλλ' ἡ ἁμαρτία μόνη.
 [01026]  καὶ τοῦτον ἀεὶ τὸν φόβον παρ' ἑαυτῷ, καὶ τὴν ἀγωνίαν ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκηρον αὐτῶν ἀναλογιζόμενος·
 [01839]  ὅταν ἴδῃς ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε.
 [01935]  Ἐπειδὴ γὰρ πολλὰ ἦν ἃ κατὰ διάνοιαν ἔσχεν ὁ Ἰὼβ, καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν, καὶ δείκνυσιν ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πάντα οἶδε σαφῶς·
000-00-00 Serial Number=0091871202
Fragmenta in Proverbia Ante [Go Back]  
 [00049]  Κυβέρνησις ἐστὶν, ἡ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει·
 [01103]  Πάλιν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοὺς ἐνάγει, καὶ ἀπάγει ἀργίας·
000-00-00 Serial Number=0169130683
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00193]  Καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ' ἑκὼν [64.1052] καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα.
000-00-00 Serial Number=0038365424
Homilia de capto Eutropio Ante [Go Back]  
 [00103]  Τὰ κύματα γὰρ ἄνω κατεστάλη διὰ τῶν ἀνθρωπίνων πραγμάτων.
 [00123]  Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον;
000-00-00 Serial Number=0565121651
In Acta apostolorum Ante [Go Back]  
 [09452]  Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς μηδὲν τῶν ἀνθρωπίνων κεχηνέναι·
 [09999]  ∆είκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύματος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆναι·
 [09999]  Ὅτι οὐ δέδεται, χάριν εἴσεται λοιπὸν, καταφρονήσει τῶν ἀνθρωπίνων πραγμάτων, πολλοὺς πλου [60.302] τοῦντας ὁρῶν ἐν συμφοραῖς, πολλὰ καὶ μεγάλα δυναμένους καὶ δεδεμένους ἐκεῖ·
000-00-00 Serial Number=0268971622
In Eutropium Ante [Go Back]  
 [00055]  Εἰ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοώμεθα πραγμάτων.
 [00058]  οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἀσθενέστερον.
 [00106]  ὁρῶν γὰρ ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα τὸν σείοντα τὴν οἰκουμένην ἅπασαν, καὶ συνεσταλ [52.395] μένον, καὶ λαγωοῦ καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἀντὶ ἁλύσεως τῷ φόβῳ περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα, καταστέλλει τὴν φλεγμονὴν, καθαιρεῖ τὸ φύσημα, καὶ φιλοσοφήσας ἃ χρὴ περὶ τῶν ἀνθρωπίνων φιλοσοφεῖν, οὕτως ἄπεισιν, ἃ διὰ ῥημάτων λέγουσιν αἱ Γραφαὶ, ταῦτα διὰ τῶν πραγμάτων μανθάνων·
000-00-00 Serial Number=0242565751
In Genesim sermones Ante [Go Back]  
 [00136]  μή τίς σε εἰς λογισμῶν ἀνθρωπίνων ταραχὴν καταγάγῃ·
000-00-00 Serial Number=0253851235
In Isaiam Ante [Go Back]  
 [00888]  ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας χαρακτηρίζων.
000-00-00 Serial Number=0861291170
In Joannem Ante [Go Back]  
 [00763]  τὸ γὰρ ἔκ τινος ὂν, ἀνάγκη πᾶσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν, ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν [59.48] ἀνθρωπίνων ἐστί·
 [02677]  ἔπειτα ἡ δίαιτα καὶ ἡ σκληραγωγία, ἡ τῶν ἀνθρωπίνων ὑπεροψία πάντων·
 [02875]  Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων.
 [05142]  καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν πολλῶν, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων ἐστὶν ὑπεύθυ [59.166] νος·
 [05317]  Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν·
 [05346]  Εἰδότες τοίνυν τῶν ἀνθρωπίνων τὴν εὐτέλειαν, πάντα εἰς τοὺς ἀσύλους συναγάγωμεν θησαυροὺς, καὶ τὴν μένουσαν καὶ ἀκίνητον δόξαν ἐπιζητῶμεν·
 [05374]  Ὅτι δὲ οὐ περὶ λογισμῶν ἀνθρωπίνων λέγει, δῆλον ἐκεῖθεν.
000-00-00 Serial Number=0802582204
In Kalendas Ante [Go Back]  
 [00063]  Οὐδὲν γὰρ οὕτως εὐθυμίαν καὶ εὐφροσύνην ποιεῖν εἴωθεν, ὡς τὰ περὶ φιλοσοφίας δόγματα, τὸ τῶν παρόντων ὑπερορᾷν πραγμάτων, τὸ πρὸς τὰ μέλλοντα κεχηνέναι, τὸ μηδὲν τῶν ἀνθρωπίνων βέβαιον εἶναι νομίζειν, μὴ πλοῦτον, μὴ δυναστείαν, μὴ τιμὰς, μὴ θεραπείας.
000-00-00 Serial Number=0625376582
In Psalmum 118 Ante [Go Back]  
 [01516]  ταπεινοῦται γάρ τις καὶ ἐν θλίψει καὶ ἐν συμφοραῖς καὶ ὑπὸ ἀνθρωπίνων ἐπηρειῶν.
000-00-00 Serial Number=0404491007
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01751]  Μηδὲν τοίνυν ἀφῇς τῶν ἀνθρωπίνων λογισμῶν κατέχειν σου τὴν ψυχὴν τότε.
 [05295]  Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων.
 [07081]  ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν.
 [07346]  Καὶ ὁ μὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωμάτων ἀνθρωπίνων, τροφῆς παρακειμένης·
000-00-00 Serial Number=0762155056
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00229]  ἐπισκεψώμεθα τῶν ἀνθρωπίνων τὴν φύσιν, ἵνα ἐκκαῶμεν τῷ πόθῳ τῶν μελλόντων.
 [00254]  Ὁ γὰρ οὕτω λέγων, ἀπὸ πάντων τῶν ἀνθρωπίνων ἀναχωρεῖ, καὶ χωρεῖ πρὸς ἐκεῖνον, ὃν μετὰ πολλῆς καλεῖ τῆς διαθέσεως.
 [00316]  Καὶ σκόπει τὴν σοφίαν, πῶς αὐτοὺς ἀπαγαγὼν τῶν ἀνθρωπίνων, ἐφόβησεν ἀναμνήσας τοῦ βήματος τοῦ φοβεροῦ, καὶ δείξας, ὅτι οὐ προοιμίων δεῖ μόνον χρηστῶν, ἀλλὰ καὶ τέλους.
 [03404]  Τῶν γὰρ ἀνθρωπίνων ἡμῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφανείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶμεν μόνον·
 [05093]  Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στοχάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν διάνοιαν.
 [05094]  Ποίων ἀνθρωπίνων;
 [06446]  Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι;
 [07653]  Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς·
 [09999]  Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέ-γων·
000-00-00 Serial Number=0291640937
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02844]  Ὅρα τοῦ Παύλου τὸ συνετὸν, πῶς πολλαχοῦ ἀπὸ ἀνθρωπίνων προτρέπει λογισμῶν.
000-00-00 Serial Number=0833249211
In epistulam ad Colossenses Ante [Go Back]  
 [02876]  Τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις ἡ φιλοσοφία.
000-00-00 Serial Number=0005726635
In epistulam ad Ephesios Ante [Go Back]  
 [01944]  Καὶ τί λέγω περὶ τῶν ἀνθρωπίνων;
 [04851]  παρὰ δὲ τὸν τῆς πλεονεξίας βωμὸν ἂν ἔλθῃς, αἱμάτων ἀνθρωπίνων ὄψει χαλεπὸν ἀποπνέοντα·
 [05220]  Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων πραγμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι.
000-00-00 Serial Number=0533887625
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01327]  Ἐξ ἀνθρωπίνων παραδειγμάτων.
 [01341]  Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγμάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωμα ὁ προφήτης λαμβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦ κεραμέως κατῄει.
000-00-00 Serial Number=0500124872
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01674]  Οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων·
 [02253]  πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν.
 [02793]  Οὐδὲ γὰρ ἔνι τὸν τὰ κατὰ Θεὸν ζητοῦντα, μὴ καὶ τῶν ἀνθρωπίνων ἐπιτυχεῖν·
 [06369]  Τὸ τῆς πίστεως γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης.
 [06928]  διὰ τοῦτο παροξύνομεν τὸν Θεὸν, ὅτι προκειμένης ἡμῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι.
 [09526]  Τοῦτο τοίνυν καὶ ἡμεῖς ἐν πᾶσι λέγωμεν τοῖς πειρασμοῖς, καὶ καταγελῶμεν τῶν ἀνθρωπίνων πραγμάτων·
000-00-00 Serial Number=0886752486
In epistulam ad Romanos Ante [Go Back]  
 [00347]  Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν.
 [03904]  ὡσανεὶ ἔλεγεν, ἀπὸ ἀνθρωπίνων λογισμῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινο [60.494] μένων·
 [06882]  Οὐ γὰρ ἁπλῶς ἀκούειν εἶπον, φησὶν, οὐδ' ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλ' ἀκοὴν μεγάλην [60.574] λέγω·
 [08813]  ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν·
000-00-00 Serial Number=0058351576
In epistulam ad Titum Ante [Go Back]  
 [00642]  ἐπεὶ οὐδὲν ἰχθύος ἀκαθαρτότερον, ὅπου γε καὶ ἀνθρωπίνων ἀπογεύεται σωμάτων·
000-00-00 Serial Number=0986608505
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00643]  τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων.
000-00-00 Serial Number=0560175121
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00297]  ἁμαρτιῶν γάρ ἐστιν ἅπαντα ταῦτα κολαστήρια, καὶ νοσημάτων ἀνθρωπίνων φάρμακα.
000-00-00 Serial Number=0701963067
In illud Ne timueritis Ante [Go Back]  
 [00102]  Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάντων τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον·
 [00136]  Τί γὰρ σφαλερώτερον τῶν ἀνθρωπίνων πραγμάτων;
 [00480]  Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν;
 [00663]  ὃ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0876635849
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00222]  Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων.
000-00-00 Serial Number=0990007639
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00342]  Ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ὅταν ἔθνος πρὸς ἔθνος πρεσβεύῃ, ὁ πρεσβευτὴς ἀδείας ἀπολαύει τῷ νόμῳ τῆς πρεσβείας·
000-00-00 Serial Number=0425221860
In illud Vidi dominum Ante [Go Back]  
 [00925]  Μὴ ἵσταταί τι τῶν ἀνθρωπίνων;
000-00-00 Serial Number=0731090426
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00421]  Ταύτην καὶ ἡμεῖς ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν·
000-00-00 Serial Number=0166451037
In principium Actorum Ante [Go Back]  
 [00463]  Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις·
 [00795]  Οὔτε γὰρ δόξης μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.
000-00-00 Serial Number=0238970280
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00177]  Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, οὐ θαυμάσεις πλοῦτον, οὐ πενίαν δακρύσεις, οὐκ ἐπαινέσεις δόξαν καὶ δυναστείαν, οὐδὲν ὅλως τῶν ἀνθρωπίνων, οὐ τῶν φαιδρῶν μέγα τι ὑπολάβῃς εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον·
000-00-00 Serial Number=0573109329
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00013]  οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι.
000-00-00 Serial Number=0853101850
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00043]  Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς·
000-00-00 Serial Number=0353395283
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00019]  ὅτι μηδὲν τῶν ἐν ἀνθρώποις μόνιμον μηδὲ ἀσφαλὲς, ἀλλὰ πάντα φθειρό μενα χειρῶν ἀνθρωπίνων ἔργα, καὶ χρόνου παραναλώ ματα.
000-00-00 Serial Number=0269201994
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00546]  Ἀλλ' ἔμπροσθεν τοῦ βασιλέως ἔδειξεν, ὅτι περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐστίν.
 [00888]  Πάλιν τὸ πρόσκαιρον δείκνυται τῶν πραγμά των τῶν ἀνθρωπίνων.
000-00-00 Serial Number=0959220827
Non esse desperandum Ante [Go Back]  
 [00156]  Οὐδὲ γὰρ, καθάπερ πολλοὶ ποιοῦσι νῦν ἐν ταῖς τοιαύταις περιστάσεσιν εἰς μαγγανείας καὶ γοητείας καταφεύγοντες, τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων τῶν ἀνθρωπίνων καταγελάσας, πρὸς τὸν τῆς φύσεως ∆εσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.
000-00-00 Serial Number=0514347434
Oratio de epiphania Ante [Go Back]  
 [00053]  Ἔφερε δὲ ὅμως τῆς χρείας τὸ πρόσχημα, ὥστε μηδὲν αὐτῷ τῶν ἀνθρωπίνων παραλελεῖφθαι δικαίων.
000-00-00 Serial Number=0160918295
Quales ducendae sint uxores Ante [Go Back]  
 [00124]  οὔτε γὰρ ἀπὸ τῶν θείων νόμων, οὔτε ἀπὸ τῶν ἀνθρωπίνων μόνον, εἰς τὴν ἀγάπην ἡμᾶς ἐνάγει τῶν γυναικῶν, ἀλλὰ καὶ ἀπὸ τούτων καὶ ἀπ' ἐκείνων ἐναλλάξας ἀμφότερα ταῦτα τίθησιν·
 [00128]  εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων·
 [00132]  εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0722853661
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00275]  [7] Ἀλλ' ἀσθένειάν μοι προβάλλῃ γυναικείας φύσεως, καὶ χρειῶν ἀνθρωπίνων οἰκονομίαν, καὶ ἀνάπαυσιν τὴν κατὰ τὴν οἰκίαν, πλάττουσα καὶ συντιθεῖσα τὰς οὐκ οὔσας προ φάσεις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»