0345-0407 - Iohannes Chrysostomus - Cum Saturninus et Aurelianus acti essent in exsilium
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

Cum Saturninus et Aurelianus acti essent in exsilium

[00001]    ΟΜΙΛΙΑ Ὅτε Σατορνῖνος καὶ Αὐρηλιανὸς ἐξωρίσθησαν, καὶ Γαϊνᾶς ἐξῆλθε τῆς πόλεως·

[00002]    καὶ περὶ φιλαργυρίας.

52.413

[00003]    αʹ.

[00004]    Πολὺν ἐσίγησα χρόνον, καὶ διὰ μακροῦ πάλιν πρὸς τὴν ὑμετέραν ἐπανῆλθον ἀγάπην·

[00005]    ἀλλ' οὐ ῥᾳθυμίᾳ [52.414] τινὶ καὶ ὄκνῳ σώματος, ἀλλὰ τὰς ταραχὰς καταστέλλων, τὰ κύματα κοιμίζων, τὸν χειμῶνα διορθούμενος, [52.415] τοὺς ναυαγοῦντας ἀνιμώμενος, τοὺς γινομένους ὑποβρυχίους πρὸς λιμένα καὶ γαλήνην χειραγωγῆσαι σπεύδων.

[00006]    Κοινὸς γάρ εἰμι πάντων πατὴρ, καὶ οὐ τῶν ἑστώτων μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων φροντίζειν ἀναγκαῖον·

[00007]    οὐχὶ τῶν ἐξουρίας φερομένων, ἀλλὰ καὶ τῶν κλυδωνιζομένων·

[00008]    οὐχὶ τῶν ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ τῶν ἐν κινδύνοις.

[00009]    ∆ιὰ δὴ ταῦτα τὸν παρελθόντα ἀπελείφθην ἐνδοὺς χρόνον περιιὼν, παρακαλῶν, δεόμενος, ἱκετεύων τοῖς κυρίοις λυθῆναι τὴν συμφοράν.

[00010]    Καὶ ἐπειδὴ τέλος ἔλαβεν ἐκεῖνα τὰ σκυθρωπὰ, πάλιν πρὸς ὑμᾶς ἐπανῆλθον τοὺς ἐν ἀσφαλείᾳ ὄντας, τοὺς μετὰ πολλῆς πλέοντας τῆς γαλήνης.

[00011]    Πρὸς ἐκείνους ἀφικόμην ὥστε λῦσαι τὸν χειμῶνα·

[00012]    πρὸς ὑμᾶς ἐπανῆλθον, ὥστε μὴ γενέσθαι χειμῶνα.

[00013]    Πρὸς ἐκείνους ἀπῄειν, ἵνα ἀπαλλάξω τῶν λυπηρῶν·

[00014]    πρὸς ὑμᾶς παρεγενόμην, ἵνα μὴ περιπέσητε τοῖς σκυθρωποῖς.

[00015]    Ὥσπερ οὐχὶ τῶν ἑστώτων δεῖ φροντίζειν μόνον, ἀλλὰ καὶ τῶν πεπτωκότων·

[00016]    οὕτω πάλιν οὐχὶ τῶν πεπτωκότων μόνον, ἀλλὰ καὶ τῶν ἑστώτων·

[00017]    ἐκείνων μὲν, ἵνα ἀναστῶσιν, τούτων δὲ, ἵνα καταπέσωσιν·

[00018]    ἐκείνων μὲν, ἵνα ἀπαλλαγῶσι τῶν κατεχόντων δεινῶν, τούτων δὲ ἵνα μὴ περιπέσωσι τοῖς προσδοκωμένοις λυπηροῖς.

[00019]    Οὐδὲν γὰρ βέβαιον, οὐδὲν ἀκίνητον τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλὰ μιμεῖται θάλασσαν μαινομένην, καὶ καθ' ἑκάστην ἡμέραν ὠδίνει ναυάγια ξένα καὶ χαλεπά.

[00020]    Πάντα θορύβων γέμει καὶ ταραχῆς·

[00021]    πάντα σκόπελοι καὶ κρημνοί·

[00022]    πάντα ὕφαλοι καὶ σπιλάδες·

[00023]    πάντα φόβοι, καὶ κίνδυνοι, καὶ ὑποψίαι, καὶ τρόμοι, καὶ ἀγωνίαι.

[00024]    Οὐδεὶς οὐδενὶ θαῤῥεῖ, τὸν πλησίον ἕκαστος δέδοικεν.

[00025]    Ἐκεῖνος πάρεστιν ὁ καιρὸς τάχα, ὃν ὁ προφήτης ὑπογράφων ἔλεγε·

[00026]    Μὴ πιστεύετε ἐν φίλοις, καὶ ἐπὶ ἡγουμένοις μὴ ἐλπίζετε·

[00027]    ἕκαστος ἀπὸ τοῦ πλησίον ἀφέξεσθε·

[00028]    Ἀπὸ τῆς συγκοίτου σου φύλαξον τοῦ ἀναθέσθαι αὐτῇ.

[00029]    Τί δήποτε;

[00030]    Ὅτι καιρὸς πονηρός ἐστιν, Ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύεται.

[00031]    Οὐκ ἔστι φίλος ἀσφαλὴς, οὐκ ἀδελφὸς βέβαιος.

[00032]    Ἀνῄρηται τὸ τῆς ἀγάπης καλόν·

[00033]    ἐμφύλιος ἅπαντα κατέχει πόλεμος, ἐμφύλιος, καὶ οὔτε οὗτος δῆλος, ἀλλὰ συνεσκιασμένος.

[00034]    Μυρία πανταχοῦ προσωπεῖα.

[00035]    Πολλαὶ τῶν προβάτων αἱ δοραὶ, ἀναρίθμητοι πανταχοῦ κεκρυμμένοι λύκοι·

[00036]    καὶ ἀσφαλέστερον ἄν τις ἐν πολεμίοις μᾶλλον βιώσειεν, ἢ ἐν τοῖς δοκοῦσιν εἶναι φίλοις.

[00037]    Οἱ χθὲς θεραπεύοντες, οἱ κολακεύοντες, οἱ χεῖρας καταφιλοῦντες, ἀθρόον νῦν πολέμιοι ἀνεφάνησαν, καὶ τὰ προσωπεῖα ῥίψαντες, κατηγόρων ἁπάντων πικρότεροι γεγόνασιν, ὑπὲρ ὧν πρώην χάριτας ὡμολόγουν, ὑπὲρ τούτων ἐγκαλοῦντες καὶ διαβάλλοντες.

[00038]    βʹ.

[00039]    Τί οὖν πάντων αἴτιον;

[00040]    Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη.

[00041]    ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίτοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον·

[00042]    Οὐ παύῃ κατὰ τῶν πλουτούντων ὁπλιζόμενος τῇ γλώττῃ;

[00043]    οὐ παύῃ συνεχῶς τοιούτοις πολεμῶν;

[00044]    Μὴ ἐγὼ τούτοις πολεμῶ;

[00045]    μὴ [52.416] ἐγὼ κατ' αὐτῶν ὁπλίζομαι;

[00046]    οὐκ ἐγὼ μὲν ὑπὲρ αὐτῶν πάντα λέγω καὶ ποιῶ, αὐτοὶ δὲ κατ' αὐτῶν τὰ ξίφη ἠκόνησαν;

[00047]    οὐκ ἔδειξε τῶν πραγμάτων ἡ πεῖρα, πῶς ἐγὼ μὲν, ὁ ἐπιτιμῶν καὶ συνεχῶς ἐγκαλῶν, τὸ συμφέρον ἐζήτουν, πολέμιοι δὲ μᾶλλον ἐκεῖνοι, οἱ ἐπιτιμῶντες ταῦτα λέγουσιν ἡμῖν, Ἴδετε ἐπὶ τῶν πραγμάτων τὰ ῥήματα ἐξελθόντα τὰ ἡμέτερα.

[00048]    Οὐκ ἀεὶ ἔλεγον, ὅτι δραπέτης ἐστὶν ὁ πλοῦτος ἀπὸ τούτου πρὸς ἐκεῖνον βαίνων;

[00049]    Καὶ εἴθε μετέβαινε μόνον, καὶ μὴ καὶ ἀπέκτεινεν·

[00050]    εἴθε μεθίστατο, καὶ μὴ καὶ ἀνῄρει.

[00051]    Νῦν δὲ καὶ ἐρήμους καταλιμπάνει τῆς αὐτοῦ προστασίας, καὶ τῷ ξίφει παραδίδωσι, καὶ ἐπὶ τὸ βάραθρον ἄγει, προδότης ὢν χαλεπὸς, καὶ τούτοις μάλιστα πολεμῶν, τοῖς φιλοῦσιν αὐτόν.

[00052]    ∆ραπέτης ἐστὶν ἀγνώμων, ἀνδροφόνος ἀμείλικτος, θηρίον ἀτιθάσσευτον, κρημνὸς πανταχόθεν ἀπότομος, σκόπελος διηνεκῶν κυμάτων γέμων, πέλαγος ὑπὸ μυρίων ἀνέμων διακοπτόμενον, τύραννος χαλεπῶς ἐπιτάττων, δεσπότης βαρβάρου τινὸς χαλεπώτερος, ἐχθρὸς ἄσπονδος, πολέμιος ἀκατάλλακτος, οὐδέποτε τὴν πρὸς τοὺς κεκτημένους αὐτὸν καταλύων ἔχθραν.

[00053]    γʹ.

[00054]    Ἀλλ' οὐχ ἡ πενία τοιοῦτον, ἀλλ' ἀπεναντίας τῶν εἰρημένων.

[00055]    Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.

[00056]    Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ταύτην φεύγοντες, ἐκείνην διώκετε τὴν πολεμίαν, τὴν ἀνδροφόνον, τὴν θηρίου παντὸς χαλεπωτέραν;

[00057]    Τοιοῦτον γὰρ ἡ φιλαργυρία·

[00058]    τοιοῦτον ἡ περὶ τὰ χρήματα μανία.

[00059]    Τί πολέμιον συγκατοικίζεις σαυτῷ διηνεκῆ διαπαντός;

[00060]    τί τὸ θηρίον ἀγριαίνεις, ὃ τιθασσεύειν δέον;

[00061]    Καὶ πῶς ἂν γένοιτο, φησὶν, χειροῆθες;

[00062]    Εἰ τῶν ἐμῶν ἀνάσχοισθε λόγων, κἂν νῦν ὅτε τὰ πτώματα ἔναυλα, ὅτε ἡ συμφορὰ ἀκμάζουσα, ὅτε πάντες ἐν θορύβῳ καὶ κατηφείᾳ.

[00063]    Πῶς οὖν τὸ θηρίον ἀπαλλαγῇ τοῦ θηρίον εἶναι;

[00064]    δύναμαι γὰρ αὐτὸ μεταβάλλειν, ἐὰν ὑμεῖς θελήσητε·

[00065]    τοιαύτη γὰρ ἡ τῶν λόγων ἰσχύς.

[00066]    Πῶς ἂν οὖν μεταβληθείη τῆς θηριωδίας;

[00067]    Ἐὰν μάθωμεν, πῶς γίνεται χαλεπόν.

[00068]    Πῶς οὖν γίνεται χαλεπόν;

[00069]    Ὥσπερ οἱ λέοντες, ὥσπερ αἱ παρδάλεις, ὥσπερ αἱ ἄρκτοι συγκλειόμεναι καὶ ἐν σκότῳ καθειργόμεναι διεγείρουσι τὸν θυμὸν, αὔξουσι τὴν ὀργήν·

[00070]    οὕτω δὴ καὶ ὁ πλοῦτος συγκλειόμενος καὶ κατορυττόμενος λέοντος μᾶλλον ὠρύεται, καὶ πάντοτε ἀνασοβεῖ·

[00071]    εἰ δὲ ἐξάγεις αὐτὸν ἐκ τοῦ σκότους, καὶ διασπείρεις εἰς τὰς τῶν πενήτων γαστέρας, τὸ θηρίον γίνεται πρόβατον, ὁ ἐπίβουλος προστάτης, ὁ σκόπελος λιμὴν, τὸ ναυάγιον γαλήνη.

[00072]    Ἐπεὶ καὶ ἐπὶ τῶν πλοίων τοῦτο ἂν ἴδοις·

[00073]    ὅταν ὑπὲρ ὄγκον ᾖ τὸ φορτίον, βαπτίζει τὸ σκάφος·

[00074]    ὅταν δὲ σύμμετρον, ἐξουρίας φέρεται.

[00075]    Τοῦτο δὴ καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν ἡμετέρων·

[00076]    ὅταν ὑπὲρ τὴν χρείαν συναγάγῃς τὰ χρήματα, μικρὰ ἀνέμου προσβολὴ, καὶ ἡ τυχοῦσα τῶν ἀδοκήτων πραγμάτων περίστασις αὔτανδρον καταδύει τὸ σκάφος·

[00077]    εἰ δὲ τοσαῦτα ἀποθῇς, ὅσαπερ ἡ χρεία ἀπαιτεῖ, κἂν καταιγὶς ἐπέλθῃ, ῥᾳδίως διατρέχεις τὰ κύματα.

[00078]    Μὴ τοίνυν ἐπιθύμει τοῦ πλείονος, ἵνα μὴ τοῦ παντὸς ἐκπέσῃς·

[00079]    μηδὲ τὰ περιττὰ τῆς χρείας συνάγαγε, ἵνα μὴ τὰ [52.417] πρὸς τὴν χρείαν ἀπολέσῃς·

[00080]    μηδὲ τοὺς νενομισμένους ὅρους ὑπέρβαινε, ἵνα μὴ τῶν ὄντων ἁπάντων ὁμοῦ γυμνωθῇς·

[00081]    ἀλλὰ περίκοπτε τὸ περιττὸν, ἵνα ἐν τοῖς ἀναγκαίοις πλουτῇς.

[00082]    Οὐχ ὁρᾷς, ὅτι καὶ γηπόνοι τὴν ἄμπελον περιτέμνουσιν, ὥστε τὴν δύναμιν ἅπασαν μὴ ἐν τοῖς φύλλοις, καὶ ἐν τοῖς κλήμασιν, ἀλλ' ἐν τῇ ῥίζῃ τοῦ φυτοῦ ἐπιδείκνυσθαι;

[00083]    Τοῦτο δὴ καὶ αὐτὸς ποίει·

[00084]    περίκοπτε τὰ φύλλα, καὶ τὴν σπουδὴν ἅπασαν εἰς τὴν τῶν καρπῶν φορὰν ἀνάλισκε.

[00085]    Εἰ δὲ οὐ βούλει ἐν ταῖς εὐημερίαις, ἔλπιζε τὰς δυσημερίας·

[00086]    ἐν τῇ γαλήνῃ χειμῶνα προσδόκα·

[00087]    ἐν τῇ ὑγείᾳ νόσον ἀνάμενε·

[00088]    ἐν τῷ πλούτῳ πενίαν καὶ πτωχείαν ἔλπιζε.

[00089]    Μνήσθητι γὰρ, φησὶ, καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου.

[00090]    Ἂν γὰρ οὕτω διακείμενος ᾖς, τόν τε πλοῦτον μετὰ πολλῆς διοικήσεις τῆς σωφροσύνης, τήν τε πενίαν ἐπελθοῦσαν μετὰ πολλῆς οἴσεις τῆς ἀνδρείας.

[00091]    Τὸ μὲν γὰρ μὴ προσδοκηθὲν θορυβεῖ προσπεσὸν, καὶ ταράττει·

[00092]    τὸ δὲ ἐλπισθὲν συμβὰν οὐ πολὺν ἐπάγει τὸν θόρυβον.

[00093]    ∆ύο δὴ ταῦτα κερδαίνεις τὰ καλὰ, τὸ μήτε μεθύειν καὶ παραπαίειν ἐπὶ τῆς εὐημερίας, μήτε θορυβεῖσθαι καὶ ταράττεσθαι ἐπὶ τῆς εἰς τὰ ἐναντία μεταβολῆς, μάλιστα μὲν εἰ μέλλεις ἀεὶ καραδοκεῖν τὰ ἐναντία·

[00094]    ἀρκεῖ γὰρ ἀντὶ τῆς πείρας ἡ προσδοκία.

[00095]    Οἷόν τι λέγω·

[00096]    πλουτεῖς;

[00097]    ἔλπιζε πενίαν καθ' ἑκάστην ἡμέραν.

[00098]    Τίνος ἕνεκεν καὶ διὰ τί;

[00099]    Ὅτι τὰ μάλιστά σε ὠφελῆσαι δυνήσεται ἡ προσδοκία αὕτη.

[00100]    Ὁ γὰρ ἐλπίζων πενίαν, ἐν πλούτῳ ὢν οὐ τυφοῦται, οὐ χαυνοῦται, οὐ διαῤῥεῖ, οὐκ ἐφίεται τῶν ἀλλοτρίων·

[00101]    ὁ γὰρ τῆς προσδοκίας φόβος ἀντὶ παιδαγωγοῦ τινος παρὼν σωφρονίζει, καταστέλλει τὴν διάνοιαν, καὶ πονηρὰ βλαστήματα τὰ ἀπὸ τῆς φιλαργυρίας οὐκ ἀφίησι φυῆναι, ὥσπερ δρεπάνῃ τινὶ τῷ φόβῳ τῶν ἐναντίων κωλύων αὐτὰ καὶ περικόπτων.

[00102]    δʹ.

[00103]    Ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν κερδανεῖς·

[00104]    ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ παραγενομένης αὐτῆς μὴ δεδοικέναι.

[00105]    Προλαμβανέτω τοίνυν ἡ προσδοκία τῶν θλιβερῶν, ἵνα μὴ παραγένηται ἡ πεῖρα τῶν λυπηρῶν·

[00106]    διὰ τοῦτο ἡ πεῖρα ἔρχεται, ἐπειδὴ ἡ προσδοκία οὐ πάρεστιν·

[00107]    ἐπεὶ εἴγε ἐκείνη κατώρθου τὸν ἄνθρωπον, οὐ σφόδρα ταύτης ἔδει.

[00108]    Καὶ μάρτυς τούτου ἐπὶ τῶν Νινευϊτῶν Ἰωνᾶς ὁ προφήτης·

[00109]    ὡς ἐλπίζοντες ἐκεῖνοι τῇ τοῦ προφήτου προῤῥήσει ἀνηκέστῳ περιπεσεῖν συμφορᾷ, τῇ προσδοκίᾳ τῶν ἐλευσομένων κακῶν ἀπέστρεψαν τὴν ὀργήν·

[00110]    Ἰουδαῖοι δὲ μὴ πεισθέντες τῷ προφήτῃ λέγοντι τὴν ἅλωσιν Ἱερουσαλὴμ, ὑπέστησαν τὰ δεινά.

[00111]    Σοφὸς γὰρ φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ·

[00112]    ὁ δὲ ἄφρων μίγνυται πεποιθώς.

[00113]    Ὁ ἐλπίζων γενέσθαι πένης, ἐν εὐημερίᾳ διάγων, οὐκ ἂν ταχέως γένηται πένης·

[00114]    ὃ γὰρ ἀπὸ τῆς προσδοκίας κερδᾶναι οὐκ ἠθέλησας, ἀπὸ τῆς πείρας τοῦτο μαθήσῃ καλῶς.

[00115]    Ἐν πλούτῳ τοίνυν ὢν προσδόκα πενίαν, ἐν εὐημερίᾳ τυγχάνων προσδόκα λιμόν·

[00116]    ἐν δόξῃ ὢν ἔλπιζε ἀδοξίαν·

[00117]    ἐν ὑγείᾳ διάγων νόσον ἀνάμενε.

[00118]    Συνεχῶς ἐπισκέπτου τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν, τῶν ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον διακειμένην, καὶ καπνοῦ εἰς ἀέρα διαλυομένου ὀξυῤῥεπεστέραν καὶ σκιᾶς παρα

[00119]    [52.418] τρεχούσης οὐδαμινωτέραν.

[00120]    Ἂν ταῦτα φιλοσοφῇς, οὔτε τὰ χρηστά σε φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι·

[00121]    ἂν παρόντων τῶν χρηστῶν μὴ σφόδρα τούτων ἀντέχῃ, οὐδὲ ἀπελθόντων ὀδυνηθήσῃ.

[00122]    Ἂν ἐθίσῃς τὴν διάνοιάν σου ἐν τῇ προσδοκίᾳ τῶν ἐναντίων, πολλάκις μὲν οὐδὲ παρέσονται τὰ ἐναντία, εἰ δὲ καὶ παραγένοιντο, οὐ σφόδρα σου καθάψονται.

[00123]    εʹ.

[00124]    Καὶ ἵνα μάθητε ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, παλαιάν τινα ἱστορίαν διηγήσασθαι ὑμῖν βούλομαι.

[00125]    Ἐγένετό τις ἀνὴρ θαυμαστὸς καὶ μέγας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ στεφανίτης τῆς οἰκουμένης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας.

[00126]    Οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξος καὶ εὐκαταφρόνητος, πολύπαις καὶ ἄπαις·

[00127]    οὗτος ἐγένετο ἐν βασιλικαῖς αὐλαῖς, ἐγένετο δὲ καὶ ἐν καπρίᾳ·

[00128]    οὗτος ἐγένετο ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πληγῇ σκωλήκων·

[00129]    οὗτος μυρίας ἀπέλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης.

[00130]    Πάντα αὐτῷ τὴν ἀρχὴν καθάπερ ἐκ πηγῶν ἐπέῤῥει, χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιβολὴ, εἰρήνη καὶ ἀσφάλεια, τιμαὶ καὶ θεραπεῖαι, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκληρία, καὶ οὐδὲν ἦν ἐκεῖ λυπηρόν·

[00131]    παρῆν αὐτῷ πλοῦτος μετὰ ἀσφαλείας, καὶ εὐημερία ἀδιάπτωτος, καὶ μάλα εἰκότως·

[00132]    ὁ Θεὸς γὰρ πανταχόθεν αὐτὸν ἐτείχιζεν.

[00133]    Ἀλλ' ὕστερον πάντα ἐκεῖνα ἀπέπτη, καὶ μυρίοι χειμῶνες λοιπὸν ἐσκήνουν εἰς τὴν οἰκίαν ἐκείνου, καὶ πάντες ἐπάλληλοι καὶ συνεχεῖς, καὶ μεθ' ὑπερβολῆς ἅπαντες.

[00134]    Τὰ γὰρ ὄντα αὐτῷ ἅπαντα ἀθρόον ἀνηρπάζετο·

[00135]    οἰκέται, παῖδες κατεχώννυντο βιαίῳ καὶ ἀώρῳ θανάτῳ, ἐπὶ τῆς τραπέζης καὶ τοῦ συμποσίου κατασφαγέντες, οὐ μαχαίρᾳ καὶ ξίφει, ἀλλὰ πνεύματι πονηρῷ τὴν οἰκίαν κατασείσαντι.

[00136]    Καὶ γυνὴ μετὰ ταῦτα ὥπλιζε τὰ ἑαυτῆς μηχανήματα, καὶ τῷ δικαίῳ προσῆγε·

[00137]    καὶ οἰκέται, καὶ φίλοι, οἱ μὲν ἐνέπτυον εἰς τὸ πρόσωπον, ὥς φησιν αὐτός·

[00138]    Ἀπὸ γὰρ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου·

[00139]    οἱ δὲ ἐπέβαινον, καὶ τῆς οἰκίας ἐξεβάλλετο πάσης, καὶ ἐνδιαίτημα αὐτῷ ἦν ἡ κοπρία λοιπὸν, καὶ πηγαὶ σκωλήκων ἔβρυον, πάντοθεν καὶ αἵματι καὶ ἰχῶρι κατεῤῥεῖτο ὁ ἀδάμας, καὶ λαβὼν ὄστρακον ἔξεε τοὺς ἰχῶρας, δήμιος αὐτὸς ἑαυτῷ γινόμενος·

[00140]    καὶ ὀδύναι ἐπάλληλοι, καὶ βάσανοι ἀκαρτέρητοι, καὶ νὺξ ἡμέρας χαλεπωτέρα, καὶ ἡμέρα νυκτὸς φρικωδεστέρα, ὥς φησιν·

[00141]    Ὡς ἂν κοιμηθῶ, λέγω, Πότε ἡμέρα;

[00142]    ὡς δ' ἂν ἀναστῶ, λέγω πάλιν, Πότε ἑσπέρα;

[00143]    πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας μέχρι πρωΐ.

[00144]    Καὶ πάντα κρημνοὶ, καὶ σκόπελοι, καὶ ὁ μὲν παρακαλῶν οὐδεὶς, οἱ δὲ ἐπεμβαίνοντες μυρίοι·

[00145]    ἀλλ' ὅμως ἐν χειμῶνι τοσούτῳ καὶ κύμασιν ὄντως ἀφορήτοις ἔστη πρὸς πάντα γενναῖος καὶ ἀπερίτρεπτος·

[00146]    τὸ δὲ αἴτιον τούτων τοῦτο ἦν, ὅπερ ἔφην, ὅτι ὅταν ἐπλούτει, προσεδόκα πενίαν·

[00147]    ὅτε ὑγίαινε, νόσον ἀνέμενεν·

[00148]    ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπιζεν ἔσεσθαι.

[00149]    Καὶ τοῦτον τὸν φόβον ἀεὶ παρ' ἑαυτῷ ἀνείλιττε, καὶ ταύτην τὴν ἀγωνίαν ἀεὶ ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν [52.419] φύσιν, καὶ τὸ ἐπίκαιρον αὐτῶν λογιζόμενος.

[00150]    ∆ιὸ καὶ ἔλεγε·

[00151]    Φόβος ὂν ἐφοβούμην ἦλθέ μοι, καὶ ὂν ἐδεδοίκειν κίνδυνον συνήντησέ μοι.

[00152]    Ἀεὶ γὰρ τοῖς λογισμοῖς πρὸς αὐτὸν ἐβάδιζεν ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν·

[00153]    διὰ τοῦτο παραγενόμενος οὐκ ἐτάραξεν·

[00154]    Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή.

[00155]    Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὐδὲ ἡσυχάζω, ἀλλ', Οὐκ εἰρήνευσα, ἐν τῷ παρελθόντι χρόνῳ.

[00156]    Εἰ γὰρ καὶ τὰ πράγματα μέγα φρονεῖν παρεσκεύαζεν, ἀλλ' ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα με ἡσυχάζειν.

[00157]    Εἰ καὶ ἡ ἄγαν εὐημερία τρυφᾷν ἐποίει, ἀλλ' ἡ ἀγωνία τῶν ἐλπιζομένων τὴν ἄδειαν ἀπεδίωκεν·

[00158]    εἰ καὶ τὰ παρόντα ἀπολαύειν ἠνάγκαζεν, ἀλλ' ἡ τῶν προσδοκωμένων φροντὶς ταύτην διέκοπτε.

[00159]    ∆ιὰ τοῦτο ἅπερ ἐμελέτησεν ἐπὶ τῶν λογισμῶν, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα γενναίως ἤνεγκε, τὰ πάλαι μελετηθέντα παλαίσματα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα, ταῦτα παρόντα βλέπων οὐκ ἐταράττετο.

[00160]    Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν σφόδρα τούτων ἀντέχετο, ἄκουσον τί φησιν·

[00161]    Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ κατέταξα χρυσίον ἰσχύν μου, εἰ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ἐπ' ἀναριθμή

[00162]    [52.420] τοις ἐθέμην χεῖρά μου.

[00163]    Τί λέγεις, ἄνθρωπε;

[00164]    Οὐκ εὐφραίνου τοῦ πλούτου περιῤῥέοντός σοι;

[00165]    Οὐδαμῶς, φησί.

[00166]    Τί δήποτε;

[00167]    Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ διαῤῥέον, ᾔδειν τὸ κτῆμα οὐ μόνιμον.

[00168]    Καὶ ὁρῶ μὲν, φησὶν, ἥλιον ἐπιφαύσκοντα, καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν·

[00169]    οὐ γὰρ ἐπ' αὐτῶν ἐστιν.

[00170]    Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·

[00171]    Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα, πῶς οὐκ ἐσχάτης ἀνοίας τὸ τὰ ἐπίγεια νομίζειν εἶναι μόνιμα, καὶ πεπηγότα;

[00172]    ∆ιὰ τοῦτο οὔτε παρόντων εὐφραίνετο λίαν, οὔτε ἀπελθόντων ἤλγησε χαλεπῶς, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν.

[00173]    Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούοντες, ἀγαπητοὶ, μὴ πενίᾳ πιεζώμεθα, μήτε πλούτῳ φυσώμεθα·

[00174]    ἀλλ' ἐν τῇ τῶν πραγμάτων μεταβολῇ τὴν γνώμην ἀμετάβλητον διατηροῦντες, τὸν ἀπὸ τῆς φιλοσοφίας δρεψώμεθα καρπὸν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν·

[00175]    ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Cum Saturninus et Aurelianus acti essent in exsilium
Litterarum Omnium Conspectus: 124 Litterae, quae repetitae sunt in 11,062 occasionibus



α

0945 

843   

Α

0913 

2   

β

0946 

65   

Β

0914 

0   

γ

0947 

175   

Γ

0915 

1   

δ

0948 

200   

Δ

0916 

0   

ε

0949 

602   

Ε

0917 

6   

ζ

0950 

39   

Ζ

0918 

0   

η

0951 

169   

Η

0919 

0   

θ

0952 

120   

Θ

0920 

1   

ι

0953 

453   

Ι

0921 

2   

κ

0954 

373   

Κ

0922 

11   

λ

0955 

355   

Λ

0923 

1   

μ

0956 

317   

Μ

0924 

6   

ν

0957 

1,037   

Ν

0925 

2   

ξ

0958 

26   

Ξ

0926 

0   

ο

0959 

718   

Ο

0927 

16   

π

0960 

461   

Π

0928 

12   

ρ

0961 

404   

Ρ

0929 

0   

ς

0962 

381   

΢

0930 

0   

σ

0963 

310   

Σ

0931 

3   

τ

0964 

838   

Τ

0932 

14   

υ

0965 

176   

Υ

0933 

0   

φ

0966 

113   

Φ

0934 

1   

χ

0967 

94   

Χ

0935 

2   

ψ

0968 

5   

Ψ

0936 

0   

ω

0969 

168   

Ω

0937 

0   

8164 

8   

 

  

0   

8165 

15   

8172 

   



 ά 

 8049 

 132 

 έ 

 8051 

 160 

 ή 

 8053 

 51 

 ί 

 8055 

 233 

 ό 

 8057 

 111 

 ύ 

 8059 

 89 

 ώ 

 8061 

 23 

 ὰ 

 8048 

 92 

 ὲ 

 8050 

 55 

 ὴ 

 80852 

 75 

 ὶ 

 8054 

 182 

 ὸ 

 8056 

 91 

 ὺ 

 8058 

 11 

 ὼ 

 8060 

 11 

 ᾶ 

 8118 

 13 

   

   

 0 

 ῆ 

 8134 

 49 

 ῖ 

 8150 

 60 

   

   

 0 

 ῦ 

 8166 

 76 

 ῶ 

 8182 

 113 

 ἀ 

 7936 

 138 

 ἐ 

 7952 

 162 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 45 

 ὀ 

 8000 

 8 

 ὐ 

 8016 

 98 

 ὠ 

 8032 

 3 

 ἁ 

 7937 

 2 

 ἑ 

 7953 

 10 

 ἡ 

 7969 

 44 

 ἱ 

 7985 

 13 

 ὁ 

 8001 

 24 

 ὑ 

 8017 

 23 

 ὡ 

 8033 

 3 

 ἂ 

 7938 

 9 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 1 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 2 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 4 

 ἃ 

 7939 

 1 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 3 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 18 

 ἔ 

 7956 

 25 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 8 

 ὄ 

 8004 

 7 

 ὔ 

 8020 

 10 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 7 

 ἕ 

 7957 

 5 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 14 

 ὅ 

 8005 

 17 

 ὕ 

 8021 

 7 

 ὥ 

 8037 

 9 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 5 

 ἶ 

 7990 

 4 

   

   

 0 

 ὖ 

 8022 

 6 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 3 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 18 

   

   

 0 

 ῃ 

 8131 

 17 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 16 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 3 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 18 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 15 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - Cum Saturninus et Aurelianus acti essent in exsilium
Verborum Omnium Conspectus: 1,093Verba, quae repetita sunt in 926,943 occasionibus



[00041]
α [00003]
ἀγαθὸν [00103]
ἀγαθῶν [00174]
ἄγαν [00157]
ἀγάπην [00004]
ἀγάπης [00032]
ἀγαπητοὶ [00173]
ἄγει [00051]
ἀγνώμων [00052]
ἀγριαίνεις [00060]
ἀγωνία [00157]
ἀγωνίαι [00023]
ἀγωνίαν [00149]
ἀδάμας [00139]
ἄδειαν [00157]
ἀδελφὸς [00030] [00031]
ἀδιάπτωτος [00131]
ἀδοκήτων [00076]
ἀδοξίαν [00116]
ἀεὶ [00048] [00093] [00149] [00149]
Ἀεὶ [00152]
ἀέρα [00118]
ἀθλητὴς [00125]
ἄθλων [00125]
ἀθρόον [00037] [00134] [00148]
αἱ [00035] [00069] [00069]
αἵματι [00139]
αἴτιον [00039] [00146]
ἀκαρτέρητοι [00140]
ἀκατάλλακτος [00052]
ἀκαταμάχητος [00055]
ἀκίνητον [00019]
ἀκμάζουσα [00062]
ἀκούοντες [00173]
ἄκουσον [00160]
ἀκύμαντος [00055]
ἀλλ [00005] [00054] [00082] [00145] [00155] [00156] [00157] [00158] [00174]
Ἀλλ [00054] [00133]
ἀλλὰ [00005] [00006] [00007] [00008] [00015] [00016] [00019] [00033] [00081] [00135]
ἀλλοτρίων [00100]
ἅλωσιν [00110]
ἀμείλικτος [00052]
ἄμεινον [00118]
ἀμετάβλητον [00174]
ἄμπελον [00082]
ἂν [00061] [00066] [00072] [00113] [00121] [00141] [00142]
ἄν [00036]
Ἂν [00090] [00120] [00122]
ἀναγκαίοις [00081]
ἀναγκαῖον [00006]
ἀναθέσθαι [00028]
ἀναίρεσις [00055]
ἀνάλισκε [00084]
ἀνάμενε [00087] [00117]
ἀναμένων [00152]
ἀναριθμή [00161]
ἀναρίθμητοι [00035]
ἀνασοβεῖ [00070]
ἀναστῶ [00142]
ἀναστῶσιν [00017]
ἀνάσχοισθε [00062]
ἀνδρείας [00090]
ἀνδροφόνον [00056]
ἀνδροφόνος [00052]
ἀνείλιττε [00149]
ἀνέμενεν [00147]
ἀνέμου [00076]
ἀνέμων [00052]
ἀνεπαυσάμην [00154]
ἀνεφάνησαν [00037]
ἀνηκέστῳ [00109]
ἀνὴρ [00125]
ἀνῄρει [00050]
Ἀνῄρηται [00032]
ἀνηρπάζετο [00134]
ἄνθρωπε [00163]
ἀνθρωπίνων [00019] [00118] [00149]
ἄνθρωπον [00107]
ἀνίατον [00040]
ἀνιμώμενος [00005]
ἀνοίας [00171]
ἀντέχετο [00160]
ἀντέχῃ [00121]
ἀντὶ [00094] [00101]
ἀοίδιμος [00125]
ἄπαις [00126] [00148]
ἀπαιτεῖ [00077]
ἀπαλλαγῇ [00063]
ἀπαλλαγῶσι [00018]
ἀπαλλάξω [00013]
ἅπαντα [00033] [00134]
ἅπαντες [00133]
ἁπάντων [00037] [00080]
ἅπασαν [00082] [00084]
ἀπεδίωκεν [00157]
ἀπέκτεινεν [00049]
ἀπέλαυσε [00129]
ἀπελείφθην [00009]
ἀπελθόντων [00121] [00172]
ἀπεναντίας [00054]
ἀπέπτη [00133]
ἅπερ [00159]
ἀπερίτρεπτος [00145]
ἀπέστρεψαν [00109]
ἀπῄειν [00013]
ἀπηλλαγμένη [00055]
ἀποθῇς [00077]
ἀπολαύειν [00158]
ἀπολαύσωμεν [00174]
ἀπολέσῃς [00079]
ἀπονοίας [00055]
ἀπότομος [00052]
ἀρκεῖ [00094]
ἄρκτοι [00069]
ἀρχὴν [00130]
ἄσπονδος [00052]
ἄστατον [00167]
ἄστρα [00171]
ἄσυλον [00055]
ἀσφάλεια [00055] [00130]
ἀσφαλείᾳ [00008] [00010]
ἀσφαλείας [00131]
ἀσφαλέστερον [00036]
ἀσφαλὴς [00031]
ἀτάραχος [00055]
ἀτιθάσσευτον [00052]
αὐλαῖς [00127]
αὔξουσι [00069]
Αὐρηλιανὸς [00001]
αὐτὰ [00101]
αὔτανδρον [00076]
αὐτῇ [00028]
αὕτη [00099]
αὐτῆς [00104]
αὐτὸ [00064]
αὐτοὶ [00046]
αὐτὸν [00052] [00071] [00132] [00152] [00152]
αὐτόν [00051]
αὐτὸς [00083] [00139]
αὐτός [00137]
αὐτοῦ [00051] [00167]
αὐτῷ [00130] [00131] [00134] [00139]
αὐτῶν [00045] [00046] [00046] [00149] [00169] [00172]
ἀφέξεσθε [00027]
ἀφίησι [00101]
ἀφικόμην [00011]
ἀφορήτοις [00145]
ἄφρων [00112]
ἀώρῳ [00135]


β [00038]
βαίνων [00048]
βαπτίζει [00073]
βάραθρον [00051]
βαρβάρου [00052]
βάσανοι [00140]
βασιλικαῖς [00127]
βέβαιον [00019]
βέβαιος [00031]
βιαίῳ [00135]
βίος [00055]
βιώσειεν [00036]
βλαστήματα [00101]
βλέπων [00159]
βούλει [00085]
βούλομαι [00124]


γ [00053]
γαλήνῃ [00086]
γαλήνη [00071]
γαλήνην [00005]
γαλήνης [00010]
γαληνὸς [00055]
γὰρ [00019] [00057] [00064] [00065] [00089] [00090] [00091] [00094] [00100] [00101] [00111] [00114] [00132] [00134] [00138] [00152] [00156] [00160] [00169]
γάρ [00006] [00055]
γαστέρας [00071]
Γαϊνᾶς [00001]
γεγόνασιν [00037]
γέμει [00020]
γέμων [00052]
γενέσθαι [00012] [00113]
γένηται [00113]
γενναῖος [00145]
γενναίως [00159]
γένοιτο [00061] [00175]
γενομένου [00161]
γηπόνοι [00082]
γίνεται [00067] [00068] [00071] [00075]
γίνομαι [00143]
γινόμενος [00139]
γινομένους [00005]
γλώττῃ [00042]
γνώμην [00174]
γυμνωθῇς [00080]
γυναικὸς [00129]
γυνὴ [00136]


δ [00102] [00142]
δὲ [00017] [00018] [00046] [00047] [00051] [00071] [00074] [00077] [00085] [00092] [00104] [00110] [00112] [00122] [00127] [00139] [00143] [00144] [00146] [00161] [00161] [00168] [00170] [00171] [00173]
δέ [00154]
δέδοικεν [00024]
δεδοικέναι [00104]
δεῖ [00015]
δεινά [00110]
δεινῶν [00018]
δεόμενος [00009]
δέον [00060]
δεσπότης [00052]
δέχεταί [00171]
δὴ [00009] [00041] [00070] [00075] [00083] [00093]
δῆλος [00033]
δήμιος [00139]
δήποτε [00029] [00166]
∆ιὰ [00009] [00041] [00159] [00172]
διὰ [00004] [00098] [00106] [00125] [00153]
διαβάλλοντες [00037]
διαβόλου [00125]
διάγων [00113] [00117]
διακειμένην [00118]
διακείμενος [00090]
διακοπτόμενον [00052]
διαλυομένου [00118]
διάνοιάν [00122]
διάνοιαν [00101]
διαπαντός [00059]
διαῤῥεῖ [00100]
διαῤῥέον [00167]
διασπείρεις [00071]
διατηροῦντες [00174]
διατρέχεις [00077]
διεγείρουσι [00069]
διέκοπτε [00158]
διηγήσασθαι [00124]
διηνεκῆ [00059]
διηνεκὴς [00055]
διηνεκῶν [00052]
διηνεκῶς [00171]
δικαίῳ [00136]
∆ιὸ [00150]
διοικήσεις [00090]
διορθούμενος [00005]
διώκετε [00056]
δοκοῦσιν [00036]
δολίως [00030]
δόξῃ [00116]
δόξης [00130]
δοραὶ [00035]
∆ραπέτης [00052]
δραπέτης [00048]
δρεπάνῃ [00101]
δρεψώμεθα [00174]
δύναμαι [00064]
δύναμιν [00082]
δυναστείας [00130]
δυνήσεται [00099] [00120]
∆ύο [00093]
δυσημερίας [00085]


ε [00123]
ἐὰν [00064]
Ἐὰν [00067]
ἑαυτῆς [00136]
ἑαυτῷ [00139] [00149]
ἐβάδιζεν [00152]
ἔβρυον [00139]
ἐγένετο [00126] [00127] [00127] [00128] [00148]
Ἐγένετό [00125]
ἐγκαλοῦντες [00037]
ἐγκαλῶν [00047]
ἐγὼ [00044] [00045] [00046] [00047]
ἐδεδοίκειν [00151]
ἔδει [00107]
ἔδειξε [00047]
ἐζήτουν [00047]
ἐθέμην [00162]
ἐθίσῃς [00122]
Εἰ [00062] [00085] [00156] [00157] [00161] [00171]
εἰ [00071] [00077] [00093] [00122] [00158] [00161] [00161] [00161]
εἴα [00156]
εἴγε [00107]
εἰδὼς [00149]
εἴθε [00049] [00050]
εἰκότως [00131]
εἰλικρινὴς [00055]
εἰμι [00006]
εἶναι [00036] [00063] [00171]
εἰπέ [00056]
εἶπεν [00155]
εἰρημένων [00054]
εἰρήνευσα [00154] [00155]
εἰρηνεύω [00155]
εἰρήνη [00130]
εἰς [00071] [00084] [00093] [00118] [00133] [00137]
ἐκ [00071] [00130]
ἑκάστην [00019] [00097]
ἕκαστος [00024] [00027]
ἐκεῖ [00130]
ἐκεῖνα [00010] [00133]
ἐκείνη [00107]
ἐκείνην [00056] [00128]
ἐκεῖνοι [00047] [00109]
ἐκεῖνον [00048]
Ἐκεῖνος [00025]
ἐκείνου [00133]
ἐκείνους [00011] [00013]
ἐκείνων [00017] [00018]
ἐκλείποντα [00168]
ἐκλείπων [00171]
ἐκπέσῃς [00078]
ἐκτεταμένη [00040]
ἔλαβεν [00010]
ἔλαττον [00104]
ἔλεγε [00025] [00150]
ἐλέγομεν [00041]
ἔλεγον [00041] [00048]
ἐλευσομένων [00109]
ἐλθὼν [00125]
ἔλπιζε [00085] [00088] [00097] [00116]
ἐλπίζετε [00026]
ἐλπιζομένων [00157]
ἐλπίζοντες [00109]
ἐλπίζων [00100] [00113] [00152]
ἐλπισθὲν [00092]
ἐμελέτησεν [00159]
ἐμφύλιος [00033] [00033]
ἐμῶν [00062]
ἐν [00008] [00008] [00010] [00026] [00036] [00036] [00062] [00069] [00081] [00082] [00082] [00082] [00085] [00086] [00087] [00088] [00089] [00089] [00100] [00113] [00115] [00116] [00117] [00122] [00127] [00127] [00128] [00128] [00145] [00155] [00174]
Ἐν [00115]
Ἓν [00103]
ἐναντία [00093] [00093] [00122]
ἐναντίων [00101] [00122]
ἔναυλα [00062]
ἔνδειαν [00089]
ἐνδιαίτημα [00139]
ἔνδοξος [00126]
ἐνδοὺς [00009]
ἐνεκάλουν [00041]
ἕνεκεν [00056] [00098]
ἐνέπτυον [00137]
ἐνταῦθα [00174]
ἐξάγεις [00071]
ἐξεβάλλετο [00139]
ἔξεε [00139]
ἐξέκλινεν [00111]
ἐξελθόντα [00047]
ἐξῆλθε [00001]
ἐξουρίας [00007] [00074]
ἐξωρίσθησαν [00001]
ἐπ [00161] [00169]
ἐπάγει [00092]
ἐπάλληλοι [00133] [00140]
ἐπανῆλθον [00004] [00010] [00012]
ἐπανισταμένων [00129]
ἐπέβαινον [00139]
ἐπεὶ [00107]
Ἐπεὶ [00072]
ἐπειδὴ [00010] [00106] [00172]
ἐπέλθῃ [00077]
ἐπελθοῦσαν [00090]
ἐπεμβαίνοντες [00144]
ἐπεποίθησα [00161]
ἐπέῤῥει [00130]
ἐπὶ [00026] [00047] [00051] [00072] [00075] [00093] [00093] [00108] [00135] [00159] [00159]
ἐπιβουλευούσης [00129]
ἐπίβουλος [00071]
ἐπίγεια [00171]
ἐπιδείκνυσθαι [00082]
ἐπιθύμει [00078]
ἐπίκαιρον [00149]
ἐπισκέπτου [00118]
ἐπιτάττων [00052]
ἐπιτιμῶν [00047]
ἐπιτιμῶντες [00047]
ἐπιτυχεῖν [00175]
ἐπιτύχωμεν [00174]
ἐπιφαύσκοντα [00168]
ἐπλούτει [00146]
ἐποίει [00157]
ἐρήμους [00051]
ἔρχεται [00106]
ἔρως [00040]
ἔσεσθαι [00148]
ἐσίγησα [00004]
ἐσκήνουν [00133]
ἑσπέρα [00142]
ἑσπέρας [00143]
ἔστη [00145]
ἔστι [00031]
ἐστὶν [00048] [00052]
ἐστιν [00030] [00055] [00169] [00170]
ἑστώτων [00006] [00015] [00016]
ἐσχάτης [00171]
ἐτάραξεν [00153]
ἐταράττετο [00159]
ἐτείχιζεν [00132]
ἕτερον [00104]
ἔτρεφε [00149]
εὐημερίᾳ [00113] [00115]
εὐημερία [00131] [00157]
εὐημερίαις [00085]
εὐημερίας [00093]
εὐκαταφρόνητος [00126]
εὐκληρία [00130]
εὐπορία [00055]
εὐσεβείας [00125]
εὐφραίνετο [00172]
εὐφραίνου [00164]
εὐφράνθην [00161]
ἐφείσαντο [00138]
ἔφην [00146]
ἐφίεται [00100]
ἐφοβούμην [00151]
ἔχθραν [00052]
ἐχθρὸς [00052]


ζωὴ [00055]


[00040] [00040] [00040] [00040] [00040] [00047] [00054] [00057] [00058] [00062] [00065] [00076] [00077] [00094] [00099] [00105] [00105] [00106] [00106] [00139] [00156] [00157] [00157] [00158]
[00036]
[00073]
ἡγουμένοις [00026]
ᾔδει [00172]
ᾔδειν [00167] [00167]
ἡδονὴ [00055]
ἡδονῆς [00174]
ἠθέλησας [00114]
ἠκόνησαν [00046]
ἤλγησε [00172]
ἦλθέ [00151]
ἦλθε [00154]
ἥλιον [00168]
ἥλιος [00171]
ἤλπιζεν [00148]
ἡμᾶς [00175]
ἡμεῖς [00041] [00173]
ἡμέρᾳ [00089]
ἡμέρα [00140] [00141]
ἡμέραν [00019] [00097]
ἡμέρας [00140]
ἡμέτερα [00047]
ἡμετέρων [00075]
ἡμῖν [00041] [00047]
ἡμῶν [00175]
ἦν [00130] [00139] [00146]
ἠνάγκαζεν [00158]
ἤνεγκε [00159]
ᾖς [00090]
ἡσυχάζειν [00156]
ἡσυχάζω [00155]
ἡσύχασα [00154]


θάλασσαν [00019]
θανάτῳ [00135]
θαῤῥεῖ [00024]
θαυμαστὸς [00125]
θελήσητε [00064]
Θεὸς [00132]
θεραπεῖαι [00130]
θεραπείας [00129]
θεραπεύοντες [00037]
θηρίον [00052] [00060] [00063] [00063] [00071]
θηρίου [00056]
θηριωδίας [00066]
θλιβερῶν [00105]
θορυβεῖ [00091]
θορυβεῖσθαι [00093]
θόρυβον [00092]
θορύβῳ [00062]
θορύβων [00020]
θυμὸν [00069]


Ἴδετε [00047]
ἴδοις [00072]
ἰδὼν [00159]
Ἱερουσαλὴμ [00110]
Ἰησοῦ [00175]
ἱκετεύων [00009]
ἵνα [00013] [00014] [00017] [00017] [00018] [00018] [00078] [00079] [00080] [00081] [00105] [00124] [00174]
Ἰουδαῖοι [00110]
ἱστορίαν [00124]
ἰσχύν [00161]
ἰσχύς [00065]
ἰχῶρας [00139]
ἰχῶρι [00139]
Ἰὼβ [00125]
Ἰωνᾶς [00108]


καθ [00019] [00097]
καθάπερ [00130]
καθάψονται [00122]
καθειργόμεναι [00069]
καιρὸν [00089]
καιρὸς [00025] [00030]
καιρῷ [00089]
καίτοι [00041]
κακοῦ [00111]
κακῶν [00109]
καλὰ [00093]
καλόν [00032]
καλῶς [00114] [00172]
κάμινος [00040]
κἂν [00062] [00077]
καπνοῦ [00118]
καπρίᾳ [00127]
καραδοκεῖν [00093]
καρπὸν [00174]
καρπῶν [00084]
κατ [00045] [00046] [00171]
καταδύει [00076]
καταιγὶς [00077]
καταλιμπάνει [00051]
καταλύων [00052]
καταπέσωσιν [00017]
κατασείσαντι [00135]
καταστέλλει [00101]
καταστέλλων [00005]
κατασφαγέντες [00135]
καταφιλοῦντες [00037]
κατεῤῥεῖτο [00139]
κατέταξα [00161]
κατέχει [00033]
κατεχόντων [00018]
κατεχώννυντο [00135]
κατηγόρων [00037]
κατηφείᾳ [00062]
κατορυττόμενος [00070]
κατώρθου [00107]
κεκρυμμένοι [00035]
κεκτημένους [00052]
κερδαίνεις [00093]
κερδᾶναι [00114]
κερδανεῖς [00103]
κίνδυνοι [00023]
κινδύνοις [00008]
κίνδυνον [00151]
κινδύνων [00055]
κλήμασιν [00082]
κλυδωνιζομένων [00007]
κοιμηθῶ [00141]
κοιμίζων [00005]
Κοινὸς [00006]
κολακεύοντες [00037]
κολάσεως [00055]
κοπρία [00139]
κρημνοὶ [00144]
κρημνοί [00021]
κρημνὸς [00052]
κτῆμα [00167]
κύμασιν [00145]
κύματα [00005] [00077]
κυμάτων [00052]
κυρίοις [00009]
Κυρίου [00175]
κωλύων [00101]


λαβὼν [00139]
λάμποντα [00171]
λαμπρᾷ [00128]
λέγει [00170]
λέγεις [00163]
λέγοντες [00041]
λέγοντι [00110]
λέγουσιν [00047]
λέγω [00046] [00095] [00124] [00141] [00142]
λέοντες [00069]
λέοντος [00070]
λίαν [00172]
λίθῳ [00161]
λιμένα [00005]
λιμὴν [00055] [00071]
λιμόν [00115]
λιμοῦ [00089]
λογιζόμενος [00149]
λογισμοῖς [00152]
λογισμῶν [00159]
λόγων [00062] [00065]
λοιπὸν [00133] [00139]
λυθῆναι [00009]
λύκοι [00035]
λυπηρὰ [00120]
λυπηροῖς [00018]
λυπηρόν [00130]
λυπηρῶν [00013] [00105] [00156]
λῦσαι [00011]


μαθήσῃ [00114]
μάθητε [00124]
μάθωμεν [00067]
μαινομένην [00019]
μακάριος [00125]
μακροῦ [00004]
μάλα [00131]
μάλιστά [00099]
μάλιστα [00051] [00093]
μᾶλλον [00036] [00047] [00070]
μανία [00040] [00058]
μάρτυς [00108]
μαχαίρᾳ [00135]
με [00156]
μέγα [00156]
μέγας [00125]
μέγεθος [00130]
μέγιστον [00103]
μεθ [00133]
μεθίστατο [00050]
μεθύειν [00093]
μελετηθέντα [00159]
μέλλεις [00093]
μελλόντων [00174]
μὲν [00017] [00018] [00046] [00047] [00091] [00093] [00103] [00122] [00137] [00144] [00168] [00171]
μετ [00128]
μεταβάλλειν [00064]
μεταβληθείη [00066]
μεταβολῇ [00174]
μεταβολὴν [00171]
μεταβολῆς [00093]
μετέβαινε [00049]
μέχρι [00143]
μηδὲ [00079] [00080]
μηδέποτε [00040]
μήτε [00093] [00093] [00173]
μήτηρ [00055]
μηχανήματα [00136]
μίγνυται [00112]
μικρὰ [00076]
μιμεῖται [00019]
Μνήσθητι [00089]
μοι [00056] [00151] [00151] [00154] [00161]
μόνιμα [00171]
μόνιμον [00167]
μόνον [00006] [00015] [00016] [00049]
μου [00138] [00161] [00162]
Μυρία [00034]
μυρία [00125]
μυρίας [00129] [00129]
μυρίοι [00133] [00144]
μυρίων [00052]


ναυάγια [00019]
ναυάγιον [00071]
ναυαγοῦντας [00005]
νενομισμένους [00080]
Νινευϊτῶν [00108]
νομίζειν [00171]
νόσημα [00040]
νόσον [00087] [00117] [00147]
νυκτὸς [00140]
Νῦν [00051]
νῦν [00037] [00041] [00062]
νὺξ [00140]


ξένα [00019]
ξίφει [00051] [00135]
ξίφη [00046]


[00025] [00025] [00040] [00047] [00048] [00070] [00071] [00071] [00101] [00108] [00112] [00125] [00125] [00125] [00125] [00125] [00132] [00139] [00144]
[00060] [00114]
[00100] [00113]
[00170]
ὄγκον [00073]
ὀδύναι [00140]
ὀδυνηθήσῃ [00121]
ὀδυνῶν [00143]
Οἱ [00037]
οἱ [00037] [00037] [00047] [00069] [00137] [00139] [00144]
οἰκέται [00135] [00137]
οἰκετῶν [00129]
οἰκίαν [00133] [00135]
οἰκίας [00139]
οἰκιῶν [00075]
οἰκουμένης [00040] [00125] [00125]
Οἷόν [00095]
οἴσεις [00090]
ὄκνῳ [00005]
ΟΜΙΛΙΑ [00001]
ὁμοῦ [00080]
ὅμως [00145]
ὂν [00151] [00151]
ὃν [00025]
ὀνειδιζόντων [00129]
ὄντα [00134]
ὄντας [00010]
ὄντων [00080]
ὄντως [00145]
ὀξυῤῥεπεστέραν [00118]
ὅπερ [00146]
ὁπλίζομαι [00045]
ὁπλιζόμενος [00042]
ὁρᾷς [00082]
ὀργή [00154]
ὀργήν [00069] [00109]
ὅρους [00080]
ὁρῶ [00168]
ὅσαπερ [00077]
ὄστρακον [00139]
ὅταν [00073] [00074] [00076] [00146]
ὅτε [00062] [00062] [00062] [00147] [00148]
Ὅτε [00001]
ὅτι [00048] [00082] [00124] [00146]
Ὅτι [00030] [00030] [00099] [00160] [00167]
Οὐ [00042]
οὐ [00005] [00006] [00041] [00043] [00085] [00092] [00100] [00100] [00100] [00106] [00107] [00122] [00124] [00135] [00167] [00169]
οὐδαμινωτέραν [00119]
Οὐδαμῶς [00165]
οὐδὲ [00121] [00122] [00155] [00160]
Οὐδεὶς [00024]
οὐδεὶς [00144]
Οὐδὲν [00019]
οὐδὲν [00019] [00118] [00130]
οὐδενὶ [00024]
οὐδέποτε [00052]
Οὐκ [00031] [00048] [00155] [00155] [00155] [00164]
οὐκ [00031] [00046] [00047] [00100] [00101] [00104] [00113] [00114] [00138] [00153] [00156] [00159] [00171]
οὖν [00039] [00056] [00063] [00066] [00068] [00103]
οὐρανὸν [00171]
Οὔτε [00154]
οὔτε [00033] [00120] [00120] [00154] [00154] [00172] [00172]
Οὗτος [00126]
οὗτος [00033] [00127] [00128] [00129]
οὕτω [00016] [00070] [00090]
Οὐχ [00082]
οὐχ [00054]
οὐχὶ [00007] [00008] [00015] [00016]


παιδαγωγοῦ [00101]
παῖδες [00135]
παίδων [00130] [00148]
πάλαι [00159]
παλαιάν [00124]
παλαίσματα [00159]
πάλιν [00004] [00010] [00016] [00142]
Πάντα [00020] [00130]
πάντα [00021] [00022] [00023] [00046] [00133] [00144] [00145]
πάντας [00175]
πανταχόθεν [00052] [00132]
πανταχοῦ [00034] [00035] [00040] [00125]
πάντες [00062] [00133]
πάντοθεν [00139]
παντὸς [00056] [00078]
πάντοτε [00070]
πάντων [00006] [00039] [00125]
παρ [00149]
παρα [00118]
παραγένηται [00105]
παραγένοιντο [00122]
παραγενομένης [00104]
παραγενόμενος [00153]
παραδίδωσι [00051]
παρακαλῶν [00009] [00144]
παραπαίειν [00093]
παρδάλεις [00069]
παρεγενόμην [00014]
παρελθόντα [00009]
παρελθόντι [00155]
παρεσκεύαζεν [00156]
παρέσονται [00122]
πάρεστιν [00025] [00106]
παρῆν [00131]
παρόντα [00158] [00159]
παρόντων [00121] [00160] [00172]
παρὼν [00101]
πᾶς [00030] [00030]
πάσης [00139]
πατὴρ [00006] [00148]
παύῃ [00042] [00043]
παυσόμεθα [00041]
πεῖρα [00047] [00105] [00106]
πείρας [00094] [00114]
πεισθέντες [00110]
πέλαγος [00052]
πένης [00113] [00113] [00126]
πενήτων [00071]
πενίᾳ [00173]
πενία [00054]
πενίαν [00088] [00090] [00097] [00100] [00115] [00146]
πεπηγότα [00171]
πεποιθώς [00112]
πεπτωκότων [00006] [00015] [00016]
περὶ [00002] [00040] [00058]
περιβολὴ [00130]
περιιὼν [00009]
περίκοπτε [00081] [00084]
περικόπτων [00101]
περιουσία [00130]
περιπεσεῖν [00109]
περιπέσητε [00014]
περιπέσωσι [00018]
περιῤῥέοντός [00164]
περίστασις [00076]
περιτέμνουσιν [00082]
περιττὰ [00079]
περιττὸν [00081]
πηγαὶ [00139]
πηγῶν [00130]
πιεζώμεθα [00173]
πικρότεροι [00037]
πιστεύετε [00026]
πλείονος [00078]
πλέοντας [00010]
πληγῇ [00128]
πλήρης [00143]
πλησίον [00024] [00027]
πλησμονῆς [00089]
πλοίων [00072]
πλούσιος [00126]
πλουτεῖς [00096]
πλουτῇς [00081]
πλοῦτον [00090]
πλοῦτος [00048] [00070] [00131]
πλούτου [00089] [00161] [00164]
πλουτούντων [00042]
πλούτῳ [00088] [00100] [00115] [00173]
πνεύματι [00135]
ποίει [00083]
ποιῶ [00046]
πολεμίαν [00056]
πολέμιοι [00037] [00047]
πολεμίοις [00036]
πολέμιον [00059]
πολέμιος [00052]
πόλεμος [00033]
πολεμῶ [00044]
πολεμῶν [00043] [00051]
πόλεως [00001]
Πολλαὶ [00035]
πολλάκις [00122]
πολλῆς [00010] [00090] [00090]
πολλοὶ [00041]
πολλοῦ [00161]
Πολὺν [00004]
πολὺν [00092]
πολύπαις [00126]
πολυτελεῖ [00161]
πονηρὰ [00101]
πονηρός [00030]
πονηρῷ [00135]
πορεύεται [00030]
ποταμίων [00118]
Πότε [00141] [00142]
πράγματα [00156]
πραγμάτων [00019] [00047] [00047] [00076] [00118] [00149] [00159] [00174]
πρόβατον [00071]
προβάτων [00035]
προδότης [00051]
προειλημμένα [00159]
Προλαμβανέτω [00105]
προῤῥήσει [00109]
Πρὸς [00011] [00013]
πρὸς [00004] [00005] [00010] [00012] [00014] [00048] [00052] [00079] [00145] [00152]
προσβολὴ [00076]
προσδόκα [00086] [00115] [00115]
προσδοκηθὲν [00091]
προσδοκίᾳ [00109] [00122] [00159]
προσδοκία [00094] [00099] [00105] [00106] [00156]
προσδοκίας [00101] [00114]
προσδοκωμένοις [00018]
προσδοκωμένων [00158]
προσδοκῶν [00152]
προσεδόκα [00146]
προσῆγε [00136]
προσπεσὸν [00091]
προστασίας [00051]
προστάτης [00071]
προσωπεῖα [00034] [00037]
πρόσωπον [00137]
προσώπου [00138]
πρότερον [00041]
προφήτῃ [00110]
προφήτης [00025] [00108]
προφήτου [00109]
πρωΐ [00143]
πρώην [00037] [00041]
πτέρνῃ [00030]
πτερνιεῖ [00030]
πτυέλου [00138]
πτώματα [00062]
πτωχείαν [00088] [00089]
Πῶς [00063] [00066] [00068]
πῶς [00047] [00061] [00067] [00171]


ῥᾳδίως [00077]
ῥᾳθυμίᾳ [00005]
ῥευμάτων [00118]
ῥήματα [00047]
ῥίζα [00055]
ῥίζῃ [00082]
ῥίψαντες [00037]


Σατορνῖνος [00001]
σαυτῷ [00059]
σβεννυμένη [00040]
σε [00099] [00120]
σελήνη [00171]
σελήνην [00168]
σκάφος [00073] [00076]
σκιᾶς [00118]
σκόπελοι [00021] [00144]
σκόπελος [00052] [00071]
σκότους [00071]
σκότῳ [00069]
σκυθρωπὰ [00010]
σκυθρωποῖς [00014]
σκωλήκων [00128] [00139]
σοι [00164]
σου [00028] [00122] [00122]
Σοφὸς [00111]
σπεύδων [00005]
σπιλάδες [00022]
σπουδὴν [00084]
στεφανίτης [00125]
στήσας [00125]
στολῇ [00128]
στοχαζόμενος [00124]
συγκατοικίζεις [00059]
συγκλειόμεναι [00069]
συγκλειόμενος [00070]
συγκοίτου [00028]
συμβὰν [00092]
συμβάντα [00159]
σύμμετρον [00074]
συμποσίου [00135]
συμφέρον [00047]
συμφορὰ [00062]
συμφορᾷ [00109]
συμφοράν [00009]
συνάγαγε [00079]
συναγάγῃς [00076]
συνεσκιασμένος [00033]
συνεχεῖς [00133]
Συνεχῶς [00118]
συνεχῶς [00043] [00047]
συνήντησέ [00151]
σφόδρα [00107] [00121] [00122] [00160]
σώματος [00005] [00130]
σωφρονίζει [00101]
σωφροσύνης [00090]


Τὰ [00134]
τὰ [00005] [00010] [00037] [00046] [00047] [00047] [00058] [00062] [00076] [00077] [00079] [00079] [00084] [00093] [00093] [00093] [00099] [00101] [00110] [00120] [00120] [00122] [00136] [00156] [00158] [00159] [00159] [00171] [00171]
ταῖς [00085]
ταπεινοφροσύνης [00055]
ταπεινῶσαι [00120]
ταράττει [00091]
ταράττεσθαι [00093]
ταραχὰς [00005]
ταραχῆς [00020]
τὰς [00005] [00071] [00085]
Ταῦτα [00173]
ταῦτα [00009] [00041] [00047] [00093] [00120] [00124] [00129] [00136] [00159] [00159]
ταύτην [00056] [00149] [00158]
ταύτης [00107]
τάχα [00025]
ταχέως [00113]
τε [00090] [00090]
τέλος [00010]
τῇ [00042] [00082] [00086] [00087] [00109] [00109] [00122] [00159] [00174]
τὴν [00004] [00009] [00040] [00052] [00056] [00056] [00056] [00069] [00076] [00079] [00082] [00082] [00084] [00084] [00101] [00109] [00110] [00118] [00122] [00130] [00133] [00135] [00149] [00149] [00157] [00172] [00174]
τήν [00090]
τῆς [00001] [00010] [00028] [00032] [00040] [00051] [00066] [00079] [00090] [00090] [00093] [00093] [00094] [00101] [00101] [00114] [00114] [00125] [00125] [00125] [00135] [00139] [00174] [00174]
Τί [00029] [00039] [00059] [00163] [00166]
τί [00060] [00098] [00160]
τι [00095]
τιθασσεύειν [00060]
τιμαὶ [00130]
τινα [00124] [00171]
τινὶ [00005] [00101]
Τίνος [00056] [00098]
τινὸς [00052]
τινος [00101]
τις [00036] [00125]
Τὸ [00091]
τὸ [00032] [00040] [00047] [00051] [00060] [00063] [00071] [00071] [00073] [00073] [00076] [00081] [00092] [00093] [00104] [00137] [00146] [00149] [00167] [00167] [00171]
τοιαύτη [00065]
τοίνυν [00078] [00105] [00115]
τοιούτοις [00043]
Τοιοῦτον [00057]
τοιοῦτόν [00170]
τοιοῦτον [00054] [00058]
τοῖς [00009] [00014] [00018] [00036] [00051] [00081] [00082] [00082] [00152]
τοις [00162]
τὸν [00005] [00009] [00011] [00024] [00069] [00092] [00107] [00149] [00174]
τόν [00090]
τοσαῦτα [00077]
τοσούτῳ [00145]
τοσούτων [00148]
τοῦ [00027] [00028] [00063] [00071] [00078] [00078] [00082] [00109] [00125] [00135] [00164] [00175]
τοὺς [00005] [00005] [00010] [00010] [00052] [00080] [00139]
Τοῦτο [00075] [00083]
τοῦτο [00041] [00072] [00103] [00106] [00114] [00146] [00153] [00159] [00172]
τούτοις [00044] [00051]
τοῦτον [00149]
τούτου [00048] [00104] [00108]
Τούτων [00040]
τούτων [00017] [00018] [00037] [00121] [00146] [00160]
τραπέζης [00135]
τρεχούσης [00119]
τρόμοι [00023]
τρόπαια [00125]
τρυφᾷν [00157]
τρυφὴ [00055]
τυγχάνων [00115]
τυραννὶς [00040]
τύραννος [00052]
τυφοῦται [00100]
τυχοῦσα [00076]
τῷ [00051] [00088] [00101] [00110] [00136] [00155]
τῶν [00006] [00006] [00007] [00007] [00008] [00008] [00013] [00015] [00015] [00016] [00016] [00018] [00019] [00035] [00040] [00042] [00047] [00047] [00054] [00062] [00065] [00071] [00072] [00075] [00075] [00076] [00080] [00084] [00100] [00101] [00105] [00105] [00108] [00109] [00118] [00118] [00121] [00122] [00125] [00149] [00156] [00157] [00158] [00159] [00159] [00160] [00174] [00174]


ὕβρεις [00129]
ὑγείᾳ [00087] [00117]
ὑγίαινε [00147]
ὑγίεια [00130]
ὑμᾶς [00010] [00012] [00014]
ὑμεῖς [00064]
ὑμετέραν [00004]
ὑμῖν [00124]
ὑπέμεινεν [00129]
ὑπὲρ [00037] [00037] [00046] [00073] [00076]
ὑπέρβαινε [00080]
ὑπερβολῆς [00133]
ὑπέστησαν [00110]
ὑπὸ [00052]
ὑποβρυχίους [00005]
ὑπογράφων [00025]
ὑποψίαι [00023]
ὕστερον [00133]
ὕφαλοι [00022]


φέρεται [00074]
φερομένων [00007]
φεύγοντες [00056]
φησὶ [00089]
φησί [00165]
φησὶν [00061] [00168]
φησιν [00137] [00140] [00160]
φθίνουσα [00171]
φθίνουσαν [00168]
φιλανθρωπίᾳ [00175]
φιλαργυρία [00057]
φιλαργυρίαν [00040]
φιλαργυρίας [00002] [00101]
φίλοι [00137]
φίλοις [00026] [00036]
φίλος [00030] [00031]
φιλοσοφῇς [00120]
φιλοσοφίας [00055] [00174]
φιλοῦσιν [00051]
φίλων [00129]
φοβηθεὶς [00111]
φόβοι [00023]
φόβον [00149]
Φόβος [00151]
φόβος [00101]
φόβῳ [00101]
φορὰν [00084]
φορτίον [00073]
φρικωδεστέρα [00140]
φρονεῖν [00156]
φροντίζειν [00006] [00015]
φροντὶς [00158]
φυῆναι [00101]
φύλαξον [00028]
φύλλα [00084]
φύλλοις [00082]
φυσῆσαι [00120]
φύσιν [00118] [00149] [00172]
φυσώμεθα [00173]
φυτοῦ [00082]


χαλεπά [00019]
χαλεπόν [00067] [00068]
χαλεπὸς [00051]
χαλεπῶς [00052] [00172]
χαλεπωτέρα [00140]
χαλεπωτέραν [00056]
χαλεπώτερος [00052]
χαλινὸς [00055]
χάριτας [00037]
χάριτι [00175]
χαυνοῦται [00100]
χειμῶνα [00005] [00011] [00012] [00086]
χειμῶνες [00133]
χειμῶνι [00145]
χεῖρά [00162]
χειραγωγῆσαι [00005]
χεῖρας [00037]
χειροῆθες [00061]
χθὲς [00037]
χρεία [00077]
χρείαν [00076] [00079]
χρείας [00079]
χρήματα [00058] [00076]
χρημάτων [00040] [00130]
χρηστά [00120]
χρηστῶν [00121] [00160]
Χριστοῦ [00175]
χρόνον [00004] [00009]
χρόνῳ [00155]
χρυσίον [00161]
Χωρίον [00055]


ὠδίνει [00019]
ὡμολόγουν [00037]
ὢν [00051] [00100] [00115] [00116]
ὧν [00037] [00175]
ὥπλιζε [00136]
ὠρύεται [00070]
ὡς [00109] [00142]
ὥς [00137] [00140]
Ὡς [00141]
ὥσπερ [00069] [00069] [00101]
Ὥσπερ [00015] [00069]
ὥστε [00011] [00012] [00082]
ὠφελῆσαι [00099]