Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀκουόντων [194]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀκουόντων


000-00-00 Serial Number=0314874053
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00004]  ∆εῖ γὰρ, οἶμαι, τὸν μέλλοντά τι γενναῖον εἰς τὴν ὑπόθεσιν ταύτην ἐρεῖν, αὐτὸν πρὸ τῶν ἄλλων ἁπάντων μάλιστα πεπυρῶσθαι τῷ ζήλῳ τούτῳ καὶ ἀναζεῖν, ὥστε τοὺς περὶ τούτων προφερομένους λόγους παντὸς πεπυρακτωμένου σιδήρου σφοδρότερον εἰς τὰς τῶν ἀκουόντων ἐμπίπτειν ψυχάς.
000-00-00 Serial Number=0389221251
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00670]  οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι τὰς ἁμαρτίας, οὕτως ἐξαγγέλλουσι τὰς αὑτῶν, ἀλλ' αὐτὸ τοῦτο οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμοσύνῃ θηρώμενοι·
000-00-00 Serial Number=0148296356
Ad populum Antiochenum Ante [Go Back]  
 [00557]  Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται.
 [00558]  Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν αὐτὸν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ μετὰ τῆς οἰκείας δυνάμεως.
 [00667]  Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε.
 [00674]  ∆ιὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφόδρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλλαγῆναι σπουδῆς.
 [01186]  Οὐ γὰρ οὕτως ἀνακινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τὴν δυσωδίαν δεχομένων ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνα [49.56] κινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν.
 [01957]  Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων.
 [03941]  Καὶ ὅτε μὲν ἠλέγχετο δημοσίᾳ πάντων ἀκουόντων, ἤνεγκε γενναίως τὴν ἐπιτίμησιν ὁ τύραννος, ὅτε δὲ εἰς ὅρκων ἀνάγκην ἑαυτὸν ἐνέβαλε, τότε τὴν μακαρίαν ἐκείνην ἀπέτεμε κεφαλήν.
000-00-00 Serial Number=0612220943
Adversus Judaeos Ante [Go Back]  
 [00444]  Ἀλλὰ μὴ γένοιτο μηδένα τῶν ταύτης ἀκουόντων τῆς συμβουλῆς, τοιαύτην ἁμαρτίαν ποτὲ ἁμαρτεῖν, ὥστε προδοῦναι ἀδελφὸν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
 [01354]  τὸ δὲ ἐν ἀρχῇ τῆς διδασκαλίας, ἄρτι τῆς πίστεως καταβληθείσης, καὶ τῆς διανοίας τῶν ἀκουόντων ἁπαλωτέρας οὔσης, τοσούτους συῤῥαγῆναι πολέμους, καὶ μὴ μόνον μηδὲν ἐλαττωθῆναι τὰ καθ' ἡμᾶς πράγματα, ἀλλὰ καὶ ἐπιδοῦναι πλέον, τοῦτό ἐστι τὸ παντὸς θαύματος ἔχον ὑπερβολήν.
 [02839]  Ἐπὶ τούτοις ἕψονται κρότοι πολλοὶ παρὰ τῶν ἀκουόντων, πάντων ἐκπληττομένων, τὸν Θεὸν δοξαζόντων.
 [02843]  Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ·
000-00-00 Serial Number=0934497476
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00367]  Ταῦτα λέγων, καὶ προκυλινδείσθω τῶν ποδῶν τῶν ἀκουόντων, καὶ καταπασσέσθω τέφραν ἐπὶ τῆς κεφαλῆς, καὶ αἰσχυνέτω τῇ κόνει τὸ πρόσωπον, καὶ παρακαλείτω πάντας ὀρέξαι χεῖρα, κατατιλλέτω τὴν πολιάν.
 [00803]  ἑτέρωθι δὲ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τὰς τῶν ἀκουόντων κατασείει ψυχάς·
000-00-00 Serial Number=0013016999
Catecheses ad illuminandos Ante [Go Back]  
 [00908]  Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀποκλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης·
000-00-00 Serial Number=0078911066
Commentarius in Job Ante [Go Back]  
 [02529]  [13,17a] ἀκούσατέ μου τὰ ῥήματα, [17b] ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
 [03757]  [1f1fβφ] φἐρῶ γὰρ ὑμῶν ἀκουόντων.
000-00-00 Serial Number=0664370954
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00069]  τὸ δὲ κήρυγμα τὸ ἡμέτερον οὐ μετὰ τὸ διαδοθῆναι πανταχοῦ καὶ στῆναι βεβαίως ἔσχε τοὺς πολεμοῦντας, ἀλλὰ πρὶν ἢ παγῆναι καὶ φυτευθῆναι ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐξ αὐτῶν τῶν προοιμίων πρὸς ἅπασαν ἠναγκάζετο παρατάττεσθαι τὴν οἰκουμένην·
 [00095]  Τίς οὕτως ἐμεμήνει τῶν ταῦτα ἀκουόντων ὡς ψιλοῖς ῥήμασι πιστεῦσαι περὶ πραγμάτων τοιούτων;
 [00145]  Ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ τοῦτο ἀπαγγελθὲν ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ διαναστῆσαι καὶ ἐκπλῆξαι τὰς τῶν ἀκουόντων ψυχάς.
 [00429]  Οὐκ ἦσαν τῶν Ἑλλήνων σοφώτεροι τῶν ταῦτα ἀκουόντων καὶ οὐκ ἀφισταμένων τῆς ἀπάτης;
000-00-00 Serial Number=0496065021
De Christi precibus Ante [Go Back]  
 [00040]  καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστὸς, ἀλλὰ πολλαχοῦ καὶ ταπεινοφρονεῖν διδάσκων.
 [00041]  Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας.
 [00225]  Οὐκ ὀργισθήσῃ, ἔδοξεν ἂν βαρὺ τὸ λεγόμενον εἶναι διὰ τὴν ἀπόνοιαν τῶν ἀκουόντων μηδέπω συνιέναι δυναμένων, ὅτι οὐκ ἀνατρέπων τὰ πρότερα, ἀλλ' αὔξων ταῦτα ἐνομοθέτει·
000-00-00 Serial Number=0424261630
De Davide et Saule Ante [Go Back]  
 [00026]  τὸ δὲ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ὁ νόμος συνεχώρει ὀφθαλμὸν ἐξορύττειν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι τὸν ἀδικήσαντα, φανῆναί τινα [54.678] ὑπερβάντα τὰ μέτρα τῶν προσταγμάτων, καὶ πρὸς τὴν ἀποστολικὴν φθάσαντα φιλοσοφίαν, τίνα μὲν οὐκ ἂν ἐκπλήξειε τῶν ἀκουόντων;
000-00-00 Serial Number=0807335377
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00093]  Ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, καὶ διεγείρει τὰ φρονήματα τῶν ἀκουόντων, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ.
000-00-00 Serial Number=0842623413
De Lazaro Ante [Go Back]  
 [00020]  Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι' ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης,
 [00134]  Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι τὸ μέλλον ἀγνοοῦμεν, ὅθεν οὐδὲ διισχυρίζεσθαι δυνάμεθα περὶ τῶν ἀκουόντων, εἴτε πεισθήσονται, εἴτε ἀπειθήσουσι τοῖς παρ' ἡμῶν λεγομένοις·
 [00900]  Οὐ γὰρ πρὸς κενοδοξίαν, καθάπερ οἱ ἔξωθεν, ἀλλὰ πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ταῦτα πάντα συνέθηκαν οἱ παρὰ τὴν ἀρχὴν καταξιωθέντες τῆς τοῦ Πνεύματος χάριτος.
 [02569]  Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ·
 [02653]  Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων πρὸ τοῦ τέλους μακαρίσαι αὐτὸν ἀνάσχηται, ἀλλὰ ἀναμεινάτω τῶν πραγμάτων τὸ τέλος, καὶ τότε οἴσει τὴν ψῆφον.
000-00-00 Serial Number=0120731473
De Melchisedech Ante [Go Back]  
 [00023]  Ὅτι γάρ ἐστιν, εὔκολον φύσει [56.258] λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.
 [00031]  Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν ἀκουόντων.
 [00034]  Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν;
000-00-00 Serial Number=0321990788
De consubstantiali Ante [Go Back]  
 [00084]  Ἔστι καὶ ἑτέρα μετὰ ταύτην αἰτία, ἡ ἀσθένεια τῶν ἀκουόντων, καὶ τὸ μὴ δύνασθαι τότε πρῶτον αὐτὸν ἰδόντας, καὶ τότε πρῶτον ἀκούοντας, τοὺς ὑψηλοτέρους τῶν δογμάτων δέξασθαι λόγους.
 [00126]  ∆ιὰ τοῦτο πολλὰ καὶ πολλάκις ἀνθρωπίνως ἐφθέγγετο, καὶ πάλιν οὐκ ἀνθρωπίνως, ἀλλὰ θεοπρεπῶς, καὶ τῆς εὐγενείας ἄξια τῆς ἑαυτοῦ, τὸ μὲν τῇ τῶν ἀκουόντων συγκαταβαίνων ἀσθενείᾳ, τὸ δὲ τῆς τῶν δογμάτων προνοῶν ὀρθότητος.
 [00287]  Ἐβουλόμην καὶ ταῖς λοιπαῖς αἰτίαις ἐπεξελθεῖν, καὶ δεῖξαι ἐπ' αὐτῶν τῶν πραγμάτων, ὅτι ὥσπερ ἐνταῦθα τὴν ἀσθένειαν τῆς σαρκὸς ἐλέγχων ηὔξατο, οὕτω καὶ ἀλλαχοῦ πάλιν τὴν ἀσθένειαν τῶν ἀκουόντων διορθούμενος·
000-00-00 Serial Number=0048962355
De eleemosyna [2] Ante [Go Back]  
 [00160]  γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.
 [00216]  Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων.
000-00-00 Serial Number=0563299119
De incomprehensibili dei natura Ante [Go Back]  
 [00305]  Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα;
000-00-00 Serial Number=0872034431
De jejunio et eleemosyna Ante [Go Back]  
 [00008]  Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι·
000-00-00 Serial Number=0578091681
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00688]  Ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων τὴν σωτηρίαν.
000-00-00 Serial Number=0000630379
De mutatione nominum Ante [Go Back]  
 [01119]  Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου.
 [01241]  οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θεμέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐῤῥιζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται.
000-00-00 Serial Number=0798382938
De negatione Petri Ante [Go Back]  
 [00216]  Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων.
000-00-00 Serial Number=0146519303
De paenitentia [1] Ante [Go Back]  
 [01625]  Συνεῖδεν ὅτι δύσκολόν ἐστι τὸ ἐπίταγμα, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων.
000-00-00 Serial Number=0065428078
De paenitentia sermo 1 Ante [Go Back]  
 [00418]  οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρῃζόντων, ἀεὶ ἐννοεῖτε τῶν παρισταμένων ἐξ εὐωνύμων, καὶ μετ' αἰσχύνης πολλῆς κάτω νευόντων, καὶ ἀκουόντων τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ φρίξατε·
 [00485]  καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ' ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων·
000-00-00 Serial Number=0856248140
De prophetiarum obscuritate Ante [Go Back]  
 [00020]  Ὅτι γὰρ ἔστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.
 [00026]  Ἐμοὶ, φησὶ, δυσερμήνευτος, οὐ παρὰ τὴν οἰκείαν δυσκολίαν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων.
 [00029]  Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ' ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸν οὐ δύσκολον ἐποίησεν;
 [00314]  Τὸ δικαστήριον τῶν ἀκουόντων κατηγόρους εἶχε πάντας.
 [00391]  οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ καταπειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέγοντος πενίαν ἀποκρυπτούσης.
 [00406]  καὶ μίαν τέως εἰρήκαμεν αἰτίαν, τὴν θηριωδίαν τῶν ἀκουόντων, καὶ μάρτυρα παρηγάγομεν τὸν Παῦλον λέγοντα, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.
 [00408]  ἀλλ' οὔτε τοῦ νομοθέτου ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων.
 [00900]  Ταῦτα οὐχ ὑπὲρ τῶν κακῶς ἀκουόντων, ἀλλ' ὑπὲρ τῶν κακῶς λεγόντων δεδοικὼς λέγω καὶ διαμαρτύρομαι.
000-00-00 Serial Number=0528648794
De resurrectione mortuorum Ante [Go Back]  
 [00234]  Καὶ οὐχ ἁπλῶς εἶπεν, Οἶδα, ἀλλ', Οἴδαμεν, καὶ τὴν τῶν ἀκουόντων προσλαμβάνων γνώμην.
000-00-00 Serial Number=0314364314
De sacerdotio Ante [Go Back]  
 [00498]  Ἐγὼ μὲν γὰρ ἐκ τῶν εἰρημένων τοσαύτην εὐλάβειαν οἶμαι τὰς τῶν ἀκουόντων κατασχεῖν ψυχὰς ὡς μηκέτι τοὺς φεύγοντας, ἀλλὰ τοὺς ἀφ' ἑαυτῶν προσιόντας καὶ σπουδάζοντας ταύτην ἑαυτοῖς κτήσασθαι τὴν τιμὴν ἀπονοίας καὶ τόλμης κρίνειν.
 [01177]  ἄν τε τοῦτο καλῶς κατορθώσας τὸ μέρος τῆς ἀπὸ τῶν κρότων δόξης ἡττώμενος τύχῃ, εἰς ταὐτὸν πάλιν περιΐσταται τὰ τῆς ζημίας αὐτῷ τε καὶ τοῖς πολλοῖς, πρὸς χάριν τῶν ἀκουόντων μᾶλλον ἢ πρὸς ὠφέλειαν λέγειν μελετῶντι, διὰ τὴν τῶν ἐπαίνων ἐπιθυμίαν.
000-00-00 Serial Number=0735965312
De sancta trinitate Ante [Go Back]  
 [00204]  Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόντων·
000-00-00 Serial Number=0572419643
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00239]  Εἰ καὶ βαθέα τὰ παλαίσματα, καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ὁ λόγος καὶ τῆς δυσχερείας τῶν ἀκουόντων περιγινόμενος, καὶ τὸ καῦμα τῇ δρόσῳ τῆς διδασκαλίας παραμυθεῖται·
000-00-00 Serial Number=0446784675
De virginitate Ante [Go Back]  
 [00273]  Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ' ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἵν' ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν τὰς ψυχὰς χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης·
 [00561]  Τὸ δὲ ἀληθὲς λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό.
 [01014]  Τοῦτο δὲ ποιεῖ οὐκ ἀμφιβάλλων περὶ τοῦ πράγματος ἄπαγε ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος.
 [01710]  Ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι, καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίσῃ.
 [01774]  Ἀλλ' ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελὲς ταῦτα ἔγραφε λέγων·
000-00-00 Serial Number=0610005498
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01047]  παρθενεύειν δὲ οὐκ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν ἐν τῇ τῶν ἀκουόντων κεῖσθαι προαιρέσει, εἰπὼν, Ὁ δυνάμενος χωρεῖν, χωρείτω.
 [01477]  καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ πανταχοῦ τοῖς ἀκροαταῖς ἐκζητοῦντα, ἢ τὴν τῶν ἀκουόντων ὑπιδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν διὰ τῆς ἀκαίρου ταύτης χάριτος.
 [01494]  Ὁ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ αὐτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι·
 [01992]  Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολλοὺς ἐθορύβησεν, ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος, πρὸ ὑμῶν.
 [02313]  ἑνός μοι μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων.
 [02752]  Εἰ δὲ ἐνταῦθα τοσοῦτοι οἱ ἔπαινοι, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων, παρελθὼν ὁ Χριστὸς καὶ τῆς χειρός σου λαβόμενος, εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων, εἴπῃ·
 [03577]  Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα.
 [03867]  Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται.
 [03868]  Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ, μετὰ τῆς οἰκείας δυνάμεως.
 [05472]  καὶ ἐγκαλλωπίζομαι τούτῳ, ἵνα τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν.
 [06775]  Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας.
 [08339]  Τῆς ἀκροάσεως τῶν θείων Γραφῶν ἔχεσθε, καὶ μὴ λογομαχεῖτε εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
 [08545]  Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν, καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν, καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
 [08565]  Προφητεία ἦν τὸ λεγόμενον, καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς ταῦτα μαθόντες, καὶ τὰ βιβλία πάντα κατακαύσωσιν.
 [09096]  ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων τὴν σωτηρίαν.
000-00-00 Serial Number=0948895276
Epistula ad abbatem Ante [Go Back]  
 [00082]  Φεύγετε τοὺς θέλοντας ὑμᾶς ἀπασχολεῖν σοφιζομένους τινὰς οὐδὲν χρήσιμον ἀπὸ πολλῶν ἀναγνωσμάτων ἐπὶ διαστροφῇ τῶν ἀκουόντων.
 [00178]  Αὐτὸς γάρ ἐστιν, ὁ καὶ ἐν ἀλόγοις ζῴοις ἐν καιρῷ εὐθέτῳ ἀνθρωπίνην φωνὴν χαρισάμενος, ὡς καὶ ἐν Ῥώμῃ τῷ κυνὶ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, οὐ διὰ τὴν ἁγιότητα τοῦ κυνός, ἀλλὰ διὰ τὴν πίστιν τῶν ἀκουόντων.
000-00-00 Serial Number=0884069204
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00391]  ἀλλ' ἀφῆκεν ἐν τῇ τῶν ἀκουόντων κεῖσθαι προαιρέσει εἰπών·
 [01260]  Ἐπειδὴ δὲ ἔπραξε τὴν ἁμαρτίαν καὶ τὸ ἀργύριον ἔλαβε καὶ ἡ ἡδονὴ μὲν ἐπαύσατο τοῦ λήμματος, ἡ δὲ κατηγορία τοῦ πλημμελήματος ἤνθει λοιπόν, τότε μηδενὸς ἀναγκάζοντος, μηδενὸς βιαζομένου, μηδενὸς παραινοῦντος, αὐτόματος ἀπελθών, τό τε ἀργύριον προσέρριψε τοῖς δεδωκόσι καὶ τὴν παρανομίαν ὡμολόγησεν αὐτοῦ, ἀκουόντων ἐκείνων λέγων·
000-00-00 Serial Number=0910517633
Expositiones in Psalmos Ante [Go Back]  
 [01154]  Οὐ γὰρ πρὸς τὴν ἀξίαν τὴν ἑαυτοῦ φθέγγεσθαι ἐσπούδαζεν, ἀλλὰ πρὸς τὴν ὠφέλειαν τῶν ἀκουόντων.
 [02191]  ∆ιὰ τὴν τῶν ἀκουόντων παχύτητα, καὶ ὥστε τοῖς ὀνόμασι τοῖς συντρόφοις τῶν ὅπλων κατασεῖσαι αὐτῶν τὴν διάνοιαν.
 [02193]  Ἀλλ' ὅπερ ἔφθην εἰπὼν, διὰ τὴν παχύτητα καὶ τὴν ἀναισθησίαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται.
 [02206]  Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν ἀκουόντων, λέγων·
 [02866]  καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος.
 [03061]  Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων·
 [04629]  καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος.
 [04824]  Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων·
000-00-00 Serial Number=0272761703
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03981]  Ἀποδυσπετεῖ ὁ προφήτης, ἀναγκαζόμενος κατὰ τοῦ λαοῦ λέγει, καὶ ἐντυγχάνει τῷ Θεῷ, καὶ ὁρῶν ἐκείνους μὴ μεταβαλλομένους, καὶ πάσχων μὲν δεινὰ ὑπὸ τῶν ἀκουόντων, ἀναγκαζόμενος δὲ πάλιν τὰ παραπλήσια λέγει.
 [04274]  Οὐ γὰρ συνεχώρουν τὸν παρὰ τοῦ Θεοῦ φόβον ἐγκαθίσαι τῇ διανοίᾳ τῶν ἀκουόντων·
000-00-00 Serial Number=0048761427
Fragmenta in Job Ante [Go Back]  
 [01449]  ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.».
000-00-00 Serial Number=0570066452
Homilia de capto Eutropio Ante [Go Back]  
 [00186]  ἑνὸς δέ μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων.
 [00492]  Ἐπειδὴ ἀνθρώποις διαλέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἰκόσιν, οὐκ ἀρκούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων.
000-00-00 Serial Number=0145738780
In Acta apostolorum Ante [Go Back]  
 [02064]  εἴ τις δὲ καὶ ἠχὴ γένοιτο, λιγυρὰ καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν.
 [09999]  Τί μοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡμῶν;
 [09999]  Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ μοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωμεν τὸν νόμον ἤδη, μηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν μεταξὺ λέγοντός τινος, ἀλλ' εἰ βούλοιτο θαυμάζειν, θαυμαζέτω σιγῇ·
000-00-00 Serial Number=0937459588
In Genesim sermones Ante [Go Back]  
 [00306]  οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν.
000-00-00 Serial Number=0193583786
In Herodem et infantes Ante [Go Back]  
 [00011]  Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, οὐ διὰ τὴν τοῦ λαλοῦντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων εὐσεβῆ φιληκοΐαν.
000-00-00 Serial Number=0968851328
In Isaiam Ante [Go Back]  
 [00890]  Εἶτα ἵνα μηδεὶς τῶν ἀκουόντων τότε ἀπιστῇ τοῖς λεγομένοις (πολὺ γὰρ παρ' ἐλπίδας τὸ συμβησόμενον καὶ προσδοκίας ἁπάσης ἀνώτερον), κατέφυγεν ἐπὶ τὴν δύναμιν τοῦ ποιοῦντος καὶ τὴν εὐτέλειαν τῶν πασχόντων.
 [01387]  ∆ιὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ' ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν.
 [01483]  Σοφίᾳ κεχρημένοι πνευματικῇ καὶ πολὺ τὸ κέρδος ἐνθεῖναι ταῖς τῶν ἀκουόντων βουλόμενοι ψυχαῖς.
 [01691]  οὐχ ὡς ψυχὴν τοῦ ᾅδου ἔχοντος, ἀλλὰ προσωποποιεῖ τὴν ἀπειλήν, ἐμφατικώτερον τὸν λόγον ποιῆσαι βουλόμενος καὶ τὸν φόβον ἀκμάζοντα ἐναποθέσθαι τῇ διανοίᾳ τῶν ἀκουόντων.
 [01816]  πρὸς γὰρ τὴν ἄνοιαν τῶν ἀκουόντων σχηματίζει τὰ ῥήματα, ἓν βουλόμενος δεῖξαι διὰ πάντων, ὅτι καὶ τῷ Θεῷ ῥᾴδιον τοῦτο καὶ ὅτι πάντως ἀπαντήσονται·
 [01962]  Ἀλλ' ὅπερ ἔφθην εἰπών, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνων, ἀπὸ τῶν ἐγχωρούντων ἀνῆγεν αὐτῶν τὴν διάνοιαν.
 [02178]  Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός.
 [02408]  Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
 [02430]  Προφητεία ἦν τὸ λεγόμενον καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς πάντα μαθόντες καὶ τὰ βιβλία πάντα κατακαύσωσιν.
000-00-00 Serial Number=0699628294
In Joannem Ante [Go Back]  
 [00309]  Ὅρα γοῦν εὐθὺς ἐκ προοιμίων ποῦ τὴν ψυχὴν πτερώσας καὶ τὴν διάνοιαν ἀνήγαγε τῶν ἀκουόντων.
 [02088]  Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν, ὕποπτον ποιεῖ τὴν μαρτυρίαν, καὶ προσίσταται πολλοῖς τῶν ἀκουόντων πολλάκις, ἕτερος περὶ αὐτοῦ παραγίνεται μαρτυρήσων.
 [03132]  Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ' ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον.
 [04074]  Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη.
 [04580]  Ἀλλὰ μὴ γένοιτό τινα τῶν ταῦτα ἀκουόντων ἐκείνης πειραθῆναι τῆς κολάσεως.
 [04788]  Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι.
 [04797]  Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων.
 [04800]  Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό.
 [05409]  ∆ιὰ γὰρ τὴν τῶν ἀκουόντων ἀσθένειαν οὕτω μεθοδεύει τὸν λόγον, καὶ παρὰ τοῦ Πατρὸς ἀκηκοώς φησι λαλεῖν ἅπερ ἐλάλει, οὐχ ὡς διδασκάλου δεόμενος, ἀλλ' ἵνα ἐκεῖνοι πιστεύσωσι μηδὲν εἶναι ψεῦδος τῶν λεγομένων.
000-00-00 Serial Number=0275058627
In Lazarum ii Ante [Go Back]  
 [00008]  ∆εῦρο τοιγαροῦν, ἐπειδήπερ Θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκαλίας ἀρυσώμεθα νᾶμα.
000-00-00 Serial Number=0432983935
In Psalmum 705 Ante [Go Back]  
 [00109]  Ἐάν τι λαλῆται ὑπὲρ σοῦ, ἐκεῖνος ἄλλους λόγους ἐμβαλὼν ῥαίνει τὴν διάνοιαν τῶν ἀκουόντων, ἵνα μὴ τὰ σὰ λαλούμενα καὶ ἀπόντι σοι δόξαν προσφέρωσι.
000-00-00 Serial Number=0744059086
In centurionem Ante [Go Back]  
 [00161]  δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων.
000-00-00 Serial Number=0143780410
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03012]  Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει·
 [04239]  ἀλλ' ὅμως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώμια καὶ τὰ ἐγκλήματα, διδοὺς τῷ συνειδότι τῶν ἀκουόντων ἐπιλέξασθαι τὰ οἰκεῖα.
 [06065]  Ἀλλ' ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων σωτηρίαν.
 [06627]  Ὁ γὰρ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ ἑαυτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι·
000-00-00 Serial Number=0883276105
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01059]  Ταῦτα ὑπομί μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, [62.624] μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.
 [01119]  Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
 [01129]  Οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
 [01135]  Ἵνα οὖν τοῦτο μὴ γίνηται, οὐχ ἁπλῶς φησι μὴ λογομαχεῖν, ἀλλὰ φοβερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.
000-00-00 Serial Number=0036310017
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00929]  Πόσα ἔκαμε Πλάτων καὶ οἱ κατ' αὐτὸν περὶ γραμμῆς καὶ γωνίας καὶ στιγμῆς καὶ ἀριθμῶν ἀρτίων καὶ περιττῶν, καὶ ἴσων ἀλλήλοις καὶ ἀνίσων, καὶ τῶν τοιούτων διαλεγόμενος ἡμῖν ἀραχνίων (καὶ γὰρ τῶν ὑφασμάτων ἐκείνων ἀχρηστότερα ταῦτα τῷ βίῳ), καὶ οὐ μέγαν, οὐ μικρὸν ἐντεῦθεν ὠφελήσας οὕτω τὸν βίον κατέλυσε! πόσα ἔκαμε δεῖξαι ἐπιχειρῶν ὡς ἀθάνατος ἡ ψυχὴ, καὶ οὐδὲν σαφὲς εἰπὼν, οὐδὲ πείσας τινὰ τῶν ἀκουόντων οὕτως ἀπῆλθεν! Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως·
 [02527]  ἀλλ' ὅμως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων·
 [06106]  Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν·
 [06119]  ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων.
 [06660]  Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων.
 [09855]  Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν·
 [09999]  εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων.
 [09999]  Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν.
 [09999]  νυνὶ δὲ μετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων.
 [09999]  Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατά-δηλα.
000-00-00 Serial Number=0900145292
In epistulam ad Colossenses Ante [Go Back]  
 [03564]  Ἐπειδὴ εἶπε, Συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων, ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς·
000-00-00 Serial Number=0027328432
In epistulam ad Ephesios Ante [Go Back]  
 [03049]  Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων.
000-00-00 Serial Number=0427212119
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00398]  Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην·
 [00848]  πολλὴν γὰρ εὑρήσομεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν.
000-00-00 Serial Number=0070761740
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01615]  Περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, τάχα δὲ καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν.
 [02206]  ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων.
 [05607]  Τάχα τινὲς καὶ οἰωνίζονται τῶν ἀκουόντων.
 [09061]  Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων ἀκουόντων ἐρεῖ, στήσας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων·
 [09499]  Τίνα γὰρ ἕξομεν ἡμεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ μετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ταῦτα ἀκουόντων, Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίας μὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας·
000-00-00 Serial Number=0048010826
In epistulam ad Philippenses Ante [Go Back]  
 [02913]  Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ·
000-00-00 Serial Number=0080069721
In epistulam ad Romanos Ante [Go Back]  
 [01928]  Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν ∆αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων αὐτοῖς χαλινὸν, ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν περὶ τῆς πίστεως γυμναζομένων λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν προκατειλημμένον κατηγορίαις.
 [05902]  διὸ καὶ τῆς τραπέζης ἐρῶ τῆς σῆς, ὃ τοῖς φιλοῦσιν ἔθος ἐστὶ, καὶ ἐγκαλλωπίζομαι τούτῳ, καὶ τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης, ἀνακηρύττω σε τότε, καὶ πάντων ἀκουόντων, ἐνδείκνυμαι τὸν τροφέα τὸν ἐμόν.
 [06990]  Ἀλλὰ τοῦτο μὲν αὐτὸς οὐ λέγει, καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων τῷ συνειδότι τῶν ἀκουόντων αὐτὸ συλλογίσασθαι, καὶ πάλιν αὐτὸ καὶ διὰ τῶν ἑξῆς κατασκευάζει μετὰ τῆς εἰωθυίας αὐτῷ σοφίας.
 [09999]  ὃ δὴ μάλιστά ἐστι διδασκάλου, διαποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν.
000-00-00 Serial Number=0029974580
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00155]  αἱ γὰρ ἐν τοσαύτῃ φλογὶ κάμινον ἐπιθυμίας δυνηθεῖσαι σβέσαι, καὶ ὑπὲρ τὰ σκάμματα πηδήσασαι, καὶ πλείω τῶν προσταχθέντων ἐπιδειξάμεναι (οὐ γάρ ἐστι νόμος ἡ παρθενία, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπιτέτραπται), εἶτα ὑπὸ χρημάτων ἡττηθεῖσαι, τίνος οὐκ ἂν εἶεν ἐλεεινότεραι, δι' ὀλίγων ἀργυρίων τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ῥίψασαι;
 [00808]  Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων.
000-00-00 Serial Number=0229515374
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00011]  Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγο μεν Εἰς ὦτα ἀκουόντων;
 [00241]  Ἀλλὰ ἂν τοῦτο ποιῇς, μᾶλλον αὔξεις τὴν δειλίαν, καὶ καταβάλλεις τὰ φρονήματα, καὶ ἐκλύεις τὰ νεῦρα, παραλύεις τὰς χεῖρας τῶν ἀκουόντων.
000-00-00 Serial Number=0920626879
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00013]  πρὸς γὰρ τὸ μέτρον τῆς ἕξεως τῶν ἀκουόντων τὴν τῶν εὐαγγελικῶν νοημά των γραφὴν συσταθμησάμενος, ἐν ταῖς προλα βούσαις ἡμέραις, καθάπερ νηπίοις, ἁπαλὴν καὶ εὔλυτον τὴν τροφὴν τοῦ λόγου ἡμῖν παρέσχετο·
000-00-00 Serial Number=0665590703
In illud In faciem ei restiti Ante [Go Back]  
 [00032]  Ἆρα οὖν οὐ θορυβεῖ ἕκαστον τῶν ἀκουόντων τοῦτο, ὅτι Παῦλος ἀντέστη τῷ Πέτρῳ, ὅτι οἱ στῦλοι τῆς Ἐκκλησίας συγκρούονται καὶ ἀλλήλοις προσπίπτουσι;
 [00132]  Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὁστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥη σίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, κα θάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολ λῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ' εὐνοίας ἀκουόντων τὰς ψυ χὰς ἄρδειν διηνεκῶς.
 [00328]  τὴν πίστιν νεόφυτον οὖσαν ἔμενε παγῆναι καλῶς ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς, ἵνα ῥιζωθείσης ἐκείνης μετὰ ἀδείας λοιπὸν τὴν Ἰουδαϊκὴν ἀνέλῃ πρόληψιν ἅπασαν.
000-00-00 Serial Number=0913304210
In illud Ne timueritis Ante [Go Back]  
 [00014]  Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων·
000-00-00 Serial Number=0909848750
In illud Pater si possibile est Ante [Go Back]  
 [00190]  Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀκουόντων·
000-00-00 Serial Number=0138659954
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00122]  Εἰ γὰρ μηδὲ κόλασις, μηδὲ τιμωρία τις ἔκειτο τοῖς τὰ τοιαῦτα ἀσχημονοῦσιν, ἐννόησον ὅσης ἐστὶ τιμωρίας, ἀνέχε σθαι τοσαύταις πλυνομένους λοιδορίαις, δημοσίᾳ, πάντων ἀκουόντων, ὑπὸ ἀνθρώπων μεθυόντων καὶ διεφθαρμένων τὸν νοῦν.
000-00-00 Serial Number=0484391868
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00277]  ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων τὸ πρᾶγμα κεῖται.
 [00429]  ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν, μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετὰ παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκάλυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόντων, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον.
000-00-00 Serial Number=0288199544
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00013]  τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων, ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν;
 [00014]  Ἔπαινος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων·
 [00019]  Ὥστε, εἴ τις τῶν λεγόντων ἐρᾷ, μὴ τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω.
 [00144]  Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων.
000-00-00 Serial Number=0541266263
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00009]  ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων.
 [00010]  Ἡ γὰρ φροντὶς οὐκ ἀφίησιν εἰς τὴν διάνοιαν ἐμπίπτειν τὰ λεγόμενα, ἀλλ' ἀποσυλᾷ τὴν γνώμην τῶν ἀκουόντων.
000-00-00 Serial Number=0226096869
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00042]  Ἐρεῖ οὖν τις τῶν ἀκουόντων·
000-00-00 Serial Number=0527012765
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00109]  ἐφοβήθην, μή τις τῶν ἀκουόντων ἀγνοῶν τὸ νόημα, ἁπλουστέρως σκανδαλισθῇ, ἀνάγκην ἐποιησάμην ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγεῖν, καὶ διαψηλαφῆσαι οὕτως.
000-00-00 Serial Number=0495541930
In illud Vidi dominum Ante [Go Back]  
 [00682]  Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων·
000-00-00 Serial Number=0163623869
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00026]  Μή τις τῶν ἀκουόντων τὸν λόγον τοῦ Θεοῦ ἠκηδίασεν, ἢ ἀπέστη τῆς λίμνης, ἢ κατῆλθε τοῦ ὄρους, ἢ ᾐτήσατο λέγων καθώς τινες τῶν παρόντων·
000-00-00 Serial Number=0875869751
In mediam pentecosten Ante [Go Back]  
 [00035]  Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μανθάνοντος.
000-00-00 Serial Number=0277157009
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00040]  ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ ∆εσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς·
000-00-00 Serial Number=0396720529
In sanctum pascha [1] Ante [Go Back]  
 [00221]  ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων.
000-00-00 Serial Number=0255254090
In venerabilem crucem sermo Ante [Go Back]  
 [00046]  τότε γὰρ μακάριός εἰμι, ὅταν λαλῶ εἰς ὦτα ἀκουόντων.
000-00-00 Serial Number=0465481043
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00439]  Ἐκεῖνο γὰρ καὶ μὴ εἰπόντος, ἠκολούθει τῇ διανοίᾳ ἀκουόντων.
000-00-00 Serial Number=0164817274
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00032]  ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος πρὸ ὑμῶν·
 [00066]  ἢ τὴν τῶν ἀκουόντων ὑπειδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν, διὰ τῆς ἀκαίρου ταύτης χάριτος Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων [50.656] ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν τούτων πάλιν παρέξομαι μάρτυρα.
000-00-00 Serial Number=0014257312
Non esse desperandum Ante [Go Back]  
 [00006]  Μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων.
000-00-00 Serial Number=0811091006
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00069]  τὸ δὲ πρόσφορον ἑαυτῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί.
000-00-00 Serial Number=0822628498
Quales ducendae sint uxores Ante [Go Back]  
 [00020]  Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ' ἐπιλαμβάνεται τῆς διανοίας τῶν ἀκουόντων τὰ λεγόμενα μετὰ πολλῆς τῆς σφο
000-00-00 Serial Number=0269400299
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00139]  Ταῦτα δὲ λέγω εἰς ὦτα ἀκουόντων·
000-00-00 Serial Number=0422432065
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00084]  Πάντα δὲ ταῦτα, ὥσπερ ἔφθην εἰπὼν, εἰς ἓν βλέπει, τὴν τῶν ἀκουόντων διόρθωσιν, ὥστε καὶ ἀπὸ τῆς τῶν προτέρων διηγήσεως, καὶ ἀπὸ τῆς συμβουλῆς καὶ τῆς παραινέσεως, καὶ ἀπὸ τῆς προφητείας ῥυθμίζεσθαι πρὸς τὸ δέον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»