0345-0407 - Iohannes Chrysostomus - In illud Pater si possibile est
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn illud: Πater si possibile estὰ

[00002]    Εἰς τὸ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ.

[00003]    Τῇ μεγάλῃ Παρασκευῇ.

61.751

[00004]    Οὐδὲν ἀπεοίκασιν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι μητρὶ φιλοτέκνῳ, πάντα πόνον καὶ κάματον ὑπομενούσῃ διὰ τὴν τῶν φιλτάτων τέκνων ἀνατροφήν.

[00005]    Ὡς γὰρ ἐκείνη τὸν μασθὸν προΐσχουσα, τὴν τοῦ γάλακτος ἀκάματον τροφὴν τῷ φιλτάτῳ παρέχει, ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος τὴν θηλὴν τῆς διανοίας προβαλλόμενος τοῖς παισὶ τῆς Ἐκκλησίας, πόθῳ ψυχῆς ὑφέλκειν τὸ γάλα τοῦ λόγου παρακαλεῖ.

[00006]    Καὶ ὥσπερ ἡ μήτηρ μετὰ τὴν ἐκ τοῦ γάλακτος ἀνατροφῆς διαγωγὴν, καὶ τὸν δύσθρυπτον ἄρτον διαλύει, καὶ τὰ λαχανικὰ βρώματα ἀρτύμασι νοστήσασα, καὶ πυρὶ περιλειώσασα, ὑπηρέτις τῆς ζωῆς τῶν οἰκείων τέκνων γίνεται·

[00007]    τὸν αὐτὸν τρόπον καὶ ὁ διδάσκαλος μετὰ τὴν κατήχησιν τῶν θείων λογίων, καὶ οἱονεὶ μετὰ τὴν γαλακτοτροφίαν, καὶ τὸν δυσερμήνευτον ἄρτον τοῦ λόγου τῇ μαχαίρᾳ τοῦ πνεύματος διαλύσας, καὶ τῶν ποικίλων καὶ διαφόρων ἑρμηνειῶν καὶ θεωριῶν Γραφικῶν εἰς μίαν κρᾶσιν διδασκαλίας συναγαγὼν, νόστιμον τὸν λόγον τοῖς ὑπ' αὐτοῦ τρεφομένοις παισὶ μεταδίδωσι.

[00008]    ∆ιὸ δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ταῖς προλαβούσαις ἡμέραις τοῖς εὐθυλύτοις λόγοις ὑμᾶς γαλακτοτροφήσαντες, νῦν πρὸς διδαγμάτων θεωρίαν ἄγωμεν, τοῦ ἁγίου Πνεύματος νόστιμον ὑμῖν τὸν λόγον τῆς διδασκαλίας ἀρτύοντος.

[00009]    Ἔστι δὲ ἡμῖν προκείμενος ἐπὶ τῆς τῶν Γραφῶν τραπέζης, ὁ ἄρτος τοῦ λόγου τοιοῦτος·

[00010]    ∆ιὰ τί ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς πάντων ζωῆς ἐληλυθὼς ἀναδέξασθαι τὸ παθεῖν καὶ θανεῖν, ἐλθὼν ἐπὶ τὸν ἀοίδιμον σταυρὸν λέγει·

[00011]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ.

[00012]    Πολλοὶ γὰρ μὴ νοήσαντες τὸν σκοπὸν τῆς σοφίας, καὶ τὸν κεκρυμμένον θησαυρὸν ἐν τῷ ῥήματι, μὴ προσεσχηκότες, δειλίας αὐτοῦ καταγγέλλουσιν.

[00013]    Ἀλλὰ δεῦρο καὶ ἡμεῖς, ἀγαπητοὶ, τέως πρὸς αὐτὸν, ὥσπερ νήπιοι διαλεχθῶμεν, ἵνα τὰ ὑπ' ἐκείνου ἡμῖν νοήματα ὡς νηπίοις διαπορθμεύσωμεν.

[00014]    Εἴπωμεν τοίνυν πρὸς αὐτὸν, οὐχ ὥσπερ τέλειοι, ἀλλ' ὡς νήπιοι·

[00015]    Τίνος ἕνεκεν, Κύριε, ἐλθὼν τοῦ παθεῖν ὑπὲρ ἡμῶν, ἐλθὼν τοῦ σταυρωθῆναι, δειλιᾷς καὶ εὔχῃ λέγων·

[00016]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ;

[00017]    Εἰ ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβὼν, μηδενός σε ἀναγκάσαντος, τί νῦν ἄλλον ἀξιοῖς καὶ λέγεις·

[00018]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00019]    Καὶ μὴν συνείχου καὶ ἔσπευδες τοῦ πιεῖν τὸ ποτήριον τοῦτο.

[00020]    Ἔλεγες γὰρ, Βάπτισμα ἔχω βαπτισθῆναι·

[00021]    καὶ πῶς συνέχομαι, ἕως οὗ πίω αὐτό;

[00022]    καὶ ὁ συνεχόμενος καὶ σπεύδων τοῦ πιεῖν αὐτὸ, παραιτεῖς καὶ λέγεις·

[00023]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00024]    Μὴ γὰρ ἠγνόεις, ὅτι ἤμελλες ὑπὲρ ἡμῶν θάνατον ὑπομένειν;

[00025]    Καὶ μὴν σὺ ἔλεγες, ὅτι·

[00026]    ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

[00027]    Τί οὖν ἐλθὼν ἐγγὺς τοῦ σταυροῦ παραιτῇ καὶ λέγεις·

[00028]    Εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00029]    Καὶ εἰ τοῦτο ἐβούλου, τί τῷ σῷ μαθητῇ Πέτρῳ κωλύοντί σε ἐπετίμησας;

[00030]    ἔλεγες γὰρ, ∆εῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου σταυρωθῆναι καὶ ταφῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.

[00031]    Ἔλεγε δὲ καὶ Πέτρος·

[00032]    Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο·

[00033]    πρὸς ὃν ἀγανακτήσας ἔφης, [61.752] Ὕπαγε ὀπίσω μου, σατανᾶ·

[00034]    σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

[00035]    Εἰ οὖν ἐκείνῳ ἐπετίμησας τότε, ὡς ἀνθρώπινα φθεγγομένῳ, τί νῦν ἐπιζητεῖς ὃ τότε ἐκεῖνος ἐκώλυε, καὶ λέγεις·

[00036]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00037]    Σὲ κτιστὴν τῶν ὁρωμένων καὶ μὴ ὁρωμένων μανθάνομεν εἶναι·

[00038]    καὶ γὰρ νόσους ἁφῇ χειρὸς ἐθεράπευσας, καὶ νεκρῶν λελυμένα σώματα διὰ ῥήματος ἔπηξας, καὶ πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξήρανας, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας εἰς κόρον διέθρεψας, ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησας, καὶ πάντα σοι ὑπήκουσαν τρόμῳ·

[00039]    καὶ ὁ τοσούτων θαυμάτων δημιουργὸς, καὶ θανάτων λυτήριος νῦν θάνατον φοβῇ, καὶ λέγεις·

[00040]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00041]    Καὶ εἰ σὺ θάνατον φοβῇ, ἐν τίνι λοιπὸν ἕξομεν τῆς ζωῆς τὰς ἐλπίδας;

[00042]    καὶ εἰ φοβῇ θάνατον, πῶς λέγεις, Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις;

[00043]    ζωὴ γὰρ καὶ ἀνάστασις θάνατον οὐδέποτε φοβεῖται.

[00044]    Τί δέ ἐστι καὶ ὃ λέγεις·

[00045]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00046]    Ἆρα ἀγνοεῖς, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀγνοεῖς πότερον δυνατόν ἐστιν, ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον;

[00047]    Καὶ πῶς ἔλεγες·

[00048]    Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός;

[00049]    καὶ τὸν μὲν Πατέρα ἐπιγινώσκεις, οὗ μεῖζον οὐδέν ἐστι, τὸ δὲ ποτήριον, εἰ δυνατόν ἐστι παρελθεῖν, οὐ γινώσκεις;

[00050]    Πῶς δὲ καὶ ὁ Παῦλός φησιν, ὅτι·

[00051]    Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ;

[00052]    καὶ πάλιν, Ζωὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.

[00053]    Εἰ οὖν οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πῶς σὺ νῦν, ὡς ἀγνοῶν, λέγεις, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ, ἐὰν μή τι ᾖ ἀποκεκρυμμένον μυστήριον ἐν τῷ λόγῳ;

[00054]    Οὐ πρέπει σοι, Κύριε, ὁ λόγος οὗτος·

[00055]    Θεὸς γὰρ εἶ, Θεοῦ Υἱὸς, Λόγος, σοφία, δύναμις, φῶς, ἥλιος δικαιοσύνης, πηγὴ ἀθάνατος, ζωὴ αἰώνιος, ἀνάστασις ἡμῶν τῶν τῇ ἁμαρτίᾳ τεθανατωμένων.

[00056]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00057]    Ὢ πῶς δυσέφικτός ἐστιν ὁ λόγος καὶ δυσθεώρητος καὶ δυσδιάκριτος;

[00058]    ὢ πῶς στενός ἐστι καὶ τεθλιμμένος παρὰ πολλοῖς ἀνθρώποις;

[00059]    ∆ίδαξον ἡμᾶς, Κύριε, τὸ μυστήριον τοῦτο τοῦ λόγου σου·

[00060]    σοῦ γάρ ἐσμεν, καὶ σοὶ ἐπιστεύσαμεν.

[00061]    Μὴ ἐπαιρέσθω ὁ γίγας ἐν τῇ βλασφημίᾳ αὐτοῦ Εὐνόμιος, μηδὲ ὀνειδιζέτω παρεμβολὴν Κυρίου Ἰσραήλ·

[00062]    ἐκεῖνος μὲν γὰρ ἡμᾶς ὀνειδίζει, εἰς σὲ δὲ τὸν ∆εσπότην ἡμῶν ἀνατρέχει ἡ ὕβρις.

[00063]    Ἐξέγειρον τὸν ἐν τῇ καρδίᾳ ἡμῶν ἐγκείμενον νοῦν, καθάπερ τὸν πραότατον ∆αυΐδ·

[00064]    δὸς ἡμῖν ἕνα λόγου λίθον, ἵνα δι' αὐτοῦ σφενδονήσαντες, τὸ κεφάλαιον τῆς δυσσεβείας αὐτῶν διαλύσωμεν, ἵνα γνῷ πᾶσα ἡ παρεμβολὴ σήμερον, Ὅτι σὺ εἶ Κύριος ὕψιστος, μόνος ἐπὶ πᾶσαν τὴν γῆν.

[00065]    Πολὺς ἡμῖν ὁ αἱρετικῶν ἐπίκειται σύλλογος, τί λέγων;

[00066]    Ὁρᾷς πῶς φοβεῖται καὶ δειλιᾷ;

[00067]    ὁρᾷς πῶς εὔχεται τῷ [61.753] Πατρὶ λέγων·

[00068]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω;

[00069]    Νῦν Εὐνόμιος χαίρει, νῦν Ἄρειος εὐφραίνεται, ὡς εὑρηκότες ῥήματα βλάσφημα κατὰ τῆς ἀληθείας συρίζοντα.

[00070]    Ἀλλὰ μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι·

[00071]    συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ἡμᾶς.

[00072]    Μεθ' ἡμῶν ὁ Θεός.

[00073]    Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε.

[00074]    Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.

[00075]    Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα·

[00076]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00077]    Ὢ ποτήριον ζωῆς καὶ ἀθανασίας μεμεστωμένον! ὃ λαβόντες Εὐνόμιος καὶ Ἄρειος, τῇ οἰκείᾳ κακοπιστίᾳ ἐπιθολώσαντες, ποτίζουσι τῷ πλησίον ἀνατροπὴν δολερὰν, οἱ τὴν ἐν αὐτῷ γλυκεῖαν κρᾶσιν τῶν νοημάτων πικρὰν εἶναι νομίζοντες, καὶ μήτε τὴν, Οὐαὶ, φωνὴν φοβούμενοι, λεγούσης τῆς Γραφῆς·

[00078]    Οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν δολεράν! Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν·

[00079]    οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς! Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες!

[00080]    Ἡμεῖς δὲ, ἀγαπητοὶ, λαβόντες τὸ ποτήριον τοῦ Κυρίου ἡμῶν, τὴν ἐν αὐτῷ γέμουσαν διδασκαλίαν πόθῳ ψυχῆς ἀρυσώμεθα.

[00081]    Πάτερ, εἰ δυνατόν ἐστι, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00082]    Οὐχ ὡς σὺ νομίζεις, Ἄρειε, ἄρα δειλιᾷ ὁ Κύριος ἡμῶν, ἢ φοβούμενος τὸν θάνατον ταῦτα λέγει·

[00083]    πῶς γὰρ ἂν ἐφοβήθη ὁ ἐξουσίαν ἔχων θανεῖν καὶ μὴ θανεῖν;

[00084]    λέγει γάρ·

[00085]    Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.

[00086]    Εἰ μὲν γὰρ ἠναγκάζετο ὑπό τινος, καλῶς ἔλεγες αὐτὸν δειλιᾷν·

[00087]    νῦν δὲ αὐτὸς λέγει, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·

[00088]    τοῦτ' ἔστιν.

[00089]    Οὐκ ἀναγκάζομαι ὑπό τινος, ἐπεὶ καὶ ἔλεγεν·

[00090]    Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·

[00091]    ἀλλ' ὥσπερ ἐμαυτὸν ἐκένωσα, μορφὴν δούλου λαβὼν, μηδενός με ἀναγκάζοντος, καὶ ἐμαυτοῦ τὸ σῶμα ᾠκοδόμησα.

[00092]    Ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·

[00093]    τὸν αὐτὸν τρόπον δύναμαι καὶ λυθέν μου τὸ σῶμα θανάτῳ διὰ τῆς ζωῆς ἐγεῖραι.

[00094]    Ἐγὼ γάρ εἰμι ὁ λέγων, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

[00095]    Ὥστε οὖν οὐ δειλιῶν, οὐδὲ φοβούμενος τὸν θάνατον ταῦτα λέγω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, ἀλλ' ἀποκρύφου μυστηρίου λόγον προβαλλόμενος.

[00096]    Τοῦτο τὸ ῥῆμα δέλεάρ ἐστι τῷ διαβόλῳ·

[00097]    δεῖ με αὐτὸν τούτοις τοῖς ῥήμασιν ἀγκιστρεῦσαι.

[00098]    Εἶδέ με ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, ὅτι νόσους ἁφῇ χειρὸς ἐθεράπευσα, ὅτι λεγεῶνας δαιμόνων ῥήματι ἐφυγάδευσα, ὅτι λεπρῶν χαλαζώματα δίκην πτύου τῷ λόγῳ ἀπέξεσα, ὅτι παραλελυμένα γόνατα φωνῇ ἔπηξα, ὅτι ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησα, καὶ πάντα μοι ὑπήκουσαν τρόμῳ·

[00099]    καὶ ἐξ αὐτῶν τῶν πραγμάτων θεωρήσας με εἶναι Υἱὸν Θεοῦ, ἐνόησεν ὅτι, Ἐὰν ἐγὼ σταυρωθῶ, ἐκεῖνος ἀπώλετο·

[00100]    ἐὰν ἐγὼ κατέλθω εἰς τὰ καταχθόνια, τοὺς μοχλοὺς αὐτοῦ τοὺς σιδηροῦς συντρίψω, καὶ τὰς πύλας αὐτοῦ τὰς χαλκᾶς συνθλάσω.

[00101]    Καὶ ταῦτα θεωρήσας, φοβούμενος φεύγει στῆσαι τὸ πολυτίμητόν μοι [τὸ] τρόπαιον τοῦ σταυροῦ.

[00102]    Τί οὖν ἐγὼ ποιῶ;

[00103]    Ὡς σοφὸς ἁλιεὺς ὑποκρίνομαι δειλιᾷν, ὑποκρίνομαι φοβεῖσθαι τὸν θάνατον, καὶ λέγω·

[00104]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω·

[00105]    ἵνα ἐκεῖνος ἐκ τῶν τοιούτων ταπεινῶν μου ῥημάτων νομίσας με ἄνθρωπον εἶναι δειλὸν, φεύγοντα τὸν θάνατον, σπεύσῃ ἐν μέσῃ τῇ γῇ στῆσαι τὸ ξυλοπαγὲς μυστήριον τοῦ σταυροῦ, ὡς νομίζει, κατ' ἐμοῦ.

[00106]    ∆εῖ με οὖν ὡς σοφὸν ἁλιέα τεχνάσασθαι κατ' αὐτοῦ, δεῖ με πάντα ὑπομεῖναι ὑπὲρ τῆς πάντων ζωῆς.

[00107]    Εἰ γὰρ ἐκεῖνος ἐτεχνάσατο ἐξ ἀρχῆς κατὰ τῆς τοῦ Ἀδὰμ ἀπωλείας, πολλῷ μᾶλλον ἐγὼ τεχνάσομαι ὑπὲρ τῆς πάντων σωτηρίας.

[00108]    Ῥήμασι δολεροῖς ἠπάτησε τὸν Ἀδὰμ, ῥήμασι θεϊκοῖς ἀπατηθήσεται ὁ δολερός.

[00109]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ.

[00110]    Ἐὰν μὴ ὁ ἁλιεὺς, ὅτε χαλάσει τὸ ἄγκιστρον εἰς τὴν θάλασσαν, ποτὲ μὲν ἐνδῷ τῷ ἀγκίστρῳ, ποτὲ δὲ ὡς φεύγοντα δείξῃ τὸν σκώληκα, τῇ χειρὶ ὑφέλκων, οἱ ἰχθύες οὐκ ἐφάλλονται.

[00111]    Περιέθηκα τῷ ἀγκίστρῳ μου τῆς θεότητος τὸν σκώληκα τοῦ σώματος·

[00112]    ἐχάλασα τὸ ἄγκιστρον κεκρυμμένον ἐν τῷ σκώληκι τοῦ σώματος εἰς τὸν βυθὸν τοῦ βίου τούτου·

[00113]    ἐὰν μὴ ὁ σκώληξ ὡς σκώληξ κινηθῇ, ὁ ὀφείλων ἀγκιστρευθῆναι οὐκ ἐπέρχεται τῷ ἀγκίστρῳ.

[00114]    ∆εῖ με τοίνυν ὡς σκώληκα σχηματίσασθαι, καὶ λαλῆσαι·

[00115]    Ἐγὼ γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος·

[00116]    ἵν' ἐκεῖνος

[00117]    [61.754] ἐπιδράμῃ καὶ ἅψηται τῷ ἀγκίστρῳ, καὶ ἑλκυσθῇ ὑπ' ἐμοῦ, καὶ πληρωθῇ τὸ γεγραμμένον ἐν τῷ Ἰώβ·

[00118]    Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ.

[00119]    Γίνομαι ὡς ἄνθρωπος δειλιῶν, γίνομαι ὡς φεύγων τὸν θάνατον·

[00120]    εἴπω, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·

[00121]    εἴπω, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00122]    Ἀκούων ἐκεῖνος τούτων τῶν ῥημάτων, χαίρει καὶ εὐφραίνεται·

[00123]    σπεύδει γὰρ τὰ ἐναντία μου πράττειν.

[00124]    Ὅταν ἀκούσῃ, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω, εὐφραίνεται·

[00125]    καὶ τί λέγει ἐν ἑαυτῷ;

[00126]    Καὶ οὗτος ἄνθρωπός ἐστι.

[00127]    Κατέπιον τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς πατριάρχας καὶ τοὺς προφήτας·

[00128]    καταπίω καὶ τοῦτον.

[00129]    Ἰδοὺ γὰρ, ὡς ἄνθρωπος, δειλιᾷ·

[00130]    ἄνθρωπός ἐστι·

[00131]    καταπίω αὐτόν.

[00132]    Καταπίῃ με ὡς ἄνθρωπον, καὶ εὑρήσει με ἐν τῇ κοιλίᾳ αὐτοῦ ὡς Θεὸν ἐργαζόμενον.

[00133]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00134]    Καταπίῃ τὴν ζύμην τοῦ σώματος, καὶ εὑρήσει τὸν ἄνθρακα τὸν ἄσβεστον τῆς θεότητος, δεινῶς αὐτὸν ἔνδοθεν κατακαίοντα·

[00135]    Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.

[00136]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00137]    Λαλήσω ὡς ἀρνίον, οὐ θέλω βλέπειν αὐτὸν τὴν στίλβουσαν μάχαιραν τῆς θεότητος, ἵνα μὴ φύγῃ ὁ λύκος.

[00138]    Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τῆς ἔνδοθεν τῆς τριστόμου μαχαίρας κατακεντηθήσεται·

[00139]    Οὐκ ἦλθον γὰρ εἰρήνην βαλεῖν αὐτῷ, ἀλλὰ μάχαιραν.

[00140]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00141]    Κρύπτω τὸν ποιμένα Θεὸν ἐν τῷ ἀρνίῳ τοῦ σώματος·

[00142]    οὐ θέλω φανερῶσαι τὸν ποιμένα Θεὸν, ἵνα μὴ φύγῃ ὁ λύκος·

[00143]    ἐὰν ἴδῃ τὸν ποιμένα, ἀφίσταται ὁ λύκος.

[00144]    Λαλήσω ὡς ἀρνίον.

[00145]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00146]    Λαλήσω ὡς ἀρνίον μὴ ἔχον ποιμένα·

[00147]    ἐγενόμην γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος.

[00148]    Καταπίῃ με ὡς ἀρνίον, καὶ ὑπὸ τοῦ ἔνδοθεν ποιμένος τῇ βακτηρίᾳ τοῦ σταυροῦ συνθλασθήσεται.

[00149]    Μασήσεται τὸν κόκκον τοῦ σινάπεως, καὶ εὑρήσει τὴν δριμύτητα τῆς θεότητος δεινῶς αὐτὸν βασανίζουσαν·

[00150]    μασήσεταί με ὡς ἄνθρωπον, καὶ εὑρήσει τὴν στεῤῥὰν πέτραν σφοδρῶς τοὺς ὀδόντας αὐτοῦ συγκλῶσαν·

[00151]    ἵνα μάθῃ μηκέτι ἀνθρώπους μασᾶσθαι·

[00152]    καὶ πληρωθήσεται τὸ γεγραμμένον, Ὁ δὲ Θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ.

[00153]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00154]    Εἰ ᾔδει ὁποῖόν ἐστι τὸ ποτήριον τοῦτο, ὅπερ ἐγὼ εἰρωνείᾳ ἀπεύχομαι, ἐκεῖνος ἂν ηὔξατο παρελθεῖν·

[00155]    κατ' ἐκείνου γάρ ἐστι κεντητήριον, τοῖς δὲ ἐμοῖς σωτήριον.

[00156]    Ὅταν με καταπίῃ, τότε αἰσθήσεται ὃν κατέπιεν·

[00157]    ὅταν ἴδῃ δι' ἐμὲ ἥλιον ἀφανιζόμενον, ἡμέραν σκοτιζομένην, τότε καὶ αὐτὸς πικρανθήσεται·

[00158]    καὶ πληρωθήσεται τὸ γεγραμμένον·

[00159]    Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι.

[00160]    Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω.

[00161]    Μὴ οὖν σκανδαλιζέτω ὑμᾶς τὰ τοιαῦτα ῥήματα ἐν σοφίᾳ λεγόμενα·

[00162]    ἐκδέξασθε καὶ ὄψεσθε τὴν ἔκβασιν τῶν λόγων μου, καὶ τότε θαυμάσετε τὴν σοφίαν τῶν ῥημάτων μου.

[00163]    Νομίζει μωρόν μου τὸ τέχνασμα εἶναι·

[00164]    καὶ οὐκ οἶδεν ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί·

[00165]    νομίζει ἐκ τῶν τοιούτων ἀσθενέστατόν με εἶναι, καὶ οὐκ οἶδεν ὅτι Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν·

[00166]    οὐκ οἶδεν, ὅτι ἐγὼ μὲν πίνω τὸ ποτήριον, ἐκεῖνος δὲ μεθυσθήσεται καὶ σκοτισθήσεται, οἱ δὲ ἐμοὶ ἐξυπνισθήσονται καὶ ἐγερθήσονται.

[00167]    Νῦν χαίρει ἀκούων τῶν τοιούτων μου ῥημάτων, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω·

[00168]    ὅταν μέντοι καταπίῃ με, ὅταν ἴδῃ πέτρας σχιζομένας, καὶ τὰ μνημεῖα καὶ τοὺς τάφους ἀναῤῥηγνυμένους, κἀκεῖνον αὐτὸν ῥαχιζόμενον, καὶ τοὺς νεκροὺς ἀναπηδῶντας καὶ εἰς οὐρανοὺς ἁλλομένους, τότε μετανοήσει καὶ πενθήσει ἐφ' οἷς νῦν χαίρει.

[00169]    Οὐκ οἶδεν ὅτι, ἣν ἱστᾷ παγίδα, ἑαυτῷ ἱστᾷ, καὶ αὐτὸς ἐμπεσεῖται, κατὰ τὸ γεγραμμένον·

[00170]    Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·

[00171]    οὐκ οἶδεν ὅτι ὃν μέλλει ἱστᾷν σταυρὸν, ἐμοὶ μέν ἐστι παστὸς, ἐκείνῳ δὲ σταυρός·

[00172]    ἐμοὶ μέν ἐστι θάλαμος, ἐκείνῳ δὲ θάνατος.

[00173]    Ὢ ποτήριον, διαβόλου κεντητήριον, δαιμόνων φυγαδευτήριον, ἁμαρτιῶν λικμητήριον, ζωῆς ἐργαστήριον, ἁμαρτωλῶν ἱλαστήριον, ἀθανασίας ποτήριον! Πλὴν, οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.

[00174]    Ἔγνω ὁ δύστηνος ὅτι, ὅσα εἶπον, ἐγένετο·

[00175]    ἤκουσέ μου λέγοντος·

[00176]    Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου·

[00177]    ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις.

[00178]    Νῦν δὲ ἐπειδὴ ηὐξάμην παρελθεῖν τὸ ποτήριον τοῦ θανάτου, ἵνα μὴ νομίσας διὰ τῆς εὐχῆς μου παρέρχε

[00179]    [61.755] σθαι τὸ ποτήριον, χαῦνος γένηται περὶ τὸ πρᾶγμα τοῦ σταυροῦ, τῆς εὐχῆς μου τὴν ἔκβασιν ἀμφίβολον ποιῶ, καὶ λέγω, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.

[00180]    Τῷ Πατρί μου προσάπτω τοῦ θανάτου τὴν ἐξουσίαν·

[00181]    καίτοι αὐτὸς ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.

[00182]    Κρύπτω τὸ θεϊκόν μου ἀξίωμα πετάλοις λογικοῖς·

[00183]    κρύπτω τὸ ἐξουσιαστικόν μου τῆς θεότητος λόγοις ἀνθρωπίνοις·

[00184]    λέγω, Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.

[00185]    Οὐκ οἶδεν ὁ τυφλὸς, ὅτι τὸ ἐμὸν θέλημα καὶ τὸ τοῦ Πατρός μου ἕν ἐστι.

[00186]    Πάντα γὰρ ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·

[00187]    καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.

[00188]    Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.

[00189]    Κρεμάσει τὸν κόκκον τοῦ σίτου, καὶ ὅταν καταπίῃ με, ὄψει αὐτὸν ὑπὸ τοῦ ἐντρίτου σχοινίου δεινῶς ἀπαγχόμενον.

[00190]    Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀκουόντων·

[00191]    Καὶ ἆρά γε ὁ Χριστὸς ἐνέπαιξε τῷ διαβόλῳ;

[00192]    ἢ ἐξὸν ἦν ἐμπαίζειν αὐτῷ;

[00193]    Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἀνάγνωθι τὰς Γραφὰς, καὶ εὑρήσεις αὐτὸν τὸν Πατέρα λέγοντα πρὸς Μωϋσέα·

[00194]    Ὁρᾷς πόσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις;

[00195]    Τοιγαροῦν καὶ ὁ Κύριος ἐνέπαιξε τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν.

[00196]    Ἔδει γὰρ αὐτὸν ὡς ἀνόητον χλευασθῆναι τὸν μεγαλοῤῥημονοῦντα, καὶ λέγοντα·

[00197]    Ἐν τῇ ἰσχύι μου ποιήσω, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν μου ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν οἰκουμένην ὅλην, ὡς νοσσιὰν κατα [61.756] λήψομαι, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐδεὶς ἔσται, ὃς ἀντείπῃ μοι.

[00198]    Ἔδει αὐτὸν τοίνυν ἐμπαιχθῆναι καὶ τοὺς δαίμονας, ἵνα ἀποδείξῃ τοὺς τὰ τοιαῦτα καυχωμένους καὶ παιδίων εἶναι ἀνοητοτέρους.

[00199]    ∆ιὸ οὔτε ἔγνωσαν ὃ ἐποίουν·

[00200]    Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.

[00201]    Προανεφώνει δὲ καὶ ὁ προφήτης περὶ τοῦ δράκοντος τούτου, ὅτι ἐμπαιχθήσεται, λέγων·

[00202]    ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.

[00203]    Ἀλλ' ἵνα μὴ ἐπὶ πολὺ μηκύνοντες τὸν λόγον, δόξωμεν ἐμποδίζειν τοῖς μεθ' ἡμᾶς βουλομένοις φαιδρότερον τῆς Γραφῆς τὸ νόημα παραδοῦναι, ἐνθάδε σιωπῇ τὸν λόγον ἡμῶν στείλωμεν.

[00204]    Προήχθημεν γὰρ εἰπεῖν εἰς αὐτὸ τοῦτο τὸ κεφάλαιον, οὐχ ὡς δυνάμενοι ἀπαραλείπτως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἑαυτῶν δύναμιν διηγήσασθαι, καὶ ἀφορμὴν διδόναι τοῖς φιλομαθέσι·

[00205]    ∆ίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.

[00206]    Καὶ ὑμεῖς δὲ, ἀγαπητοὶ, ἐκ τῶν Γραφῶν ἀναλεξάμενοι πρὸς σύστασιν τῶν εἰρημένων, μειζόνως λευκάνατε τὸ δυσθεώρητον νόημα.

[00207]    Οὐ γὰρ δειλίας ἕνεκα ὁ Κύριος ἡμῶν, καθὼς προείπαμεν, ἀπεύχεται τὸ ποτήριον τοῦ θανάτου, ἀλλ' οἰκονομίᾳ θεϊκῇ·

[00208]    ἵνα ἐκ τῶν ἐμῶν ἐλαχίστων ῥημάτων τε καὶ νοημάτων καὶ ἐκ τῶν ὑμετέρων πόνων δόξα Χριστῷ ἀναπεμφθῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00209]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Pater si possibile est
Litterarum Omnium Conspectus: 132 Litterae, quae repetitae sunt in 12,868 occasionibus



α

0945 

944   

Α

0913 

1   

β

0946 

57   

Β

0914 

1   

γ

0947 

215   

Γ

0915 

8   

δ

0948 

217   

Δ

0916 

0   

ε

0949 

660   

Ε

0917 

15   

ζ

0950 

40   

Ζ

0918 

1   

η

0951 

131   

Η

0919 

0   

θ

0952 

210   

Θ

0920 

12   

ι

0953 

544   

Ι

0921 

1   

κ

0954 

376   

Κ

0922 

32   

λ

0955 

350   

Λ

0923 

6   

μ

0956 

391   

Μ

0924 

6   

ν

0957 

1,121   

Ν

0925 

4   

ξ

0958 

42   

Ξ

0926 

0   

ο

0959 

884   

Ο

0927 

15   

π

0960 

367   

Π

0928 

53   

ρ

0961 

474   

Ρ

0929 

0   

ς

0962 

455   

΢

0930 

0   

σ

0963 

429   

Σ

0931 

1   

τ

0964 

1,094   

Τ

0932 

11   

υ

0965 

236   

Υ

0933 

5   

φ

0966 

96   

Φ

0934 

0   

χ

0967 

92   

Χ

0935 

3   

ψ

0968 

16   

Ψ

0936 

0   

ω

0969 

201   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

17   

8172 

1   



 ά 

 8049 

 155 

 έ 

 8051 

 171 

 ή 

 8053 

 125 

 ί 

 8055 

 189 

 ό 

 8057 

 130 

 ύ 

 8059 

 89 

 ώ 

 8061 

 44 

 ὰ 

 8048 

 82 

 ὲ 

 8050 

 42 

 ὴ 

 80852 

 74 

 ὶ 

 8054 

 180 

 ὸ 

 8056 

 204 

 ὺ 

 8058 

 27 

 ὼ 

 8060 

 25 

 ᾶ 

 8118 

 17 

   

   

 0 

 ῆ 

 8134 

 61 

 ῖ 

 8150 

 88 

   

   

 0 

 ῦ 

 8166 

 144 

 ῶ 

 8182 

 95 

 ἀ 

 7936 

 114 

 ἐ 

 7952 

 185 

 ἠ 

 7968 

 3 

 ἰ 

 7984 

 72 

 ὀ 

 8000 

 8 

 ὐ 

 8016 

 104 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 11 

 ἑ 

 7953 

 9 

 ἡ 

 7969 

 34 

 ἱ 

 7985 

 21 

 ὁ 

 8001 

 39 

 ὑ 

 8017 

 35 

 ὡ 

 8033 

 36 

 ἂ 

 7938 

 4 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 3 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 1 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 11 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 22 

 ἔ 

 7956 

 36 

 ἤ 

 7972 

 3 

 ἴ 

 7988 

 7 

 ὄ 

 8004 

 2 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 1 

 ἅ 

 7941 

 1 

 ἕ 

 7957 

 8 

 ἥ 

 7973 

 2 

 ἵ 

 7989 

 12 

 ὅ 

 8005 

 31 

 ὕ 

 8021 

 2 

 ὥ 

 8037 

 4 

 ἆ 

 7942 

 1 

   

   

 0 

 ἦ 

 7974 

 3 

 ἶ 

 7990 

 19 

   

   

 0 

 ὖ 

 8022 

 7 

 ὦ 

 8038 

 0 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 5 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 2 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 2 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 13 

   

   

 0 

 ῃ 

 8131 

 27 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 23 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 12 

   

   

 0 

 ῇ 

 8135 

 31 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 34 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In illud Pater si possibile est
Verborum Omnium Conspectus: 1,033Verba, quae repetita sunt in 3,372,380 occasionibus



ἀβοήθητος [00147]
Ἀβραὰμ [00127]
ἀγανακτήσας [00033]
ἀγαπητοὶ [00008] [00013] [00080] [00206]
ἁγίου [00008]
ἀγκιστρευθῆναι [00113]
ἀγκιστρεῦσαι [00097]
ἄγκιστρον [00110] [00112]
ἀγκίστρῳ [00110] [00111] [00113] [00117] [00118]
ἀγνοεῖς [00046] [00046]
ἀγνοῶν [00053]
ἄγωμεν [00008]
Ἀδὰμ [00107] [00108]
ᾅδης [00159]
ἀδύνατον [00046]
ἀεὶ [00208]
ἀθανασίας [00077] [00173]
ἀθάνατος [00055]
Αἰγυπτίοις [00194]
αἱμάτων [00038]
αἱρετικῶν [00065]
αἰσθήσεται [00156]
αἰῶνας [00208]
αἰώνιος [00055]
αἰώνων [00208]
ἀκάματον [00005]
ἀκούεις [00177]
ἀκουόντων [00190]
ἀκούσῃ [00124]
ἀκούων [00167]
Ἀκούων [00122]
ἀληθείας [00069]
ἁλιέα [00106]
ἁλιεὺς [00103] [00110]
ἀλλ [00014] [00091] [00095] [00173] [00179] [00184] [00188] [00207]
Ἀλλ [00190] [00203]
ἀλλὰ [00034] [00139] [00204]
Ἀλλὰ [00013] [00070]
ἁλλομένους [00168]
ἄλλον [00017]
ἀλλόφυλοι [00070]
ἁμαρτίᾳ [00055]
ἁμαρτιῶν [00173]
ἁμαρτωλῶν [00173]
Ἀμήν [00209]
ἀμφίβολον [00179]
ἂν [00074] [00083] [00154] [00200]
ἀναγκάζομαι [00089]
ἀναγκάζοντος [00091]
ἀναγκάσαντος [00017]
Ἀνάγνωθι [00193]
ἀναδέξασθαι [00010]
ἀναλεξάμενοι [00206]
ἀναπεμφθῇ [00208]
ἀναπηδῶντας [00168]
ἀναῤῥηγνυμένους [00168]
ἀνάστασις [00042] [00043] [00055]
ἀναστῆναι [00026] [00030]
ἀνατρέχει [00062]
ἀνατροπὴν [00077] [00078]
ἀνατροφήν [00004]
ἀνατροφῆς [00006]
ἄνδρας [00038]
ἀνέμοις [00038] [00098]
ἀνέσκαψεν [00170]
ἄνθρακα [00134]
ἀνθρώπινα [00035]
ἀνθρωπίνοις [00183]
ἀνθρώποις [00058]
ἄνθρωπον [00105] [00132] [00150]
ἄνθρωπός [00126] [00130]
ἄνθρωπος [00115] [00119] [00129] [00147]
ἀνθρώπου [00026] [00030]
ἀνθρώπους [00151]
ἀνθρώπων [00034] [00164] [00165]
ἀνόητον [00196]
ἀνοητοτέρους [00198]
ἀντείπῃ [00197]
Ἄξεις [00118]
ἀξιοῖς [00017]
ἀξίωμα [00182]
ἀοίδιμον [00010]
ἀπ [00002] [00011] [00016] [00053] [00109]
ἀπαγχόμενον [00189]
ἀπαραλείπτως [00204]
ἀπατηθήσεται [00108]
ἀπέξεσα [00098]
ἀπεοίκασιν [00004]
ἀπεύχεται [00207]
ἀπεύχομαι [00154]
ἀποδείξῃ [00198]
ἀποκεκρυμμένον [00053]
ἀποκρύφου [00095]
ἀπωλείας [00107]
ἀπώλετο [00099]
ἄρα [00082]
ἆρά [00191]
Ἆρα [00046]
Ἄρειε [00082]
Ἄρειος [00069] [00077]
ἁρμῶν [00052]
ἀρνίον [00137] [00138] [00144] [00146] [00148]
ἀρνίῳ [00141]
ἄρτον [00006] [00007]
ἄρτος [00009]
ἀρτύμασι [00006]
ἀρτύοντος [00008]
ἄρτων [00038]
ἀρυσώμεθα [00080]
ἀρχῆς [00107]
ἀρῶ [00197]
ἄσβεστον [00134]
ἀσθενὲς [00165]
ἀσθενέστατόν [00165]
αὐτήν [00085] [00087] [00090] [00181]
αὐτὸ [00022] [00204]
αὐτό [00021]
αὐτὸν [00007] [00013] [00014] [00086] [00093] [00097] [00134] [00137] [00149] [00168] [00170] [00189] [00193] [00196] [00198]
αὐτόν [00094] [00131]
αὐτὸς [00087] [00157] [00169] [00181]
αὐτοῦ [00007] [00012] [00051] [00051] [00053] [00053] [00061] [00064] [00078] [00100] [00100] [00106] [00132] [00150] [00152] [00152]
αὐτῷ [00077] [00080] [00139] [00192] [00202]
αὐτῶν [00046] [00064] [00099]
ἀφανὴς [00051] [00053]
ἀφανιζόμενον [00157]
ἀφελῶ [00197]
ἁφῇ [00038] [00098]
ἀφίσταται [00143]
ἀφορμὴν [00204] [00205]
ἄχρι [00052]
ἅψηται [00117]


βακτηρίᾳ [00148]
βαλεῖν [00135] [00139]
βαπτισθῆναι [00020]
Βάπτισμα [00020]
βασανίζουσαν [00149]
βίου [00112]
βλάσφημα [00069]
βλασφημίᾳ [00061]
βλέπειν [00137]
βόθρον [00170]
βουλεύσησθε [00074]
βουλὴν [00074]
βουλομένοις [00203]
βρώματα [00006]
βυθὸν [00112]


γάλα [00005]
γάλακτος [00005] [00006]
γαλακτοτροφήσαντες [00008]
γαλακτοτροφίαν [00007]
γὰρ [00005] [00012] [00020] [00024] [00030] [00038] [00043] [00052] [00055] [00062] [00071] [00074] [00075] [00083] [00086] [00092] [00107] [00123] [00129] [00135] [00139] [00147] [00186] [00196] [00200] [00204] [00205] [00207]
γάρ [00060] [00084] [00094] [00115] [00155]
γε [00191]
γεγραμμένον [00117] [00152] [00158] [00169]
γέμουσαν [00080]
γενέσεως [00046]
γένηται [00179]
γῇ [00105]
γῆν [00064] [00135]
γίγας [00061]
γίνεται [00006]
Γίνομαι [00119]
γίνομαι [00119]
γινώσκει [00048]
γινώσκεις [00049]
γλυκεῖαν [00077]
γλυκὺ [00078] [00078]
γνῷ [00064]
Γνῶτε [00073]
γόνατα [00098]
Γραφὰς [00193]
Γραφῆς [00077] [00203]
Γραφικῶν [00007]
Γραφῶν [00009] [00206]
γυμνὰ [00051] [00053]


δαίμονας [00198]
δαιμόνων [00098] [00173]
δαίμοσιν [00195]
∆αυΐδ [00063]
δὲ [00009] [00031] [00049] [00050] [00051] [00053] [00062] [00080] [00087] [00110] [00118] [00152] [00155] [00166] [00166] [00171] [00172] [00177] [00178] [00201] [00206]
δέ [00044]
∆εῖ [00026] [00030] [00106] [00114]
δεῖ [00097] [00106]
δειλιᾷ [00066] [00082] [00129]
δειλιᾷν [00086] [00103]
δειλίας [00012] [00207]
δειλιᾷς [00015]
δειλιῶν [00095] [00119]
δειλὸν [00105]
δεινῶς [00134] [00149] [00189]
δείξῃ [00110]
δέλεάρ [00096]
∆εσπότην [00062]
δεῦρο [00013]
δὴ [00008]
δημιουργὸς [00039]
δι [00064] [00157]
∆ιὰ [00010]
διὰ [00004] [00038] [00093] [00178]
διάβολος [00098]
διαβόλου [00173]
διαβόλῳ [00096] [00191] [00195]
διαγωγὴν [00006]
διαλεχθῶμεν [00013]
διαλύει [00006]
διαλύσας [00007]
διαλύσωμεν [00064]
διανοίας [00005]
διαπορθμεύσωμεν [00013]
διασκεδάσει [00074]
διαφόρων [00007]
διδαγμάτων [00008]
∆ίδαξον [00059]
διδασκαλίαν [00080]
διδασκαλίας [00007] [00008]
διδάσκαλοι [00004]
διδάσκαλος [00005] [00007]
διδόναι [00204]
∆ίδου [00205]
διέθρεψας [00038]
διηγήσασθαι [00204]
διικνούμενος [00052]
δικαιοσύνης [00055]
δίκην [00098]
∆ιὸ [00008] [00199]
δίστομον [00052]
δολερὰν [00077]
δολεράν [00078]
δολεροῖς [00108]
δολερός [00108]
δόξα [00208]
δόξης [00200]
δόξωμεν [00203]
δὸς [00064]
δούλου [00017] [00091]
δράκοντα [00118]
δράκοντος [00201]
∆ράκων [00202]
δριμύτητα [00149]
δύναμαι [00093]
δυνάμενοι [00204]
δύναμιν [00204]
δύναμις [00055]
δυνατὸν [00002] [00011] [00016] [00018] [00023] [00028] [00036] [00040] [00045] [00053] [00056] [00068] [00076] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00160] [00167]
δυνατόν [00046] [00049] [00081]
δυσδιάκριτος [00057]
δυσερμήνευτον [00007]
δυσέφικτός [00057]
δυσθεώρητον [00206]
δυσθεώρητος [00057]
δύσθρυπτον [00006]
δυσσεβείας [00064]
δύστηνος [00174]


ἐὰν [00053] [00100] [00113] [00143]
Ἐὰν [00074] [00099] [00110]
ἑαυτῇ [00092]
ἑαυτοῖς [00079]
ἑαυτὸν [00017]
ἑαυτῷ [00125] [00169]
ἑαυτῶν [00079] [00204]
ἐβούλου [00029]
ἐγγὺς [00027]
ἐγεῖραι [00093]
ἐγένετο [00174]
ἐγενόμην [00147]
ἐγερθήσονται [00166]
ἐγερῶ [00094]
ἐγκείμενον [00063]
Ἔγνω [00174]
ἔγνωσαν [00199] [00200]
ἐγὼ [00099] [00100] [00102] [00107] [00154] [00166] [00173] [00177] [00179] [00184] [00188]
Ἐγὼ [00094] [00115] [00187]
Ἐγώ [00042]
Ἔδει [00196] [00198]
ἐθεράπευσα [00098]
ἐθεράπευσας [00038]
ἔθνη [00073]
ἐθνῶν [00197]
Εἰ [00017] [00028] [00035] [00053] [00086] [00107] [00154] [00200]
εἰ [00002] [00011] [00016] [00018] [00023] [00029] [00036] [00040] [00041] [00042] [00045] [00048] [00049] [00053] [00056] [00068] [00076] [00081] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00160] [00167]
εἶ [00034] [00055] [00064]
Εἶδέ [00098]
εἰδὼς [00046]
εἰμι [00042] [00094] [00115]
εἶναι [00037] [00077] [00099] [00105] [00163] [00165] [00198]
εἰπεῖν [00204] [00204]
εἶπον [00174]
εἴπω [00120] [00121]
Εἴπωμεν [00014]
εἰργάσατο [00170]
εἰρημένων [00206]
εἰρήνην [00139]
εἰρωνείᾳ [00154]
Εἰς [00002]
εἰς [00007] [00038] [00062] [00100] [00110] [00112] [00168] [00170] [00204] [00208]
ἐκ [00006] [00038] [00105] [00165] [00206] [00208] [00208]
ἔκβασιν [00162] [00179]
ἐκδέξασθε [00162]
ἐκείνη [00005]
ἐκεῖνος [00035] [00062] [00099] [00105] [00107] [00116] [00122] [00154] [00166]
ἐκείνου [00013] [00155]
ἐκείνῳ [00035] [00171] [00172]
ἐκένωσα [00091]
ἐκένωσας [00017]
Ἐκκλησίας [00004] [00005] [00005]
ἐκώλυε [00035]
ἐλάλησε [00075]
ἐλαχίστων [00208]
Ἔλεγε [00031]
ἔλεγεν [00089]
ἔλεγες [00025] [00030] [00047] [00086]
Ἔλεγες [00020]
ἐληλυθὼς [00010]
ἐλθὼν [00010] [00015] [00015] [00027]
ἑλκυσθῇ [00117]
ἐλπίδας [00041]
ἐμά [00186]
ἐμαυτὸν [00091]
ἐμαυτοῦ [00091]
ἐμὲ [00157]
ἐμοὶ [00166] [00171] [00172]
ἐμοῖς [00155]
ἐμὸν [00185]
ἐμοῦ [00002] [00011] [00016] [00053] [00105] [00109] [00117]
ἐμπαίζειν [00192] [00202]
ἐμπαιχθῆναι [00198]
ἐμπαιχθήσεται [00201]
ἐμπέπαιχα [00194]
ἐμπεσεῖται [00169] [00170]
ἐμποδίζειν [00203]
ἐμῶν [00208]
ἐν [00008] [00012] [00041] [00053] [00061] [00063] [00077] [00079] [00080] [00094] [00105] [00112] [00117] [00118] [00125] [00132] [00141] [00152] [00161] [00197]
ἕν [00185] [00187]
Ἐν [00197]
ἕνα [00064]
ἐναντία [00123]
ἔνδοθεν [00134] [00138] [00148]
ἐνδῷ [00110]
ἕνεκα [00207]
ἕνεκεν [00015]
ἐνέπαιξε [00191] [00195]
ἐνεργὴς [00052]
ἐνθάδε [00203]
ἐνθυμήσεων [00052]
ἐννοιῶν [00052]
ἐνόησεν [00099]
ἐντρίτου [00189]
ἐνώπιον [00051] [00053] [00079]
ἐξ [00099] [00107]
Ἐξέγειρον [00063]
ἐξήρανας [00038]
ἕξομεν [00041]
ἐξὸν [00192]
ἐξουσίαν [00083] [00085] [00087] [00090] [00180] [00181] [00181]
Ἐξουσίαν [00085] [00087] [00090]
ἐξουσιαστικόν [00183]
ἐξυπνισθήσονται [00166]
ἐπαιρέσθω [00061]
ἐπεὶ [00089]
ἐπειδὴ [00178]
ἐπέρχεται [00113]
ἐπετίμησα [00098]
ἐπετίμησας [00029] [00035] [00038]
ἔπηξα [00098]
ἔπηξας [00038]
ἐπὶ [00009] [00010] [00064] [00135] [00203]
ἐπιγινώσκεις [00049]
ἐπιδράμῃ [00117]
ἐπιζητεῖς [00035]
ἐπιθολώσαντες [00077]
ἐπίκειται [00065]
ἐπικράνθη [00159]
ἐπιστεύσαμεν [00060]
ἐπιστήμονες [00079]
ἔπλασας [00202]
ἐποίουν [00199]
ἐργαζόμενον [00132]
ἐργαστήριον [00173]
ἐρεῖ [00190]
ἑρμηνειῶν [00007]
ἐροῦμεν [00193]
ἐσμεν [00060] [00187]
ἔσπευδες [00019]
ἔσται [00032] [00197] [00205]
ἐσταύρωσαν [00200]
ἐστί [00164]
ἐστι [00044] [00049] [00049] [00058] [00081] [00096] [00126] [00130] [00154] [00155] [00171] [00172] [00185] [00186]
ἔστι [00051] [00053]
Ἔστι [00009]
ἐστίν [00165]
ἐστιν [00046] [00057] [00120]
ἔστιν [00088]
ἐτεχνάσατο [00107]
εὐθυλύτοις [00008]
Εὐνόμιος [00061] [00069] [00077]
εὑρηκότες [00069]
εὑρήσει [00132] [00134] [00149] [00150]
εὑρήσεις [00193]
εὐφραίνεται [00069] [00122] [00124]
εὐφρανθείητε [00070]
Εὐχαριστῶ [00176]
εὔχεται [00067]
εὔχῃ [00015]
εὐχῆς [00178] [00179]
ἐφ [00168]
ἐφάλλονται [00110]
ἔφης [00033]
ἐφοβήθη [00083]
ἐφυγάδευσα [00098]
ἐχάλασα [00112]
ἔχει [00186]
ἔχον [00146]
ἔχω [00020] [00085] [00085] [00087] [00087] [00090] [00090] [00181] [00181]
ἔχων [00083]
ἕως [00021] [00120]


ζυγὸς [00071]
ζύμην [00134]
Ζωὴ [00052]
ζωὴ [00042] [00043] [00055]
ζωῆς [00006] [00010] [00041] [00077] [00093] [00106] [00173]


[00006] [00042] [00042] [00062] [00064] [00120]
[00046] [00082] [00192]
[00092]
[00053]
ἠγνόεις [00024]
ᾔδει [00154]
ᾔδειν [00177]
ἤκουσάς [00176]
ἤκουσέ [00175]
ἦλθον [00135] [00139]
ἥλιον [00157]
ἥλιος [00055]
ἡμᾶς [00059] [00062] [00071] [00203]
ἡμεῖς [00008] [00013]
Ἡμεῖς [00080]
ἤμελλες [00024]
ἡμέρᾳ [00026] [00030]
ἡμέραις [00008] [00094]
ἡμέραν [00157]
ἡμῖν [00009] [00013] [00064] [00065]
ἡμῶν [00010] [00015] [00024] [00055] [00062] [00063] [00072] [00080] [00082] [00203] [00207]
ἣν [00074] [00169]
ἦν [00192]
ἠναγκάζετο [00086]
ἠπάτησε [00108]
ἡττᾶσθε [00073]
ἡττηθήσεσθε [00074]
ηὐξάμην [00178]
ηὔξατο [00154]


θάλαμος [00172]
θάλασσαν [00110]
θαλάσσῃ [00038] [00098]
θάνατον [00024] [00039] [00041] [00042] [00043] [00082] [00095] [00103] [00105] [00119]
θάνατος [00172]
θανάτου [00120] [00178] [00180] [00207]
θανάτῳ [00093]
θανάτων [00039]
θανεῖν [00010] [00083] [00083]
θαυμάσετε [00162]
θαυμάτων [00039]
θεῖναι [00085] [00087] [00090] [00181]
θείων [00007]
θέλημα [00185]
θέλω [00137] [00142] [00173] [00179] [00184] [00188]
Θεὸν [00132] [00141] [00142]
Θεὸς [00055] [00152]
Θεός [00072]
θεότητος [00111] [00134] [00137] [00149] [00183]
Θεοῦ [00034] [00052] [00055] [00099] [00164] [00165]
θεωρήσας [00099] [00101]
θεωρίαν [00008]
θεωριῶν [00007]
θεϊκῇ [00207]
θεϊκοῖς [00108]
θεϊκόν [00182]
θηλὴν [00005]
θησαυρὸν [00012]


Ἰακὼβ [00127]
ἴδῃ [00143] [00157] [00168]
Ἰδοὺ [00129]
Ἰησοῦς [00010]
ἱλαστήριον [00173]
Ἵλεώς [00032]
ἱματίων [00038]
ἵν [00116]
ἵνα [00013] [00064] [00064] [00105] [00137] [00142] [00151] [00178] [00198] [00203] [00208]
Ἰσαὰκ [00127]
Ἰσραήλ [00061]
ἱστᾷ [00169] [00169]
ἱστᾷν [00171]
ἰσχύι [00197]
ἰσχυρότερον [00165]
ἰσχύσητε [00074]
ἴσως [00190]
ἰχθύες [00110]
Ἰώβ [00117]
Ιn [00001]


καθάπερ [00063]
καθὼς [00207]
καίτοι [00181]
κἀκεῖνον [00168]
κακοπιστίᾳ [00077]
καλῶς [00086]
κάματον [00004]
καρδίᾳ [00063]
καρδίας [00052]
κατ [00105] [00106] [00155]
καταγγέλλουσιν [00012]
κατακαίοντα [00134]
κατακεντηθήσεται [00138]
καταλελειμμένα [00197]
Καταπίῃ [00132] [00134] [00138] [00148]
καταπίῃ [00156] [00168] [00189]
καταπίω [00128] [00131]
καταχθόνια [00100]
κατέλθω [00100]
κατέπιεν [00156]
Κατέπιον [00127]
κατήχησιν [00007]
κάτωθεν [00159]
καυχωμένους [00198]
κεκρυμμένον [00012] [00112]
κεντητήριον [00155] [00173]
κεφάλαιον [00064] [00204]
κινηθῇ [00113]
κοιλίᾳ [00132]
κόκκον [00149] [00189]
κόρον [00038]
κρᾶσιν [00007] [00077]
κρασπέδοις [00038]
Κρεμάσει [00189]
κριτικὸς [00052]
Κρύπτω [00141] [00182]
κρύπτω [00183]
κτίσις [00051] [00053]
κτιστὴν [00037]
Κύριε [00015] [00032] [00054] [00059]
Κύριον [00200]
Κύριος [00010] [00064] [00074] [00082] [00195] [00207]
Κυρίου [00061] [00075] [00080]
κωλύοντί [00029]


λαβεῖν [00085] [00087] [00090] [00181]
λαβόντες [00077] [00080]
λαβὼν [00017] [00091]
Λάκκον [00170]
λαλῆσαι [00114]
Λαλήσω [00137] [00144] [00146]
λαχανικὰ [00006]
λέγει [00010] [00082] [00084] [00087] [00125]
λέγεις [00017] [00022] [00027] [00035] [00039] [00042] [00044] [00053]
λεγεῶνας [00098]
λεγόμενα [00161]
λέγοντα [00193] [00196]
λέγοντες [00078]
λέγοντος [00175]
λεγούσης [00077]
λέγω [00095] [00103] [00179] [00184]
λέγων [00015] [00065] [00067] [00094] [00201]
λελυμένα [00038]
λεπρῶν [00098]
λευκάνατε [00206]
λήψομαι [00197]
λίθον [00064]
λικμητήριον [00173]
λογικοῖς [00182]
λογίων [00007]
λόγοις [00008] [00183]
λόγον [00007] [00008] [00095] [00203] [00203]
Λόγος [00055]
λόγος [00052] [00054] [00057]
λόγου [00005] [00007] [00009] [00059] [00064]
λόγῳ [00053] [00098]
λόγων [00162]
λοιπὸν [00041]
λυθέν [00093]
λύκος [00137] [00142] [00143]
Λύσατε [00094]
λυτήριος [00039]


μάθῃ [00151]
μαθητῇ [00029]
μᾶλλον [00107]
μανθάνομεν [00037]
μασᾶσθαι [00151]
Μασήσεται [00149]
μασήσεταί [00150]
μασθὸν [00005]
μαχαίρᾳ [00007]
μάχαιραν [00052] [00137] [00139]
μαχαίρας [00138]
με [00091] [00097] [00098] [00099] [00105] [00106] [00106] [00114] [00132] [00132] [00138] [00148] [00150] [00156] [00165] [00168] [00189]
μεγάλῃ [00003]
μεγαλοῤῥημονοῦντα [00196]
Μεθ [00072]
μεθ [00203]
μεθυσθήσεται [00166]
μεῖζον [00049]
μειζόνως [00206]
μέλλει [00171]
μεμεστωμένον [00077]
μὲν [00049] [00062] [00086] [00110] [00166]
μέν [00171] [00172]
μέντοι [00168]
μερισμοῦ [00052]
μέσῃ [00105]
μεταδίδωσι [00007]
μετανοήσει [00168]
μηδὲ [00061]
μηδενός [00017] [00091]
μηκέτι [00151]
μηκύνοντες [00203]
μὴν [00019] [00025]
μήτε [00077]
μήτηρ [00006]
μητρὶ [00004]
μίαν [00007]
μνημεῖα [00168]
μοι [00098] [00101] [00197]
μόνος [00064]
μορφὴν [00017] [00091]
μου [00033] [00034] [00085] [00087] [00090] [00093] [00105] [00111] [00120] [00123] [00162] [00162] [00163] [00167] [00175] [00176] [00177] [00178] [00179] [00180] [00181] [00182] [00183] [00185] [00197] [00197]
μοχλοὺς [00100]
μυελῶν [00052]
μυστήριον [00053] [00059] [00105]
μυστηρίου [00095]
μωρὸν [00164]
μωρόν [00163]
Μωϋσέα [00193]


ναὸν [00094]
νεκροὺς [00168]
νεκρῶν [00038]
νήπιοι [00013] [00014]
νηπίοις [00013]
νόημα [00203] [00206]
νοήματα [00013]
νοημάτων [00077] [00208]
νοήσαντες [00012]
Νομίζει [00163]
νομίζει [00105] [00165]
νομίζεις [00082]
νομίζοντες [00077]
νομίσας [00105] [00178]
νόσους [00038] [00098]
νοσσιὰν [00197]
νοστήσασα [00006]
νόστιμον [00007] [00008]
νοῦν [00063]
Νῦν [00069] [00167] [00178]
νῦν [00008] [00017] [00035] [00039] [00053] [00069] [00087] [00168] [00208]


ξυλοπαγὲς [00105]


[00005] [00007] [00009] [00010] [00022] [00039] [00046] [00048] [00050] [00052] [00054] [00057] [00061] [00065] [00071] [00072] [00082] [00083] [00094] [00098] [00108] [00110] [00113] [00113] [00137] [00142] [00143] [00174] [00185] [00186] [00187] [00191] [00195] [00201] [00207]
[00035] [00044] [00077] [00199]
[00152] [00159]
ὀδόντας [00150] [00152]
οἱ [00004] [00070] [00077] [00078] [00079] [00079] [00110] [00166]
οἶδεν [00164] [00165] [00166] [00169] [00171] [00185]
οἰκείᾳ [00077]
οἰκείων [00006]
οἶκον [00092]
οἰκονομίᾳ [00207]
οἰκουμένην [00197]
οἱονεὶ [00007]
οἷς [00168]
ὅλην [00197]
ὃν [00033] [00156] [00170] [00171] [00193] [00202]
ὀνειδίζει [00062]
ὀνειδιζέτω [00061]
ὅπερ [00154]
ὀπίσω [00033]
ὁποῖόν [00154]
ὁρᾷς [00067]
Ὁρᾷς [00066] [00194]
ὅρια [00197]
ὁρωμένων [00037] [00037]
ὃς [00197]
ὅσα [00174] [00186]
ὅταν [00157] [00168] [00168] [00189]
Ὅταν [00124] [00156]
ὅτε [00110]
ὅτι [00024] [00025] [00034] [00050] [00098] [00098] [00098] [00098] [00098] [00099] [00164] [00165] [00166] [00169] [00171] [00174] [00176] [00177] [00185] [00193] [00201]
Ὅτι [00064]
Οὐ [00054] [00207]
οὐ [00032] [00034] [00049] [00095] [00137] [00142]
οὗ [00021] [00049]
Οὐαὶ [00077] [00078] [00078] [00079]
οὐδὲ [00095]
Οὐδεὶς [00048]
οὐδεὶς [00197]
Οὐδὲν [00004]
οὐδέν [00049]
οὐδέποτε [00043]
Οὐκ [00051] [00089] [00139] [00169] [00185]
οὐκ [00053] [00110] [00113] [00115] [00164] [00165] [00166] [00171] [00200]
οὖν [00027] [00035] [00053] [00095] [00102] [00106] [00161]
οὐρανοὺς [00168]
οὔτε [00199]
οὗτος [00054] [00126] [00202]
Οὐχ [00082] [00184]
οὐχ [00014] [00173] [00179] [00188] [00204]
ὀφείλων [00113]
ὀφθαλμοῖς [00051] [00053]
ὄψει [00189]
ὄψεσθε [00162]


παγίδα [00169]
παθεῖν [00010] [00015]
παιδίων [00198]
παίοντος [00071]
παισὶ [00005] [00007]
πάλιν [00052] [00074] [00074] [00085] [00087] [00181]
Πάντα [00186]
πάντα [00004] [00038] [00046] [00051] [00053] [00098] [00106]
πάντες [00070]
πάντοτέ [00177]
πάντων [00010] [00106] [00107]
παρὰ [00058]
παραδοθῆναι [00026]
παραδοῦναι [00203]
παραιτεῖς [00022]
παραιτῇ [00027]
παρακαλεῖ [00005]
παραλελυμένα [00098]
Παρασκευῇ [00003]
παρελθεῖν [00046] [00049] [00154] [00178]
παρελθέτω [00002] [00011] [00016] [00018] [00023] [00028] [00036] [00040] [00045] [00053] [00056] [00068] [00076] [00081] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00160] [00167]
παρεμβολὴ [00064]
παρεμβολὴν [00061]
παρέρχε [00178]
παρέχει [00005]
πᾶσα [00064]
πᾶσαν [00052] [00064]
παστὸς [00171]
Πάτερ [00002] [00011] [00016] [00018] [00023] [00036] [00040] [00045] [00053] [00056] [00068] [00076] [00081] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00160] [00167] [00176]
Πατέρα [00048] [00049] [00193]
Πατὴρ [00186] [00187]
Πατρὶ [00067]
Πατρί [00180]
πατριάρχας [00127]
Πατρός [00185]
Παῦλός [00050]
πενθήσει [00168]
πεντακισχιλίους [00038]
πέντε [00038]
πεποιηκότα [00098]
περὶ [00179] [00201]
Περιέθηκα [00111]
περιλειώσασα [00006]
Περίλυπός [00120]
πετάλοις [00182]
πέτραν [00150]
πέτρας [00168]
Πέτρος [00031]
Πέτρῳ [00029]
πηγὰς [00038]
πηγὴ [00055]
πιεῖν [00019] [00022]
πικρὰν [00077]
πικρανθήσεται [00157]
πικρὸν [00078]
πικρόν [00078]
πίνω [00166]
πίω [00021]
Πλὴν [00173] [00179] [00188]
πληρωθῇ [00117]
πληρωθήσεται [00152] [00158]
πλησίον [00077] [00078]
Πνεύματος [00008]
πνεύματος [00007] [00052]
πόθῳ [00005] [00080]
ποιήσω [00197]
ποικίλων [00007]
ποιμένα [00141] [00142] [00143] [00146]
ποιμένος [00148]
ποιῶ [00102] [00179]
πολλὰ [00098]
Πολλοὶ [00012]
πολλοῖς [00058]
πολλῷ [00107]
πολὺ [00203]
Πολὺς [00065]
πολυτίμητόν [00101]
πόνον [00004]
πόνων [00208]
πόσα [00194]
ποτὲ [00110] [00110]
πότερον [00046]
ποτήριον [00002] [00011] [00016] [00018] [00019] [00023] [00028] [00036] [00040] [00045] [00046] [00049] [00053] [00056] [00068] [00076] [00077] [00080] [00081] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00154] [00160] [00166] [00167] [00173] [00173] [00178] [00179] [00207]
ποτίζοντι [00078]
ποτίζουσι [00077]
πρᾶγμα [00179]
πραγμάτων [00099]
πραότατον [00063]
πράττειν [00123]
πρέπει [00054]
πρὶν [00046]
προΐσχουσα [00005]
Προανεφώνει [00201]
προβαλλόμενος [00005] [00095]
προείπαμεν [00207]
Προήχθημεν [00204]
προκείμενος [00009]
προλαβούσαις [00008]
Πρὸς [00193]
πρὸς [00008] [00013] [00014] [00033] [00193] [00206]
προσάπτω [00180]
προσεσχηκότες [00012]
προφήτας [00127]
προφήτης [00201]
πτύου [00098]
πύλας [00100]
Πῦρ [00135]
πυρὶ [00006]
Πῶς [00050]
πῶς [00021] [00042] [00047] [00053] [00057] [00058] [00066] [00067] [00083]
Πater [00001]


ῥαχιζόμενον [00168]
ῥῆμα [00096]
ῥήμασι [00108]
Ῥήμασι [00108]
ῥήμασιν [00097]
ῥήματα [00069] [00161]
ῥήματι [00012] [00098]
ῥήματος [00038]
ῥημάτων [00105] [00122] [00162] [00167] [00208]


σατανᾶ [00033]
Σὲ [00037]
σὲ [00062]
σε [00017] [00029]
σημεῖα [00098]
σήμερον [00064]
σθαι [00179]
σιδηροῦς [00100]
σινάπεως [00149]
σίτου [00189]
σιωπῇ [00203]
σκανδαλιζέτω [00161]
σκάνδαλόν [00034]
σκοπὸν [00012]
σκοτιζομένην [00157]
σκοτισθήσεται [00166]
σκότος [00079] [00079]
σκώληκα [00110] [00111] [00114]
σκώληκι [00112]
σκώληξ [00113] [00113] [00115]
σοὶ [00060]
σοι [00032] [00032] [00038] [00054] [00159] [00176]
σοῦ [00060]
σου [00059]
σοφίᾳ [00161]
σοφία [00055] [00092]
σοφίαν [00162]
σοφίας [00012]
σοφὸν [00106]
σοφὸς [00103]
σοφῷ [00205]
σοφώτερον [00164]
σοφώτερος [00205]
σπεύδει [00123]
σπεύδων [00022]
σπεύσῃ [00105]
σταυρὸν [00010] [00171]
σταυρός [00171]
σταυροῦ [00027] [00101] [00105] [00148] [00179]
σταυρωθῆναι [00015] [00026] [00030]
σταυρωθῶ [00099]
στείλωμεν [00203]
στενός [00058]
στεῤῥὰν [00150]
στῆσαι [00101] [00105]
στίλβουσαν [00137]
στόμα [00075]
στόματι [00152]
σὺ [00025] [00041] [00053] [00064] [00082]
σύ [00173] [00179] [00184] [00188]
συγκλῶσαν [00150]
σύλλογος [00065]
συναγαγὼν [00007]
συναντήσας [00159]
συνείχου [00019]
συνέσει [00197]
συνετοὶ [00079]
συνετρίβη [00071]
συνέχομαι [00021]
συνεχόμενος [00022]
συνθλάσει [00152]
συνθλασθήσεται [00148]
συνθλάσω [00100]
συντρίψω [00100]
συρίζοντα [00069]
σύστασιν [00206]
σφενδονήσαντες [00064]
σφοδρῶς [00150]
σχηματίσασθαι [00114]
σχιζομένας [00168]
σχοινίου [00189]
σῷ [00029]
σῶμα [00091] [00093]
σώματα [00038]
σώματος [00111] [00112] [00134] [00141]
σωτηρίας [00107]
σωτήριον [00155]


τὰ [00006] [00013] [00034] [00034] [00046] [00100] [00123] [00161] [00168] [00198]
ταῖς [00008]
ταπεινῶν [00105]
τὰς [00041] [00100] [00100] [00193]
ταῦτα [00075] [00082] [00095] [00101]
ταφῆναι [00030]
τάφους [00168]
τε [00052] [00052] [00208]
τεθανατωμένων [00055]
τεθλιμμένος [00058]
τέκνων [00004] [00006]
τέλειοι [00014]
τετραχηλισμένα [00051] [00053]
τεχνάσασθαι [00106]
τέχνασμα [00163]
τεχνάσομαι [00107]
τέως [00013]
Τῇ [00003]
τῇ [00007] [00026] [00030] [00055] [00061] [00063] [00077] [00105] [00110] [00132] [00148] [00197] [00197]
τὴν [00004] [00005] [00005] [00006] [00007] [00007] [00064] [00077] [00077] [00080] [00085] [00087] [00090] [00110] [00134] [00135] [00137] [00149] [00150] [00162] [00162] [00179] [00180] [00181] [00197] [00204]
τῆς [00004] [00005] [00005] [00005] [00006] [00008] [00009] [00010] [00012] [00041] [00064] [00069] [00077] [00093] [00106] [00107] [00107] [00111] [00134] [00137] [00138] [00138] [00149] [00178] [00179] [00183] [00200] [00203]
Τί [00027] [00044] [00102]
τί [00010] [00017] [00029] [00035] [00065] [00125]
τι [00053]
τιθέντες [00079]
τίνι [00041]
Τίνος [00015]
τινος [00086] [00089]
τις [00190]
Τὸ [00075] [00164] [00165]
τὸ [00002] [00002] [00005] [00010] [00011] [00016] [00018] [00019] [00023] [00028] [00036] [00040] [00045] [00046] [00049] [00053] [00056] [00059] [00064] [00068] [00076] [00078] [00078] [00079] [00079] [00080] [00081] [00091] [00093] [00095] [00096] [00101] [00101] [00104] [00105] [00109] [00110] [00112] [00117] [00121] [00124] [00133] [00136] [00140] [00145] [00152] [00153] [00154] [00158] [00160] [00163] [00166] [00167] [00169] [00178] [00179] [00179] [00182] [00183] [00185] [00185] [00203] [00204] [00206] [00207]
τοιαῦτα [00161] [00198]
Τοιγαροῦν [00195]
τοίνυν [00014] [00114] [00198]
τοιοῦτος [00009]
τοιούτων [00105] [00165] [00167]
τοῖς [00005] [00007] [00008] [00051] [00053] [00097] [00155] [00194] [00195] [00203] [00204]
τομώτερος [00052]
τὸν [00005] [00006] [00007] [00007] [00007] [00008] [00010] [00012] [00012] [00026] [00030] [00048] [00049] [00062] [00063] [00063] [00082] [00093] [00094] [00095] [00103] [00105] [00108] [00110] [00111] [00112] [00119] [00127] [00127] [00127] [00134] [00134] [00141] [00142] [00143] [00149] [00189] [00193] [00196] [00200] [00203] [00203]
τοσούτων [00039]
τότε [00035] [00035] [00156] [00157] [00162] [00168]
τοῦ [00005] [00005] [00006] [00007] [00007] [00008] [00009] [00015] [00015] [00019] [00022] [00026] [00027] [00030] [00034] [00052] [00059] [00071] [00080] [00101] [00105] [00107] [00111] [00112] [00112] [00134] [00141] [00148] [00148] [00149] [00164] [00165] [00178] [00179] [00180] [00185] [00189] [00189] [00201] [00207]
τοὺς [00100] [00100] [00127] [00127] [00150] [00152] [00168] [00168] [00198] [00198] [00208]
τοῦτ [00088]
Τοῦτο [00096]
τοῦτο [00002] [00011] [00016] [00018] [00019] [00023] [00028] [00029] [00032] [00036] [00040] [00045] [00053] [00056] [00059] [00068] [00076] [00081] [00095] [00104] [00109] [00121] [00124] [00133] [00136] [00140] [00145] [00153] [00154] [00160] [00167] [00204]
τούτοις [00097]
τοῦτον [00094] [00128]
τούτου [00112] [00201]
τούτων [00122]
τραπέζης [00009]
τρεφομένοις [00007]
τρισὶν [00094]
τριστόμου [00138]
τρίτῃ [00026] [00030]
τρόμῳ [00038] [00098]
τρόπαιον [00101]
τρόπον [00007] [00093]
τροφὴν [00005]
τυφλὸς [00185]
Τῷ [00180]
τῷ [00005] [00012] [00029] [00053] [00067] [00077] [00078] [00078] [00096] [00098] [00110] [00111] [00112] [00113] [00117] [00117] [00141] [00152] [00191] [00195]
τῶν [00004] [00006] [00007] [00007] [00009] [00034] [00037] [00055] [00077] [00099] [00105] [00122] [00162] [00162] [00164] [00165] [00165] [00167] [00190] [00197] [00206] [00206] [00208] [00208] [00208]


ὕβρις [00062]
Υἱὸν [00026] [00030] [00099]
Υἱὸς [00055]
Υἱός [00048]
ὑμᾶς [00008] [00161]
ὑμεῖς [00206]
ὑμετέρων [00208]
ὑμῖν [00008]
ὑπ [00007] [00013] [00117]
Ὕπαγε [00033]
ὑπὲρ [00010] [00015] [00024] [00052] [00106] [00107]
ὑπήκουσαν [00038] [00098]
ὑπηρέτις [00006]
ὑπὸ [00138] [00148] [00189]
ὑπό [00086] [00089]
ὑποκρίνομαι [00103] [00103]
ὑπομεῖναι [00106]
ὑπομένειν [00024]
ὑπομενούσῃ [00004]
ὑφέλκειν [00005]
ὑφέλκων [00110]
ὕψιστος [00064]


φαιδρότερον [00203]
φανερῶσαι [00142]
φεύγει [00101]
φεύγοντα [00105] [00110]
φεύγων [00119]
φησιν [00050]
φθεγγομένῳ [00035]
φιλομαθέσι [00204]
φιλοτέκνῳ [00004]
φιλτάτῳ [00005]
φιλτάτων [00004]
φοβεῖσθαι [00103]
φοβεῖται [00043] [00066]
φοβῇ [00039] [00041] [00042]
φοβούμενοι [00077]
φοβούμενος [00082] [00095] [00101]
φρονεῖς [00034]
φυγαδευτήριον [00173]
φύγῃ [00137] [00142]
φωνῇ [00098]
φωνὴν [00077]
φῶς [00055] [00079] [00079]


χαίρει [00069] [00122] [00167] [00168]
χαλαζώματα [00098]
χαλάσει [00110]
χαλκᾶς [00100]
χαῦνος [00179]
χειρὶ [00110]
χειρὸς [00038] [00098]
χειρῶν [00197]
χλευασθῆναι [00196]
Χριστὸς [00010] [00191]
Χριστῷ [00208]


ψυχή [00120]
ψυχήν [00085] [00087] [00090] [00181]
ψυχῆς [00005] [00052] [00080]


[00058]
[00057] [00077] [00173]
ὠὰ [00197]
ᾠκοδόμησα [00091]
ᾠκοδόμησεν [00092]
ὤρυξε [00170]
ὡς [00013] [00014] [00035] [00053] [00069] [00082] [00105] [00106] [00110] [00113] [00114] [00119] [00119] [00129] [00132] [00132] [00137] [00138] [00144] [00146] [00148] [00150] [00173] [00173] [00179] [00179] [00184] [00184] [00188] [00188] [00196] [00197] [00197] [00204]
Ὡς [00005] [00103]
ὡσαύτως [00005]
ὡσεὶ [00147]
ὥσπερ [00006] [00013] [00014] [00091]
Ὥστε [00095]