Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φιλάνθρωπον [117]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φιλάνθρωπον


000-00-00 Serial Number=0459048748
Ad populum Antiochenum Ante [Go Back]  
 [00978]  Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε·
 [01498]  τυράννου θυμὸν, πολλῷ μᾶλλον ἡμᾶς θαῤῥεῖν χρὴ, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χάριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρημένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐτὰς φέρειν γενναίως.
 [03763]  Καὶ κοιναὶ παρὰ τοῦ δήμου λιταὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην αὐτήν.
 [05005]  παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν μεθ' ἡμῶν αὐτοὺς ἀπολαῦσαι τῆς γαλήνης.
 [06060]  κἂν μὲν φιλάνθρωπον ἐξενέγκῃς καὶ ἥμερον, ἐπαινέσονται τὸ δόγμα πάντες, καὶ δοξάσουσι τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους ἐροῦσι·
000-00-00 Serial Number=0851350486
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00216]  εἶδες τὸ φιλάνθρωπον, τὸ χρηστὸν, τὸ ταπεινόν;
000-00-00 Serial Number=0202948689
Catecheses ad illuminandos Ante [Go Back]  
 [00586]  Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει προσήκει σκιρτᾶν ἡμᾶς καὶ εὐφραίνεσθαι καὶ δοξάζειν τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
000-00-00 Serial Number=0750143826
Commentarius in Job Ante [Go Back]  
 [01005]  ᾔδει τοῦ θεοῦ τὸ φιλάνθρωπον.
000-00-00 Serial Number=0740089178
Comparatio regis et monachi Ante [Go Back]  
 [00070]  Ἅμα τε γὰρ ὁ προφήτης τὰς χεῖρας ἦρεν εἰς τὸν οὐρανὸν, καὶ τοῖς ἐξ οὐρανοῦ βέλεσιν ὁ Θεὸς τὸν Περσικὸν κατέλυσε πόλεμον, παιδεύων τοὺς βασιλεῖς κοινοὺς τῆς γῆς ἡγεῖσθαι σωτῆρας τοὺς ἑαυτοῦ θεράποντας, ὅπως ἂν παιδευθεῖεν, καὶ παρακαλούμενοι παρὰ τῶν δικαίων ἐπὶ πᾶσαν πρᾶξιν ἀγαθὴν καὶ φιλάνθρωπον, αἰδεῖσθαι τὰς συμβουλίας, καὶ πείθεσθαι ταῖς ἀγαθαῖς νουθεσίαις.
000-00-00 Serial Number=0563160837
Contra theatra Ante [Go Back]  
 [00101]  Πῶς σου, μακάριε, τὴν φιλάνθρωπον διαγράψω σκηνήν;
 [00374]  Ἔκκοψον δὲ καὶ σὺ τὴν φιλόξενον δρῦν, τὴν φιλάνθρωπον σκηνὴν, ἔμπρησον αὐτὴν, ὡς τὸν παῖδα.
000-00-00 Serial Number=0652722716
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00696]  ὅταν γὰρ μὴ θελήσωμεν αὐτοὶ τῆς πολλῆς αὐτοῦ μακροθυμίας ἀπόνασθαι τότε εἰς τὸ ἑτέρων αὐτὴν τρέπει κέρδος πανταχοῦ τό τε φιλάνθρωπον ὁμοῦ καὶ τὸ εὐμήχανον ἐπιδεικνύς.
000-00-00 Serial Number=0895206511
De Lazaro Ante [Go Back]  
 [02603]  ∆εσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον [48.1047] καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι.
000-00-00 Serial Number=0071746826
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00068]  τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυ [51.44] τοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται.
 [00081]  Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον·
000-00-00 Serial Number=0517650783
De cruce et latrone ii Ante [Go Back]  
 [00115]  Τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν ∆εσπότην, οὕτω δυνατὸν καὶ φιλάνθρωπον, ὡς καὶ λῃστὴν δύνασθαι ποιῆσαι ἄξιον τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ.
000-00-00 Serial Number=0190864205
De diabolo tentatore Ante [Go Back]  
 [00254]  Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τούτων εὐχαριστεῖν δεῖ καὶ καθ' ἑαυτὸ, καὶ τῆς δόσεως ἡ ἀφαίρεσις οὐκ ἔλαττον ᾖ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώτερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παντὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπιμελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀποδυσπετοῦντες;
000-00-00 Serial Number=0325948060
De fato et providentia Ante [Go Back]  
 [00305]  οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ' ἀποδέξῃ τῆς μακροθυμίας τὸν φιλάνθρωπον Θεόν.
 [00369]  Ἥμαρτες, ἐπίγνωθι τὸν ∆εσπότην, τὸν ἐλεήμονα, τὸν φιλάνθρωπον, τὸν ἀγαθὸν, τὸν ἰατρὸν, τὸν συγγνωμονικὸν, τὸν εὐπαραίτητον, τὸν εὐαξίωτον.
000-00-00 Serial Number=0894024134
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00266]  ∆ίδαξον αὐτὸν ἐπιεικῆ εἶναι καὶ φιλάνθρωπον.
000-00-00 Serial Number=0957313001
De incomprehensibili dei natura Ante [Go Back]  
 [00618]  Ἵν' οὖν μὴ τὰ μέγιστα ἑαυτοὺς παραβλάψωμεν, φεύγωμεν αὐτῶν τὰς συνουσίας, εὐχόμενοι μόνον καὶ παρακαλοῦντες τὸν φιλάνθρωπον Θεόν, τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν, ἀπαλλάξαι μὲν αὐτοὺς τῆς πλάνης καὶ τῆς τοῦ διαβόλου παγίδος, ἐπαναγαγεῖν δὲ ἐπὶ τὸ τῆς γνώσεως φῶς, τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ ζωοποιῷ καὶ παναγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0402395129
De meretrice Ante [Go Back]  
 [00015]  Ἐδεδοίκει γὰρ, μήπως λόγος τις δυςώδης, ἐκ τῶν ἁμαρτωλῶν αὐτῆς χειλέων ἐξελθὼν, κινήσῃ κατ' αὐτῆς εἰς ὀργὴν τὸν φιλάνθρωπον κριτήν.
 [00016]  Κατὰ δὲ τὸ σιωπώμενον τὴν πρεσβείαν ἐξύφαινεν, καὶ τῇ καρδίᾳ μόνῃ τὴν ἐξομολόγησιν ποιουμένη, τὴν ἱκεσίαν ἀνέφερεν τῷ μόνῳ τὰ ἐγκάρδια ἐπισταμένῳ δεσπότῃ, καὶ πρὸς αὐτὸν, τὸν φιλάνθρωπον, τῇ διανοίᾳ ἐβόα·
000-00-00 Serial Number=0349802554
De oratione Ante [Go Back]  
 [00002]  ∆εῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
000-00-00 Serial Number=0097118855
De paenitentia [1] Ante [Go Back]  
 [01255]  Ὁ γὰρ Θεὸς ᾠκονόμει ταῦτα γίνεσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων·
000-00-00 Serial Number=0774054229
De paenitentia [2] Ante [Go Back]  
 [00357]  Ἀλλὰ μὴ καταλύσωμεν τὸν λόγον ἐν σκυθρωπῷ διηγήματι, μηδὲ λόγον ἐκκλησιαστικὸν ὀρχηστρὶς καταστελλέτω, ἀλλ' ἀντιθῶμεν ἀκολάστῳ συμποσίῳ καὶ τυραννικῷ καὶ πικρῷ συμπόσιον δεσποτικὸν καὶ φιλάνθρωπον, ἵνα νοήσωμεν πηλίκος ὁ τῆς μετανοίας καρπός.
000-00-00 Serial Number=0924095273
De patientia sermo 1 Ante [Go Back]  
 [00357]  Πρὸς γὰρ Κριτὴν φιλάνθρωπον εἴπομεν·
000-00-00 Serial Number=0118930638
De precatione [1] Ante [Go Back]  
 [00169]  ∆ιὰ τοῦτο τῷ πονηροτάτῳ πάντων παραστήσας τὴν χήραν, καὶ δείξας αὐτὸν παρὰ φύσιν φιλάνθρωπον, ἀπὸ τοῦ πονηροῦ πρὸς τὸν ἑαυτοῦ Πατέρα μετέστησε τὸν λόγον, τὸν ἀγαθὸν, τὸν πρᾶον, τὸν ἥμερον, τὸν φιλάνθρωπον, ὑπερβαίνοντα ἀνομίας, συγχωροῦντα ἁμαρτίας πολλὰς, βλασφημούμενον καθ' ἑκάστην ἡμέραν, καὶ φέροντα, ἀνεχόμενον ὁρᾷν τιμὴν εἰς δαίμονας, ὕβριν εἰς αὐτὸν, εἰς τὸν Υἱὸν βλασφημίας;
000-00-00 Serial Number=0037049055
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00035]  Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων τὴν πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον Ἰωάννην, τέττιγα τὸν εὔλαλον Παῦλον, τὸν τῆς Ἐκκλησίας αὐλόν.
000-00-00 Serial Number=0462320268
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00985]  ∆εσπότην γὰρ ἔχομεν ἥμερον καὶ [63.598] φιλάνθρωπον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ' ἡμῶν ἐπιζητοῦντα.
 [02194]  καὶ οὐ μόνον οὐκ ἐπαινέσεις σου τὴν ψῆφον, ἀλλὰ καὶ μεταθήσῃ τὴν γνώμην, καὶ τῆς μακροθυμίας ἀποδέξῃ τὸν φιλάνθρωπον, καὶ χάριν εἴσῃ τῆς [63.636] ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν.
 [02243]  Οὔτε γὰρ σοφώτερον οὔτε σωφρονέστερον ὁ πλοῦτος ποιεῖν εἴωθεν, οὐ χρηστὸν, οὐ φιλάνθρωπον, οὐκ ἄλλο τι μέρος τῆς ἀρετῆς εἰς τὴν ψυχὴν εἰσάγειν καὶ καταφυτεύειν.
 [02778]  καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται.
 [04011]  Οὐ γὰρ δύναται πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον·
 [04772]  Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου;
 [05462]  εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον·
 [05544]  Ὁ γὰρ Θεὸς συνεχώρει ταῦτα γενέσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων, Μίμησαι τοὺς ναύτας, ἀνθρώπους βαρβάρους καὶ ἀνοήτους·
 [05595]  μείζων ἐστὶ παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ καὶ φιλῇ τὸν ∆εσπότην ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.
 [05819]  Πολλοὶ τῶν παρ' ἡμῖν ἀνθρώπων τῇ σαρκὶ προσηλωμένοι καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι τὰ μετὰ ταῦτα νομίζουσι, καὶ τὸ τοῦ Θεοῦ προβαλλόμενοι φιλάνθρωπον, μὴ εἶναι κόλασιν μηδὲ τιμωρίαν λέγουσιν.
 [07367]  Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου;
000-00-00 Serial Number=0585127234
Epistula ad Cyriacum Ante [Go Back]  
 [00053]  Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν;
000-00-00 Serial Number=0208344519
Epistulae Ante [Go Back]  
 [00491]  Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον καὶ κοινὸν τῶν πενήτων λιμένα διὰ τοῦ παιδὸς ὠφελῶν.
 [00765]  ∆ιὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς.
 [01209]  Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ.
 [01263]  Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας τὸ ὕψος, τὴν τῶν βιωτικῶν ὑπεροψίαν, τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, οὗ μάλιστα ἄρχοντι δεῖ.
 [01449]  Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον καὶ κοινὸν τῶν πενήτων λιμένα διὰ τοῦ παιδὸς ὠφελῶν.
 [01723]  ∆ιὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς.
 [02167]  Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ.
 [02221]  Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας τὸ ὕψος, τὴν τῶν βιωτικῶν ὑπεροψίαν, τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, οὗ μάλιστα ἄρχοντι δεῖ.
 [03321]  Οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν πρὸς φιλάνθρωπον οὕτω καὶ ἡμερωτάτην γράφοντες ψυχήν.
000-00-00 Serial Number=0801278114
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00164]  Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν;
 [01347]  Ταῦτ' οὖν ἀναλογιζομένη συνεχῶς καὶ αὐτὴ χαῖρε καὶ εὐφραίνου τὸν μέγιστον ἆθλον διανύσασα καὶ κεφάλαιον τῶν πειρασμῶν πρᾴως φέρουσα καὶ ὑπὲρ τούτων δοξάζουσα τὸν φιλάνθρωπον Θεὸν τὸν δυνάμενον μὲν ἀθρόον ἀφανίσαι πάντα, ἀφιέντα δὲ γίνεσθαι ὥστε σοι λαμπροτέραν τὴν καλὴν ταύτην γενέσθαι πραγματείαν.
000-00-00 Serial Number=0322220981
Expositiones in Psalmos Ante [Go Back]  
 [00257]  ∆είξας πρότερον τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον, καὶ τὸ εὐμήχανον, καὶ τὸ χρηστὸν, καὶ τὸ φιλάνθρωπον, ὅτι ἐν θλίψει πλατύνει, ὅτι ἐλεῶν ἐπινεύει·
 [00258]  εἶτα ἐννοῶν τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει τὸν λόγον πρὸς τοὺς ἐν πονηρίᾳ ζῶντας, μονονουχὶ λέγων, ὅτι Τοιοῦτον ἔχοντες Θεὸν, οὕτω χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν, πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε;
 [00969]  Εἶπε τοὺς ὕμνους τοῦ Θεοῦ, τὸ μισοπόνηρον, τὸ φιλάνθρωπον, τὸ κηδεμονικὸν, εἶπε τὴν ἑαυτῆς σωτηρίαν, εἶπε τὸν τρόπον καθ' ὃν ἐσώθη, εἶπε τίνα μετὰ τὸ [55.67] σωθῆναι αὕτη εἰσήγαγεν·
 [06524]  Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι ἔφασκον, καὶ μηδέποτε τὴν ἐκ τῆς μετανοίας ἀναιρεῖν σωτηρίαν.
000-00-00 Serial Number=0797661424
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03049]  ἀλωμένων, ἀλλ' ἐμὲ τοῦτο οὐκ ἐπικάμψει τὸν φιλάνθρωπον.
 [05881]  ἐν τῷ καιρῷ τῶν εὐεργεσιῶν μάλιστα τῶν ἁμαρτημάτων αἰσθάνονται, ὅτι εἰς οὕτως ἥμερον καὶ φιλάνθρωπον Θεὸν ἐξύβρισαν, τὸν οὐκ ἀνεχόμενον εἰς τέλος αὐτοὺς ἀπολέσθαι, τὸν ἐν τῇ τῶν ἐχθρῶν ἐκδικίᾳ αὐτοὺς ἀναγαγόντα.
000-00-00 Serial Number=0444032967
Fragmenta in Job Ante [Go Back]  
 [01856]  Εἶδες τὸ ταπεινὸν, εἶδες τὸ φιλάνθρωπον, εἶδες τὸ χρηστὸν, εἶδες τὸ δαψιλὲς, ὅτι κοινὸν ἦν ἀγαθὸν, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας.
000-00-00 Serial Number=0724339724
In Acta apostolorum Ante [Go Back]  
 [00110]  Ὅρα δὲ αὐτοῦ καὶ τὴν φιλάνθρωπον καὶ ἀποστολικὴν γνώμην, εἰ καὶ ἑνὸς ἕνεκεν τοσαύτην ἐποιεῖτο ἀκρίβειαν, ὡς ὁλόκληρον Εὐαγγέλιον γράψαι.
 [09999]  Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον καὶ συγγνωμονικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάντα ἁπλῶς ∆ημιουργοῦ ἔχοντα.
 [09999]  οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡμῖν ὑποδείκνυσι χαρακτῆρα ὡς τὸ ἐλεεῖν, ὡς τὸ φιλάνθρωπον εἶναι.
000-00-00 Serial Number=0912655294
In Eliam prophetam Ante [Go Back]  
 [00026]  Συγκολάζει τῷ λαῷ τὸν προφήτην, ἵνα τῇ τοῦ λιμοῦ καὶ αὐτὸς συνεχόμενος τιμωρίᾳ βουλεύσηταί τι περὶ τῆς ἀποφάσεως τῆς ἐνόρκου φιλάνθρωπον·
000-00-00 Serial Number=0197501063
In Eutropium Ante [Go Back]  
 [00120]  Ἐπεὶ οὖν ὑμῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεημοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κομῶντα τῆς συμπαθείας ἐπιδειξάμενοι, προσπέσωμεν τῷ βασιλεῖ, μᾶλλον δὲ παρακαλέσωμεν τὸν φιλάνθρωπον Θεὸν, μαλάξαι τὸν θυμὸν τοῦ βασιλέως, καὶ ἁπαλὴν αὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡμῖν δοῦναι τὴν χάριν.
 [00137]  Ὥσπερ γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον ἀποστρέφεται καὶ μισεῖ, οὕτω τὸν ἐλεήμονα καὶ φιλάνθρωπον προσίεται καὶ φιλεῖ·
 [00142]  Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσομεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς.
000-00-00 Serial Number=0981086314
In Joannem Ante [Go Back]  
 [03132]  Οὐ τοῦτο δὲ μόνον ἔστι κατιδεῖν, ἀλλ' ὅτι καὶ οὐχ οὕτως οἱ πολλοὶ προσάγονται, ὅταν τι μέγα καὶ ὑψηλὸν περὶ Θεοῦ λέγηται, ὡς ὅταν χρηστὸν καὶ φιλάνθρωπον καὶ εἰς τὴν τῶν ἀκουόντων ἀνθρώπων σωτηρίαν ἧκον.
000-00-00 Serial Number=0153462887
In Lazarum i Ante [Go Back]  
 [00120]  Ἀλλὰ δακρύει τὸν ἄνθρωπον, δεικνὺς τὸ φιλάνθρωπον τῆς γνώμης·
000-00-00 Serial Number=0754436195
In Lazarum ii Ante [Go Back]  
 [00068]  Ἀλλ' ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ·
000-00-00 Serial Number=0534707189
In Psalmos 101-107 Ante [Go Back]  
 [01325]  κατὰ δὲ τὸ φιλάνθρωπον, ἡ τοῦ σωθῆναι συγχώρησις διὰ τὴν ὁσιότητα γενομένη τοῦ πρεσβευτοῦ κατὰ τὴν ὑπὲρ κόσμου πρό νοιαν ἱκετεύσαντος, ὡς ἂν ἡ τοῦ Θεοῦ χάρις ἀτελὴς μὴ δόξῃ περὶ τὸν Ἰσραὴλ καὶ διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν, ἧς ἱκετεύων ἀπεμνημόνευσε.
 [01596]  Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν.
000-00-00 Serial Number=0631821454
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00647]  φιλάνθρωπον ἔχω ∆ε σπότην, πλείονα διδόντα ὧν αἰτῶ.
000-00-00 Serial Number=0464196920
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00057]  Ἐπειδὴ γὰρ αὐτὸς ὠργίζετο, ἡμεῖς δὲ καὶ οὕτως ἀπεστρεφόμεθα τὸν φιλάνθρωπον ∆εσπότην, μέσον ἑαυτὸν ἐμβαλὼν ὁ ∆εσπότης ἡμῶν Χριστὸς, τὴν καταλλαγὴν εἰργάσατο.
000-00-00 Serial Number=0283415735
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00063]  Βούλει μαθεῖν πῶς παρωξύναμεν τὸν φιλάνθρωπον τοῦτον, τὸν ἥμερον ἡμῶν ∆εσπότην;
 [00065]  Βούλει τοίνυν μαθεῖν, πῶς παρωξύναμεν ἡμῶν τὸν ∆εσπότην, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν, τὸν πάντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας οἰκονομοῦντα;
 [00093]  Ὠργίζετο ἡμῖν ὁ Θεὸς, ἀπεστρεφόμεθα ἡμεῖς τὸν Θεὸν, τὸν φιλάνθρωπον ∆εσπότην·
 [00262]  Εἰ γὰρ φίλους ἔχοντες καὶ συγγενεῖς χωριζόμενοι τούτων οὐ φέρομεν, πῶς οἱ μαθηταὶ τὸν Σωτῆρα, τὸν διδάσκαλον, τὸν κηδεμόνα, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν ὁρῶντες χωριζόμενον αὐτῶν, πῶς οὐκ ἂν ἤλγησαν;
000-00-00 Serial Number=0814223647
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03455]  εἰς δὲ τὸν οὕτω φιλάνθρωπον καὶ ἥμερον ὑβρίζοντες, οὐχ ἑαυτοὺς ἐμβαλοῦμεν εἰς τὸ πῦρ τῆς γεέννης;
 [03457]  μείζων ἔσται παραμυθία τῷ κολαζομένῳ μετὰ τὸ παροξῦναι τὸν οὕτω φιλάνθρωπον, ἐὰν νοῦν ἔχῃ, καὶ φιλῇ τὸν ∆εσπότην, ὡς φιλεῖν δεῖ, ἢ τῷ μὴ κολαζομένῳ.
000-00-00 Serial Number=0443906844
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02513]  Ὅταν οὖν εἴπῃς φιλάνθρωπον τὸν Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν.
 [06928]  ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν.
 [09797]  Παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν καὶ ἐκείνοις τὸ πάθος μεταβαλεῖν, καὶ ἡμᾶς μήποτε ἐμ-πεσεῖν τῷ νοσήματι.
000-00-00 Serial Number=0326036453
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02354]  Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον;
 [03193]  Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον.
 [03194]  Ὁ μὲν λιμῷ φθειρόμενος, φιλάνθρωπον καλεῖ·
000-00-00 Serial Number=0053610027
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02090]  Ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν, ἢ τῆς δυνάμεως, ἢ τῆς προνοίας, ἣ τῆς κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει οὔτε δυνατὸν αὐτὸν εἶναι, οὔτε φιλάνθρωπον.
 [03128]  Ἐνταῦθα τοῦ Θεοῦ τὸ φιλάνθρωπον αἰνίττεται.
000-00-00 Serial Number=0686502099
In epistulam ad Philippenses Ante [Go Back]  
 [02398]  τὸ ἀνεξίκακον, τὸ ἀόργητον, τὸ φιλάνθρωπον, τὸ νηπτικὸν, τὸ προσεκτικόν;
000-00-00 Serial Number=0528487504
In epistulam ad Romanos Ante [Go Back]  
 [05884]  εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον.
 [05892]  ἐδίψησα κρεμάμενος ἐπὶ τοῦ [60.548] σταυροῦ, διψῶ καὶ διὰ τῶν πενήτων, ἵνα καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων ἐπισπάσωμαί σε πρὸς ἐμαυτὸν, καὶ ποιήσω φιλάνθρωπον ἐπὶ σωτηρίᾳ τῇ σῇ.
 [07271]  Ἂν δὲ μὴ τοῦτο ποιῇς, τίς σε ἐξαιρήσεται λόγος, ὅταν μήτε ὁ τοῦ θανάτου φόβος, μήτε τὸ ἄχρηστά σοι λοιπὸν γεγενῆσθαι τὰ χρήματα, μήτε τὸ ἀσφάλειαν καταλιμπάνειν τοῖς τέκνοις, μήτε τὸ πολλὴν σαυτῷ προαποτίθεσθαι ἐκεῖ συγγνώμην, ποιῇ σε φιλάνθρωπον;
 [07761]  Ὁ γὰρ φιλάνθρωπον γνώμην ἔχων καὶ ἐλεήμονα, κἂν χρήματα ἔχῃ, [60.596] προήσεται, κἂν ἐν συμφοραῖς ἴδῃ τινὰ, κλαύσεται καὶ θρηνήσει, κἂν ἀδικουμένῳ περιτύχῃ, προστήσεται, κἂν ἐπηρεαζόμενον θεάσηται, χεῖρα ὀρέξει.
 [07762]  Τὸν γὰρ θησαυρὸν ἔχων τῶν ἀγαθῶν, τὴν φιλάνθρωπον καὶ ἐλεήμονα ψυχὴν, πάντα ἐκεῖθεν ἀναβλύσει τὰ ὑπὲρ τῶν ἀδελφῶν, καὶ πάντων ἀπολαύσεται τῶν παρὰ τοῦ Θεοῦ κειμένων μισθῶν.
000-00-00 Serial Number=0218046427
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00176]  Παρθενίας γὰρ ἀξίωμα οὐκ ἀποσχέσθαι γάμων μόνον, ἀλλὰ τὸ φιλάνθρωπον εἶναι καὶ φιλάδελφον καὶ συμπαθητικόν.
 [00508]  Σὺ δὲ εἰδὼς τὸ φιλάνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ ∆εσπό [51.290] του, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς;
000-00-00 Serial Number=0190324247
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00041]  Ἀλλ' ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος.
000-00-00 Serial Number=0088127017
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00355]  ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοί μητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρή σασθε ῥήμασιν·
000-00-00 Serial Number=0138310015
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00233]  Ἵνα καὶ τοῦ ∆εσπότου Χριστοῦ τὸ φιλάνθρωπον γνωσθῇ, καὶ τῶν φιλαργύρων Ἰουδαίων τὸ φιλέμπορον φανῇς.
 [00243]  ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω, τὴν δὲ χάριν ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0194487095
In latronem Ante [Go Back]  
 [00012]  Τοιοῦτον γὰρ ἔχομεν ∆εσπότην φιλάνθρωπον, ὅστις μόνον εἰλικρινῶς δεξάμενος παρ' ἡμῶν τὴν δέησιν, εὐθέως τὸν ἔλεον ἀντιδίδωσι.
000-00-00 Serial Number=0093277633
In parabolam de filio prodigo Ante [Go Back]  
 [00269]  ἐμάθετε πῶς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον.
000-00-00 Serial Number=0132440686
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00019]  ἀλλ' ὅσον δυνατὸν καὶ νῦν ἐξαντλήσωμεν, καὶ ἴδωμεν φιλάνθρωπον ∆εσπότην, ἴδωμεν καρτερικὸν οἰκέτην.
000-00-00 Serial Number=0995847523
In pharisaeum et meretricem Ante [Go Back]  
 [00077]  εἰσέλθω πρὸς τὸν φιλάνθρωπον δικαστὴν ἡ κατάκριτος.
 [00219]  Ἤθελές με περὶ μὲν σὲ φανῆναι φιλάνθρωπον, περὶ δὲ ταύτην ἀπάνθρωπον;
000-00-00 Serial Number=0900439024
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00111]  Ἀπωλείας ἡμῖν κηρυχθείσης τὸ σὸν φιλάνθρωπον οὐκ ἀπέγνωμεν.
000-00-00 Serial Number=0389728487
In proditionem Judae [2] Ante [Go Back]  
 [00058]  ἐὰν δὲ τὴν ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον ∆εσπότην πιπράσκεις φιλάνθρωπον.
000-00-00 Serial Number=0250168204
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00037]  Τί κατασπᾷς αὐτὸν τῇ τῶν ῥημάτων βαρύτητι, κωλύων ἀναπτῆναι τὴν ἐξομολόγησιν πρὸς τὸν φιλάνθρωπον;
000-00-00 Serial Number=0871424735
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00034]  Ὁ γὰρ πλούσιος μετριάζων δεί κνυσι τὸ φιλάνθρωπον·
000-00-00 Serial Number=0837428093
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00217]  οἱ κατάκριτοι, κα ταλάβετε τὸν φιλάνθρωπον δικαστήν·
000-00-00 Serial Number=0137599170
In sanctum Stephanum ii Ante [Go Back]  
 [00013]  ἡμερότητι ἐκράτει πάντων ἀνθρώπων, καὶ φιλάνθρωπον εἶχεν ἐξαίρετον, καὶ οὐδ' οὕτω τοῖς αὑτοῦ πόνοις, ὡς τοῖς ἀλλοτρίοις ἐνύττετο, καὶ τὴν τοῦ πλησίον ἔνδειαν ἰδίαν ἐνόμιζε, καὶ τὸ προσὸν πάθος ἑτέρῳ ὡς αὐτῷ προσὸν ἐθεράπευεν.
000-00-00 Serial Number=0580042481
In venerabilem crucem sermo Ante [Go Back]  
 [00087]  τοιοῦτον γὰρ ἔχομεν φιλάνθρωπον Θεὸν καὶ ἐλεήμονα.
000-00-00 Serial Number=0411342919
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00368]  Ὅρα τὸ φιλάνθρωπον καὶ ἥμερον τοῦ προφήτου.
000-00-00 Serial Number=0879050493
Quales ducendae sint uxores Ante [Go Back]  
 [00386]  Εἰ μὲν γὰρ εἰδὼς ἐθεράπευσεν, οὐδὲν θαυμαστὸν ἐποίει, τῆς ἀξίας τῶν ὑποδεχθέντων καὶ τὸν σφόδρα λίθινον καὶ ἀπηνῆ καταναγκαζούσης φιλάνθρωπον γενέσθαι καὶ ἥμερον·
 [00475]  Τίς γὰρ τὴν τοιαύτην οὐκ ἂν ἠγάπησε, τὴν οὕτω σώφρονα, τὴν οὕτω κοσμίαν, τὴν οὕτω φιλόξενον καὶ φιλάνθρωπον καὶ ἥμερον, τὴν ἀνδρείαν μὲν κατὰ τὴν ψυχὴν, ῥωμαλέαν δὲ κατὰ τὸ σῶμα;
000-00-00 Serial Number=0278601110
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00191]  Οὔτε γὰρ σοφώτερον, οὔτε σωφρονέστερον, οὔτε ἐπιεικέστερον, οὔτε συνετώτερον πάντως ποιεῖν εἴωθεν, οὐ χρηστόν, οὐ φιλάνθρωπον, οὐκ ὀργῆς κρείττονα, οὐ γαστρὸς ἀμείνω, οὐχ ἡδονῶν ἀνώτερον·
000-00-00 Serial Number=0609429240
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02091]  Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»