Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινι [201]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινι


000-00-00 Serial Number=0488188267
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00255]  Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
 [00386]  πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν.
000-00-00 Serial Number=0962174118
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00925]  ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενὶ, τῶν δὲ εἰς τὴν ἐξωτέραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρόνον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν·
 [01007]  Ταῦτα γὰρ εἰ καί τινι μικρὰ εἶναι δοκεῖ νῦν, λογισάμενος ὅτι ὁλόκληροι οἰκίαι τούτων ἕνεκεν ἀνετράπησαν, θαυμαζέτω τὸν δίκαιον Εἰ γὰρ καὶ γενναίως ἔφερε διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλ' ὅμως ἄνθρωπος ἦν, καὶ ὑπὸ πάντων τούτων ἐδάκνετο καὶ ὠδυνᾶτο.
 [01322]  Εἰ δέ τινι τοῦτο μηδὲν εἶναι δοκεῖ δεινὸν, ἐξετάσωμεν τοὺς μὴ διὰ φόβον καὶ δέος ἀποδημοῦντας καὶ κρυπτομένους, ἀλλὰ τοὺς ἑκοντὶ μικρὸν τῆς οἰκίας διασπωμένους, πῶς ἀλύουσι, πῶς δυσχεραίνουσι, πόσων ἀγαθῶν τὴν ἐπάνοδον τίθενται.
 [01389]  Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.
 [01842]  Ὁ γάρ τινι βαρυνόμενος, καὶ ἀποῤῥῖψαι σπουδάσει ταχέως αὐτό.
 [01865]  Πλὴν ἀλλ' εἰ μὲν διέφθαρτό σοι καὶ πονηρὸς, ὅπερ ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν·
000-00-00 Serial Number=0275751233
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00087]  Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφοδρᾷ τινι μάστιγι κατ' ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
000-00-00 Serial Number=0315915883
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00357]  [7.12] Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται;
000-00-00 Serial Number=0690233946
Ad illuminandos catecheses Ante [Go Back]  
 [00443]  Καίτοι γε ἐκ τῶν ἔξωθεν δικαστῶν εἴ τις εἶπέ τινι τῶν ἁλόντων λῃστῶν ἢ τυμβωρύχων, εἰπεῖν τὰ πεπλημμελημένα, καὶ ἀφεθῆναι τῆς κολάσεως, πάσῃ προθυμίᾳ ἂν κατεδέξαντο τοῦτο, τῇ τῆς σωτηρίας ἐπιθυμίᾳ τῆς αἰσχύνης καταφρονοῦντες.
000-00-00 Serial Number=0770343721
Ad populum Antiochenum Ante [Go Back]  
 [00393]  Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε·
 [04099]  Ἐπειδὴ γὰρ συνεῖδεν ὅτι πολλάκις ὁ παῖς φωραθεὶς καὶ εἰς μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα πραῧναι δύναται καὶ μαλάξαι τὸν τοῦ βασιλέως θυμὸν, δευτέρων πάλιν ὅρκων ἀνάγκῃ προκατέλαβεν αὐτοῦ τὴν γνώμην, διπλῷ τινι δεσμῷ κατέχων αὐτὸν, καὶ οὐκ ἀφιεὶς τῆς οἰκείας γενέσθαι γνώμης κύριον, ἀλλὰ πανταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν.
000-00-00 Serial Number=0858322501
Adversus Judaeos Ante [Go Back]  
 [00894]  Οὕτω δὴ καὶ ἡμεῖς ἐν μὲν ταῖς ἔμπροσθεν ἡμέραις, ὥσπερ ἐν λειμῶνί τινι, τῇ τῶν Γραφῶν διηγήσει σκιρτῶντες, οὐδενὸς ἡψάμεθα ἀγωνιστικοῦ λόγου·
 [01139]  Καὶ οὐ διὰ τοῦτο μόνον θαυμαστοὶ, ἀλλ' ὅτι οὐδὲ ἐπὶ μισθῷ τινι τοῦτο ἔπραττον.
 [02197]  Καὶ καθάπερ πένητας ὁρῶντες οὐκ ἂν παραδράμοιτε ῥᾳδίως, οὕτω καὶ τὸν ἐπὶ τὴν συναγωγὴν τρέχοντα βλέπων, μὴ παρίδῃς, ἀλλ' ὥσπερ χαλινῷ τινι τῷ λόγῳ κατασχὼν εἰς τὴν Ἐκκλησίαν ἐπανάγαγε.
 [02611]  Ὁ γὰρ τρόμος καὶ φόβος, καὶ τὸ ἀγωνίᾳ συζῇν, καὶ ἡ τοῦ σώματος πάρεσις, καθάπερ ἐν δεσμῷ τινι κατεῖχεν αὐτὸν, καὶ οὐκ ἠφίει οὔτε εἰς ἕτερον ἐκπηδῆσαι τοιοῦτο τόλμημα πάλιν, καὶ τοῦ προτέρου συνεχῶς ἀνεμίμνησκε, καὶ ἐν τούτοις αὐτοῦ τὴν ψυχὴν σωφρονεστέραν εἰργάζετο.
000-00-00 Serial Number=0796961844
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00073]  Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶνται πολλὰ, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα ἅπαντα ἀνατιθέασι·
 [00409]  Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτὸν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμὸν, ὅσον ἐθέλεις·
 [00791]  Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον.
 [01086]  καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν.
 [01427]  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει·
000-00-00 Serial Number=0810816765
Catecheses ad illuminandos Ante [Go Back]  
 [00346]  Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος·
000-00-00 Serial Number=0967433155
Commentarius in Job Ante [Go Back]  
 [00200]  ἀλλ' οὗτος οὐδὲ τὰ ἄδηλα ἀφῆκε τῷ θεῷ, ἀλλὰ καὶ ταῦτα αὐτὸς ἐβιάζετο διορθοῦν θεραπευτικῇ τινι μεθόδῳ·
 [03552]  τὸν μὲν γὰρ φιλογέλωτα καὶ τρυφῇ προσεσχηκότα καὶ φιλοπαίγμονα εἰκότως ἄν τις εἰς τὴν ἐναντίαν καταστήσειεν ἕξιν γοερῷ τινι καὶ πολυθρήνῳ παραδοὺς αὐτὸν βίῳ.
000-00-00 Serial Number=0840540528
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00106]  κἂν τῷ τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ δίκην ἄξιος δοῦναι;
000-00-00 Serial Number=0379848778
De Anna i Ante [Go Back]  
 [00090]  Πάλιν ὠχροὺς ἐργάζεται καὶ περιδεεῖς, ὅταν ἐπί τινι τῶν αἰσχίστων ἁλῶμεν, καὶ τῆς φωνῆς μὲν οὐκ ἀκούομεν, διὰ δὲ τῆς ἔξωθεν ὄψεως τὴν ἔνδον γινομένην ἀγανάκτησιν θεωροῦμεν.
 [00145]  Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν, κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ' ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν.
 [00717]  Καὶ ταῦτα τὰ ῥήματα λέγουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα.
 [00904]  Βασιλεῖς μὲν γὰρ καὶ στρατηγοὶ καὶ δυνάσται, [54.664] πολλὰ πραγματευσάμενοι πολλάκις, ὥστε αὐτῶν ἄληστον γενέσθαι τὴν μνήμην, καὶ τάφους λαμπροὺς οἰκοδομησάμενοι, καὶ ἀνδριάντας ἀναστήσαντες, καὶ εἰκόνας πολλὰς πολλαχοῦ, καὶ κατορθωμάτων ὑπομνήματα μυρία καταλιπόντες, σεσίγηνται, καὶ οὐδὲ ἀπὸ ψιλῆς προσηγορίας εἰσί τινι γνώριμοι·
000-00-00 Serial Number=0723532915
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00114]  [24] ∆όξαν δὴ καταθέσθαι τὸν πόλεμον καὶ τὸν ἀπράγμονα βίον ζῆν ἔδοξεν ἰσχυρῷ τινι θεσμῷ καὶ ὅροις ἀσφαλέσι τοῦτο καταδῆσαι τὸ καλόν, καὶ ποιησάμενοι συνθήκας καὶ λαβόντες ὅρκους καὶ δόντες ἐκ περιουσίας ἐπεχείρουν πείθειν τὸν βασιλέα τὸν αὐτῶν τὸν υἱὸν τὸν αὐτοῦ παιδίον δὲ ἦν κομιδῇ τῆς εἰρήνης ἐνέχυρον καταθέντα ἀσφαλὲς, τοῖς τε πρότερον πολεμίοις οὖσι παρέχειν θαρρεῖν τῆς τε οἰκείας γνώμης μαρτύριον ἐξενεγκεῖν ὡς ἀδόλως τὴν εἰρήνην πεποιημένου πρὸς αὐτούς.
 [00319]  Ἐπειδὴ γὰρ ἐτάφη καθὼς ἐπέσκηψε καὶ χρόνος παρῆλθε μακρὸς μετὰ τὴν ταφὴν ὡς ὀστᾶ λείπεσθαι μόνον καὶ κόνιν ἐν τῇ σορῷ ἔδοξέ τινι τῶν μετὰ ταῦτα βασιλευσάντων εἰς τὸ προάστειον τουτὶ τὴν ∆άφνην ἀπενεχθῆναι τὴν λάρνακα, ἔδοξε δὲ τοῦ Θεοῦ πρὸς τοῦτο κινήσαντος τὴν τοῦ βασιλέως ψυχήν.
 [00639]  Πολέμου γὰρ συγκροτηθέντος ἐν τῇ Παλαιστίνῃ ποτὲ τοῖς Ἰουδαίοις πρὸς ἀλλοφύλους τινὰς νικήσαντες οἱ πολέμιοι καὶ τοῦ Θεοῦ τὴν κιβωτὸν λαβόντες ὡς δὴ λάφυρόν τι καὶ ἀκροθίνιον ἀνέθηκαν αὐτήν τινι τῶν ἐπιχωρίων εἰδώλῳ ∆άγων ἦν ὄνομα αὐτῷ;
000-00-00 Serial Number=0495153844
De Davide et Saule Ante [Go Back]  
 [00719]  οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρότεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ ψιλῆς τινι μεταδοῖεν προσρήσεως.
000-00-00 Serial Number=0709771037
De Lazaro Ante [Go Back]  
 [02603]  ∆εσπότην γὰρ ἔχομεν φιλάνθρωπον καὶ ἥμερον [48.1047] καὶ κηδεμονικὸν, ὃς, ἐπειδὴ οἶδε τὴν ἀσθένειαν τῆς φύσεως τῆς ἡμετέρας, ἐπειδὰν ἁμαρτήματί τινι περιπέσωμεν ῥᾳθυμίᾳ ὑποσκελισθέντες, ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, μὴ ἀπογνῶναι, ἀλλὰ ἀποστῆναι τοῦ πλημμελήματος, καὶ πρὸς τὴν ἐξομολόγησιν ἐπειχθῆναι.
000-00-00 Serial Number=0664979517
De beato Abraham Ante [Go Back]  
 [00088]  εἶτα φθασάντων αὐτῶν ἔν τινι τόπῳ, λέγει τοῖς παισί·
000-00-00 Serial Number=0439673901
De diabolo tentatore Ante [Go Back]  
 [00264]  μᾶλλον δὲ καὶ νῦν δυνατὸν ὑμῖν παραστῆσαι, ὡς ἐν μικρῷ τινι παραδείγματι·
000-00-00 Serial Number=0882131279
De fugienda simulata specie Ante [Go Back]  
 [00095]  Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἔν τινι πταῖσαι, μηδὲ ὑφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ μετὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσωμεν.
000-00-00 Serial Number=0192637563
De incomprehensibili dei natura Ante [Go Back]  
 [00602]  ∆ιὰ τοῦτο οἱ σοφοὶ τῶν ἰατρῶν μαλακῇ τινι σπογγιᾷ τὰ τοιαῦτα καταψήχουσιν ἕλκη.
 [00603]  Ἐπεὶ οὖν καὶ τούτοις ἕλκος ἐστὶν ἐν τῇ ψυχῇ φλεγμαῖνον, ὥσπερ ἁπαλῇ τινι σπογγιᾷ προσηνὲς ὕδωρ καὶ πότιμον σπῶντες, οὕτω τὰ εἰρημένα ἅπαντα καταντλοῦντες, πειρώμεθα καταστέλλειν αὐτῶν τὸ φύσημα καὶ τὸν ὄγκον καθαιρεῖν ἅπαντα·
000-00-00 Serial Number=0534983456
De jejunio de Davide Ante [Go Back]  
 [00125]  Ὑπόθου μοι, ὦ ἄνθρωπε ὁ τῆς μετανοίας ἀντίπαλος, τινὰ ἄνθρωπον σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ καταδίκῃ ὑπὸ ἄρχοντος βληθέντα καὶ μέλλοντα αὐτὸν ἢ ἐν ἐξορίᾳ, ἢ ἐν ἄλλῃ τινὶ τιμωρίᾳ, παραπέμπεσθαι·
000-00-00 Serial Number=0123851538
De meretrice Ante [Go Back]  
 [00044]  δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι.
000-00-00 Serial Number=0197030008
De paenitentia [1] Ante [Go Back]  
 [00616]  χρήματα χρεωστῶ τινι·
 [01118]  Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν.
 [01129]  Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον.
 [01242]  Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται.
 [02218]  ἐάν τινι ἐν πενίᾳ καθεστῶτι δανείσῃς, προέλθῃ δὲ εἰς εὐθηνίαν ὁ δανεισάμενος, καὶ δύνηταί σοι λοιπὸν ἀποδοῦναι τὸ χρέος, λανθάνει τοὺς πολλοὺς, καὶ ἀποδίδωσιν, ἵνα μὴ αἰσχύνηται ἐπὶ τῇ προτέρᾳ καταστάσει·
000-00-00 Serial Number=0395646453
De paenitentia sermo 1 Ante [Go Back]  
 [00031]  Καὶ ὥσπερ ὁ ἔχων θησαυρὸν ἔν τινι τόπῳ κεκρυμμένον, πᾶσαν ὥραν, ἡμέραν τε καὶ νύκτα ὅλος ὁ νοῦς αὐτοῦ ἐκεῖ ἐστι, καὶ ὥσπερ τις σιδηροδέσμιος παραμένει, καὶ οὔτε κἂν βραχὺ τοῦ τόπου ἀφίσταται, καθὼς καὶ ὁ Κύριος εἶπεν, Ὅπου ὁ θησαυρὸς, ἐκεῖ ἐστι καὶ ἡ καρδία ὑμῶν·
000-00-00 Serial Number=0732841551
De patientia sermo 2 Ante [Go Back]  
 [00080]  Ἀλλ' ὅμως κατετόλμησαν αὐτοῦ τῶν βασάνων, καὶ περιεπάτουν ἐν τῇ καμίνῳ καὶ ὕμνουν τὸν Θεὸν, ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ ἤ τινι χλοηφόρῳ·
000-00-00 Serial Number=0359622955
De perfecta caritate Ante [Go Back]  
 [00103]  Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός·
 [00106]  Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι κακὸν, κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται·
000-00-00 Serial Number=0251678646
De precatione [1] Ante [Go Back]  
 [00146]  Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
000-00-00 Serial Number=0195811868
De precatione [2] Ante [Go Back]  
 [00048]  Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία κορεννύουσα τὴν ψυχήν·
000-00-00 Serial Number=0690011322
De proditione Judae Ante [Go Back]  
 [00430]  τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται.
000-00-00 Serial Number=0665115595
De pseudoprophetis Ante [Go Back]  
 [00498]  ∆ιὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετικῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν, ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ.
000-00-00 Serial Number=0054194868
De sacerdotio Ante [Go Back]  
 [00157]  Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθών τινι τῶν ἰατρῶν ἐρώτησον πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ' αὐτῶν ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ' ἔστιν ὅπου καὶ τὴν ἀπάτην παραλαβόντες καὶ τὴν παρ' αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον.
 [00160]  Ἐπέπεσέ ποτέ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος καὶ ἡ φλὸξ ᾔρετο καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολὺν καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας·
 [00471]  Εἶτα ἂν μὲν βασιλεύς τινι τῶν ὑπ' αὐτὸν ὄντων ταύτης μεταδῷ τῆς τιμῆς ὥστε ἐμβάλλειν εἰς δεσμωτήριον οὓς ἂν ἐθέλῃ καὶ ἀφιέναι πάλιν, ζηλωτὸς καὶ περίβλεπτος παρὰ πᾶσιν οὗτος·
 [00604]  Καθάπερ γὰρ ἔν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἀτίμους τῶν ἐντίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν.
 [00621]  Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἔν τινι σκότῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους·
 [00770]  οὔτε γὰρ εἰς ἀγορὰν αὐτὴν ἐμβάλλειν ἐφίεται συνεχῶς, οὔτε, ἡνίκα ἂν ἐμβάλλῃ, φαίνεσθαί τινι τῶν ἐντυγχανόντων ἀναγκάζεται, τοῦ σκότους τῆς ἑσπέρας οὐχ ἧττον τῶν τῆς οἰκίας τοίχων καλύπτοντος τὴν φανῆναι μὴ βουλομένην.
 [01197]  τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἴ τινι ἀνθρώπων ποτὲ κατώρθωται, τὸν δὲ χαίροντα, εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν, τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα, πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη.
 [01198]  Ὥσπερ γὰρ οἱ γανύμενοι τῷ πλουτεῖν, ἡνίκα ἂν καταπέσωσιν εἰς πενίαν, ἄχθονται καὶ οἱ τρυφᾶν εἰωθότες οὐκ ἂν ἀνάσχοιντο ζῆν εὐτελῶς, οὕτω καὶ οἱ τῶν ἐγκωμίων ἐρῶντες, οὐχ ὅταν ψέγωνται μόνον εἰκῇ, ἀλλὰ καὶ ὅταν μὴ ἐπαινῶνται συνεχῶς, καθάπερ λιμῷ τινι διαφθείρονται τὴν ψυχὴν καὶ μάλιστα ὅταν αὐτοῖς ἐντραφέντες τύχωσιν ἢ καὶ ἑτέρους ἐπαινουμένους ἀκούωσι.
 [01493]  Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον οἷον καὶ τὴν ἀνθρωπείαν ὑπερβαῖνον φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος τῶν τε γενομένων τῶν τε ἐσομένων ποτὲ πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι, καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει·
000-00-00 Serial Number=0881280780
De sancta Droside martyre Ante [Go Back]  
 [00133]  Ὅτι καθάπερ ἐν βαφῇ τινι θαυμαστῇ πορφύρα γενομένη βασιλικὴ πρὸς τὸν ἄνω βασιλέα ἐπέμπετο, καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανίων ἁψίδων ἐπέβαινεν, αὐτοῦ τοῦ Χριστοῦ ἀοράτῳ χειρὶ τὴν ἁγίαν τῆς μάρτυρος κατέχοντος κεφαλὴν, καὶ καθάπερ ἐν ὕδατι βαπτίζοντος αὐτὴν τῷ πυρί.
000-00-00 Serial Number=0604551852
De sancta trinitate Ante [Go Back]  
 [00278]  Ὥσπερ ἂν εἴ τις βασιλεὺς μέλλων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεται αὐτὸν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐτοῦ, ὅπως μὴ ἀποδράσῃ ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ οὕτω στραφέντες συλλάβωμεν αὐτόν·
000-00-00 Serial Number=0258652210
De virginitate Ante [Go Back]  
 [01376]  Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνετράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησάν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσον συμφοράν.
000-00-00 Serial Number=0512110412
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00959]  Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου [63.596] παντὸς ἔλαβον.
 [02397]  Εἰ δὲ μικρὸν διαβλέψας, ἐκ τούτου σκοτισθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
 [02595]  Εἰ δὲ καὶ τὰ ἔνδον ἴδῃς, ὄψει καὶ τὴν ψυχὴν καθάπερ ἔν τινι χειμῶνι καὶ κρυμῷ πεπηγυῖαν καὶ ναρκῶσαν, καὶ οὐδὲ τὸ σκάφος ὠφελῆσαι δυναμένην διὰ τὴν τοῦ χειμῶνος ὑπερβολήν.
 [02729]  Τίνος γὰρ ἕνεκεν δυσχεραίνεις, ἄνθρωπε, καὶ βλασφημεῖς, καὶ εἴ τινι τῶν ἀδοκήτων περιπέσοις ποτέ;
 [03495]  καὶ οὐκ ἐν ἄλλῳ τόπῳ, ἀλλ' ἐπὶ τοῦ μετώπου, ἵνα ὡς ἐν στήλῃ τὰ γράμματα ᾖ κείμενα, καθάπερ νόμος ἐν ὑψηλῷ τινι τόπῳ, λέγοντα·
 [04694]  Ἠθέλησε καὶ ὁ Μωϋσῆς ἀδικουμένῳ βοηθῆσαί τινι, καὶ περὶ τῶν [63.713] ἐσχάτων ἐκινδύνευσε, καὶ τῆς πατρίδος ἐξέπεσε·
 [08457]  Τοσοῦτον γὰρ ἦν θαυμαστὸς ὁ ἀνὴρ, ὅτι οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλ' οὐδὲ εἶπέ τινι, οὐδὲ αὐτῇ τῇ ὑποπτευομένῃ, ἀλλὰ καθ' ἑαυτὸν ἐλογίζετο, οὐχὶ ἐκβαλεῖν, ἀλλὰ ἀπολῦσαι.
 [09999]  ∆ιὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα.
000-00-00 Serial Number=0041957974
Epistula ad monachos Ante [Go Back]  
 [00105]  Ἐὰν δέ τι ὑπολιπώμεθα ἑαυτοῖς μνήμης γήινον ἐν οὐσίᾳ τινὶ φθαρτῇ ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεῷ καὶ πρὸς ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον.
000-00-00 Serial Number=0769248784
Epistulae Ante [Go Back]  
 [00499]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [01457]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [03185]  ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ' ἐκείνων τάττονται, καὶ ὁ Κασταβάλων ἐνταῦθα ἐδήλωσέ τινι τῶν ἡμετέρων φίλων, ὅτι ἀναγκάζουσιν αὐτοὺς οἱ ἀπὸ Κωνσταντινουπόλεως τῇ παρανομίᾳ αὐτῶν συνθέσθαι, καὶ τέως ἀντέχουσι.
000-00-00 Serial Number=0074375868
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00296]  Καὶ παραδίδωσιν αὐτὸν τῷ διαβόλῳ καὶ πάσης ἐκτέμνει τῆς Ἐκκλησίας καὶ οὐδὲ τραπέζης κοινῆς ἀφίησιν αὐτόν τινι κοινωνεῖν.
 [00298]  Ἀλλ' ὅμως ὁ τῆς Ἐκκλησίας ἀποτεμὼν Παῦλος, ὁ μηδὲ τραπέζης κοινῆς ἀφείς τινι κοινωνεῖν, ὁ πάντας κελεύσας δι' ἐκεῖνον πενθεῖν »Καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστέ, φησί, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας» , ὁ πανταχόθεν αὐτὸν ὥσπερ λοιμόν τινα ἀπελαύνων, ὁ πάσης αὐτὸν ἀποκλείσας οἰκίας, ὁ τῷ Σατανᾷ παραδούς, ὁ τοσαύτην παρ' αὐτοῦ δίκην ἀπαιτῶν, ὅτε εἶδεν ἀλγήσαντα καὶ μεταγνόντα ἐφ' οἷς ἥμαρτε καὶ παλινῳδίαν διὰ τῶν ἔργων ᾄδοντα, οὕτως καὶ αὐτὸς μετετάξατο πάλιν ὡς ἐκείνοις οἷς ταῦτα ἐπέταξε, τὰ ἐναντία κελεῦσαι.
000-00-00 Serial Number=0385496080
Expositiones in Psalmos Ante [Go Back]  
 [00744]  Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ, φησὶ, καθάπερ παρὰ τροφῷ τινι, τῇ κτίσει ταύτῃ ἀνατρεφόμεθα·
 [03308]  Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι·
 [05071]  Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι·
 [06173]  Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, κἄν τινι παρασυρῶμεν ἁμαρτήματι, ταχέως ἀνανήψωμεν, καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μηκέτι ἁμαρτάνειν.
 [06457]  Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος·
 [06873]  μηδεὶς ἐπί τινι τῶν βιωτικῶν, ἀλλ' ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν ∆εσπότην.
000-00-00 Serial Number=0710131049
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01091]  Πολλὰ συναποκρίνονται τῷ Θεῷ οἱ προφῆται, καθάπερ ἔν τινι σκηνῇ, τὴν διόρθωσιν ἐργαζόμενοι τοῦ λαοῦ.
 [03420]  Τί, φησὶν, ἐτικτόμην ἑκάστοτε πρὸς τοὺς παρανόμους μαχόμενος, καὶ δικαζόμενος πρὸς αὐτοὺς, καὶ ἐλέγχων αὐτῶν τὰ κακὰ, ἀνὴρ ἐν εἰρήνῃ διάγειν βουλόμενος, καὶ οὔτε ὀφλήσας πώποτέ τινι, οὔτε χρεώστην ἐσχηκώς;
 [03933]  ἀλλ' ἐξεπόμπευσε καθάπερ ἔν τινι στήλῃ τὴν τῶν λογισμῶν ἀῤῥωστίαν.
000-00-00 Serial Number=0149739325
Fragmenta in Job Ante [Go Back]  
 [00075]  Εἰ γάρ τι τῶν δοκούντων ἐπαινετῶν εἶναι, καθ' αὑτὸ δίχα τῆς λοιπῆς ἀρετῆς ἔν τινι γένοιτο, ἀτελὲς τοῦτο καὶ ἄχρηστον, μᾶλλον δὲ καὶ πολλάκις ἐναντίον καὶ ψεκτὸν εὑρίσκεται.
 [01200]  ἢ τῆς παρ' ὑμῶν [64.596] ἰσχύος ἐπιδέομαι, ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;» Μὴ, φησὶν, ἔν τινι ἐπαχθὴς ὑμῖν γέγονα, ὅτι μοι ἀνελεημόνως οὕτως ἐχρήσασθε;
000-00-00 Serial Number=0027874947
Fragmenta in Proverbia Ante [Go Back]  
 [00172]  ἢ καὶ συναντῆσαί τινι, καὶ ἀναδιδαχθῆναι ὡς οὐ καλῶς ὁδεύομεν, εἶτα ὑποστρέψαι·
000-00-00 Serial Number=0490086734
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00234]  Ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτό τινι, ἵνα αὐτὸν παιδεύσῃ.
000-00-00 Serial Number=0751095414
In Acta apostolorum Ante [Go Back]  
 [00399]  ∆έον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου μυσταγωγουμένου, ὅταν ἀκούσῃ τοῦ κάμνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψεν ὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰμωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγομένων ὁδόν.
 [02063]  Ἀλλ' ἡ τούτου κορυφῇ τινι ἔοικεν ὄρους, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίως λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων καὶ καταῤῥύτοις ὕδασιν·
 [02673]  Εἴ τις μὴ βούλεται κατορθῶσαι τοῦτο τὸ ἐπίταγμα, ὥσπερ σάλπιγγί τινι διὰ τοῦ λόγου ἀπαγορεύω τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν τῷ τοιούτῳ, κἂν ἄρχων ᾖ, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος.
 [03135]  Ἀμέλει γοῦν εἰς οἶκον ἅγιον ἂν ἐπιθῇς τινι ἀνάγκην ὀμόσαι, ὡς φρικτὸν τὸν ὅρκον ἐργασάμενος, οὕτω διάκεισαι·
 [03339]  ὅπερ ἐστὶν ἐπὶ τῶν προληφθέντων, ἐπὶ τῶν ἐμπαιχθέντων ἐπί τινι.
 [06446]  Οὐ συνεγένετό τινι τῶν πιστῶν, ἀλλ' ἐν ∆αμασκῷ μετεβάλετο, μᾶλλον δὲ πρὸ τῆς ∆αμασκοῦ τοῦτο ἔπαθεν.
 [07117]  Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
 [09427]  Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσείδειαν ἰδεῖν, τοῦ πάθους ἐπισκοτοῦντος τῇ κρίσει·
 [09999]  Ἅτινά ἐστι, φησὶ, λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
 [09999]  νῦν δὲ παρὰ μαθητῇ τινι ἀρχαίῳ.
 [09999]  Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν.
 [09999]  Εἴπω τι καί τινι τῶν ἐμοὶ συνήθων συμβάν.
 [09999]  Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπότου·
 [09999]  τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν [60.381] καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν [60.381] διαφυγὼν ἐπὶ τοῦτο ἦλθον·
 [09999]  Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ' ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ·
 [09999]  μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν, ἀλλ' ἔν τινι βάθει τῆς διανοίας, ὥστε μὴ τὸν ἄνεμον τὸν ἀπὸ τῶν ῥημάτων τοῦ δι' ἐναντίας εὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ' ἡμῶν δέχεσθαι τὸν ἄνεμον, τῶν εἰδότων συμμέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς.
 [09999]  οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγμαίνοντι σώματι καὶ οἰδαίνοντι;
000-00-00 Serial Number=0212637246
In Ecclesiasten Ante [Go Back]  
 [00106]  οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
000-00-00 Serial Number=0531808138
In Eutropium Ante [Go Back]  
 [00101]  Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.
000-00-00 Serial Number=0150406301
In Genesim sermones Ante [Go Back]  
 [01384]  Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
 [01399]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τὴν φύσιν καὶ τὴν εὐτέλειαν αὐτῆς κατέφυγεν εἰπὼν, Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι.
000-00-00 Serial Number=0503779292
In Joannem Ante [Go Back]  
 [00164]  οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός.
 [00168]  Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων, μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι καὶ συνεγένετο, καπήλοις ἰχθύων καὶ μαγείροις ὁμιλῶν, τί τῶν θηρίων καὶ ἀλόγων ἔμελλεν ἄμεινον διακεῖσθαι;
 [00748]  Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι,
 [01115]  οὐκ ἂν εἰπὼν, εἰ μὴ ὡς περὶ δημιουργοῦ, ἀλλ' οὐχ ὑπουργοῦντός τινι τὴν δόξαν εἶχε.
 [01453]  οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ.
 [03120]  ∆ιὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν.
 [03185]  Εἰ δέ τινι παρὰ καιρὸν εἶναι δοκεῖ, τὸ ὥρᾳ δεκάτῃ ταῦτα λέγεσθαι (καὶ γὰρ οὗτος ὁ καιρὸς τότε τῆς ἡμέρας ἦν·
 [04544]  Καθάπερ γὰρ, ἔν τινι τάφῳ, τῷ ὕδατι καταδυόντων ἡμῶν τὰς κεφαλὰς, ὁ παλαιὸς ἄνθρωπος θάπτεται, καὶ, καταδὺς κάτω, κρύπτεται ὅλος καθάπαξ·
000-00-00 Serial Number=0003657877
In Joannem theologum Ante [Go Back]  
 [00018]  Ὥσπερ γὰρ ἐὰν ᾖ λύχνος ἔν τινι τόπῳ καιόμενος, καὶ πανταχόθεν πολλοὶ προστρέχοντες, ἐκεῖθεν ἕκαστος ἀνάψας θαῤῥῶν λοιπὸν πορεύεται, μηδαμῶς προσκόπτων, μηδὲ πλανώμενος·
000-00-00 Serial Number=0261529446
In Psalmos 101-107 Ante [Go Back]  
 [00007]  ἁρμόττει καὶ παντὶ συμφορᾷ [55.636] τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκε τεύοντι.
000-00-00 Serial Number=0902892768
In Psalmum 094 Ante [Go Back]  
 [00108]  Ὅταν γάρ τις προσκεκρουκὼς ᾖ τινι τῶν ἐν ὑπεροχῇ ὄντων, οἱ μὴ προσκεκρουκότες ὑπὲρ αὐτοῦ ἀξιοῦσιν, ὅπως συγχωρηθῇ αὐτοῦ τὸ πλημμέλημα.
000-00-00 Serial Number=0671368718
In Psalmum 100 Ante [Go Back]  
 [00151]  Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέ γειν καὶ ἡμᾶς·
000-00-00 Serial Number=0475743115
In Psalmum 118 Ante [Go Back]  
 [00076]  ∆ιὰ τοῦτο, φησὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθυνθῆναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα.
 [01050]  Ἐν σκότει βαδίζω, ἀλλ' οἱονεί τινι λύχνῳ, τῷ σῷ φω τιζόμενος νόμῳ.
 [01360]  καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ μεθ' ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον, καὶ μὴ συμπορευθῶμεν μετ' αὐτῶν.
000-00-00 Serial Number=0170713186
In Psalmum 705 Ante [Go Back]  
 [00058]  Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης τῆς γραφῆς·
000-00-00 Serial Number=0449023187
In catenas sancti Petri Ante [Go Back]  
 [00217]  Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμωμος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαργαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.
000-00-00 Serial Number=0461932540
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03707]  καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγμένας αὐτοῖς.
000-00-00 Serial Number=0067186415
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00860]  ἀλλ' ἐκεῖνο θαυμαστὸν, εἰ ἐπί τινι χρησίμῳ
 [01123]  Εἴ τις συνθήκας τιθέμενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους μάρτυρας καλέσαι, ἆρα τολμήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι;
000-00-00 Serial Number=0756978989
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00467]  Οὐδὲ μέλλων τίς τινι ἐγκαλεῖν εἶπεν·
 [00505]  Ὁ γὰρ ἡνωμένος ἔν τινι, ἔν τινι δὲ διχονοῶν, οὐκέτι κατήρτισται, οὐδὲ ἀπήρτισται εἰς ὁμοφροσύνην.
 [00906]  Ὥσπερ ἂν εἴ τινι τῶν κλυδωνιζομένων καὶ λιμένος ἐπιθυμούντων μὴ λιμένα δείξας, ἀλλ' ἕτερον μέ [61.34] ρος τοῦ πελάγους ἀγριώτερον, δυνηθῇς ποιῆσαι μετὰ χάριτος ἕπεσθαι·
 [05947]  Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα.
 [06287]  κατὰ τὸν Ἀβραὰμ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ μισθῷ τινι ἔπραττεν, ἀλλὰ μίαν ἡγούμενος μεγίστην ἀμοιβὴν, τὸ ὑπακούειν τῷ ∆εσπότῃ.
 [06885]  Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν.
000-00-00 Serial Number=0858438671
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01470]  Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν;
 [02837]  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ.
000-00-00 Serial Number=0979047418
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01906]  ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆσαι, οὐ σκοποῦμεν·
000-00-00 Serial Number=0529757798
In epistulam ad Colossenses Ante [Go Back]  
 [02075]  Οὐδὲ γὰρ ἐπί τινι ἀληθεῖ πράγματι, ἐπὶ τῷ δόγματι πεφύσηται.
 [02111]  Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
 [02117]  Οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
 [04038]  ὅταν παραινῶμέν τινι, ὁ δὲ μὴ προσέχῃ, ἀλλ' ἀπολλύηται, κλαίειν δεῖ.
000-00-00 Serial Number=0577516794
In epistulam ad Ephesios Ante [Go Back]  
 [03256]  εἰ δέ τινι τούτων οὐ μέλει, ἀλλ' ἡμῖν μέλει·
 [03280]  Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ ἑαυτὸν ἄλλῳ, αὐτοῦ δὲ ἐκείνου τὴν ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν ἑτέρῳ προσθεμένων ἐκολάσθη;
 [04362]  Τῆς γὰρ διαιρέσεως ταύτης τὸ πρῶτον ἀνατίθεμαι μέρος, μικρᾷ τινι ἐπιδιορθώσει χρησάμενος.
 [04466]  κἂν γὰρ ὑλακτήσωσι, καὶ ἐπέλθωσί τινι, ὁ δὲ ὕπτιον ῥίψας ἑαυτὸν μηδὲν ἐργάσηται, τὸν θυμὸν ἅπαντα ἔσβεσεν.
 [04683]  Ἔτυχέ τις ὢν παρά τινι τῶν ἐπὶ γνώσει μέγα φρονούντων·
 [06390]  ὡς ἂν εἰ ἔλεγεν, Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν.
 [06611]  Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυμένος, οὐκ ἐπικλινόμενός τινι·
000-00-00 Serial Number=0022069395
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00149]  καὶ, Μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας·
 [01939]  Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
 [01945]  Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
 [04594]  Ἐκεῖνοι γὰρ οἱ παρακαθήμενοι τῷ σαλπιγκτῇ παρεγγυῶσι μηδὲ φθέγγεσθαί τινι, ὥστε μὴ τὸ πνεῦμα δαπανώμενον γέλωτα ὄφλειν.
 [07361]  ∆ιὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται, καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα.
 [07893]  Μὴ γάρ μοι εἴπῃς, ὅτι ἐν μικρῷ τινι διήμαρτες·
 [08803]  Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια ποιεῖν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι τῷ πλησίον·
000-00-00 Serial Number=0862422824
In epistulam ad Philippenses Ante [Go Back]  
 [00259]  Καὶ τοῦτο γὰρ οὐ μικρὸν ἐγκώμιον, τὸ τὸν Θεὸν ἔν τινι ἐνεργεῖν.
 [04309]  ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι.
000-00-00 Serial Number=0006828845
In epistulam ad Romanos Ante [Go Back]  
 [00091]  ἅτινά ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός·
 [00303]  Ῥωμαίοις γὰρ διαλεγόμενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουμένης ἁπάσης καθημένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴ τότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευματικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν·
 [00978]  Ἀλλ' ἡ συνετὴ καὶ ἁγία ψυχὴ μετὰ ἀκριβείας ἀμφότερα ἴσχυσεν, ἐν τῷ τῆς φύσεως ὀνόματι καὶ τὴν κατηγορίαν αὐξήσας, καὶ ὥσπερ παραπετάσματί τινι ταύτῃ χρησάμενος εἰς τὸ σεμνὸν τῆς διηγήσεως.
 [01073]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν λόγων κατεφρόνουν, διὰ τῶν ἔργων αὐτοῖς τὴν ἐκείνης εἰκόνα ἐπέδειξεν ὁ Θεὸς καινῷ τινι τρόπῳ.
 [02937]  ὁ τοσαύτης ἀπολαύων παρὰ τῷ Θεῷ τιμῆς, ἢ ὁ καινῇ τινι καὶ παραδόξῳ διδόμενος τιμωρίᾳ;
 [04550]  ἕτερον γὰρ τὸ, ἔν τινι ὂν, καὶ τὸ, ἐν ᾧ ἐστιν ἐκεῖνο.
 [07820]  Οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ' αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ, οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ' ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα.
000-00-00 Serial Number=0014711857
In epistulam ad Titum Ante [Go Back]  
 [00593]  Εἰ γὰρ πατὴρ οὐχ ὁρᾷ τὴν ἀξίαν τὴν ἑαυτοῦ, ἀλλὰ συμψελλίζει τοῖς παιδίοις, καὶ τροφὴν καὶ ἐδέσματα καὶ πόματα οὐχ Ἑλληνικοῖς ὀνόμασι καλῶν, ἀλλὰ παιδικῇ τινι διαλέξει καὶ βαρβάρῳ, πολλῷ μᾶλλον ὁ Θεός.
000-00-00 Serial Number=0355259597
In illud Exiit qui seminat Ante [Go Back]  
 [00067]  Ταύτας τὰς ἓξ ἀρτάβας ὁ σπείρας ἔν τινι ψυχῇ, ποιεῖ τὰ τρία μέτρα τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν.
000-00-00 Serial Number=0178526044
In illud In faciem ei restiti Ante [Go Back]  
 [00267]  οὕτω δὴ καὶ ἐνταῦθα ἡ διαφορὰ ἐν σχήματι μικρῷ τινι τῆς σαρκὸς, οὐκ ἐν τῇ τῆς οὐσίας ἐναλλαγῇ φαίνεται.
000-00-00 Serial Number=0361497700
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00109]  Ὅταν γὰρ ἐννοήσῃ τις, πόσον μὲν τὸ χρήσιμον τῆς ἡμέρας, πόσον δὲ τὸ τῆς νυκτὸς, καὶ πῶς αὕτη διαδέχεται ἐκείνην, καὶ ἐναλλὰξ, ὥσπερ ἔν τινι χορῷ, τὸ γένος ἡμῶν ἀμοι βαδὸν διαδεχόμεναι διατηροῦσι, κἂν ἁπάντων ἀνθρώ πων νωθέστερος ᾖ, δυνήσεται τὸν οἰκεῖον λογισμὸν ἀνακινῶν εἰδέναι τοῦ ἀριστοτέχνου Θεοῦ τὴν σοφίαν, ἣν διὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐπεδείξατο, ἐκείνην μὲν εἰς ἐργασίαν, ταύτην δὲ εἰς ἄνεσιν τῶν πόνων ἀποκληρώσας ἡμῖν.
 [00152]  ἂν οὖν τινι προσγένηται τοῦτο, λευκὸν τὸν τοιοῦτον καλοῦμεν.
 [00154]  κἄν τινι προσγένηται, ἄῤῥωστον τὸν τοιοῦτον κα λοῦμεν.
000-00-00 Serial Number=0291769743
In illud Messis quidem multa Ante [Go Back]  
 [00142]  οὗτος τοίνυν ὁ Παῦλος, γενόμενος ἐν Σαλα μῖνι, συνέτυχέ τινι ἀνθυπάτῳ καὶ μάγῳ μετ' ἐκείνου.
000-00-00 Serial Number=0750892580
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00357]  Ὁ πρεσβευτὴς ἐπειδὰν ἔλθῃ πρὸς ἔθνος, οὐ καταξιοῖ ἀγοραίῳ ἤ τινι τῶν πενήτων διαλεχθῆναι, ἀλλ' εὐθὺς ὄρθριος πρὸς βασιλέα εἰσέρχεται.
000-00-00 Serial Number=0561207175
In illud Vidi dominum Ante [Go Back]  
 [00288]  Προσέλθωμεν οὖν καὶ ἡμεῖς ἑνί τινι τῶν τὰς πύλας ἐπιτετραμμένων τὰς οὐρανίους, καὶ διαλεχθῶμεν, ἱκετεύσωμεν, ἀντ' ἀργυρίου προαίρεσιν ἐπιδειξώμεθα καὶ διάθεσιν εἰλικρινῆ.
000-00-00 Serial Number=0754714072
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00028]  ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε.
000-00-00 Serial Number=0738341331
In pharisaeum et meretricem Ante [Go Back]  
 [00202]  ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι.
000-00-00 Serial Number=0782515705
In praecursorem domini Ante [Go Back]  
 [00080]  ᾧ τινι ῥήματι τοὺς πάντας ἡμᾶς συστήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας, τῶν αἰώνων.
000-00-00 Serial Number=0602324128
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00009]  Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ' αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ' ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νου θετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι' ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγό μενος·
000-00-00 Serial Number=0473404229
In saltationem Herodiadis Ante [Go Back]  
 [00004]  Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει·
000-00-00 Serial Number=0306147814
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00049]  Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους.
000-00-00 Serial Number=0157465398
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00158]  Οὐ γὰρ ἔξω τειχῶν [50.594] ἐν βαράθρῳ, οὐδὲ ἐν δικαστηρίῳ, οὐδὲ ἐν γωνίᾳ τινι τὴν καταδικάζουσαν ἐδέξατο ψῆφον, ἀλλ' ἐν μέσῳ τῷ θεάτρῳ, τῆς πόλεως ἄνω καθεζομένης ἁπάσης, τὸν τοῦ μαρτυ ρίου τρόπον ὑπέμεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων, ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦ διαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισμάτων τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων μόνον οὕτω γενναίως, ἀλλὰ καὶ μεθ' ἡδονῆς ἀποθνήσκων.
000-00-00 Serial Number=0492367625
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00011]  Οὔτε γὰρ ἀρχιερέων ἐφοβήθη μανίαν, οὐχ ἱερέων ἐδειλίασε θρασύτητα, οὔτε πρεσβυτέρων αὐτὸν κατέπληξαν λόγοι, οὐ γραμματέων αὐτὸν ἀπειλὴ διετάραξεν, οὐ λόγοι συκοφαντῶν τὴν αὐτοῦ προθυμίαν ἐνέκοψαν, γενναίῳ δέ τινι φρονήματι εἰς τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας κατέσπευδε.
000-00-00 Serial Number=0008596003
In sanctum pascha [1] Ante [Go Back]  
 [00157]  ὀφείλει τίς τινι ἀργύριον, καὶ οὐκ ἔχει καταβαλεῖν, καὶ διὰ τοῦτο κατέχεται·
000-00-00 Serial Number=0334605694
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00068]  οὐ γὰρ μισθῷ τινι καὶ φόβῳ μόνον, ἀλλὰ καὶ ἀγάπῃ ἐδούλευε τῷ Θεῷ, πολλῆς ἀπολαύων ἐπιμε λείας, καὶ ὁ χρόνος οὐ βραχύς.
000-00-00 Serial Number=0419992149
Post reditum a priore exsilio Ante [Go Back]  
 [00162]  Ἀμήχανον ἐμὲ κοινωνῆσαί τινι τῶν ταῦτα ἐργασαμένων·
000-00-00 Serial Number=0911086202
Quales ducendae sint uxores Ante [Go Back]  
 [00258]  Εἶτα ἐλθὼν ἐκεῖνος εἰς τὴν χώραν ἐκείνην, οὐ προσῆλθέ τινι τῶν τὴν πόλιν οἰκούντων, οὐ διελέχθη ἀνθρώποις, οὐκ ἐκάλεσε γυναῖκας·
000-00-00 Serial Number=0383543789
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00034]  ἀλλ' ἁρπάζοντες, πλεονεκτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμένοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζουσιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν.
 [00207]  Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς.
000-00-00 Serial Number=0566451788
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00115]  Ταῦτα γὰρ ἅπαντα τὰ παθήματα, ὅταν ἀδίκως παρά τινος ἐπάγηταί τινι, καὶ ἁμαρτήματα λύει καὶ δικαιοσύνην ἐργάζεται.
 [00134]  Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον·
000-00-00 Serial Number=0904385507
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00528]  Τὰ δὲ λειπόμενα ἔν τινι τούτων, ἀκάθαρτα καὶ οὐ βρωτέα, οἷόν ἐστι σηπία·
 [00718]  Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν, κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον αὐτὴν ποιεῖν.
 [00911]  ἐν δὲ τῇ ὁδῷ κατέλυσεν εἰς Γαβαὰ τὴν Βενιαμὶν παρά τινι πρεσβύτῃ.
 [01167]  Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»