Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πνευματικὸν [139]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πνευματικὸν


000-00-00 Serial Number=0409001172
Ad illuminandos catecheses Ante [Go Back]  
 [00348]  σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι·
000-00-00 Serial Number=0527189016
Ad populum Antiochenum Ante [Go Back]  
 [01979]  καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι' αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ' ἵνα τι κερδάναντες μέγα καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν.
 [02970]  μύρον γάρ ἐστιν ὁ νηστεύων πνευματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν.
 [02982]  Κἂν εἰς αὐτὰς δὲ εἰσέλθῃς τὰς βασιλικὰς αὐλὰς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων ἁπάντων περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευματικὸν δὲ οὐδέν·
000-00-00 Serial Number=0910845697
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00115]  Τὸ ποτήριον τὸ πνευματικὸν, τὸ ποτήριον τὸ ἄχραντον τοῦ αἵματος τοῦ ∆εσποτικοῦ.
000-00-00 Serial Number=0482715011
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00892]  Ὅταν γὰρ μήτε αὐτοὶ παραινῆτέ τι πνευματικὸν, μή τε ἑτέρους βουλομένους τοῦτο ποιεῖν ἀφίητε, οὐδὲν ἕτερον ἢ τοῦτο ἐργάζεσθε.
000-00-00 Serial Number=0786089003
Catecheses ad illuminandos Ante [Go Back]  
 [00052]  Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα.
 [00107]  Προσήκει τοίνυν τοὺς εἰς τὸ ἴδιον τοῦτο τὸ πνευματικὸν ἀπογραψαμένους πιστεύειν εἰς τὸν τῶν ὅλων Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι δυνάμενον, τὸν φιλανθρωπίᾳ καὶ ἀγαθότητι τὰ πάντα συστησάμενον.
 [00375]  Λοιπὸν γὰρ μάχη καὶ ἀντίστασις ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει.
 [00687]  Καὶ γὰρ τὸ ἔνδυμα ἡμῶν πνευματικὸν καὶ ἡ τροφὴ ἡμῶν πνευματικὴ καὶ τὸ πόμα ἡμῶν πνευματικόν·
 [00706]  Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.
 [00869]  ∆ιὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα.
000-00-00 Serial Number=0256521225
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00025]  Ἀπόδυσαι τοίνυν τὸ κοσμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι·
000-00-00 Serial Number=0391061962
Contra theatra Ante [Go Back]  
 [00030]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα;
000-00-00 Serial Number=0287427545
De Anna i Ante [Go Back]  
 [00275]  Ἵν' οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς·
 [00834]  ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προφήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν.
000-00-00 Serial Number=0885867417
De Christi precibus Ante [Go Back]  
 [00035]  οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον·
000-00-00 Serial Number=0665437937
De Davide et Saule Ante [Go Back]  
 [00534]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα;
000-00-00 Serial Number=0289555967
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00076]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάττῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ μάννα λέγων, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, τὸ ὕδωρ λέγων τὸ ἀπὸ τῆς πέτρας.
000-00-00 Serial Number=0466213107
De Maccabeis Ante [Go Back]  
 [00215]  εὐσέβεια ὠδίνων περιεγένετο, καὶ πῦρ ἐκράτει πυρὸς, τὸ πνευματικὸν τοῦ φυσικοῦ, καὶ τοῦ παρὰ τῆς ὠμότητος τοῦ τυράννου καυθέντος.
000-00-00 Serial Number=0976707995
De baptismo Christi Ante [Go Back]  
 [00005]  Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον.
 [00006]  Πόσον ἦν ἀγαλλίαμα πνευματικὸν, πόση χαρὰ, πόση δόξα Θεοῦ, πόση ψυχῶν ὠφέλεια, εἰ καθ' ἑκάστην σύναξιν οὕτω πεπληρωμένους ἑωρῶμεν τοὺς περιβόλους τῆς ἐκκλησίας;
 [00199]  καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι δεῖ γὰρ ἀσφαλῶς ταῦτα εἰδέναι , τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον τῇ οἰκουμένῃ, ἅμα δὲ καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν ἄνδρα ἀπόνηρόν τινα εἶναι χρὴ καὶ ἁπλοῦν καὶ ἄκακον·
000-00-00 Serial Number=0761324406
De circo Ante [Go Back]  
 [00002]  Στάδιον ἡμῖν σήμερον πνευματικὸν καὶ δρόμος οὐράνιος ἀνέῳγε τοῖς ἑτοίμως πρὸς τὴν θεωρίαν τοῦ πνεύματος ἔχουσιν, οὐ κατὰ τὸν ἐκ γῆς χοϊκὸν, ἀλλὰ κατὰ τὸν τοῦ πνεύματος ἐπουράνιον ἄνθρωπον·
 [00004]  Τοῦτο προήχθην ἱστορῆσαι πρὸς ἔλεγχον τῶν φιλοθεαμόνων, τῶν τὸ πνευματικὸν τῆς σωτηρίας θεώρημα παρορώντων, καὶ τὸ σωματικὸν τῆς πονηρίας ἱππο [59.568] δρόμιον, μᾶλλον δὲ σατανοδρόμιον προτιμούντων.
000-00-00 Serial Number=0146671951
De continentia Ante [Go Back]  
 [00005]  καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν.
000-00-00 Serial Number=0710538983
De corruptoribus virginum Ante [Go Back]  
 [00044]  Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας·
000-00-00 Serial Number=0046708882
De gloria in tribulationibus Ante [Go Back]  
 [00136]  καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκάστου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων·
 [00148]  Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας·
000-00-00 Serial Number=0392386198
De incomprehensibili dei natura Ante [Go Back]  
 [01339]  Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως·
000-00-00 Serial Number=0980293214
De jejunio [1] Ante [Go Back]  
 [00009]  νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα·
 [00055]  Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης.
000-00-00 Serial Number=0279255271
De jejunio [2] Ante [Go Back]  
 [00261]  Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους·
000-00-00 Serial Number=0381819785
De jejunio sermones 1 Ante [Go Back]  
 [00098]  Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν.
000-00-00 Serial Number=0513274193
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00002]  [1.1] Οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν, οὕτω πολὺ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τῆς ψυχῆς τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0488967121
De mutatione nominum Ante [Go Back]  
 [01033]  Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον·
000-00-00 Serial Number=0389219880
De paenitentia [1] Ante [Go Back]  
 [00565]  βλέπε Παῦλον τὸν ὄντως ταπεινόφρονα, Παῦλον τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν ῥήτορα τὸν πνευματικὸν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν λιμένα τὸν ἀκύμαντον, τὸν πύργον τὸν ἀσάλευτον, τὸν ἐν σώματι βραχεῖ τὴν οἰκουμένην κυκλοῦντα, καὶ καθάπερ ὑπόπτερόν τινα ταύτην περιδραμόντα·
000-00-00 Serial Number=0393966973
De paenitentia sermo 1 Ante [Go Back]  
 [00120]  ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐν πίστει καὶ πόθῳ τρέχων καταλαμβάνει τὸν πνευματικὸν τοῦ Θεοῦ λιμένα.
000-00-00 Serial Number=0700709581
De proditione Judae Ante [Go Back]  
 [00297]  πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν, Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ' ἐλύθη νῦν, καὶ ἐπῆλθε τὸ πνευματικὸν Πάσχα, ὃ παρεδίδου τότε ὁ Χριστός.
000-00-00 Serial Number=0505030096
De sacerdotio Ante [Go Back]  
 [01103]  τούτοις γὰρ ἔτι καὶ νῦν οἱ προεστῶτες χρώμενοι, τὴν ἁγνὴν παρθένον ἣν ἡρμόσατο τῷ Χριστῷ ῥυθμίζουσί τε καὶ πλάττουσι καὶ πρὸς τὸ πνευματικὸν ἄγουσι κάλλος·
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
000-00-00 Serial Number=0855923533
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00096]  Οὐχ ἁπλῶς ταῦτα λέγω νῦν, ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ, μετὰ τὸ λυθῆναι τὸ πνευματικὸν τοῦτο θέατρον ἐπὶ μέθην καὶ καπηλείαν, καὶ τὰς ἐν πανδοχείοις τραπέζας, καὶ τὴν ἄλλην ἀσχημοσύνην τρέχοντας.
000-00-00 Serial Number=0699178278
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05161]  Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν.
 [05643]  καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν ἐξεχύθη, διαβολικὰς πομπὰς ἐμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ καὶ ᾄσματα πορνείας γέμοντα;
 [06011]  ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς ἀδελφὸν, ὡς ὁ Κάϊν, οὐ ταὐτὰ εἰργάσω;
 [09100]  ∆ιά τοι τοῦτο οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν·
000-00-00 Serial Number=0919108868
Expositiones in Psalmos Ante [Go Back]  
 [02308]  Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν, καὶ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον·
 [06408]  οὕτως, ἂν ἐδαφίσωμεν [55.163] ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν.
000-00-00 Serial Number=0697732627
Fragmenta in Proverbia Ante [Go Back]  
 [01961]  Ὅτι δὲ ἱμάτιον λέγει τὴν πολιτείαν, Ὁ ἐν τῷ ἀγρῷ, φησὶ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ, ἤγουν τὴν προτέραν πολιτείαν, ὁ τὸν πνευματικὸν ἀγρὸν ἐργαζόμενος.
000-00-00 Serial Number=0984114766
In Acta apostolorum Ante [Go Back]  
 [03813]  Ἀλλὰ μηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡμῖν, ἀλλὰ πάντας μετὰ ἀκριβείας τὸ σύνθημα τὸ πνευματικὸν τοῦτο φυλάξαι.
 [08966]  Καί σοι τοίνυν χαλκεῖον [60.204] ἔστω πνευματικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶ χρυσοχόου πολλῷ βελτίων.
000-00-00 Serial Number=0445708096
In Genesim sermo 3 Ante [Go Back]  
 [00062]  Γνωρίζετε πῶς ὑψοῖ αὕτη πρὸς τὸν πόθον τὸν πνευματικὸν τοὺς εἰσδεχομένους αὐτήν.
000-00-00 Serial Number=0536208868
In Genesim sermones Ante [Go Back]  
 [00006]  ἀλλ' οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη.
000-00-00 Serial Number=0526364267
In Herodem et infantes Ante [Go Back]  
 [00003]  Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε τὸν πνευματικὸν ἀφηγεῖσθαι λόγον, πειθόμενος Παύλῳ τῷ λέγοντι·
000-00-00 Serial Number=0708424926
In Joannem Ante [Go Back]  
 [00364]  Ἰατρεῖον γὰρ ὁ οἶκος οὗτος ἕστηκε πνευματικὸν, ἵνα ἅπερ ἂν λάβωμεν ἔξωθεν τραύματα, ἐντεῦθεν θεραπεύσωμεν·
 [00406]  Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς τῆς στάσεως, καὶ τὸ συνωθοῦντας ἀλλήλους τὸν ἐνδοτέρω τόπον ἐπείγεσθαι καταλαβεῖν, καὶ ὅθεν ἂν εὐσημοτέρα γένοιτο ὑμῖν ἡ παρ' ἡμῶν φωνὴ, καὶ τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος ἂν εἴη καὶ τῆς φιληκοΐας ὑμῶν.
000-00-00 Serial Number=0892162383
In Kalendas Ante [Go Back]  
 [00237]  Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα βλάψειεν·
000-00-00 Serial Number=0588691711
In Psalmum 100 Ante [Go Back]  
 [00010]  Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν, καὶ πάσης κοσμιότητος πεπληρωμένον.
000-00-00 Serial Number=0443378627
In Psalmum 118 Ante [Go Back]  
 [00004]  Μέγα θησαύρισμα καὶ πλοῦτον πνευματικὸν καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός τε τὴν τοῦ Θεοῦ αἴνεσιν καὶ δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν.
000-00-00 Serial Number=0983993173
In Psalmum 145 Ante [Go Back]  
 [00233]  ἀλλ' ἐν τοῖς δεσμοῖς ὢν, ἐν τῷ ξύλῳ ὢν, ἐν ταῖς πληγαῖς, εὐθέως αὐτὸν ἐμυ σταγώγησε, καὶ μετ' ἐκείνου τὴν οἰκίαν ἅπασαν, καὶ μετὰ τὸ πνευματικὸν λουτρὸν, καὶ μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, παρέθηκεν αὐτῷ καὶ τὴν σαρκικήν.
000-00-00 Serial Number=0235623658
In annuntiationem deiparae Ante [Go Back]  
 [00158]  οἶδεν ὁ Υἱὸς, πῶς ἑαυτῷ κατασκευάζει τὸ πνευματικὸν οἰκητήριον.
000-00-00 Serial Number=0297809839
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00025]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα [51.243] πνευματικὸν ἔπιον.
 [00136]  Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον.
 [00140]  Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.
 [00206]  Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον.
 [00209]  ∆ιὰ τοῦτο αὐτὸ καὶ πνευματικὸν ἐκάλεσεν, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτον ἦν, ἀλλὰ ἐπειδὴ τῷ τρόπῳ τῆς χορηγίας τοιοῦτον ἐγένετο.
 [00213]  Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ὕδωρ δὲ ἦν τὸ πινόμενον, βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦτο Πνευματικὸν εἶπεν, οὐ διὰ τὴν φύσιν τοῦ ὕδατος, ἀλλὰ διὰ τὸν τῆς χορηγίας τρόπον, ἐπήγαγεν·
 [00223]  οὕτως εἰπὼν, Τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ αὐτὸ τοῦτο πάλιν ᾐνίξατο.
 [00261]  Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0347518384
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00004]  Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν
000-00-00 Serial Number=0427091479
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00707]  Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν, ἅτε νηπιωδέστερον διακειμένοις.
 [03341]  Καὶ γὰρ ἀντὶ τῆς κάτω Ἱερουσαλὴμ ἐλάβομεν τὴν ἄνω μητρόπολιν, καὶ ἀντὶ ναοῦ αἰσθητοῦ ναὸν εἴδομεν πνευματικὸν, ἀντὶ πλακῶν λιθίνων σαρκίνας, ἀντὶ περιτομῆς βάπτισμα, ἀντὶ τοῦ μάννα σῶμα ∆εσποτικὸν, ἀντὶ ὕδατος ἀπὸ πέτρας αἷμα ἀπὸ πλευρᾶς, ἀντὶ ῥάβδου Μωϋσέως ἢ Ἀαρὼν τὸν σταυρὸν, ἀντὶ γῆς τῆς ἐπαγγελίας τὴν βασιλείαν τῶν οὐρανῶν, ἀντὶ μυρίων ἱερέων ἕνα ἀρχιερέα, ἀντὶ ἀμνοῦ ἀλόγου ἀμνὸν πνευματικόν.
 [03619]  ἔστι γὰρ καὶ χάρισμα λαβόντα πνευματικὸν, οὐκ εἰς δέον αὐτῷ χρήσασθαι.
 [04575]  Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευματικὸν, οὐ ῥύπον σώματος, ἀλλὰ ψυχῆς ἀποσμῆχον κηλῖδα τοῖς πολλοῖς τῆς μετανοίας τρόποις.
000-00-00 Serial Number=0689776003
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01845]  Ὅταν πνευματικὸν καὶ ἄπορον ᾖ, ἀπὸ τῶν πνευματικῶν τὰς μαρτυρίας ἄγομεν.
 [01950]  Καὶ τὸ, Ὃς συμβιβάσει αὐτὸν, οὐχ ἁπλῶς προσέθηκεν, ἀλλὰ πρὸς ὃ εἶπεν ἤδη, ὅτι Τὸν πνευματικὸν οὐδεὶς ἀνακρίνει.
 [01961]  Τουτέστι, πνευματικὸν, θεῖον, οὐδὲν ἀνθρώπινον ἔχοντα.
 [03919]  καὶ κτησώμεθα τὸν πνευματικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωμεν.
 [04262]  Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σοφοῦ τινος ἴσως ὄντος, μέγα εἶναι τὸ χάρισμα τὸ πνευματικὸν ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει·
 [07096]  καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας·
 [07116]  διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγεν·
 [09303]  Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν.
000-00-00 Serial Number=0835011005
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01012]  Τὸ γὰρ κέρδος τὸ πνευματικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν.
 [01648]  πνευματικὸν γὰρ ὄντως ἐστὶ, τὸ ἐργαζόμενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου.
 [02295]  ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν ἀνέλῃς ἀδελφὸν, οὐχὶ ταυτὸν εἰργάσω;
000-00-00 Serial Number=0286940277
In epistulam ad Ephesios Ante [Go Back]  
 [00920]  τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες.
 [04037]  Στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται.
 [04120]  καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν.
 [04751]  Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι.
 [05422]  ἐπῄνεσας καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα·
 [06071]  ἀλλὰ πάντα ταῦτα ἡ γυνὴ παρωσαμένη, ἑνὸς μόνου γέγονε, πῶς ἐκ προοιμίων τὸ ἄγαλμα τὸ πνευματικὸν ἀναθῇ τῷ Θεῷ.
 [06736]  πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν.
000-00-00 Serial Number=0205749631
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01190]  τὸ μὲν γὰρ σημεῖα ποιεῖν, πνευματικὸν, τὸ δὲ περιτέμνεσθαι, σαρκικόν.
 [02097]  καὶ ἐν μέσῳ κειμένης κακίας καὶ ἀρετῆς, ἂν μὲν εἰς δέον χρήσηται τῷ σώματι, πνευματικὸν αὐτὸ κατειργάσατο·
000-00-00 Serial Number=0813030064
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00631]  ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωμα πνευματικὸν, τὸ μὴ μέγα φρονεῖν.
 [06102]  Μὴ δὴ τούτους ζηλῶμεν, ἀλλ' εἴ τις ἀρετὴν διεδέξατο, εἴ τις πλοῦτον πνευματικὸν ἐκτήσατο.
 [08414]  ἀλλ' ἐπιγνώσεται ἡμᾶς, καὶ συνεισελευσόμεθα τῷ νυμφίῳ, καὶ εἰσελθόντες εἰς τὸν νυμφῶνα τὸν πνευματικὸν, μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0337563276
In epistulam ad Philippenses Ante [Go Back]  
 [04167]  Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ' ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωμεν καὶ πίωμεν·
000-00-00 Serial Number=0412340105
In epistulam ad Romanos Ante [Go Back]  
 [00347]  Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν.
 [00474]  Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς.
 [00573]  Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν, ἐπεθύμουν ἰδεῖν·
 [04430]  τοῦτο γάρ ἐστιν εἶναι πνευματικὸν, τὸ πάντων ἁμαρτημάτων ἀπάγειν·
 [04803]  Ὥσπερ γὰρ οἱ τῷ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται·
 [04817]  Ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ [60.518] μὴ εἶναι τὸν πνευματικὸν, παντί που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν, ὅτι οὐ μόνον ἐν ἁμαρτίᾳ, ἀλλ' ὅτι οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος, ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος, καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων.
 [05132]  Τὰ γράμματα οὕτως ἐκάλεσεν, ἐπειδὴ πνευματικὰ ἦν, ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν, καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας καὶ τὸ μάννα·
 [05133]  Πάντες γὰρ, φησὶ, τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.
 [05228]  Ἐν μὲν γὰρ τοῖς προτέροις τὴν τῶν ἠθῶν διόρθωσιν ἀπαιτεῖ τὸν πνευματικὸν, ἐν οἷς ἔλεγεν·
 [08051]  καὶ πᾶν ἀγαθὸν πνευματικὸν ἔργον, διακονία.
 [09999]  Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς·
000-00-00 Serial Number=0180380225
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00148]  Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο, ποίαν ἕξομεν ἀπολογίαν ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν κέρδος;
000-00-00 Serial Number=0086648047
In illud Ne timueritis Ante [Go Back]  
 [00656]  Αὕτη καὶ ἀθυμίαν ἀποκρούεται, καὶ εὐθυμίαν διατηρεῖ, καὶ τὸν πένητα τῶν εὐπόρων πλουσιώτερον κατασκευάζει, καὶ τοῖς πλουτοῦσιν ἀσφάλειαν περιτίθησι, καὶ τὸν ἁμαρτωλὸν δίκαιον ποιεῖ, καὶ τὸν δίκαιον ἐν ἀσφαλεῖ καθίστησι φυλακῇ, καὶ τὰ ὄντα κακὰ ἀνασπᾷ, καὶ τὰ οὐκ ὄντα ἀγαθὰ καταφυτεύει, ἀπελαύνει πονηρίαν, πρὸς ἀρετὴν ἐπανάγει, οὐκ ἐπανάγει δὲ μόνον, ἀλλὰ καὶ ῥιζοῖ, καὶ διηνεκῆ μένειν ποιεῖ, φάρμακον οὖσα πνευματικὸν, ἐπῳδή τις θεία καὶ ἀπόῤῥητος, παθῶν ἀναιρετική.
000-00-00 Serial Number=0174180031
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00020]  Ἀναπτυσσομένης γὰρ αὐτῆς καὶ δεικνυμένου τοῦ κέρδους ὅσον παρέχει τοῖς προσέχουσιν αὐτῇ μετὰ ἀκριβείας, τότε μείζων ἔσται κατηγορία τοῖς ἀμελοῦσι τοσούτων θη [51.189] σαυρῶν, καὶ τὸν πνευματικὸν ἀπὸ τῶν χειρῶν ῥίπτουσι πλοῦτον.
 [00458]  Τὸν πνευματικὸν δὲ πατέρα κατηγορῶν, ἄξιον εἶναι νομίζεις σαυτὸν ἐπιβῆναι τῶν ἱερῶν προθύρων;
000-00-00 Serial Number=0180077732
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00078]  Οὕτω δὴ καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικὸν, τὰ σεσηπότα μέλη, τουτέστι, τοὺς ῥᾳθύμους ἀδελφῶν καὶ βαναύσους ἐπίσφιγξον καὶ σύστειλον, καὶ τῆς ῥᾳθυμίας, ὥσπερ τινὸς σηπεδόνος, ἀπαλλάξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας.
000-00-00 Serial Number=0294403672
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00101]  πνευματικὸν ἔργον οὐδέν;
000-00-00 Serial Number=0742868721
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00073]  οὐ γάρ ἐστι σωματικὸν, ἵνα σήπηται, ἀλλὰ πνευματικὸν μηδέποτε μαραινόμενον.
000-00-00 Serial Number=0460644960
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00006]  οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθω σαν·
000-00-00 Serial Number=0805302083
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00021]  μηδεὶς καταισχύνῃ τὸν πνευματικὸν τοῦτον ἀγῶνα·
000-00-00 Serial Number=0214873195
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00317]  Ὦ Ζαχαρία, εἰ μὴ τὸν πνευματικὸν στάχυν κατεῖδες, τὸν νοητὸν γεωργὸν οὐκ ἐγνώριζες·
000-00-00 Serial Number=0843032420
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00026]  Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν.
000-00-00 Serial Number=0825437069
In operarios undecimae horae Ante [Go Back]  
 [00110]  Ἐξέρχεται καὶ νῦν διὰ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων πάντας εἰς τὸν πνευματικὸν ἀμπελῶνα μισθούμενος.
000-00-00 Serial Number=0965076149
In parabolam de filio prodigo Ante [Go Back]  
 [00265]  ∆εῦρο καὶ σὺ, υἱέ μου, συνευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμψαλλε τῷ ∆αυῒδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει·
000-00-00 Serial Number=0223099828
In principium Actorum Ante [Go Back]  
 [00322]  Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε·
 [00809]  ∆ιὸ καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς·
 [00811]  καὶ διὰ τοῦτο τὸν πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα.
000-00-00 Serial Number=0605706036
In principium jejuniorum Ante [Go Back]  
 [00003]  Τὸ πνευματικὸν ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν·
000-00-00 Serial Number=0425355673
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00127]  πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον.
000-00-00 Serial Number=0751501977
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00020]  Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦ τον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς [50.588] ψυχῆς ὄψιν.
000-00-00 Serial Number=0355277419
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00236]  σὺ μέλλων οὐκ ἄλογον εὐτελὲς, ἀλλ' ἀδελφὸν πνευματικὸν, δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας, καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν πύλην ἐξελθεῖν, [50.675] μόνον ἀναδύῃ καὶ ἐρυθριᾷς;
000-00-00 Serial Number=0984808028
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00019]  σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ' ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ' Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ;
000-00-00 Serial Number=0211145401
In synaxim incorporalium Ante [Go Back]  
 [00173]  Αὐτὸν καὶ ἡμεῖς ἀναμένοντες τὰ λύχνα τῶν ψυχῶν ἡμῶν ἀναζωπυρήσωμεν τὸ πνευματικὸν ἔλαιον ἐπιστάζοντες, ἀνυστάκτοις καρδίαις τὸν βίον διημερεύοντες, ἀπαύστοις στόμασι τὸ κράτος τῆς τριάδος δοξάζοντες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»